Welcome to Scribd, the world's digital library. Read, publish, and share books and documents. See more
Download
Standard view
Full view
of .
Look up keyword
Like this
8Activity
0 of .
Results for:
No results containing your search query
P. 1
astrothesiai

astrothesiai

Ratings: (0)|Views: 1,443|Likes:
Published by Noesis Noessis

More info:

Published by: Noesis Noessis on Apr 20, 2011
Copyright:Attribution Non-commercial

Availability:

Read on Scribd mobile: iPhone, iPad and Android.
download as PDF, TXT or read online from Scribd
See more
See less

05/19/2013

pdf

text

original

 
᾿
Αστροθεσίαι ἢ Καταστερισμοί
῎Αρκτου μεγάλης
.
 
Ταύτην ῾Ησίοδός φησι Λυκάονος θυγατέρα ἐν ᾿Αρκαδίᾳ οἰκεῖν
 ,
 ἑλέσθαι δὲ μετὰ ᾿Αρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖςὄρεσι ποιεῖσθαι∙ φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαντὴν Θεόν∙ φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσανὑπʹ αὐτῆς λουομένην∙ ἐφʹ ᾧ ὀργισθεῖσαν τὴν Θεὸν ἀποθηριῶσαι αὐτήν∙ καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα᾿Αρκάδα∙ οὖσαν δʹ ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι∙ μετὰ χρόνον δέ τιναδόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον
[
ἱερὸν
]
ἀγνοήσασαν τὸν νόμον∙ ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομέν
c
 ν καὶ τῶν ᾿Αρκάδων
 ,
καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον
 ,
ὁ Ζεὺς διὰ τὴνσυγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν∙῎Αρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα
.
 ῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ ἀμαυρούς
 ,
ἐφʹ ἑκατέρωνὠτίων β
 ,
 
<
ἐπʹ
>
ὠμοπλατῶν λαμπρὸν α
 ,
ἐπὶ τοῦ στήθους
<
α
 ,
ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς
>
β
 ,
ἐπὶ τῆς ῥάχεως λαμπρὸν α
 ,
 
<
ἐπὶ τῆςκοιλίας λαμπρὸν α
>,
ἐπὶ σκέλεσιν ὀπισθίοις β
 ,
ἐπʹ ἄκρῳ τῷ ποδὶ β
 ,
 ἐπὶ τῆς κέρκου γ∙ τοὺς πάντας κδ
.
 
῎Αρκτου μικρᾶς
.
 
Αὕτη ἐστὶν ἡ μικρὰ καλουμένη∙ προσηγορεύθη δὲ ὑπὸ τῶνπλείστων Φοινίκη∙ ἐτιμήθη δὲ ὑπὸ τῆς ᾿Αρτέμιδος∙ γνοῦσα δὲ ὅτι ὁΖεὺς αὐτὴν ἔφθειρεν
 ,
ἠγρίωσεν αὐτήν∙ ὕστερον δὲ σεσωσμένῃλέγεται δόξαν αὐτῇ περιθεῖναι ἀντιθεῖσαν ἕτερον εἴδωλον ἐν τοῖςἄστροις
 ,
ὥστε δισσὰς ἔχειν τιμάς
.
᾿Αγλαοσθένης δὲ ἐν τοῖςΝαξικοῖς φησι τροφὸν γενέσθαι τοῦ Διὸς Κυνόσουραν
 ,
εἶναι δὲμίαν τῶν ᾿Ιδαίων νυμφῶν∙ ἀφʹ ἧς ἐν μὲν τῇ πόλει τῇ καλουμένῃ῾Ιστοῖς
 ,
τοὔνομα τοῦτο ἦν
 ,
ἣν οἱ περὶ Νικόστρατον ἔκτισαν
 ,
καὶ τὸν ἐν αὐτῇ
[
δὲ
]
λιμένα καὶ τὸν ἐπʹ αὐτῷ τόπον Κυνόσουρανκληθῆναι 
.
῎Αρατος δὲ αὐτὴν καλεῖ ῾Ελίκην ἐκ Κρήτης οὖσαν∙ γενέσθαι δὲ Διὸς τροφὸν καὶ διὰ τοῦτο ἐν οὐρανοῖς τιμῆςἀξιωθῆναι 
.
 
 
῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίουλαμπρὸν α
 ,
ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γ
 ,
τοὺς πάντας ζ∙ ὑπὸ δὲτὸν ἕτερον τῶν ἡγουμένων κατώτερός ἐστιν ἄλλος ἀστήρ
 ,
ὃςκαλεῖται Πόλος
 ,
περὶ ὃν δοκεῖ ὅλος ὁ κόσμος στρέφεσθαι 
.
 
Δράκοντος
.
 
Οὗτός ἐστιν ὁ μέγας τε καὶ διʹ ἀμφοτέρων τῶν ῎Αρκτωνκείμενος∙ λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων
 ,
ὑπὸ δὲ῾Ηρακλέους ἀναιρεθείς∙ ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη διʹ῞Ηραν
 ,
ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς ῾Εσπερίδας φύλακα τῶνμήλων∙ Φερεκύδης γάρ φησιν
 ,
ὅτε ἐγαμεῖτο ἡ ῞Ηρα ὑπὸ Διός
 ,
 φερόντων αὐτῇ τῶν Θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰχρύσεα μῆλα∙ ἰδοῦσαν δὲ τὴν ῞Ηραν θαυμάσαι καὶ εἰπεῖνκαταφυτεῦσαι εἰς τὸν τῶν Θεῶν κῆπον
 ,
ὃς ἦν παρὰ τῷ ῎Ατλαντι∙ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλωνκατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα∙ μέγιστον δὲ ἔχει σημεῖον∙ ἐπίκειται δὲ αὐτῷ ῾Ηρακλέους εἴδωλον
 ,
ὑπόμνημα τοῦἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ
.
 
῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γ
 ,
ἐπὶ δὲ τοῦσώματος ἕως τῆς κέρκου ιβ παραπλησίους ἀλλήλοις∙
[
διεστὼς δὲδιὰ τῶν ῎Αρκτων
].
 
<
τοὺς πάντας ιε
>
Τοῦ ἐν γόνασιν
.
 
Οὗτος
 ,
φασίν
 ,
῾Ηρακλῆς ἐστιν ὁ ἐπὶ τοῦ ῎Οφεως βεβηκώς∙ἐναργῶς δὲ ἕστηκε τό τε ῥόπαλον ἀνατετακὼς καὶ τὴν λεοντῆνπεριειλημένος∙ λέγεται δέ
 ,
ὅτε ἐπὶ τὰ χρύσεα μῆλα ἐπορεύθη
 ,
τὸνὄφιν τὸν τεταγμένον φύλακα ἀνελεῖν∙ ἦν δὲ ὑπὸ ῞Ηρας διʹ αὐτὸτοῦτο τεταγμένος ὅπως ἀνταγωνίσηται τῷ ῾Ηρακλεῖ∙ ὅθενἐπιτελεσθέντος τοῦ ἔργου μετὰ
<
μεγίστου
>
κινδύνου ἄξιον ὁ Ζεὺςκρίνας τὸν ἆθλον μνήμης ἐν τοῖς ἄστροις ἔθηκε τὸ εἴδωλον∙ ἔστι δὲ ὁ μὲν ὄφις μετέωρον ἔχων τὴν κεφαλήν
 ,
ὁ δʹ ἐπιβεβηκὼς αὐτῷκαθεικὼς τὸ ἓν γόνυ
 ,
τῷ δʹ ἑτέρῳ ποδὶ ἐπὶ τὴν κεφαλὴνἐπιβαίνων
 ,
τὴν δὲ δεξιὰν χεῖρα ἐκτείνων
 ,
ἐν ᾗ τὸ ῥόπαλον
 ,
ὡςπαίσων
 ,
τῇ δʹ εὐωνύμῳ χειρὶ τὴν λεοντῆν περιβεβλημένος
.
 ῎Εχει δʹ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α
 ,
ἐπὶ βραχίονοςδεξιοῦ λαμπρὸν α
 ,
ἐφʹ ἑκατέρων ὤμων λαμπρὸν α
 ,
 
<
ἐπʹ ἀριστεροῦἀγκῶνος α
 ,
ἐπʹ
>
ἄκρας χειρὸς α
 ,
ἐφʹ ἑκατέρας λαγόνος α
 ,
 
 
λαμπρότερον δὲ τὸν ἐπὶ τῆς ἀριστερᾶς
 ,
 
<
ἐπὶ 
>
δεξιοῦ μηροῦ β
 ,
ἐπὶ  γόνατος καμπῆς α
 ,
ἐπὶ κνήμης β
 ,
ἐπὶ ποδὸς α
 ,
ὑπὲρ τὴν δεξιὰνχεῖρα α
 ,
ὃς καλεῖται ῾Ρόπαλον
 ,
ἐπὶ τῆς λεοντῆς δ∙ τοὺς πάντας ιθ
.
 
᾿Οφιούχου
.
 
Οὗτός ἐστιν ὁ ἐπὶ Σκορπίου ἑστηκώς
 ,
ἔχων ἐν ἀμφοτέραιςχερσὶν
[
τὸν
]
ὄφιν∙ λέγεται δὲ εἶναι ᾿Ασκληπιός
 ,
ὃν Ζεὺςχαριζόμενος ᾿Απόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν∙ τούτου τέχνῃἰατρικῇ χρωμένου
 ,
ὡς καὶ τοὺς ἤδη τεθνηκότας ἐγείρειν
 ,
ἐν οἷς καὶ ἔσχατον ῾Ιππόλυτον τὸν Θησέως
 ,
καὶ τῶν Θεῶν δυσχερῶς τοῦτοφερόντων
 ,
εἰ αἱ τιμαὶ καταλυθήσονται αὐτῶν τηλικαῦτα ἔργα᾿Ασκληπιοῦ ἐπιτελοῦντος
 ,
λέγεται τὸν Δία ὀργισθέντακεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ
 ,
εἶτα διὰ τὸν ᾿Απόλλωνατοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν∙ ἔχει δὲ ἐπιφάνειαν ἱκανὴν ἐπὶ τοῦμεγίστου ἄστρου ὤν
 ,
λέγω δὴ τοῦ Σκορπίου
 ,
εὐσήμῳ τῷ τύπῳφαινόμενος
.
 ῎Εχει δʹ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α
 ,
ἐφʹ ἑκατέρων τῶνὤμων λαμπρὸν α
 ,
ἐπὶ τῆς ἀριστερᾶς χειρὸς γ
 ,
ἐπὶ τῆς δεξιᾶς δ
 ,
ἐφʹἑκατέρων ἰσχίων α
 ,
ἐφʹ ἑκατέρων γονάτων α
 ,
 
<
ἐπὶ τῆς δεξιᾶςκνήμης α
 ,
ἐφʹ ἑκατέρων ποδῶν α
>,
τὸν ἐπὶ τοῦ δεξιοῦ
[
ποδός
]
 λαμπρότερον α∙ τοὺς πάντας ιζ∙ τοῦ δὲ ῎Οφεως ἐπʹ ἄκρας κεφαλῆςβ
.
 
Σκορπίου
.
 
Οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια διαιρεῖται∙ καὶ τὸμὲν ἐπέχουσιν αἱ χηλαί 
 ,
θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον
.
 τοῦτον
 ,
φασίν
 ,
ἐποίησεν ῎Αρτεμις ἀναδοθῆναι 
<
ἐκ
>
τῆς κολώνηςτῆς Χίου νήσου
 ,
καὶ τὸν ᾿Ωρίωνα πλῆξαι 
 ,
καὶ οὕτως ἀποθανεῖν
 ,
 ἐπειδὴ ἐν κυνηγεσίῳ ἀκόσμως αὐτὴν ἐβιάσατο∙ ὃν Ζεὺς ἐν τοῖςλαμπροῖς ἔθηκε τῶν ἄστρων
 ,
ἵνʹ εἰδῶσιν οἱ ἐπιγινόμενοι ἄνθρωποι τὴν ἰσχύν τε αὐτοῦ καὶ τὴν δύναμιν
.
 ῎Εχει δὲ ἀστέρας ἐφʹ ἑκατέρας χηλῆς β
 ,
ὧν εἰσιν οἱ μὲν πρῶτοι μεγάλοι 
 ,
οἱ δὲ δεύτεροι ἀμαυροί 
 ,
ἐπὶ δὲ τοῦ μετώπου
<
λαμπροὺς γ
 ,
 ὧν ὁ μέσος λαμπρότατος
 ,
ἐπὶ τῆς ῥάχεως
>
λαμπροὺς γ
 ,
ἐπὶ τῆςκοιλίας β
 ,
ἐπὶ τῆς κέρκου ε
 ,
ἐπὶ τοῦ κέντρου β∙ προηγεῖται μὲν ἐναὐτοῖς πάντων φαιδρότερος ὢν ὁ ἐπὶ τῆς βορείας χηλῆς λαμπρὸςἀστήρ∙
<
τοὺς πάντας ιθ
>.
 

Activity (8)

You've already reviewed this. Edit your review.
1 hundred reads
mararv liked this
mararv liked this
mararv liked this
mararv liked this
Nefeli Sky liked this

You're Reading a Free Preview

Download
scribd
/*********** DO NOT ALTER ANYTHING BELOW THIS LINE ! ************/ var s_code=s.t();if(s_code)document.write(s_code)//-->