• Embed Doc
  • Readcast
  • Collections
  • 7
    CommentGo Back
Download
 
 
ΠΡΩΤΟΝ ΜΑΘΗΜΑ
Texto y actividades: Santi CarbonellDibujos: Sito Yelás
Ο ΑΝΘΡΩΠΟΣ
Α
Ὁ Διόνυσος θεός ἐστιν. Τίς ἐστιν ὁ Χρόνος; Kαὶ ὁΧρόνος θεός ἐστιν. Ὁ Διόνυσος καὶ ὁ Χρόνος δύο θεοί εἰσιν. Ἆρα καὶ ὁ Οὐρανὸς θεός ἐστιν;
 
Ἕστι γὰρ οὖν. ὉΟὐρανός, ὁ Χρόνος καὶ ὁ Διόνυσος τρεῖς θεοί εἰσιν.
5
Τίς ἐστιν ἡ Ἀθηνᾶ; Ἡ Ἀθηνᾶ θεά ἐστιν. Ἔστι καὶ ἡἈφροδίτη θεά; Ἔστι γὰρ οὖν. Ἡ Ἀθηνᾶ καὶ ἡ Ἀφροδίτηδύο θεαί εἰσιν.Ἆρα καὶ ὁ Ἀλέξανδρος θεός ἐστιν; Οὐ γὰρ οὖν. ὉἈλέξανδρος οὐ θεός, ἀλλ᾿ ἄνθρωπός ἐστιν. Ὁ γὰρ
10
Ἄλέξανδρος στρατηγός ἐστιν. Ἆρα καὶ ὁ Ὅμηροςἄνθρωπός ἐστιν; Ναί, καὶ ὁ Ὅμηρος ἄνθρωπός ἐστιν.Ὁ Ὅμηρος καὶ ὁ Ἀλέξανδρος ἄνθρωποί εἰσιν. Ἔστι καὶ ὁ Ὅμηρος στρατηγός; Οὐδαμῶς, ὁ Ὅμηρος οὐστρατηγός ἐστιν. Ὁ γὰρ Ὅμηρος ῥαψῳδός ἐστιν.
15
 
Ἆρα καὶ ἡ Ἀσπασία ἄνθρωπός ἐστιν; Ναί, ἡἈσπασία καὶ ἡ Πηνελόπη ἄνθρωποί εἰσιν. Ἔστι καὶ ἡἈσπασία στρατηγός; Οὐδαμῶς. Διὰ τί ἡ Ἀσπασίαστρατηγός οὐκ ἔστιν; Ἡ γὰρ Ἀσπασία οὐκ ἀνήρ, ἀλλὰ γυνή ἐστιν. Ἔστι καὶ ἡ Πηνελόπη στρατηγός;
20
Οὐδαμῶς. Διὰ τί ἡ Ἀσπασία στρατηγός οὐκ ἐστίν;Διότι καὶ ἡ Πηνελόπη γυνή ἐστιν. Ἡ οὖν Ἀσπασία καὶ  ἡ Πηνελόπη δύο γυναῖκές εἰσιν. Ἆρα καὶ ὁ Ὅμηρος γυνή ἐστιν; Οὐδαμῶς. Ὁ Ὅμηρος οὑ γυνή, ἀλλ᾿ ἀνήρἐστιν. Ὁ οὖν Ὁμηρος καὶ ὁ Ἀλέξανδρος δύο ἄνδρεςεἰσίν.
25
Ὁ Ὅμηρος θνητός ἐστιν. Θεὸς γὰρ οὐκ ἔστιν. Καὶ ὁΔαίδαλος θνητός ἐστιν. Ὁ οὖν Ὅμηρος καὶ ὁ Δαίδαλοςθνητοί εἰσιν. Θεοὶ γὰρ οὐκ εἰσίν, ἀλλ᾿ ἄνθρωποι. Ἆρακαὶ ἡ Ἀσπασία θνητή ἐστιν; Ἐστι γὰρ οὖν. Ἡ γὰρἈσπασία θεὰ οὐκ ἔστιν. Καὶ ἡ Πηνελόπη θνητή ἐστιν.
30
Ἡ οὖν Ἀσπασία καὶ ἡ Πηνελόπη θνηταί εἰσιν.
ὁ θεὸς Διόνυσοςἐστί(ν)εἰσί(ν)ἔστι γὰρ οὖν· ναί οὐ γὰρ οὖν · οὐδαμῶςοὐ(κ) … ἀλλάὁ Ὅμηροςὁ Ἀλέξανδροςἄνθρωποςδύο ἄνθρωποι ἀνήρ γυνήοἱ ἄνδρες αἱ γυναῖκες— Διὰ τί ;—Διότι…θνητός
ἀθάνατος
 
 
ΠΡΩΤΟΝ ΜΑΘΗΜΑ
Texto y actividades: Santi CarbonellDibujos: Sito Yelás
Ὁ Διόνυσος οὐ θνητός, ἀλλ᾿ ἀθάνατός ἐστιν. Ἆρακαὶ ὁ Χρόνος θνητός ἐστιν; Ναί, καὶ ὁ Χρόνοςἀθάνατος θεός ἐστιν. Ὁ οὖν Διόνυσος καὶ ὁ Χρόνοςἀθάνατοί εἰσιν, διότι ἄνθρωποι οὐκ εἰσίν, ἀλλὰ θεοί.
35
Καὶ ἡ Ἀφροδίτη ἀθάνατός ἐστιν. Ἔστι καὶ ἡ Ἀθηνᾶἀθάνατος; Ναί, καὶ ἡ Ἀθηνᾶ ἀθάνατός ἐστιν. Ὁ μὲνἄνθρωπος θνητός ἐστιν. Οἱ δὲ θεοί ἀθάνατοι.
Β
Οἱ ἄνδρες καὶ αἱ γυναῖκες θνητοί εἰσιν. Καὶ τὰ ζῷαθνητά ἐστιν. Τί δ᾿ ἐστί τὰ ζῷα; Ὁ κύκνος ζῷόν
40
 
ἐστιν. Ἔστι καὶ ο λύκος ζῷον; Ἔστι γὰρ οὖν. Ὁ οὖνκύκνος καὶ ὁ λύκος δύο ζῷά ἐστιν.Τὰ ζῷα οὐκ ὀλίγα, ἀλλὰ πολλά ἐστιν, τὰ μὲν μικρά,τὰ δὲ μεγάλα. Ἡ μυῖα καὶ ὁ καρκῖνος μικρὰ ζῷά ἐστιν.῾Η δὲ φάλαινα καὶ ὁ κροκόδειλος μεγάλα. Καὶ τὰ μὲν
45
ζῷα ἤρεμά ἐστιν, ὥσπερ ὄνος καὶ βοῦς, τὰ δὲ ἄγρια,ὥσπερ λέων καὶ λύκος.Τὰ μὲν ζῷά ἐστι θαλάττια, ὥσπερ δελφίς καὶ φάλαινα, τὰ δὲ πτηνά, ὥσπερ μυῖα, κύκνος καὶ ἄλλαι ὄρνιθες, τὰ δὲ πεζά, ὥσπερ ἄνθρωπος, ἵππος, λύκος,
50
κροκόδειλος, κτλ. Ἆρα καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν; Ναί,
 
ἄνθρωπος πολιτικὸν ζῷόν ἐστιν. Ἔστι δὲ ὁἄνθρωπος ἤρεμον ζῷον ἤ ἄγριον; Οἱ μὲν ἄνθρωποι  ἤρεμοί εἰσίν, οἱ δὲ ἄγριοι.Ἆρα καὶ ὁ Χείρων ζῷόν ἐστιν; Οὐ γὰρ οὖν, ὁ Χείρων
55
 
οὐκ ἔστι ζῷον. Ἆρα ὁ Χείρων ἄνθρωπός ἐστιν;Οὐδαμῶς. Τί δ᾿ἐστίν ὁ Χείρων; Ὁ Χείρων οὔτε ζῷονοὔτε ἄνθρωπός ἐστιν, ἀλλὰ θηρίον. Τί δ᾿ ἐστί θηρίον;Τὰ θηρία μυθολογικὰ ζῷά ἐστιν, ὥσπερ ὁ κένταυροςΧείρων, τὸ μὲν ἥμισυ ἄνθρωπος, τὸ δ᾿ ἥμισυ ἵππος.
60
 
Ἔστι δὲ καὶ ἄλλα μυθολογικὰ ζῷα; Τὰ ἑλληνικὰμυθολογικὰ ζῷα πολλά ἐστιν, τὰ μὲν ἤρεμα, τὰ δὲἄγρια, τὰ μέν καλὰ καὶ τὰ δὲ κακά. Ὁ Χείρων καὶ ὁΠήγασος ἤρεμα καὶ καλὰ θηρία ἐστίν. Καὶ ἡΠαρθενόπη καλὸν θηρίον ἐστίν, τὸ μὲν ἥμισυ γυνή, τὸδ᾿ ἥμισυ ὄρνις.
65
Ἆρα καὶ ὁ Μινώταυρος θηρίον ἐστίν; Ναί, καὶ ὁΜινώταυρος θηρίον ἐστίν, τὸ μὲν ἥμισυ ἄνθρωπος, τὸδ᾿ ἥμισυ ταῦρος. Ὁ δὲ Μινώταυρος οὐκ ἤρεμον, ἀλλ᾿ἄγριον θηρίον ἐστίν. Καὶ ὁ Κέρβερος ἄγριον θηρίονἐστίν. Ἔστι δὲ καὶ ἄλλα ἄγρια καὶ κακὰ θηρία, ὥσπερ ἡ Μέδουσα καὶ ἡ Ὕδρα.
 
(μέν) … δέτὸ ζῷον ἐστίντὰ ζῷα ἐστίνὀλίγα
πολλάμικρά
μεγάλακαρκῖνος μυῖαὥσπερ ≈ ἡ φάλαινα ἤρεμος
ἄγριοςὁ Χείρωνοὔτε … οὔτετὸ ἥμισυ· τὸ μέσον 1/2ἀλλά ≠ ἄλλακαλός
κακός
 
Πήγασος
 
 
 
ΠΡΩΤΟΝ ΜΑΘΗΜΑ
Texto y actividades: Santi CarbonellDibujos: Sito Yelás
Γραμματική
ΓENOΣΓένος ἀρσενικόν·
Ὅμηρος,
 νθρωπος, ἀνήρ, θνητός
.Γένος θηλυκόν·
 Ἀσπασία, Πηνελόπη, γυνή, θνητή
.Γένος οὐδέτερον·
θηρίον, ζῷον, θνητόν
.AΡΙΘΜΟΣἘνικὸς ἀριθμός·
ἄνθρωπος, θεά, ζῷον
.Πληθυντικὸς ἀριθμός·
ἄνθρωποι, θεαί, ζῷα.
 AΡΘΡΟΝἘνικός ἀριθμός·
(γένος ἀρσενικόν),
(γένος θηλυκόν),
τὸ
(γένος οὐδέτερον).Πληθυντικός ἀριθμός·
οἱ
(γένος ἀρσενικόν),
αἱ
(γένος θηλυκόν),
τά
(γένος οὐδέτερον).ΡΗΜΑ
ἐστίν
(ἐνικὸς ἀριθμός),
εἰσίν
(πληθυντικὸς ἀριθμός)ἘΠΙΘΕΤΑ
 θνητός, θνητή, θνητόν
(γένος ἀρσενικόν, θηλυκὸν καὶ οὐδέτερον).
ἀθάνατος, ἀθάνατον
(γένος ἀρσενικὸν καὶ θηλυκόν)
 
Παραδείγματα·Γένος ἀρσενικόνἐνικὸς ἀριθ.
Ὁ θεὸς καλὸς καὶ ἀθάνατός ἐστιν
 πληθ. ἀριθ.
Οἱ θεοὶ καλοὶ καὶ ἀθάνατοί εἰσιν
Γένος θηλυκόνἐνικὸς ἀριθ.
 Ἡ θεὰ καλὴ καὶ ἀθάνατός ἐστιν
 πληθ. ἀριθ. Α
ἱ θεαὶ καλαὶ καὶ ἀθάνατοί εἰσιν
Γένος οὐδέτερονἐνικὸς ἀριθ.
Τὸ ζῷον καλὸν καὶ θνητόν ἐστιν
πληθ. ἀριθ.
Τὰ ζῷα καλὰ καὶ θνητά ἐστιν
of 00

Leave a Comment

You must be to leave a comment.
Submit
Characters: ...

Γειά σου, φιλόγλωττα, recién entré en twitter, por curiosidad, para ver quién utilizaba mi pseudónimo i resultó ser además alguien llamado santi, curioso. Los comentarios sobre la autoría de estos textos están aquí abajo, y me han llegado también, anónimos, al blog. Nada que ver pues con el tema autodidacta del alumno en twitter que mencionabas. Gracias por el seguimiento.

Otro enlace a una version antigua en otra parte que ya ni recordaba, por si a alguien le quedan dudas: http://www.box.net/files#/files/0/f/9303639/lingua_graeca_per_se_illustrata

A ver si es que hay alguien por ahí que se hace pasar por mi, oye! Empieza ya a mosquearme el asunto, porque recibo ya comentarios anónimos insistiendo en mi falta de honradez sobre la originalidad de estos textos. Haz lo que puedas, philoglot por reestablecer mi honor internauta, porfa, en twitter, donde de momento no me pienso meter. Gracias

No me aclaro... ¿Entonces no tienes cuenta en Twitter tampoco ahora? ¿Tampoco eres el usuario "santiaigialos" que ha entrado diciendo que "aigialos" no era? Lo de la falta de honradez en los textos no lo entiendo, pero, si son comentarios anónimos...

Gracias, philoglot, por el comentario. Lo siento por el alumno, pero no tengo twitter. Con todo, el texto no está pensado para autodidactas.

Vale, le digo lo del planteamiento.

Ah, ¿no eres https://twitter.com/#!/aigialos? Uno que se ha olvidado de que tiene cuenta.;)

- Jpmmja7990: No sé si circulan por ahí otras versiones y adaptaciones de este material que originalmente publiqué en mi blog.Cf. http://aigialos.blogspot.com/2007/04/.... Este tema en particular ha conocido en mi cuenta de Scribd 7 versiones corregidas desde 2007. - Un abrazo, Fernando. Me alegro de que hayas "revuelto" !

Santi: Visita Twitter, que lo tienes abandonado.:) Te ha mencionado por ahí un alumno de instituto que se ha puesto un poco por su cuenta con el texto, te podría resultar interesante ver qué problemas encuentra alguien que lo usa sin profesor.

Gracias por compartirlo, pero hay que mencionar quién lo compuso originariamente, aunque las enmiendas y mejoras sean de Santi.

Menudo trabajo, Santi¡¡ Gracias por compartirlo¡ Un abrazo¡

You must be to leave a comment.
Submit
Characters: ...