Σοφοκλέους Τραχινίαι
ἔφυ, ἐνταῦθα δὴ μάλιστα ταρβήσασ᾽ἔχω. ἐξ οὗ γὰρ ἔκτα κεῖνοςἸφίτου βίαν, ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ᾽ἀνάστατοι ξένῳ παρ᾽ἀνδρὶ ναίομεν, κεῖνος δ᾽ὅπου βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰςὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται. σχεδὸν δ᾽ἐπίσταμαί τι πῆμ᾽ἔχοντά νιν· χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ᾽ἤδη δέκα μῆναςπρὸς ἄλλοις πέντ᾽ἀκήρυκτος μένει. κἀστίν τι δεινὸν πῆμα·τοιαύτην ἐμοὶ δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
Θεράπαινα
δέσποινα Δῃάνειρα, πολλὰ μέν σ᾽ἐγὼ κατεῖδον ἤδη πανδάκρυτ᾽ὀδύρματα τὴν Ἡράκλειον ἔξοδον γοωμένην· νῦνδ᾽, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν γνώμαισι δούλαις, κἀμὲχρὴ φράσαι τὸ σόν· πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, μάλιστα δ᾽ὅνπερ εἰκὸςὝλλον, εἰ πατρὸς νέμοι τιν᾽ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;ἐγγὺς δ᾽ὅδ᾽αὐτὸς ἀρτίπους θρῴσκει δόμους, ὥστ᾽εἴ τί σοι πρὸςκαιρὸν ἐννέπειν δοκῶ, πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ᾽ἐμοῖςλόγοις.
Δηιάνειρα
ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ δούλη μέν, εἴρηκεν δ᾽ἐλεύθερονλόγον.
Ὕλλος
ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
Δηιάνειρα
σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου τὸ μὴπυθέσθαι ποῦ ᾽στιν, αἰσχύνην φέρειν.
Ὕλλος
ἀλλ᾽οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
Δηιάνειρα
καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
Ὕλλος
τὸν μὲν παρελθόντ᾽ἄροτον ἐν μήκει χρόνουΛυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
3
Leave a Comment