Welcome to Scribd, the world's digital library. Read, publish, and share books and documents. See more
Download
Standard view
Full view
of .
Look up keyword
Like this
1Activity
0 of .
Results for:
No results containing your search query
P. 1
αγίου Γρηγορίου Παλαμά έργα (2 τόμοι)

αγίου Γρηγορίου Παλαμά έργα (2 τόμοι)

Ratings: (0)|Views: 40|Likes:
αγίου Γρηγορίου Παλαμά έργα (2 τόμοι)
αγίου Γρηγορίου Παλαμά έργα (2 τόμοι)

More info:

Published by: Κώστας Μυστακίδης on Mar 15, 2014
Copyright:Attribution Non-commercial

Availability:

Read on Scribd mobile: iPhone, iPad and Android.
download as PDF, TXT or read online from Scribd
See more
See less

07/02/2014

pdf

text

original

 
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΛΟΓΟΙ ΑΠΟΔΕΙΚΤΙΚΟΙ ΔΥΟ ΠΕΡΙ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
 ΛΟΓΟΣ ΠΡΩΤΟΣ. (σελ. 68)
Προλ. Πάλιν ὁ δεινός καί ἀρχέκακος ὄφις, τήν ἑαυτοῦ κεφαλήν καθ᾿  ἡμῶν διαιρών, ὑποψιθυρίζει τά τῆς ἀληθείας ἀντίθετα. Μᾶλλον δέ τήν μέν κεφαλήν τῷ τοῦ Χριστοῦ σταυρῷ συντριβείς, τῶν δέ κατά γενεάς πει󰀭θομένων ταῖς ἀπολουμέναις ὑποθήκαις αὐτοῦ κεφαλήν ἑαυτοῦ ποιούμε󰀭νος ἕκαστον καί οὕτω πολλάς ἀντί μιᾶς κατά τήν ὕδραν ἀναδούς κεφα󰀭 λάς, δι᾿ αὐτῶν ἀδικίαν εἰς τό ὕψος λαλῶν οὐκ ἀνίησιν. Οὕτως Ἀρείους, οὕτως Ἀπολιναρίους, οὕτως Εὐνομίους καί Μακεδονίους, οὕτω πλείστους ἑτέρους προσαρμοσάμενος τῷ αὐτοῦ προσφύντας ὁλκῷ, διά τῆς ἐκείνων  γλώττης τόν οἰκεῖον κατά τῆς ἱερᾶς Ἐκκλησίας ἐπαφῆκεν ἰόν, ἀντ᾿ ὀδόντων ἰδίων τοῖς ἐκείνων λόγοις χρησάμενος καί περιπείρας τούτους τῇ τῆς εὐσεβείας ἀρχῇ, οἷόν τινι ρίζῃ νεαρῶς καλόν τεθηλότος φυτοῦ καί καρποῖς ὡραιοτάτοις βρίθοντος, οὐ μήν τούτῳ καί λυμήνασθαι ἴσχυσε˙ καί γάρ ὑπ᾿ αὐτῶν τῶν δηχθέντων αὖθις συνετρίβη τάς μύλας, ὑπό τῶν ὡς ἀληθῶς κεφαλήν ἑαυτῶν ποιησαμένων Χριστόν. Οὗτος τοίνυν ὁ νοητός καί διά τοῦτο μᾶλλον ἐπάρατος ὄφις, τό πρῶτον καί μέσον καί τελευταῖον κακόν, ὁ πονηρός καί τήν χαμερπῆ καί  γηΐνην πονηρίαν ἀεί σιτούμενος, τῆς πτέρνης, δηλαδή τῆς ἀπάτης, ἐπιτηρητής ἀκάματος, ὁ πρός πᾶσαν θεοστυγῆ δόξαν ποριμώτατος σοφι󰀭στής καί ἀμηχάνως εὐμήχανος, μηδαμῶς ἐπιλελησμένος τῆς οἰκίας κακο󰀭τεχνίας, διά τῶν αὐτῷ πειθηνίων Λατίνων περί Θεοῦ καινάς εἰσφέρει φω󰀭νάς, (σελ. 70) μικράν μέν δοκούσας ἔχειν ὑπαλλαγήν, μεγάλων δέ κακῶν ἀφορμάς καί πολλά καί δεινά φερούσας, τῆς εὐσεβείάς ἔκφυλά τε καί ἄτοπα, καί τοῖς πᾶσι φανερῶς δεικνύσας, ὡς οὐ μικρόν ἐν τοῖς περί Θεοῦ τό παραμικρόν. Εἰ γάρ ἐφ᾿ ἑκάστου τῶν καθ᾿ ἡμᾶς ὄντων ἑνός ἀτόπου τήν ἀρχήν δοθέντος πολλά τά ἄτοπα γίνεται, πῶς οὐ μᾶλλον ἐπί τῆς κοινῆς ἁπάντων ἀρχῆς καί τῶν κατ᾿ αὐτήν οἷον ἀναποδείκτων ἀρχῶν ἑνός ἀήθους δοθέντος οὐκ εὐσεβῶς πολλά γενήσεται παρά τοῦτο τά ἀτοπήματα;
 
Πρός ἅ καί φανερῶς τό Λατίνων γένος ἐκπεπτώκασιν ἄν, εἰ μή παρ᾿  ἡμῶν ἀντιλεγόντων τῇ καινοφωνίᾳ τοῦ δόγματος τῆς κακοδοξίας τό πλεῖστον περιῃρεῖτο. Καί γάρ ἐπί τοσοῦτον ἔστιν ὅτε συστέλλονται ὡς καί διανοίας ἡμῖν εἶναι τῆς αὐτῆς λέγειν, διαφωνοῦντας τοῖς ρήμασι, σφῶν αὐτῶν ὑπ᾿ ἀπορίας καταψευδόμενοι. Ἡμῶν γάρ οὐχί καί ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ λεγόντων εἶναι τήν τοῦ ἁγίου Πνεύματος ὕπαρξιν, ἐκείνων δέ καί ἐκ τῆς τοῦ Υἱοῦ, τῶν ἀδυνάτων εἰς μίαν ἀμφοτέρους συνά󰀭 γεσθαι ἔννοιαν˙ εἷς γάρ μονογενής καί μία τοῦ Πνεύματος ὕπαρξίς ἐστιν. Ἡ γοῦν ἀπόφασις τῇ καταφάσει ἀεί ἀντίκειται καί ἀεί ψευδής ἡ ἑτέρα, εἰ ἀληθής ἡ ἑτέρα˙ καί τό αὐτό περί τοῦ αὐτοῦ καταφῆσαι καί ἀποφῆσαι σύν ἀληθείᾳ οὐκ ἔνι. Ἀλλ᾿ ὡς μέν ἡμῖν οὐ λέγουσι μόνο ἀλλά καί φρονοῦσι τά ἐναντία, οὐδείς οἶμαι τῶν εὖ φρονούντων καί μή ὁμοφρονούντων ἐκείνοις ἀντερεῖ. Ὡς δέ οὐχ ἡμῖν μόνον, ἀλλά καί αὐτῷ τῷ τῆς ἀληθείας ἀντιδογματίζουσι  λόγῳ, ὅς παρ᾿ ἡμῖν ἀμείωτος καί ἀναυξής καί τό πᾶν ἀμεταποίητος δια󰀭πεφύλακται, πάντες μέν ὑμεῖς καί χωρίς ἀποδείξεως ἀκριβῶς ἴστε, τό τῶν εὐσεβούντων λέγω πλήρωμα. Δειχθήσεται δέ ὅμως, (σελ.72) Θεοῦ διδό󰀭ντος, καί διά τοῦδε τοῦ λόγου, ὡς ἄν καί «πᾶν στόμα󰂻 τό ἀντιλέγον «φραγῇ󰂻, καί πρός μίαν ὁμολογίαν στηριχθῇ τό ἀμφίρροπον. Ἀλλ᾿ ὦ Θεέ τοῦ παντός, ὁ μόνος δοτήρ καί φύλαξ τῆς ἀληθινῆς θεολο󰀭 γίας καί τῶν κατ᾿ αὐτήν δογμάτων καί ρημάτων, μόνη μοναρχικωτάτη τριάς, οὐ μόνον ὅτι μόνη τοῦ παντός ἄρχεις, ἀλλ᾿ ὅτι καί μίαν ἐν σεαυτῇ μόνην ἔχεις ὑπεράρχιον ἀρχήν, τήν μόνην ἀναίτιον μονάδα, ἐξ ἧς προά󰀭 γεσθον καί εἰς ἥν ἀνάγεσθον ἀχρόνως καί ἀναιτίως Υἱός τε καί τό Πνεῦμα, Πνεῦμα τό ἅγιον, τό κύριον, τό ἐκ Θεοῦ Πατρός ἐκπορευτῶς τήν ὕπαρξιν ἔχον, καί δι᾿ Υἱοῦ τοῖς ὀρθῶς πιστεύουσιν εἰς σέ καί διδόμενον καί πεμπόμενον καί φαινόμενον˙ Υἱέ μονογενές, ἐκ Θεοῦ Πατρός γεννητῶς τήν ὕπαρξιν ἔχων καί διά τοῦ ἁγίου Πνεύματος ταῖς καρδίαις τῶν εἰς σέ πιστευόντων ἐμμορφούμενος καί ἐνοικῶν καί ἀοράτως ὁρώμενος˙ Πάτερ ἀγέννητε μόνε καί ἀνεκπόρευτε, καί, τό σύμπαν εἰπεῖν, ἀναίτιε, ὁ μόνος πατήρ τῶν ἀνεκφοιτήτων καί ὁμοτίμων σοι φώτων, ἕν κράτος, μία δύνα󰀭μις, ἡ δημιουργός τῶν ποιητῶν καί ὑπό χεῖρά σοι φώτων, ἡ πάσης γνώσε󰀭ως δότειρα, ἡ πολυειδεῖς ἰδέας παραγαγοῦσα γνωστικῶν τε καί γνωστῶν καί καταλλήλως τοῖς γινώσκουσι καί φυσικῶς ἐνθεῖσα τάς γνώσεις, τοῖς μέν νοεροῖς ἁπλᾶς καί ἀπαθεῖς νοήσεις, τοῖς δέ αἰσθητικοῖς πολυμερεῖς καί παθητάς αἰσθήσεις, τοῖς δέ μικτοῖς ἡμῖν ἀμφότερα˙ ἡ καί τήν περί σοῦ κατά τό ἐγχωροῦν γνῶσιν μόνοις τοῖς λογικοῖς σου κτίσμασιν ἀφάτῳ χρηστότητι χαριζομένη, δός καί ἡμῖν ἀρτίως εὐαρέστως σοι θεολογῆσαι καί τοῖς ἀπ᾿ αἰῶνος ἔργῳ σοι καί λόγῳ εὐαρεστήσασι συμφώνως˙ ὡς ἄν καί τούς μή θεαρέστως σε θεολογοῦντας ἀπελέγξωμεν, καί τούς ἐν ἀληθείᾳ σε ζητοῦντας πρός τήν ἀλήθειαν στηρίξωμεν, ἵνα σε γινώσκωμεν πάντες μίαν μόνην πηγαίαν θεότητα, τόν μόνον Πατέρα τε καί προβολέα, (σελ. 74) καί σοῦ Υἱόν ἕνα καί Υἱόν μόνον, ἀλλ᾿ οὐχί καί προβολέα, καί

You're Reading a Free Preview

Download
scribd
/*********** DO NOT ALTER ANYTHING BELOW THIS LINE ! ************/ var s_code=s.t();if(s_code)document.write(s_code)//-->