You are on page 1of 1

ESOPO

Αἴλουρος καὶ ὄρνιθες.


Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας

ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβῶν

ἐργαλεῖα, παραγένετο, καὶ στᾶς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο

αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσα· " Καλῶς, ἔφασαν, ἐὰν σὺ

ἐντεῦθεν ἀπαλλαγῇς."

Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι,

κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

You might also like