Welcome to Scribd, the world's digital library. Read, publish, and share books and documents. See more
Download
Standard view
Full view
of .
Look up keyword
Like this
1Activity
0 of .
Results for:
No results containing your search query
P. 1
Aristófanes - LOS ACARNANIOS gr

Aristófanes - LOS ACARNANIOS gr

Ratings: (0)|Views: 5 |Likes:
Published by rafaelpinillagibson

More info:

Published by: rafaelpinillagibson on Jun 10, 2013
Copyright:Attribution Non-commercial

Availability:

Read on Scribd mobile: iPhone, iPad and Android.
download as DOC, PDF, TXT or read online from Scribd
See more
See less

02/02/2014

pdf

text

original

 
Ἀριστοφάνης, Ἀχαρνεῖς
Δικαιόπολιςὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·ἃ δ᾽ ὠδυνήθην, ψαμμακοσιογάργαρα.φέρ᾽ ἴδω, τί δ᾽ ἥσθην ἄξιον χαιρηδόνος;γδφγε τκαρ ηφρνθην δν,5τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.ταῦθ᾽ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέαςδιὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.ἀλλ᾽ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,τε δκεχνη προσδοκν τν Ασχλον,10ὁ δ᾽ ἀνεῖπεν, εἴσαγ᾽ ὦ Θέογνι τὸν χορόν.πῶς τοῦτ᾽ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;ἀλλ᾽ ἕτερον ἥσθην, ἡνίκ᾽ ἐπὶ Μόσχῳ ποτὲΔεξίθεος εἰσῆλθ᾽ ᾀσόμενος Βοιώτιον.ττες δπθανον καδιεστρφην δν,15ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.ἀλλ᾽ οὐδεπώποτ᾽ ἐξ ὅτου ᾽γὼ ῥύπτομαιοὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦςὡς νῦν, ὁπότ᾽ οὔσης κυρίας ἐκκλησίαςωθινς ρημος πνξ ατη,20οἱ δ᾽ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτωτὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.οὐδ᾽ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ᾽ ἀωρίανἥκοντες, εἶτα δ᾽ ὠστιοῦνται πῶς δοκεῖςλθντες λλλοισι περπρτου ξλου,25ἁθρόοι καταρρέοντες· εἰρήνη δ᾽ ὅπωςἔσται προτιμῶσ᾽ οὐδέν· ὦ πόλις πόλις.ἐγὼ δ᾽ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαννοστῶν κάθημαι· κᾆτ᾽ ἐπειδὰν ὦ μόνος,στνω κχηνα σκορδινμαι πρδομαι,30ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,στυγῶν μὲν ἄστυ τὸν δ᾽ ἐμὸν δῆμον ποθῶν,ὃς οὐδεπώποτ᾽ εἶπεν, ἄνθρακας πρίω,οκ ξος οκ λαιον, οδδει "πρω,"35ἀλλ᾽ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένοςβοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.λλοπρυτνεις γρ οτοιμεσημβρινο.40οὐκ ἠγόρευον; τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ᾽λεγον·ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
 
Κῆρυξπάριτ᾽ ἐς τὸ πρόσθεν,πάριθ᾽, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.Ἀμφίθεοςδη τις επε;45Κῆρ.τίς ἀγορεύειν βούλεται;μφ.γώ.Κῆρ.τίς ὤν;Ἀμφ.Ἀμφίθεος.Κῆρ.οὐκ ἄνθρωπος;μφ.ο,ἀλλ᾽ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦνκαὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,ξ ς Λυκνος γνε· κ τοτου δγ50ἀθάνατός εἰμ᾽· ἐμοὶ δ᾽ ἐπέτρεψαν οἱ θεοὶσπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.ἀλλ᾽ ἀθάνατος ὢν ὦνδρες ἐφόδι᾽ οὐκ ἔχω·οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.Κῆρ.οἱ τοξόται.Ἀμφ:Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με; 55Δικ.:ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαντὸν ἄνδρ᾽ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελεσπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.Κῆρ.κάθησο, σῖγα.Δικ.:μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ,ν μπερερνης γε πρυτανεσητμοι.60Κῆρ.οἱ πρέσβεις οἱ παρὰ βασιλέως.Δικ.:ποίου βασιλέως; ἄχθομαι ᾽γὼ πρέσβεσινκαὶ τοῖς ταὧσι τοῖς τ᾽ ἀλαζονεύμασιν.Κῆρ.σίγα.Δικ.:βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.Πρέσβυςπμψαθμς ς βασιλα τν μγαν65μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέραςἐπ᾽ Εὐθυμένους ἄρχοντος.Δικ.:οἴμοι τῶν δραχμῶν.Πρ.:καὶ δῆτ᾽ ἐτρυχόμεσθα διὰ Καϋστρίωνπεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,ἐφ᾽ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, 70ἀπολλύμενοι.Δικ.:σφόδρα γὰρ ἐσῳζόμην ἐγὼπαρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.Πρ.:ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
 
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδωνκρατον ονον δν.75Δικ.:ὦ Κραναὰ πόλιςἆρ᾽ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;Πρ.:οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνουςτοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.Δικ.:ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.Πρ.:τει τετρτδς τβασλειλθομεν·80ἀλλ᾽ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.Δικ.:πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;Πρ.:τῇ πανσελήνῳ· κᾆτ᾽ ἀπῆλθεν οἴκαδε.ετξνιζε· παρετθει δμν λους85ἐκ κριβάνου βοῦς.Δικ.:καὶ τίς εἶδε πώποτεβοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.Πρ.:καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμουπαρέθηκεν ἡμῖν· ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.Δικ.:τατρ φενκιζες σδο δραχμς φρων.90Πρ.:καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,τὸν βασιλέως ὀφθαλμόν.Δικ.:ἐκκόψειέ γεκόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.Κῆρ.ὁ βασιλέως ὀφθαλμός.Δικ.:ὦναξ Ἡράκλεις.πρς τν θεν νθρωπε ναφαρκτον βλπεις;95ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;ἄσκωμ᾽ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.Πρ.:ἄγε δὴ σὺ βασιλεὺς ἅττα σ᾽ ἀπέπεμψεν φράσονλέξοντ᾽ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.Ψευδαρτάβαςαρταμν ξρξαν πισσνα στρα.100Πρ.:ξυνήκαθ᾽ λέγει;Δικ.:μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.Πρ.:πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.Ψευδαρτάβαςοὐ λῆψι χρῦσο χαυνόπρωκτ᾽ Ἰαοναῦ.Δικ.:ομοι κακοδαμων ς σαφς.105Πρ.:τί δ᾽ αὖ λέγει;Δικ.:ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.Πρ.:οὔκ, ἀλλ᾽ ἀχάνας ὅδε γε χρυσίου λέγει.Δικ.:ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.λλπιθ· γδβασανιτοτον μνος.110ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,

You're Reading a Free Preview

Download
scribd
/*********** DO NOT ALTER ANYTHING BELOW THIS LINE ! ************/ var s_code=s.t();if(s_code)document.write(s_code)//-->