Welcome to Scribd, the world's digital library. Read, publish, and share books and documents. See more
Download
Standard view
Full view
of .
Look up keyword
Like this
0Activity
0 of .
Results for:
No results containing your search query
P. 1
Nico Mache an 10

Nico Mache an 10

Ratings: (0)|Views: 0|Likes:
Published by vcamperos

More info:

Published by: vcamperos on Dec 08, 2012
Copyright:Attribution Non-commercial

Availability:

Read on Scribd mobile: iPhone, iPad and Android.
download as DOC, PDF, TXT or read online from Scribd
See more
See less

12/08/2012

pdf

text

original

 
ριστοτ
λης:
θικ
 
Νικομ
χεια
 
Κ 
1/14
Ἀριστοτέλους
 
Ἠθικὰ Νικομάχεια
 
Βιβλίον Κ 
 
[
1172a
+ μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἴσως ἕπεται διελθεῖν. (20) μάλιστα γὰρδοκεῖ συνῳκειῶσθαι τ῵ γένει ἡμῶν, διὸ παιδεύουσι τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ· δοκεῖ δὲ καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν μέγιστον εἶναι τὸχαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δεῖ. διατείνει γὰρ ταῦτα διὰ παντὸς τοῦ βίου,὆οπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν τε καὶ τὸν εὐδαίμονα (25) βίον· τὰμὲν γὰρ ἡδέα προαιροῦνται, τὰ δὲ λυπηρὰ φεύγουσιν· ὑπὲρ δὲ τῶντοιούτων ἥκιστ' ν δόξειε παρετέον εἶναι,
 
ἄλλως τε καὶ πολλὴν ἐχόντωνἀμφισβήτησιν. οἳ μὲν γὰρ τἀγαθὸν ἡδονὴν λέγουσιν, οἳ δ' ἐξ ἐναντίαςκομιδῇ φαῦλον, οἳ μὲν ἴσως πεπεισμένοι οὕτω καὶ ἔχειν, οἳ δὲ οἰόμενοι βέλτιον (30) εἶναι πρὸς τὸν βίον ἡμῶν ἀποφαίνειν τὴν ἡδονὴν τῶνφαύλων, καὶ εἰ μὴ ἐστίν· ὆έπειν γὰρ τοὺς πολλοὺς πρὸς αὐτὴν καὶ δουλεύειν ταῖς ἡδοναῖς, διὸ δεῖν εἰς τοὐναντίον ἄγειν· ἐλθεῖν γὰρ ν οὕτωςἐπὶ τὸ μέσον. μή ποτε δὲ οὐ καλῶς τοῦτο λέγεται. οἱ γὰρ περὶ τῶν ἐν τοῖςπάθεσι καὶ (35) ταῖς πράξεσι λόγοι ἧττόν εἰσι πιστοὶ τῶν ἔργων· ὅταν οὖνδιαφωνῶσι τοῖς κατὰ τὴν αἴσθησιν, καταφρονούμενοι καὶ τἀληθὲςπροσαναιροῦσιν· *
1172b
+ (1) ὁ γὰρ ψέγων τὴν ἡδονήν, ὀφθείς ποτ'ἐφιέμενος, ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν ὡς τοιαύτην οὖσαν ἅπασαν· τὸδιορίζειν γὰρ οὐκ ἔστι τῶν πολλῶν. ἐοίκασιν οὖν οἱ ἀληθεῖς
 
τῶν λόγων οὐμόνον πρὸς τὸ εἰδέναι (5) χρησιμώτατοι εἶναι, ἀλλὰ καὶ πρὸς τὸν βίον·συνῳδοὶ γὰρ ὄντες τοῖς ἔργοις πιστεύονται, διὸ προτρέπονται τοὺςσυνιέντας ζῆν κατ' αὐτούς. τῶν μὲν οὖν τοιούτων ἅλις· τὰ δ' εἰρημένα περὶ τῆς ἡδονῆς ἐπέλθωμεν.
 
εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετ' εἶναι διὰ τὸ (10) πάνθ' ὁρ᾵νἐφιέμενα αὐτῆς, καὶ ἔλλογα καὶ ἄλογα, ἐν π᾵σι δ' εἶναι τὸ αἱρετὸν τὸἐπιεικές, καὶ τὸ μάλιστα κράτιστον· τὸ δὴ πάντ' ἐπὶ ταὐτὸ φέρεσθαι μηνύειν ὡς π᾵σι τοῦτο ἄριστον ὄν (ἕκαστον γὰρ τὸ αὑτ῵ ἀγαθὸνεὑρίσκειν, ὥσπερ καὶ τροφήν), τὸ δὲ π᾵σιν ἀγαθόν, καὶ οὗ πάντ' ἐφίεται,τἀγαθὸν (15) εἶναι. ἐπιστεύοντο δ' οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴνμ᾵λλον  δι' αὑτούς· διαφερόντως γὰρ ἐδόκει σώφρων εἶναι· οὐ δὴ ὡςφίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν, ἀλλ' οὕτως
 
ἔχειν κατ' ἀλήθειαν.οὐχ ἧττον δ' ᾤετ' εἶναι φανερὸν ἐκ τοῦ ἐναντίου· τὴν γὰρ λύπην καθ' αὑτὸπ᾵σι φευκτὸν εἶναι, (20) ὁμοίως δὴ τοὐναντίον αἱρετόν· μάλιστα δ' εἶναι αἱρετὸν ὃ μὴ δι' ἕτερον μηδ' ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτο δ'ὁμολογουμένως εἶναι τὴν ἡδονήν· οὐδένα γὰρ ἐπερωτ᾵ν τίνος ἕνεκα ἥδεται, ὡς καθ' αὑτὴν οὖσαν αἱρετὴν τὴν ἡδονήν. προστιθεμένην τε
 
ριστοτ
λης:
θικ
 
Νικομ
χεια
 
Κ 
2/14
ὁτῳοῦν τῶν ἀγαθῶν αἱρετώτερον ποιεῖν, οἷον τ῵ (25) δικαιοπραγεῖν καὶ σωφρονεῖν, αὔξεσθαι δὲ τὸ ἀγαθὸν αὑτ῵. ἔοικε δὴ οὗτός γε ὁ λόγος τῶνἀγαθῶν αὐτὴν ἀποφαίνειν, καὶ οὐδὲν μ᾵λλον ἑτέρου· π᾵ν γὰρ μεθ'ἑτέρου ἀγαθοῦ αἱρετώτερον  μονούμενον. τοιούτῳ δὴ λόγῳ καὶ Πλάτωνἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν· αἱρετώτερον γὰρ εἶναι (30) τὸν ἡδὺνβίον μετὰ φρονήσεως  χωρίς, εἰ δὲ τὸ μικτὸν κρεῖττον, οὐκ εἶναι τὴν ἡδονὴν τἀγαθόν· οὐδενὸς γὰρ προστεθέντος αὐτ῵ τἀγαθὸν αἱρετώτερον γίνεσθαι. δῆλον δ' ὡς οὐδ' ἄλλο οὐδὲν τἀγαθὸν ν εἴη, μετά τινος τῶνκαθ' αὑτὸ ἀγαθῶν αἱρετώτερον γίνεται. τί οὖν ἐστὶ τοιοῦτον, οὗ καὶ (35) ἡμεῖς κοινωνοῦμεν; τοιοῦτον γὰρ ἐπιζητεῖται. οἱ δ' ἐνιστάμενοι ὡς οὐκἀγαθὸν οὗ πάντ' ἐφίεται, μὴ οὐθὲν λέγουσιν. *
1173a
+ (1) ἃ γὰρ π᾵σι δοκεῖ,ταῦτ' εἶναί φαμεν· ὁ δ' ἀναιρῶν ταύτην τὴν πίστιν οὐ πάνυ πιστότερα ἐρεῖ.εἰ μὲν γὰρ τὰ ἀνόητα ὀρέγεται αὐτῶν, ἦν ἄν τι λεγόμενον, εἰ δὲ καὶ τὰφρόνιμα, πῶς λέγοιεν ἄν τι; ἴσως δὲ καὶ ἐν τοῖς φαύλοις ἔστι τι φυσικὸνἀγαθὸν (5) κρεῖττον  καθ' αὑτά, ὃ ἐφίεται τοῦ οἰκείου ἀγαθοῦ. οὐκ ἔοικεδὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι. οὐ γάρ φασιν, εἰ ἡ λύπη κακόνἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀντικεῖσθαι γὰρ καὶ κακὸν κακ῵ καὶ ἄμφωτ῵ μηδετέρῳ
--
λέγοντες ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένωνἀληθεύοντες. (10) ἀμφοῖν γὰρ ὄντοιν <τῶν> κακῶν καὶ φευκτὰ ἔδει ἄμφωεἶναι, τῶν μηδετέρων δὲ μηδέτερον  ὁμοίως· νῦν δὲ φαίνονται τὴν μὲνφεύγοντες ὡς κακόν, τὴν δ' αἱρούμενοι ὡς ἀγαθόν· οὕτω δὴ καὶ ἀντίκειται.οὐ μὴν οὐδ' εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡ ἡδονή, διὰ τοῦτ' οὐδὲ τῶνἀγαθῶν· οὐδὲ γὰρ αἱ τῆς (15) ἀρετῆς ἐνέργειαι ποιότητές εἰσιν, οὐδ' ἡεὐδαιμονία. λέγουσι δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δ' ἡδονὴν ἀόριστονεἶναι, ὅτι δέχεται τὸ μ᾵λλον καὶ *τὸ+ ἧττον. εἰ μὲν οὖν ἐκ τοῦ ἥδεσθαι τοῦτο κρίνουσι, καὶ περὶ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς, καθ' ἃςἐναργῶς φασὶ μ᾵λλον καὶ ἧττον τοὺς ποιοὺς ὑπάρχειν (20) καὶ <πράττειν>κατὰ τὰς ἀρετάς, ἔσται ταὐτά· δίκαιοι γάρ εἰσι μ᾵λλον καὶ ἀνδρεῖοι, ἔστι δὲ καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μ᾵λλον καὶ ἧττον. εἰ δὲ ταῖς ἡδοναῖς,μή ποτ' οὐ λέγουσι τὸ αἴτιον, ν ὦσιν αἳ μὲν ἀμιγεῖς αἳ δὲ μικταί. καὶ τί κωλύει, καθάπερ ὑγίεια ὡρισμένη οὖσα δέχεται τὸ μ᾵λλον (25) καὶ *τὸ+ ἧττον, οὕτω καὶ τὴν ἡδονήν; οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν π᾵σίν ἐστιν, οὐδ'ἐν τ῵ αὐτ῵ μία τις ἀεί, ἀλλ' ἀνιεμένη διαμένει ἕως τινός, καὶ διαφέρει τ῵μ᾵λλον καὶ ἧττον. τοιοῦτον δὴ καὶ τὸ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι.τέλειόν τε τἀγαθὸν τιθέντες, τὰς δὲ κινήσεις καὶ τὰς γενέσεις (30) ἀτελεῖς,τὴν ἡδονὴν κίνησιν καὶ γένεσιν ἀποφαίνειν πειρῶνται. οὐ καλῶς δ'ἐοίκασι λέγειν οὐδ' εἶναι κίνησιν. πάσῃ γὰρ οἰκεῖον εἶναι δοκεῖ τάχος καὶ βραδυτής, καὶ εἰ μὴ καθ' αὑτήν, οἷον τῇ τοῦ κόσμου, πρὸς ἄλλο· τῇ δ' ἡδονῇ τούτων οὐδέτερον ὑπάρχει. ἡσθῆναι μὲν γὰρ ἔστι ταχέως ὥσπερὀργισθῆναι, *
1173b
+ (1) ἥδεσθαι δ' οὔ, οὐδὲ πρὸς ἕτερον, βαδίζειν δὲ καὶ αὔξεσθαι καὶ πάντα τὰ τοιαῦτα. μεταβάλλειν μὲν οὖν εἰς τὴν ἡδονὴνταχέως καὶ βραδέως ἔστιν, ἐνεργεῖν δὲ κατ' αὐτὴν οὐκ ἔστι ταχέως, λέγωδ' ἥδεσθαι. γένεσίς τε πῶς ν εἴη; (5) δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τυχόντος τὸ
 
ριστοτ
λης:
θικ
 
Νικομ
χεια
 
Κ 
3/14
τυχὸν γίνεσθαι, ἀλλ' ἐξ οὗ γίνεται, εἰς τοῦτο διαλύεσθαι· καὶ οὗ γένεσις ἡ ἡδονή, τούτου λύπη φθορά. καὶ λέγουσι δὲ τὴν μὲν λύπην ἔνδειαν τοῦκατὰ φύσιν εἶναι, τὴν δ' ἡδονὴν ἀναπλήρωσιν. ταῦτα δὲ σωματικά ἐστι τὰπάθη. εἰ δή ἐστι τοῦ κατὰ φύσιν ἀναπλήρωσις (10) ἡ ἡδονή, ἐν ᾧ ἡἀναπλήρωσις, τοῦτ' ν καὶ ἥδοιτο· τὸ σῶμα ἄρα· οὐ δοκεῖ δέ· οὐδ' ἔστινἄρα ἡ ἀναπλήρωσις ἡδονή, ἀλλὰ γινομένης μὲν ἀναπληρώσεως ἥδοιτ' ἄντις, καὶ †τεμνόμενος† λυποῖτο. ἡ δόξα δ' αὕτη δοκεῖ γεγενῆσθαι ἐκ τῶνπερὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γενομένους (15) καὶ προλυπηθέντας ἥδεσθαι τῇ ἀναπληρώσει. τοῦτο δ' οὐ περὶ πάσαςσυμβαίνει τὰς ἡδονάς· ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ τῶν κατὰτὰς αἰσθήσεις αἱ διὰ τῆς ὀσφρήσεως, καὶ ἀκροάματα δὲ καὶ ὁράματαπολλὰ καὶ μνῆμαι καὶ ἐλπίδες. τίνος οὖν αὗται γενέσεις ἔσονται; οὐδενὸς(20) γὰρ ἔνδεια γεγένηται, οὗ γένοιτ' ν ἀναπλήρωσις. πρὸς δὲ τοὺςπροφέροντας τὰς ἐπονειδίστους τῶν ἡδονῶν λέγοι τις ν ὅτι οὐκ ἔστι ταῦθ' ἡδέα (οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ἐστίν, οἰητέον αὐτὰκαὶ ἡδέα εἶναι πλὴν τούτοις, καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ  γλυκέα πικρά, οὐδ' αὖ (25) λευκὰ τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσιν)· οὕτω λέγοι τις ἄν, ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ
 
μὴν ἀπό γε τούτων,ὥσπερ καὶ τὸ πλουτεῖν, προδόντι δ' οὔ, καὶ τὸ ὑγιαίνειν, οὐ μὴν ὁτιοῦνφαγόντι·  τ῵ εἴδει διαφέρουσιν αἱ ἡδοναί· ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶντῶν ἀπὸ τῶν αἰσχρῶν, καὶ οὐκ ἔστιν ἡσθῆναι (30) τὴν τοῦ δικαίου μὴ ὄνταδίκαιον οὐδὲ τὴν τοῦ μουσικοῦ μὴ ὄντα μουσικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶνἄλλων. ἐμφανίζειν δὲ δοκεῖ καὶ ὁ φίλος ἕτερος ὢν τοῦ κόλακος οὐκ οὖσανἀγαθὸν τὴν ἡδονὴν  διαφόρους εἴδει· ὃ μὲν γὰρ πρὸς τἀγαθὸν ὁμιλεῖνδοκεῖ, ὃ δὲ πρὸς ἡδονήν, καὶ τ῵ μὲν ὀνειδίζεται, τὸν δ' ἐπαινοῦσιν ὡς
 
πρὸςἕτερα ὁμιλοῦντα.
 [
1174a
+ (1) οὐδείς τ' ν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων διὰ βίου, ἡδόμενος ἐφ' οἷς τὰ παιδία ὡς οἷόν τε μάλιστα, οὐδὲ χαίρειν ποιῶν τι τῶναἰσχίστων, μηδέποτε μέλλων λυπηθῆναι. περὶ πολλά τε σπουδὴνποιησαίμεθ' (5) ν καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν, οἷον ὁρ᾵ν,μνημονεύειν, εἰδέναι, τὰς ἀρετὰς ἔχειν. εἰ δ' ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει· ἑλοίμεθα γὰρ ν ταῦτα καὶ εἰ μὴ γίνοιτ' ἀπ' αὐτῶν ἡδονή. ὅτι μὲν οὖν οὔτε τἀγαθὸν ἡ ἡδονὴ οὔτε π᾵σα αἱρετή, δῆλον ἔοικενεἶναι,
 
καὶ (10) ὅτι εἰσί τινες αἱρεταὶ καθ' αὑτὰς διαφέρουσαι τ῵ εἴδει  ἀφ'ὧν. τὰ μὲν οὖν λεγόμενα περὶ τῆς ἡδονῆς καὶ λύπης ἱκανῶς εἰρήσθω.
 
τί δ' ἐστὶν  ποῖόν τι, καταφανέστερον γένοιτ' ν ἀπ' ἀρχῆς ἀναλαβοῦσιν.δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθ' ὁντινοῦν (15) χρόνον τελεία εἶναι· οὐ γάρἐστιν ἐνδεὴς οὐδενὸς ὃ εἰς ὕστερον γινόμενον τελειώσει αὐτῆς τὸ εἶδος·τοιούτῳ δ' ἔοικε καὶ ἡ ἡδονή. ὅλον γάρ τι ἐστί, καὶ κατ' οὐδένα χρόνονλάβοι τις ν ἡδονὴν ἧς ἐπὶ πλείω χρόνον γινομένης τελειωθήσεται τὸεἶδος. διόπερ οὐδὲ κίνησίς ἐστιν. ἐν χρόνῳ γὰρ π᾵σα κίνησις (20) καὶ 

You're Reading a Free Preview

Download
scribd
/*********** DO NOT ALTER ANYTHING BELOW THIS LINE ! ************/ var s_code=s.t();if(s_code)document.write(s_code)//-->