You are on page 1of 18

Leo Constantinopolitanus, De fine mundi homilia.

1. Ἐ ν τ α ῖ ς ἡ μ έ ρ α ι ς ἐ κ ε ί ν α ι ς π ρ ο σ ῆ λ -
θον οἱ ἀπόστολοι τῷ Κυρίῳ, λέγοντες·
«εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί
τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς
σ υ ν τ ε λ ε ί α ς τ ο ῦ α ἰ ῶ ν ο ς τ ο ύ τ ο υ ; » . καὶ (5)
λέγει αὐτοῖς ὁ Ἰησοῦς· «ἀκούσατε τοῦ προφήτου Δανιήλ,
λέγοντος· ἐγὼ Δανιὴλ ἑώρακα τὸν παλαιὸν τῶν ἡμερῶν
ἐπὶ θρόνου δόξης καθήμενον. εἰ οὖν ἐκεῖνος παλαιὸν καὶ
προαιώνιον αὐτὸν εἶναι λέγει, ὑμεῖς τί ζητεῖτε τὸ τέλος
μαθεῖν; ἡ βασιλεία τοῦ Θεοῦ τέλος οὐχ ἔχει, τὸ δὲ τέλος @1 (10)
τοῦ αἰῶνος τούτου ο ὐ γ ι ν ώ σ κ ε ι τ ι ς , ε ἰ μ ὴ ὁ
π α τ ὴ ρ καὶ ὃν ἐκεῖνος ἀπέστειλεν εἰς τὸν κόσμον, Ἰησοῦν
Χριστόν. β λ έ π ε τ ε ο ὖ ν μ ὴ π λ α ν η θ ῆ τ ε · π ο λ -
λοὶ γὰρ ἐγερθήσονται ψευδοπροφῆται
κ α ὶ ψ ε υ δ ό χ ρ ι σ τ ο ι , δ ε ι κ ν ύ ο ν τ ε ς σ η μ ε ῖ α (15)
μεγάλα, ὥστε πλανῆσαι, εἰ δυνατόν,
καὶ τοὺς ἐκλεκτούς».
Ἄκουσον τοῦ Δανιήλ, λέγοντος· ἐν ταῖς ἐσχάταις
ἡμέραις ἀναστήσονται ναοὶ καὶ θυσιαστήρια, καὶ οἰκοδο-
μήσονται πόλεις καὶ οἰκήσονται ἔρημοι, καὶ τότε ἐγερθή- (20)
σονται ἄρχοντες πολλοὶ καὶ π ο ν η ρ ο ί , π ρ ο κ ό π τ ο ν -
τ ε ς ἐ π ὶ τ ὸ χ ε ῖ ρ ο ν καὶ ε ἰ ς τ ὸ π ο ν η ρ ὸ ν
ἕτοιμοι. καὶ ἐπαναστήσεται βασιλεία
ἐπὶ βασιλεία<ν> καὶ ἔθνος ἐπὶ ἔθνος,
κ α ὶ γ ε ν ή σ ο ν τ α ι π ό λ ε μ ο ι κ α ὶ ἀ κ α τ α - (25)
στασίαι, φόβοι μεγάλοι καὶ σεισμοὶ @1
κ α τ ὰ τ ό π ο υ ς · ὅταν δὲ ἄρξηται ταῦτα γίνεσθαι,
τότε ἔσται ἀ ρ χ ὴ ὠ δ ί ν ω ν . ἐγὼ Δανιὴλ ἀκούσας
καὶ κατανοήσας, ἐ ξ έ σ τ η μ ο υ ἡ κ α ρ δ ί α κ α ὶ
ἡ δ ι ά ν ο ι α ἐπὶ τὰ μέλλοντα γίνεσθαι ἐν ταῖς ἡμέραις (30)
ἐκείναις. τότε ὠδινήσουσιν καὶ στενάξουσιν τ έ κ ν α
ἐ π ὶ γ ο ν ε ῖ ς καὶ γονεῖς ἐπὶ τέκνα, τότε λυπηθήσεται
ὁ οὐρανὸς καὶ π ε ν θ ή σ ε ι ἡ γ ῆ καὶ ἀρνήσεται τοὺς
καρποὺς αὐτῆς. τότε ἐπαναστήσεται πᾶν ἔθνος ἐπὶ τὸ ἅγιον
βάπτισμα, ἐπαναστήσεταί σοι πᾶν ἔθνος, ἑπτάλοφε, ἐπα- (35)
ναστήσεταί σοι καὶ οὐ παύσεται· καὶ ἀ ν ο ι χ θ ή σ ο ν -
τ α ι α ἱ π ύ λ α ι σ ο υ καὶ οὐ κλεισθήσονται, καὶ πᾶν
ἔθνος προσκυνήσει σε. γέγραπται γάρ, ὅτι τοῖς βασιλεῦσί
σου, ἑπτάλοφε, κ ά μ ψ ε ι π ᾶ ν γ ό ν υ καὶ πᾶν ἔθνος,
καὶ προσκυνήσει ὑπὸ τοὺς πόδας αὐτῶν πᾶσα γλῶσσα, καὶ (40)
πᾶσα κτίσις δακρύσει ἐπὶ σοί. @1
2. Ἐγὼ Δανιὴλ εἶδόν σε καὶ ἐφοβήθην, τὰ ἄρθρα τῶν
μελῶν μου ἐτρόμαξαν, οἱ ὀφθαλμοί μου οὐ παύονται τῶν
δακρύων, ἡ γλῶσσά μου ἐσίγησεν τοῦ λαλεῖν. οὐαὶ δὲ
τοὺς ἄρχοντας τοῦ ἑβδόμου αἰῶνος, οὐαὶ δὲ τοὺς ἐπισκόπους (45)
τῶν ἡμερῶν ἐκείνων, οὐαὶ δὲ τοὺς πρεσβυτέρους, ὅτι εἰς τὸ
πλήρωμα τῶν ἡμερῶν ἐκείνων ἔφθασαν· παύσουσιν γὰρ αἱ
λειτουργίαι καὶ σιγήσουσιν αἱ ψαλμῳδίαι καὶ θρηνήσουσιν
αἱ ἐκκλησίαι τοῦ Θεοῦ, καὶ γ ε ν ή σ ο ν τ α ι ο ἱ ἱ ε ρ ε ῖ ς
ὡ ς ὁ λ α ό ς . ἔσται δὲ τότε θλῖψις μεγάλη ἐπὶ τῆς (50)
γῆς, τὸ τόξον οὐ στήσεται, ὁ ἀὴρ κλονηθήσεται, αἱ νάπαι
καὶ τὰ ὄρη ε ἰ ς φ υ γ ὴ ν τ ρ α π ή σ ο ν τ α ι . ἐγὼ
Δανιὴλ κατανοήσας ἐξέστην.
3. Καὶ ἄκουσον περὶ τούτου, πῶς μέλλει γίνεσθαι ἡ
ἀρχὴ τῶν κακῶν καὶ πικρῶν καὶ πονηρῶν ἡμερῶν ἐκείνων (55)
καὶ μισοχρήστων καὶ ἐλεεινῶν. ἀναστήσονται γὰρ ἐν ἀρ-
χῇ τούτων γενεαὶ πικραί, ξανθαὶ καὶ πονηραὶ ἐν τῇ ἑπτα- @1
λόφῳ καὶ ἀφανίσουσιν τὰς ἐκκλησίας τοῦ Θεοῦ, καὶ κυ-
ριοῦσιν τὸν ἄζυμον, καὶ φεύξονται ἀπ' αὐτῶν ἐκ τοῦ ἱερα-
τικοῦ τάγματος τῶν τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῶν μοναχῶν (60)
οὐκ ὀλίγοι· ἐκ τούτου γ ν ώ σ ο ν τ α ι π ά ν τ ε ς , ὅ τ ι
ἐ γ γ ὺ ς τ ὸ τ έ λ ο ς · καὶ μετὰ ταῦτα ἀναστήσεται
βασιλεὺς ἐν τῇ ἑπταλόφῳ καὶ πατάξει αὐτούς, εἴ τις τ ὸ ν
Θεὸν μὴ φοβούμενος καὶ ἄνθρ ωπον μὴ
ἐ ν τ ρ ε π ό μ ε ν ο ς , ἀναστήσεται θηρίον μέγα καὶ ἀνή- (65)
μερον, ὃ οὐκ ἡμερωθήσεται· ἀλλὰ μαίνεται ὁ ἄθλιος
τοῦ ἐγεῖραι ὀργήν, μαίνεται ὁ ταπεινὸς τοῦ ἐγεῖραι θυμόν,
καὶ ἐχθρὰν εἰς τὸν κόσμον βλέπει ὁ ταπεινὸς τὴν ἡμέραν
θυμοῦ, καὶ ἀρχὴν τοῦ κακοῦ βλέπει, καὶ φυλάττει τὴν
ἡμέραν τοῦ ἀπολέσαι τὴν ἑαυτοῦ ψυχήν· ὅστις λέγεται τὸ (70)
ὄνομα αὐτοῦ Ἀβάρ. καὶ λοιπὸν ὁ τοιοῦτος βασιλεὺς καὶ
ἀλάστωρ καὶ ὁ ἀσεβής, καθὼς προεῖπον, ἀναστήσεται ἀπὸ
τοῦ θρόνου αὐτοῦ καὶ πατάξει ἑτέρας βασιλείας, καὶ ὑπο-
ταγήσονται αὐτῷ ἔθνη καὶ βαπτισθήσονται ἀλλόφυλοι @1
πολλοὶ καὶ οἰκοδομήσουσιν πόλεις ἐρήμους, καὶ τιμήσει ἔθνη (75)
καὶ προσκυνήσεται ἀλλογενεῖς ἀλλοπίστους, τὸν δὲ λαὸν
τοῦ Θεοῦ καταδιώξει καὶ πολεμήσει ἀπὸ πόλεως εἰς πόλιν
ἕως τέλος. αὕτη ἡ βασιλεία καινοτομήσει τὴν κάτω καὶ
γεμίσει τ ὴ ν ἄ ν ω Ἱ ε ρ ο υ σ α λ ή μ , πολεμήσειν ἔχει
μετὰ τοῦ Θεοῦ, πολεμήσειν ἔχει μετὰ τῶν ἀγγέλων· πολε- (80)
μήσειν ἔχει ἡ τέφρα τὸ πῦρ, πολεμήσει τὸ σκότος μετὰ τοῦ
ἡλίου, πολεμήσειν ἔχει ὁ πηλὸς μετὰ τοῦ πυρός. καὶ ἄκου-
σον περὶ τούτου.
4. Μέλλει γὰρ ὁ διάβολος, ὁ βουλόμενος κερδῆσαι
αὐτόν, ἐμβαλεῖν εἰς τὴν καρδίαν αὐτοῦ τοιοῦτον λογισμόν, (85)
ὅτι· «σὺ εἶ θεὸς ἐπὶ τῆς γῆς καὶ ἕτερος θεὸς ἐν οὐρανῷ καὶ
ἐπὶ γῆς· καθ' ὁμοιότητα ἐκείνου ποιήσωμεν καὶ ἡμεῖς· λα-
βόντες σανίδιον καὶ ζωγράφον, ποιήσωμεν βασιλικὴν εἰκό-
να [καὶ στήσωμεν εἰκόνα κατέναντι ὑμῶν καὶ ἂς προσκυ-
νεῖτε μετὰ τοῦ Χριστοῦ]. οἴδαμεν γάρ, ὅτι ἀπὸ Θεοῦ ἐλή- (90)
λυθας, βασιλεύς· οὐ γὰρ ἄλλος βασιλεὺς ἐποίησε σημεῖα
τοιαῦτα, ἃ σὺ ἐποίησας, οὐδὲ ἡμέρωσεν ἔθνη ἀλλόφυλα».
καὶ συγκαλεσάμενος τὴν σύγκλητον καὶ τοὺς μεγιστά- @1
νους τῆς πόλεως, λέγει πρὸς αὐτοὺς ὁ βασιλεύς· «δεῦτε
ποιήσωμεν εἰκόνα βασιλικὴν καὶ στήσωμεν αὐτὴν κατέ- (95)
ναντι ὑμῶν, ἵνα προσκυνῆτε μετὰ τοῦ Χριστοῦ». καὶ λέ-
γουσιν αὐτῷ πάντες· «ναί». καὶ προσκαλεσάμενος ζω-
γράφον, στήσει τὴν εἰκόνα αὐτοῦ ἀνάμεσον τοῦ Χριστοῦ
καὶ τῆς ἁγίας μητρὸς αὐτοῦ, καὶ στήσει αὐτὴν κατενώπιον
πάντων ἐν τῷ παλατίῳ. καὶ ἀποστέλλει κήρυκας μετὰ (100)
σαλπίγγων καὶ ἤχων μεγάλων, καὶ πάντες συναχθήσονται
μετὰ σπουδῆς εἰς προσκύνησιν τῆς εἰκόνος· «ἐὰν δέ τις ἐξ
ὑμῶν μὴ προσκυνήσει, θ α ν ά τ ῳ τ ε λ ε υ τ ή σ ε ι αὐτῇ
τῇ ὥρᾳ». ὁ δ ὲ κ ῆ ρ υ ξ β ο ᾷ ἐ ν ἰ σ χ ΰ ι , καὶ συν-
αχθήσονται πάντες οἱ δυνατοὶ τῆς πόλεως. καὶ λέγει πρὸς (105)
αὐτοὺς ὁ βασιλεύς· «πίπτοντες προσκυνῆτε τῇ εἰκόνι, ἣν
ἔστησα κατενώπιον ὑμῶν, καὶ μηδεὶς ποιήσει τῷ ἑαυτοῦ
τρόπῳ καὶ κακῶς ἀποθάνῃ». καὶ ἀποκριθέντες πάντες λέ- @1
γουσιν αὐτῷ· «ἡμεῖς προσκυνῆσαι ἔχομεν, ἀλλὰ πρῶτον
κάλεσον τὸ μοναχικὸν τάγμα, καὶ ἂς προσκυνήσῃ, καὶ (110)
μετὰ ταῦτα καὶ ἡμεῖς πάντες· εἰ δὲ αὐτοὶ οὐ προσκυνήσου-
σιν, οὐδὲ ἡμεῖς προσκυνοῦμεν, ἀλλ' οὔτε κηρύττει σου τὸ
δόγμα καὶ ἡ εἰκών».
Καὶ ἀποστέλλει ὁ βασιλεὺς κήρυκας εἰς πᾶσαν πόλιν
καὶ χώραν, καὶ ἐπισυνάξει τοὺς μείζονας τῶν πατέρων (115)
καὶ παραστήσονται τῇ εἰκόνι, καὶ κρατηθήσονται ἡμέρας
τεσσαράκοντα. καὶ συναχθήσεται πᾶν τὸ μοναχικὸν τάγμα
ἐπὶ σοί, ἑπτάλοφε φονεύτρια μεμισημένη, καὶ οὐ προσκυ-
νήσουσιν τὴν εἰκόνα τοῦ ἀσεβεστάτου βασιλέως.
5. Ἔρχεται δὲ εἷς μοναχὸς ἀπὸ μακρόθεν, π λ η - (120)
ρ ο ύ μ ε ν ο ς π ν ε ύ μ α τ ο ς ἁ γ ί ο υ , ἐκ τοῦ τόπου
καλουμένου Τέλημα πλησίον τοῦ χωρίου τῶν Ἀκοιμήτων,
καὶ ἔρχεται ἐκ τῶν ὁρίων ἐκείνων δρομαίως πρὸς τὸ ἀθλῆ- @1
σαι καὶ λ α β ε ῖ ν τ ὸ β ρ α β ε ῖ ο ν παρὰ τοῦ βασιλέως
Χριστοῦ, ἔρχεται ἵνα μὴ ἀπομείνῃ ἀπὸ τῶν συναθλητῶν (125)
αὐτοῦ, σπουδάζων γενέσθαι πρῶτος πάντων, ἔρχεται ὁμι-
λῆσαι τῷ ἀσεβεστάτῳ βασιλεῖ. τὸ δὲ ὄνομα αὐτοῦ Στέ-
φανος, μεσοῆλιξ εὔξανθος, ἀνάσγουρος ἱερακόμματος, καὶ
λέγει τοῖς λοιποῖς ἀδελφοῖς· «δεῦτε ἀποθάνωμεν, ὅτι ὁ
κόσμος πενθεῖ». οἱ δὲ ἐπιτιμήσουσιν αὐτόν, λέγοντες· (130)
«ἄφες, μήποτε παραδιαβῇ ἡμᾶς ὁ θάνατος καὶ ἡ ὀργὴ
αὕτη». λέγει αὐτοῖς πάλιν· «ὑπάγω, ἀποθνῄσκω ὑπὲρ
πάντων ἐγὼ μόνος». τότε, ἰδόντες ὅτι σπουδάζει πρὸς
τὸν καλὸν ἀγῶνα, λέγουσιν αὐτῷ· «ἄγωμεν, ἀποθάνωμεν
καὶ ἡμεῖς σὺν σοί». καὶ προσκυνήσας καὶ ἀ τ ε ν ί σ α ς (135)
τὸ ὄμμα ε ἰ ς τ ὸ ν ο ὐ ρ α ν ό ν , λέγει μετὰ δακρύων·
«Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάσης κτίσεως ποιη-
τά, ὁ πλάσας τ ὸ ν ἄ ν θ ρ ω π ο ν κ α τ ' ε ἰ κ ό ν α
ἰ δ ί α ν κ α ὶ κ α θ ' ὁ μ ο ί ω σ ι ν , καὶ τιμήσας αὐτὸν
τῷ αὐτεξουσίῳ σου βουλήματι καὶ κατάρχειν αὐτὸν ποιή- (140)
σας τῶν ἐπὶ γῆς κτισμάτων, ὁ θ ε ὶ ς τ ο ὺ ς ὅ ρ ο υ ς @ 1
τ ῆ ς ζ ω ῆ ς αὐτοῦ, ὁ διὰ τὰς ἐμὰς ἁμαρτίας ἐπὶ σταυ-
ροῦ ἐκτείνας τὰς ἀρχάντους παλάμας σου, παράστα τοῖς
δούλοις σου τὴν σήμερον ἡμέραν, καὶ δὸς αὐτοῖς, Κύριε,
ὑπομονὴν καὶ ἀφοβίαν καὶ ἀνδρείαν, ἵνα μήτις ἀρνήσεται (145)
τὸ ὄνομά σου τὸ ἅγιον, Κύριε». καὶ ταῦτα εἰπών, ἰ δ ο ὺ
νεφέλη ἐκ τοῦ οὐρανοῦ καὶ φ ωνὴ ἐκ
τ ῆ ς ν ε φ έ λ η ς , λ έ γ ο υ σ α · «θάρσει, Στέφανε· ἐγὼ
μεθ' ὑμῶν εἰμι».
6. Καὶ προσκυνήσας καὶ ἀπελθών, λέγει τῷ βασι- (150)
λεῖ· «χαίροις, ἄναξ». ὁ δὲ ἀπεκρίθη, λέγων· «χαίροις
καὶ σύ, ἀγγελομίμητε». λέγει αὐτῷ ὁ ἀββᾶς· «τί ἡμᾶς
ἐκάλεσας ἐνταῦθα; καὶ τί συνήγαγες τὸ ἀγγελικὸν τάγμα
ὑπὸ τοὺς πόδας σου, βασιλεῦ, καὶ ἐτάραξας τὰ ἐπουράνια
καὶ τὰ ἐπίγεια; τί σού ἐστι τὸ αἴτημα; καὶ πῶς ἐπλή- (155)
ρωσας θλῖψιν τὸν κόσμον;». λέγει αὐτῷ ὁ βασιλεύς· «πά-
τερ, ἐποιήσαμεν εἰκόνα βασιλικὴν καὶ ἐστήσαμεν αὐτήν,
ἵνα προσκυνῆτε μετὰ τοῦ Χριστοῦ· καὶ ἐβόησεν πᾶς ὁ λαός,
λέγων ὅτι· ἂς προσκυνήσωσιν πρῶτον οἱ μοναχοί, καὶ οὕτως
πάντες ἡμεῖς. καὶ χάριν τούτου ἐκοπιάσαμεν τοὺς ἁγίους (160)
πατέρας καὶ κελεύομεν, ἵνα προσκυνήσῃ αὐτὴν πρῶτον τὸ
μοναχικὸν τάγμα, καὶ οὕτως πάντες ὑμεῖς». λέγει αὐτῷ @1
ὁ ἀββᾶς· «βασιλεῦ, οἴδαμεν, ὅτι Ναβουχοδόνοσορ ὁ βασι-
λεὺς ἐποίησεν καὶ αὐτὸς εἰκόνα χρυσῆν, καὶ ἔστησεν αὐτὴν
κατενώπιον τοῦ λαοῦ ἐν Βαβυλῶνι, καὶ συνήγαγεν πᾶν τὸ (165)
πλῆθος τοῦ λαοῦ, καὶ ὅσοι αὐτὴν προσεκύνησαν ἀπωλέ-
σθησαν, ὁμοίως καὶ αὐτὸς μετ' αὐτῶν. καὶ ἦν ἐκεῖ Δα-
νιὴλ ὁ προφήτης, καὶ οἱ τρεῖς παῖδες μετ' αὐτοῦ· καὶ αὐτοὶ
ἐδήλωσαν ἡμῖν περὶ ταύτης τῆς εἰκόνος, βασιλεύς, καὶ δι'
ἐκείνην τὴν εἰκόνα οὐδὲ τὴν σὴν προσκυνοῦμεν. ἐκεῖνος (170)
γὰρ προεῖπε τὰ μέλλοντα γενέσθαι καὶ σεαυτὸν ἐζωγρά-
φησεν καὶ τὴν σὴν ἀπώλειαν προέθηκε». λέγει αὐτῷ ὁ
βασιλεύς· «μὴ φλυαρῇς». καὶ λέγει αὐτῷ ὁ ἀββᾶς· «μὴ
καὶ σὺ κατὰ τὴν ὁμοίωσιν τοῦ Ναβουχοδόνοσορ ἐποίησας,
καὶ μέλλεις ἀπολέσαι καὶ σεαυτὸν καὶ ἡμᾶς;». λέγει αὐτῷ (175)
ὁ βασιλεύς· «ἡμεῖς ἐποιήσαμεν τὴν εἰκόνα τοῦ Χριστοῦ καὶ
τῆς ἁγίας αὐτοῦ μητρὸς καὶ τὴν ἡμετέραν, καὶ κελεύει
ἡ κραταιὰ ἡμῶν βασιλεία, ἵνα προσκυνῆτε αὐτήν. εἰ δὲ
τοῦτο οὐ ποιεῖτε καὶ τῷ προστάγματι οὐ πληρώσητε, κα-
κῶς ὑμᾶς ἀναιρῶ καὶ τὸ αἷμα ὑμῶν εἰς τὸ ἔδαφος ἐκχεῶ (180)
καὶ τὰς σάρκας ὑμῶν τοῖς κυσὶ παραβαλῶ, καὶ οὐκ ἔστιν
ὁ λυτρούμενος ὑμᾶς ἐκ τῶν χειρῶν μου». λέγει αὐτῷ ὁ
ἀββᾶς· «ἡμεῖς ἔχομεν τὸν Χριστὸν βοηθὸν καὶ τὸν παρά- @1
κλητον καὶ τὸ ἅγιον Πνεῦμα, καὶ οὐ φοβούμεθα ἀπειλὰς
οὔτε μάστιγας οὔτ' ἄλλην βάσανον· ὁμοίως δὲ ὁ μέγας (185)
Δανιὴλ ἐδήλωσεν, ὅτι· ἔρχεται βασιλεὺς Θ ε ὸ ν μ ὴ φ ο -
βού μενος καὶ ἄνθρ ωπον μὴ ἐντρεπόμε-
ν ο ς , καὶ στήσει κατέναντι ὑμῶν ἄγαλμα πήλινον· ἔν-
θεν καὶ ἔνθεν ἥλιος ἄδυτος καὶ εἰκόνες μεμυσωμέναι ἐκ
λίθων τιμίων· καὶ ὁ μέσος πηλὸς πολεμήσει μετὰ τῶν (190)
μεμυσωμένων. ἐγερθήσεται γὰρ ὁ λίθος ὁ περιαστράπτων
τὴν μυσήν, καὶ ὁ λίθος ὁ ἐξ ἀριστερῶν προνομεύσει
ἐπὶ τὰ δεξιά, καὶ ὁ λίθος ὁ ἐκ δεξιῶν ἀποτμηθῇ καὶ πα-
τάξει τὸν πηλὸν καὶ τὸν ὄστρακον, καὶ ἀναβήσονται οἱ
λίθοι ἐκεῖνοι ἕως τοῦ οὐρανοῦ». καὶ λέγει αὐτῷ ὁ βα- (195)
σιλεύς· «καὶ τί εἰσίν;». λέγει αὐτῷ ὁ ἀββᾶς· «ὁ πη-
λὸς καὶ τὸ ὄστρακον σὺ εἶ, καὶ ὅσοι προσκυνήσουσιν τὴν
εἰκόνα σου ἐν τῷ αἰωνίῳ πυρὶ μετὰ σοῦ καταδικασθή-
σονται. καὶ κρατοῦμεν αὐτοῦ τὰς ῥήσεις καὶ οὐ προσκυνοῦ-
μεν· ὁμοίως δὲ καὶ ὁ μέγας Ἰερεμίας εἶπεν· μὴ προσκυνῆτε (200)
θεοῖς ἀψύχοις· ὁ γὰρ Θεὸς ἐν οὐρανοῖς ὑπάρχει· ὁ γὰρ μὴ
προσκυνῶν Θεὸν ζῶντα εἴη τὸ ἀνάθεμα». ἦν δὲ ἡ ὅρασις
τοῦ βασιλέως δασύφρυδος μελισσοπώγωνος, κοντοδάκτυ-
λος παχύς, μεγαλόμματος μακρόρρινος. @1
7. Τότε ἐπισυνάξει τὸ ἀγγελικὸν τάγμα ἐν τῇ ἑπτα- (205)
λόφῳ, καὶ λέγει αὐτοῖς μετὰ θυμοῦ καὶ ὀργῆς· «δεῦτε
προσκυνήσατε πρὸ τοῦ ὑμᾶς ἀναιρεῖν κακῶς». λέγει ὁ
ἀββᾶς πρὸς αὐτόν· «'παῦσον τὴν γλῶσσάν σου ἀπὸ κα-
κοῦ', βασιλεῦ, καὶ ποίησον ἀγαθόν· λέγω γάρ, ὅτι μετὰ
τοῦ Θεοῦ πολεμεῖς». λέγει αὐτῷ ὁ βασιλεύς· «τὸ αἷμά σου (210)
ὑπὸ τῶν χειρῶν μου ἐκχεῶ». καὶ λέγει αὐτῷ ὁ ἀββᾶς·
«κἀγὼ τοῦτο γινώσκω· καὶ ἦλθον λαβεῖν παρὰ Χριστοῦ
μου τὸν στέφανον· καὶ πάντες, οὓς συνήγαγες». ὁ δέ,
ῥίψας τὸ ὄμμα καὶ θεασάμενος τὸ πλῆθος τῶν μοναχῶν,
εἶπεν αὐτοῖς μετὰ δακρύων· «πατέρες, ὁ καιρὸς ἤγγικεν (215)
καὶ ἡ ἡμέρα πάρεστι· τὰ γεγραμμένα εἰς ἡμᾶς ὅλα πεπλή-
ρωνται. σήμερον ὁ Χριστὸς πάρεστι μετὰ πλήθους στρα-
τιᾶς ἀγγέλων· τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου Ἰερεμίου πεπλή-
ρωται σήμερον· ἐκεῖνος ἀπὸ τοῦ αἰῶνος ἐθρήνη ἡμᾶς, καὶ
ἐ κ ό π τ ε τ ο κ ο π ε τ ὸ ν μ έ γ α ν · θρῆνος καὶ κλαυθμὸς (220)
καὶ κοπετὸς μέγας ἐν τῇ ἑπταλόφῳ, σφαγαὶ καὶ αἱματο-
χυσίαι πολλαί. ὅλα τὰ γεγραμμένα ἐπληρώθησαν εἰς ἡμᾶς @1
σήμερον, ὡς ὁρᾶτε· λοιπόν, πατέρες μου ἅγιοι, τί ἀργοῦμεν;
δεῦτε ἀποθάνωμεν, τ ὸ π ο τ ή ρ ι ο ν τοῦτο ἂς π ί ω -
μ ε ν · κοινόν ἐστι καὶ ἶσον πάντων, μηδένα φανῇ πικρόν, (225)
πατέρες· ἀλλὰ δεξώμεθα αὐτό, ἵνα μακαρίαν ζωὴν καὶ
τρυφὴν ἀπολαύσωμεν. καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς
Χριστὸς ἀ π έ θ α ν ε δ ι ὰ τ ὰ ς ἁ μ α ρ τ ί α ς ἡ μ ῶ ν ,
καὶ ὑπέδειξεν ἡμῖν τὴν ταφὴν καὶ τὴν ἔγερσιν. μηδείς,
ἀδελφοί, ἀποστήσῃ ἀφ' ἡμῶν, μηδεὶς στυγνάσῃ πιεῖν τὸ (230)
ποτήριον, ἵ ν α ὁ λ ό γ ο ς τ ο ῦ Κ υ ρ ί ο υ π λ η ρ ω θ ῇ ,
ὁ φάσκων· 'οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον καὶ
στραφεὶς εἰς τὰ ὀπίσω εὐθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν'». τότε λέγουσιν αὐτῷ· «πάτερ τίμιε, καὶ ἡμεῖς
σὺν σοὶ ἀποθανοῦμεν». τότε προσκυνήσας λέγει· «εὐχα- (235)
ριστῶ σοι, Κύριε ὁ Θεός μου, ὅτι ἠξίωσας κἀμὲ τὸν ἁμαρ-
τωλὸν καὶ ἀνάξιον καὶ ἐλεεινὸν εἰς τὴν δεκτήν σου ὁμολο-
γίαν». καὶ λέγει· «εὔχεσθέ μοι, πάντες πατέρες». καὶ
ἀναβὰς βασμίδια ἑπτά, κράζει φωνῇ μεγάλῃ, λέγων· «σύ,
βασιλεῦ ὁ τῶν ἀνάκτων ἁπάντων ἔκτρωμα, ἀνάξιε τῶν (240)
ἡμερῶν σου καὶ τῆς βασιλείας σου, φέρε τὴν εἰκόνα». πα-
ραχρῆμα δὲ σύγχαρις γενόμενος ὁ βασιλεύς, ὅτι τὴν εἰκόνα @1
μέλλουσιν προσκυνῆσαι οἱ ἀββάδες, ἀποστέλλει κήρυκας
ἐν ὅλῃ τῇ πόλει, λέγοντας· «ἀκούσατε, μάγιστροι, καὶ
πᾶσα ἡ σύγκλητος καὶ πᾶν τὸ ἱερατεῖον· συνάχθητε ἐν τῷ (245)
παλατίῳ. τὸ γὰρ μοναχικὸν τάγμα ἐπέστη προσκυνῆσαι
τὴν εἰκόνα τοῦ βασιλέως, καὶ σπουδῇ πάντες ἔλθετε».
8. Γυνὴ δέ τις ὀνόματι Μαρία, λευκοειδὴς λυσίτρι-
χος, σιτόχρεος ἱερακόμματος, καὶ ἄλλαι ἓξ μετ' αὐτῆς δρα-
μοῦσαι κρατήσουσιν τοὺς πόδας τοῦ ἁγίου, δακρύουσαι καὶ (250)
λέγουσαι· «οὐαὶ ἡμῖν ταῖς ταπειναῖς· πῶς τὸ ἀγγελικὸν
τάγμα ἐπείσθη τοῦ προσκυνῆσαι τὴν εἰκόνα τοῦ ἀσεβεστά-
του βασιλέως;». λέγει πρὸς αὐτὴν ὁ ἀββᾶς· «τὰ γεγραμ-
μένα ἐξ ἀρχῆς παρὰ τῶν προφητῶν περὶ ἡμῶν, ἤδη πεπλή-
ρωνται σήμερον. Ἰερεμίας ὁ προφήτης εἶπεν· ἐγὼ Ἰερεμίας (255)
εἶδα ἐν τῇ πόλει τῇ ἑπταλόφῳ σφαγὴν καὶ αἱματοχυσίαν
πολλήν, εἶδα τοὺς ἀγγέλους κατακοπτομένους μεληδὸν ὡ ς
ἀ ρ ν ί α ἄ κ α κ α . ὅμως, κυρία μου, στῆθι ὀλίγον καὶ θεω-
ρεῖς τὴν δόξαν τοῦ Θεοῦ». λέγει αὐτῷ ἡ πιστὴ ἐκείνη γυνή·
«κύριέ μου, βλέπω περιστερὰν καταπετασθεῖσαν, καὶ ἔστη (260)
ἐπάνω τῶν ὤμων σου, καὶ εἰσὶν οἱ πόδες αὐτῆς αἵματι βε- @1
βαμμένοι». λέγει αὐτῇ ὁ ἀββᾶς· «σημαίνει τὴν παρουσίαν
τοῦ θανάτου μου, τῷ ποίῳ τρόπῳ μέλλω ἀποθνῄσκειν· καὶ
μακαρία εἶ σύ, γύναι, ὅτι εἶδες τὸ Πνεῦμα τὸ ἅγιον. ἀλλά
σοι λέγω καὶ ὁρκίζω σε κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριά- (265)
δος· ὅταν τελευτῶ, τὸ σῶμά μου θάψῃς».
9. Καὶ ταῦτα εἰπών, ἰδοὺ ὁ βασιλεὺς μετὰ πλήθους
στρατιωτῶν, φέρων ἐν τῇ χειρὶ τὴν εἰκόνα, καὶ λέγει αὐτῷ·
«ἴδε ἡ εἰκών». καὶ λέγει αὐτῷ ὁ ἀββᾶς· «ναί». καὶ
βοήσει ὁ βασιλεύς· «δεῦτε προσκυνήσατε θεοῦ ἐπιγείου (270)
<τὴν> εἰκόνα». λέγει αὐτῷ ὁ ἀββᾶς· «ἡμεῖς οὐκ οἴδαμεν
θεὸν ἐπὶ γῆς, ἀλλ' οἴδαμεν Θεὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ,
καὶ αὐτῷ μόνῳ προσκυνῶ καὶ σέβομαι». λέγει αὐτῷ ὁ
βασιλεύς· «ἴδε ἡ εἰκὼν τοῦ Χριστοῦ». λέγει αὐτῷ ὁ ἀββᾶς·
«ναί, τοῦ Χριστοῦ μου ἐστί, καὶ ἂς προσκυνήσω αὐτήν». (275)
καὶ λέγει· «εὐχαριστῶ σοι, Κύριε Ἰησοῦ Χριστέ, καὶ προσ-
κυνῶ τὴν μεγάλην καὶ ἀνεκδιήγητόν σου καὶ πολλὴν
εὐσπλαγχνίαν, ὅτι διὰ τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων
κατέλοιπας τοὺς κόλπους τοὺς πατρικούς, καὶ κλίνας τοὺς
οὐρανούς, ἦλθες ἐπὶ τῆς γῆς καὶ διὰ τὰς ἐμὰς ἁμαρτίας @1 (280)
ὑπέμεινας τὸν σταυρὸν καὶ τὴν ταφήν, ὑπέδειξάς μοι καὶ
τὴν τριήμερόν σου ἔγερσιν. καὶ πάλιν δι' ἐμὲ ἐνταῦθα πα-
ραγενοῦ, Κύριε ὁ Θεός μου. ἀλλὰ σύ, Κ ύ ρ ι ε κ α ρ δ ι ο -
γ ν ῶ σ τ α τ ῶ ν ἁ π ά ν τ ω ν , ἐπίσκεψαι τὸν λαόν σου
τοῦτον, καὶ σκέπασον αὐτὸν τῇ ἀχράντῳ σου χειρί, καὶ (285)
στερέωσον εἰς τὸν φόβον σου πάντας, μήπως ἴδωσιν τὸν
ἐμὸν θάνατον καὶ στραφῶσιν εἰς τὰ ὀπίσω· κ α ὶ μ ν ή -
σθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ
σ ο υ » . καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα ἐπὶ τὴν
γῆν καὶ τύψας τὸ στῆθος καὶ δακρύσας καὶ ἐκτείνας τὰς (290)
χεῖρας εἰς τὸν οὐρανόν, εἶπεν· «προσκυνῶ σε, Κύριε ὁ Θεός
μου, καὶ ἀσπάζομαι τὴν εἰκόνα τοῦ Χριστοῦ μου». καὶ
πάλιν ἐπερωτᾷ· «αὕτη ἡ εἰκὼν τίνος ἐστί;». λέγει αὐτῷ
ὁ βασιλεύς· «τῆς μητρὸς τοῦ Κυρίου ἐστίν». καὶ πάλιν
λέγει ὁ ἀββᾶς πρὸς τὸν βασιλέα· «ναί, καὶ ἂς προσκυνήσω (295)
τὴν εἰκόνα τῆς παναγίας Θεοτόκου· αὕτη δι' ἐμὲ πολλὰ
παρακαλεῖ τὸν Θεὸν καὶ ὑπὲρ πάντας τοὺς Χριστιανούς.
καὶ προσκυνῶ τὴν εἰκόνα τῆς παναγίας Θεοτόκου». καὶ
πάλιν ἐπερωτᾷ λέγων· «αὕτη εἰκὼν τίνος ἐστίν;». λέγει
αὐτῷ ὁ βασιλεύς· «ἡ ἡμετέρα ἐστίν». καὶ λέγει ὁ ἀββᾶς (300)
πρὸς τὸν βασιλέα· «τίνος χάριν ἀπεχώρισας τὸν Κύριόν @1
μου ἀπὸ τῆς ἁγίας μητρὸς αὐτοῦ, καὶ ἔστησας μέσον αὐ-
τῶν εἴδωλον;». καὶ λέγει αὐτῷ ὁ βασιλεύς· «προσκύνησον
καὶ μὴ πολλὰ λαλῇς». λέγει αὐτῷ ὁ ἀββᾶς· «ἐγὼ οὐ
χρείαν ἔχω προσκυνῆσαι ἀνθρώπου φθαρτοῦ εἰκόνα καὶ ἀνα- (305)
ξίου». λέγει αὐτῷ ὁ βασιλεύς· «προσκύνησον, ἵνα προσκυ-
νήσωσιν πάντες, καὶ μὴ λαλῇς πολλά, ἵνα καὶ ἡμεῖς
πάντες ἴδωμεν καὶ χαροῦμεν, καὶ προσκυνοῦμεν καὶ ἡμεῖς».
λέγει αὐτῷ ὁ ἀββᾶς· «ἄθεσμον πρᾶγμα ἐποίησας, ὅτι ἀπε-
χώρισας τὴν εἰκόνα τοῦ Χριστοῦ μου ἀπὸ τῆς ἁγίας μητρὸς (310)
αὐτοῦ, καὶ ἔστησας μέσον αὐτῶν εἴδωλον». λέγει αὐτῷ
ὁ βασιλεύς· «κἀγὼ εἴδωλον εἰμί;». λέγει αὐτῷ ὁ ἀββᾶς·
«οὐχὶ εἴδωλον, ἀλλὰ Σατανᾶς, καὶ ὡμοιώθης τὸν πατέρα
σου τὸν Σατανᾶν, κἀκεῖνος ἔχει σὲ κληρονομῆσαι· σὺ γὰρ
σπουδάζεις τοῦ ἀπολέσαι τὴν ψυχήν σου, κἀγὼ ἀγωνίζο- (315)
μαι, ἵνα σώσω τὴν ἐμὴν ψυχὴν καὶ τῶν πολλῶν». λέγει
αὐτῷ ὁ βασιλεὺς μετὰ θυμοῦ καὶ ὀργῆς· «ἄκουσόν μου,
ἀββᾶ, ὃ ἐγώ σοι λέγω· ἢ εἴσελθε καὶ προσκύνησον, ἢ κακῶς
σε ἀποκτενῶ». λέγει αὐτῷ ὁ ἀββᾶς· «ἐγὼ εἰς τοῦτο ἐλή-
λυθα, καὶ πάντες οὓς συνήγαγες». λέγει αὐτῷ ὁ βασιλεύς· (320)
«τέως οἶδας, ὅτι ἀποθανεῖν θέλεις». λέγει αὐτῷ ὁ ἀββᾶς·
«οἶδα ὅτι ἀπὸ τῶν χειρῶν σου ἀποθανεῖν θέλω, βασιλεῦ».
καὶ μετὰ ταῦτα ἐπιτρέπει ὁ ἅγιος πάντας τοὺς μοναχούς,
καὶ ἀσπάζονται ἀλλήλους. καὶ πάλιν ἐπευξάμενος πρὸς
τὸν Κύριον, λέγει τῷ βασιλεῖ· «βασιλεῦ, τὰ παρὰ τῶν (325)
προφητῶν ῥηθέντα περὶ ἡμῶν, [ἤγουν διὰ Δανιὴλ καὶ @1
Ἰερεμίου,] ἤδη πεπλήρωνται σήμερον. εἴ τι οὖν βούλει,
ἐπιχείρησον ἡμῖν, καὶ ὃ θέλεις ποιεῖν καθ' ἡμῶν, ποίησον.
οὔτε γὰρ ἐγὼ προσκυνῶ τὸ εἴδωλον, οὔτ' ἄλλος».
10. Τότε ὁ ἀσεβέστατος καὶ παμμίαρος ἐχθρὸς τοῦ (330)
Θεοῦ, λαβὼν σπάθην, ἐκτέμνει τὴν κεφαλὴν τοῦ ἁγίου
Θεοῦ, λαβὼν σπάθην, ἐκτέμνει τὴν κεφαλὴν τοῦ ἁγίου
καὶ ἐκχέει τὸ αἷμα αὐτοῦ ταῖς ἰδίαις χερσὶν αὐτοῦ. καὶ
εὐθέως ἡ τιμία αὐτοῦ κεφαλὴ σὺν τῇ εἰκόνι τοῦ Χριστοῦ
ἀναληφθήσεται εἰς τὸν οὐρανόν· τὸ δὲ ἅγιον αὐτοῦ σῶμα
καταβήσεται βασμίδια ἑπτά. καὶ τότε ἄρξονται καὶ κατα- (335)
κόπτειν τὰ σώματα τῶν ἁγίων.
Ἡ δὲ μακαρία ἐκείνη γυνή, παρὰ τοὺς πόδας τοῦ ἁγίου
ἐστῶτα, ὅπως θεάσηται τὸν θάνατον αὐτοῦ, ἀ γ ο ρ ά σ α -
σ α σινδόνα καλὴν καὶ ἀ ρ ώ μ α τ α πλεῖστα καὶ θυμιά-
ματα παραλαβοῦσα καὶ ἄλλας ἓξ μετ' αὐτῆς, εἱλήσας <εἰς> (340)
τὴν σινδόνα τὸ σῶμα, βαστάσαντες αὐτό, ἀπελθόντες εἰς
τὸ κηδεῦσαι, καὶ ὅταν ἔλθωσιν εἰς τόπον λεγόμενον
Ἄσπρον, ἐπαρθήσεται τὸ ἅγιον αὐτοῦ λείψανον καὶ μετα-
τεθήσεται ἐν τῷ παραδείσῳ.
11. Ἡ δὲ μακαρία ἐκείνη γυνή, στραφοῦσα καὶ εὑ- (345)
ροῦσα τὴν ἀπειλὴν τοῦ τυράννου καὶ πεπληρωμένην τὴν @1
πόλιν τῷ αἵματι τῶν δικαίων, λέγει· «οὐαί σοι, ἑπτάλοφε,
ὡς ἐγένου πάντων τῶν ἁγίων φονεύτρια καὶ πάντων τῶν
δικαίων μισήτρια, ὅτι ἐδέξω πάντων τῶν ἁγίων τὸ αἷμα·
ποῦ κρύψεις τοσοῦτον αἷμα; συγκέρασον τοὺς συμβούλους (350)
σου, χρῖσον τὰ τείχη σου, ἄνοιξον τὰς πύλας σου, ἵνα κε-
νωθῇ τὸ αἷμα, τὰ τείχη σου ῥᾶνον, τοὺς προμαχίονάς σου
ἄλειψαι ἐν αἵματι τῶν ἁγίων δικαίων». τότε πληρωθή-
σεται ἡ προφητεία Ἰερεμίου τοῦ μεγάλου· θρηνεῖ τούτους.
καὶ Ῥαχιὴλ ἐκείνη μὲν ἔκλαιεν τὰ νήπια πρὸ ἐτῶν τριῶν, (355)
ἡ Μαρία δὲ κλαίει καὶ θρηνεῖ διὰ τὸ αἷμα τῶν δικαίων,
ὃ ἐξέχεεν ὁ παραβάτης καὶ παράνομος βασιλεύς· Ῥαχιὴλ
μὲν εἶδεν ἐν πνεύματι τὰ νήπια σφαζόμενα, ἡ δὲ Μαρία
εἶδε τοὺς ἀγγέλους κατακοπτομένους· ὁ Ἡρῴδης κόσμον
οὐκ ἐπολέμησεν εἰ μὴ Βηθλεέμ, οὗτος δὲ κόσμον ὅλον ἐτά- (360)
ραξεν· καὶ τὰς ἐρήμους Ἡρῴδης ἄτεκνας μητέρας ἐποίησεν,
καὶ ὁ ἀσεβὴς ἐκκλησίας χήρας ἐποίησεν· ὁ Ἡρῴδης αἷμα
ἐξέχεεν ὀλίγον, οὗτος ἐκαινοτόμησεν τὸ ἥμισον τοῦ κόμου.
12. Κατεκράτησεν ὁ διωγμὸς τῶν ἁγίων ἡμέρας σα-
ράκοντα, καὶ οὐ μὴ ἐμείνη εἰς τὸν κόσμον ἀββᾶς· μακάριος (365)
ὁ ἄνθρωπος ἐκεῖνος, ὃς κρύψει ἀββᾶν, καὶ τρισμακάριος.
οἱ δὲ ἄνθρωποι τῶν ἡμερῶν ἐκείνων, ὁρῶντες τὴν ἀνο- @1
μίαν, μαρανθήσονται ὡς φύλλα, καὶ θρηνήσει πᾶς ὁ κό-
σμος.
Μετὰ δὲ τὸν διωγμὸν τῶν ἁγίων πατέρων, εἷς ἀββᾶς (370)
καταφεύγει ἀνάμεσα Αἰγυπτίων <καὶ> ἔστη πρὸς τὴν ἁγίαν
Σιών, τὴν πόλιν, ἣν οἰκοδόμησεν ὁ Ἰησοῦς τοῦ Ναυῆ εἰς
τὰ μέρη τὰ πρὸς βορρᾶν, καὶ ἔκρυψε ἑαυτὸν ἐκεῖ. δραμὼν
δὲ εἷς ἐκ τῶν διωκτῶν μεθ' ἑτέρων καὶ σταθεὶς ἐπάνω
κορμόν, ἐν ᾧ ἀββᾶς ὑπῆρχεν κεκρυμμένος, καὶ σπασάμενος (375)
τὴν ῥομφαίαν αὐτοῦ, λέγει πρὸς τοὺς φονευτάς· «εἰ ἦτον
ὁ κορμὸς οὗτος ἀββᾶς, οὕτως τὸν εἶχα λογχεῦσαι». καὶ
σπασάμενος τὴν ῥομφαίαν, λογχεύει τὸν κορμόν· καὶ εὐθὺς
ἀπεπήδησεν ὁ ἀββᾶς ἐκ τοῦ κορμοῦ φεύγων. ἰδὼν δὲ ὁ
ἄνθρωπος ἐκεῖνος τὸ γεγονός, ἐφοβήθην σφόδρα, καὶ στρα- (380)
φεὶς κατὰ ἀνατολὰς καὶ θεὶς τὰ γόνατα καὶ τύψας τὸ
στῆθος, λέγει· «ὁ Θεός, ἱ λ ά σ θ η τ ί μ ο ι τ ῷ ἁ μ α ρ -
τ ω λ ῷ , καὶ ὡς ἐδέξω τὸν λῃστὴν καὶ τὴν πόρνην, δέξαι
κἀμὲ καὶ μὴ ἀπολέσῃς με ἕνεκεν τούτου». καὶ ταῦτα εἰπών,
ἔδραμεν καὶ ἔφθασεν τὸν ἀββᾶν, ὃς ἦν κεκρυμμένος ἔσω (385)
τοῦ κορμοῦ, καὶ π ε σ ὼ ν ἐ π ὶ π ρ ό σ ω π ο ν α ὐ τ ο ῦ , @1
λέγει· «ὃς ὢν κεκρυμμένος, σῶσόν με, δοῦλε τοῦ Θεοῦ τοῦ
ὑψίστου, καὶ δός μοι τὴν ἀγγελικὴν καὶ ἁγίαν σφραγίδα,
ἵνα <φθάσω κἀγὼ τοὺς ἀδελφούς». λέγει πρὸς αὐτὸν ὁ
ἀββᾶς·> «κἀγὼ σὺν σοὶ ἀποθάνω». καὶ λαβὼν οὕτως τὴν (390)
ἀγγελικὴν σφραγίδα καὶ παραλαβόντες ἀλλήλους, κατα-
διώξαντες τοὺς φονευτάς, τοῦ πεδίου διοδεύσαντες, ἐν Δι-
δύμοις εἰς μέρος τοῦ Ἅγαλ πλησίον τῶν κλεισουρῶν, τε-
λευτῶσιν οἱ δύο ἅμα ὑπὸ χεῖρας τῶν βαρβάρων.
13. Ὁ δὲ παράνομος βασιλεύς, ὁ ἐχθρὸς τοῦ Θεοῦ (395)
καὶ ὀλοθρευτὴς τῶν μοναχῶν, καθίσας ἐπὶ θρόνου αὐτοῦ
καὶ ἀναπαυσάμενος ὡς βοῦς ἀπ' ἅλωνος θερινὸς καὶ συμ-
πλέξας τοῖς γόνασιν, ἐπερωτᾷ· «ἔχουσι θεὸν οἱ ἀββάδες;
οὐχὶ ἐγὼ ἐλευθερώσω τὸν κόσμον;». ὁ δὲ φιλάνθρωπος
Θεὸς καὶ πανοικτίρμων τῇ νυκτὶ ἐκείνῃ ἐξαποστέλλει ἀγ- (400)
γέλους ἀνελεήμονας καὶ ἀποκτενοῦσιν αὐτόν.
14. Καὶ τότε ἐγερθήσεται βασιλεὺς ἕτερος ἀγαθὸς
καὶ φοβούμενος τὸν Θεόν, καὶ ποιήσει πολλὰ καλὰ εἰς τὸν
κόσμον. καὶ ἐγερθήσεται ἔθνος ἀπὸ ἀνατολῶν ἐ κ ζ η τ ῶ ν @ 1
τ ὸ α ἷ μ α τῶν ἁγίων, ὃ ἐξέχεεν ὁ παραβάτης, καὶ κατα- (405)
κυριεύσει βασιλεῖς καὶ ἄρχοντας πολλούς· ἐγερθήσεται γὰρ
ἀπὸ ἀνατολῶν καὶ κρατήσει ἕως δυσμῶν ἐκεῖνο τὸ ἔθνος,
ὃ ἀπέκλεισεν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεύς.
ἐξέλθει δὲ τὸ ἔθνος ἐκεῖνο καὶ πολὺ καὶ δυνατόν, καὶ διαδρά-
μει τὸν κόσμον καὶ χωροβατήσει ἔτη τρία καὶ μῆνας ἕξ, (410)
καὶ οὕτως συντελέσει καὶ καταφάγει πάντα.
15. Καὶ μετὰ ταῦτα ἀναστήσεται βασίλισσα ὀνό-
ματι Εἰρήνη, κοντοειδὴς δασεῖα, ἐρχομένη ἀπὸ πόλεως
Μεθώνης, καὶ θέλει μιανεῖν τὸν κόσμον, καὶ τὴν πίστιν
μεταστρέψει εἰς εἴδωλα· μίξει γὰρ υἱὸν μετὰ τῆς μητρὸς (415)
αὐτοῦ καὶ θυγατέρα μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ ἀπολέσει
πολλοὺς καὶ τὴν ἑαυτῆς ψυχήν. τότε ἀναστήσεται σκῆ-
πτρον ἅγιον ἰσχυρὸν κεκρυμμένον, ἐρχόμενον ἀπὸ Ἀρα-
βίας, ἐκ πόλεως Αὐσίτιδος· οὗτός ἐστιν τὸ πρῶτον κέρας, @1
ἄνθρωπος ὀνόματι Κωνσταντῖνος, μακρὸς ὑπομούστακος, (420)
ἱερακόμματος μεγαλόφρυδος. καὶ ἐλθὼν ἐκεῖνος ἐν τῇ
ἑπταλόφῳ, πατάξει τὴν ἀσεβεστάτην βασίλισσαν, καὶ μό-
λις καταπαύσει τὴν εἰδωλολατρείαν καὶ ἀνορθώσει τὴν πί-
στιν καὶ ἀναστήσει τὰς ἐκκλησίας τοῦ Θεοῦ καὶ ἀνακαινί-
σει τὸ ἀγγελικὸν τάγμα τῶν μοναχῶν. καὶ γενήσεται ἐν (425)
ταῖς ἡμέραις ἐκείναις χαρὰ μεγάλη ἐν τῷ κόσμῳ καὶ λει-
τουργεῖαι καὶ ψαλμῳδίαι, καὶ δοξασθῇ ὁ Θεός· καὶ βα-
σιλεύσει ὁ αὐτὸς βασιλεὺς ἔτη δώδεκα, καὶ κοιμηθήσεται
μετ' εἰρήνης.
16. Καὶ μετὰ τοῦτο γεννᾶται παιδίον ἐν τοῖς οἴκοις (430)
τῶν βασιλέων ὀνόματι Ἀρχέλαος, μικρὸς τῇ ἡλικίᾳ, μαυ-
ροειδὴς ἀναβλέφαρος, ὁ δεξιὸς ὀφθαλμὸς αὐτοῦ μικρός, ὁ
δὲ ἀριστερὸς μέγας, ὀξύτριχος δασύς· ἐκεῖνός ἐστιν ἡ ἀρχὴ
τοῦ κακοῦ. ἐπὶ τῶν ἡμερῶν τῆς βασιλείας αὐτοῦ γίνεται
λιμὸς ἐπὶ τῆς γῆς καὶ θ λ ῖ ψ ι ς μ ε γ ά λ η , ο ἵ α ο ὐ (435)
γ έγον ε π ώποτε οὐδ' οὐ μὴ γένη ται ἕ ως @1
τ ῶ ν ἡ μ ε ρ ῶ ν ἐ κ ε ί ν ω ν . καὶ ἐπὶ τῶν ἡμερῶν ἐκεί-
νων ἔρχεται ὁ μεμισημένος διάβολος, καὶ ἕνεκεν τούτου
κρατήσει ὁ οὐρανὸς τὸν ὑετὸν ἔτη τρία καὶ μῆνας ἕξ· αἱ
πηγαὶ ἐκλείψουσιν, οἱ ποταμοὶ ψυγήσονται, ἡ γῆ ἀρνή- (440)
σεται τοὺς καρποὺς αὐτῆς. ἐγὼ Δανιὴλ εἶδον καὶ ἔφριξα,
τὰ ἄρθρα τῶν μελῶν μου ἐτρόμαξαν, οἱ ὀφθαλμοί μου τῶν
δακρύων οὐ παύονται· παντὶ φόβοι, παντὶ ὠδίναι, παντὶ
στεναγμοὶ καὶ δάκρυα, παντὶ στενοχωρία καὶ οὐδαμοῦ
ἀνάπαυσις· τότε ἀπαντήσει ἀδελφὸς ἀδελφόν, καὶ περιλα- (445)
βόντες ἀλλήλους πίπτοντες ἀποθνῄσκουσιν· τότε πνεύσει
ἡ γῆ καὶ ἡ θάλασσα τοὺς νεκρούς, κ α ὶ ο ὐ κ ἔ σ τ ι ν
ὁ θ ά π τ ω ν αὐτούς, οὐκ ἔστιν ὁ κλαίων νεκρὸν τότε.
ἀλλὰ λέγουσιν· «ὠλιγώθησαν αἱ ἡμέραι καὶ ἔφθασεν
τὸ τέλος· λοιπόν, τί ποιήσωμεν ἡμεῖς; ἐγείρεσθε, ὑμεῖς οἱ (450)
ἀπ' αἰῶνος κεκοιμημένοι, καὶ ἂς ἔλθωμεν ἡμεῖς ἄρτι, ὅτι
ὑμεῖς πολλὰ ἀνεπαύθητε· ἂς ἀναπαυσώμεθα καὶ ἡμεῖς ὀλί-
γον». @1
17. Καὶ τότε λοιπὸν φανήσεται ὁ παμμίαρος δράκων
καὶ γεννηθεὶς ἐκ μιαρᾶς πόρνης καὶ ἀσελγοῦς κόρης· ἐγὼ (455)
Δανιὴλ προεῖδον αὐτὸν ἐν ἁλύσεσι δεδεμένον εἰς τὰ κα-
τώτερα μέρη τῆς ἀβύσσου, καὶ παρεστήκησαν αὐτῷ τὰ
πνεύματα τῆς πονηρίας. ἐγὼ Δανιὴλ εἶδον αὐτὸν καὶ
τικτόμενον οὐχὶ ὡς ἄνθρωπον, ἀλλ' ὡς ἄλογον θηρίον, εἶδον
αὐτὸν θηλάζοντα οὐχὶ ὡς ἄνθρωπον, ἀλλ' ὡς ὄφιν, εἶδον (460)
αὐτὸν καὶ σπαργανούμενον οὐχὶ ὡς παιδίον, ἀλλ' ὡς χοίρου
τάξιν, εἶδον αὐτὸν καὶ λουόμενον οὐχὶ ὡς ἄνθρωπον, ἀλλ'
ὡς δράκοντα τρικέφαλον. ἐγὼ Δανιὴλ εἶδον καὶ τὴν
μητέρα αὐτοῦ ὅλῃ πομπῇ καὶ ἀτιμίας καὶ γέλωτος. κον-
τοειδὴς παχεῖα, μαύρη παχύχειλος· εἶδον ταύτην παχυβλέ- (465)
φαρον, μεγαλόμματον, δασύφρυδον.
18. Ἰδοὺ ὅλῃ πομπῇ ἡ δέσποινα ἡμῶν ἁγία Θεο-
τόκος, <ἣ> ἐδέξατο ὑπὸ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὸν ἀσπα-
σμόν, αὕτη δὲ ἐν τῷ φρέατι ἐγκύψασα καὶ θεασαμένη αὐ-
τὸν τὸν διάβολον καὶ πυρωθεῖσα ὑπ' αὐτοῦ, τρομάξασα καὶ (470)
συνδείρασα τὰ ἄρθρα τῶν μελῶν αὐτῆς καὶ συνταράσσουσα
ἑαυτὴν καὶ πεσοῦσα νεκρά, συλλαμβάνεται τὸν διάβολον
καὶ βαστάζει αὐτὸν ἐν τῇ μιαρᾷ αὐτῆς κοιλίᾳ μῆνας ἓξ @1
καὶ γεννήσει αὐτὸν εἰς τὸ ἑξαμηναῖον. καὶ κολοβώσειν
ἔχει ὁ Θεὸς τὰς ἡμέρας αὐτοῦ καὶ ἐκλείψειν ἔχει τὰ ἔτη (475)
αὐτοῦ· ἀναστραφήσεται ἐν τῇ πατρίδι τῆς μητρὸς αὐτοῦ
ἔχοντα καὶ σημεῖον ἐπὶ τὸ μέτωπον αὐτοῦ ὑπογράφοντα
τρία γράμματα, Α, Ν καὶ Σ, τοῦτ' ἔστιν ΑΡΝΗΣΙΣ· ὀξύ-
τριχος παχὺς ἀγριόφθαλμος, τὸ πρόσωπον αὐτοῦ φοβερὸν
καὶ ἄγριον, οἱ ὀδόντες αὐτοῦ ὀξέοι, αἱ ῥῖνες αὐτοῦ μεγάλαι, (480)
τὰ ποδοδάκτυλα αὐτοῦ μακρέα, ῥάκος περιεζωσμένος, κον-
τοειδὴς πλατύς, ἡ κεφαλὴ αὐτοῦ παχεῖα, τὸ ὄμμα αὐτοῦ
ὁλόασπρον, ὅλος ἀειδὴς καὶ ἄτιμος, ὅλος φοβερὸς καὶ μυκτή-
ρισμα. ἀναστραφήσεται ἐν τῷ χωρίῳ Χουζί, ἐν τῇ πόλει
Σκυθῶν· μέλλει γὰρ ἔρχεσθαι μετὰ τῆς ἀκαθάρτου μητρὸς (485)
αὐτοῦ εἰς Ἱερουσαλήμ, ἔρχεται ἥσυχος, πραΰς, εὐθύλαλος,
φαινόμενος τοῖς ἀνθρώποις καλός, καὶ δέξονται αὐτὸν οἱ
Ἰουδαῖοι, λέγοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός· δέξονται,
ὅτι καὶ ἀπ' ἀρχῆς φίλοι αὐτοῦ ἦσαν· ἐπὶ τὴν προδοσίαν
καὶ ἐπὶ τὴν σταύρωσιν τοῦ Κυρίου ἐκεῖνον εἶχαν σύμβουλον
@1 (490)
καὶ ἐκείνου ἦσαν ὑπήκοοι, καὶ τὰ θελήματα αὐτοῦ ὅλα
ἐποίησαν, καὶ δι' ἐκείνου θέλουν δέξασθαι αὐτόν· μέλλει
γὰρ ἔρχεσθαι αὐτὸς ἡσυχόλαλος καὶ διδάσκων ῥήματα
ἀπωλείας, ὅπως περιπατήσει καὶ πλανήσει πολλούς, ὥσπερ
καὶ τὸ πρῶτον ἀπώλεσεν καὶ ἐκέρδησεν τοὺς ἀρχιερεῖς ἐπὶ (495)
τὴν προδοσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ συνάξει
τοὺς ὑπουργοὺς αὐτοῦ, τοῦτ' ἔστιν τοὺς ψευδοπροφήτας καὶ
τοὺς ψευδοδιδασκάλους, καὶ ποιήσει μετ' αὐτοὺς ψευδοση-
μεῖα, ἵνα τάχα ψυχομαχῶσιν οἱ ἄνθρωποι καὶ πάλιν ἀνα-
στῶσιν αὐτοὺς ἀπὸ μαγείας· οὐ γὰρ ἐπέγνωσαν αὐτοὶ τὸν (500)
Χριστόν. ἔρχεται γὰρ ἥσυχος καὶ πραΰς, ὅπως καταπα-
τήσῃ τὸν κόσμον καὶ καταπιάσῃ, μιμούμενος τοῦ Μεσία
τὴν φωνήν, καὶ ποιήσει σημεῖα μεγάλα, ὅπως ἐπιχεύσῃ
ὁ παράνομος καὶ μεμισημένος.
19. Καὶ γενήσεται λιμὸς μέγας ἐν ταῖς ἡμέραις ἐκεί- (505)
ναις, σημεῖα καὶ τέρατα καὶ φοβηστρὰ ἐν οὐρανῷ καὶ ἐπὶ
γῆς, καὶ λοιμοὶ καὶ σεισμοὶ καὶ θάνατοι ἀδιάφοροι, καὶ
κρατήσει ὁ λιμὸς μετὰ τῆς βασιλείας αὐτοῦ χρόνους τρεῖς @1
καὶ μῆνας ἕξ. τότε πληρωθήσεται ὁ λόγος, ὃν ἐγὼ Δανιὴλ
εἶπον, 'ἑστὸς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω· οὐαὶ (510)
δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θελαζούσαις ἐν ἐκείναις
ταῖς ἡμέραις'. γενήσεται δὲ θλῖψις, οἵα οὐ γέγονεν ἀπ'
ἀρχῆς κόσμου οὐδ' οὐ μὴ γένηται· ἐκόπησαν τὰ πάντα,
ἐσίγησαν οἱ θόρυβοι, ἐπραΰναν οἱ ἅρπαγες, παντὶ λοιμοὶ
παντὶ στενοχωρίαι, παντὶ θάνατος, παντὶ λιμός. λοιπὸν (515)
περιπατήσειν ἔχει ὁ ἀκάθαρτος καὶ παμμίαρος δράκων, καὶ
δεικνύει τοὺς λίθους ὡς ἄρτους, ἀπατῶν τοὺς ἀνθρώπους
καὶ λέγων τοῖς πᾶσι· «πίπτοντες προσκυνῆτέ μοι καὶ ἀρ-
νεῖσθε τὸν Χριστὸν ὑμῶν, καὶ φάγεσθε ἄρτον, ἵνα μὴ κακῶς
ἀποθανῆτε». καὶ πάλιν ὑπαίρεται ὑπὸ τῶν δαιμόνων, βα- (520)
σταζόμενος εἰς τὸν ἀέρα ὑπὸ τῶν ἀνθρώπων, καὶ ἐπὶ θα-
λάσσης περιπατήσειν ἔχει, ποιῶν σημεῖα μεγάλα καὶ φαν-
τασίας πολλὰς ὑποδεικνύων τοῖς Ἰουδαίοις καὶ τοῖς πι-
στεύουσιν εἰς αὐτόν, περιπατῶν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι @1
δυσμῶν καὶ περιπατῶν ἐπὶ θαλάσσης ἀβρόχως· καὶ πλα- (525)
νήσει πολλοὺς μετὰ τῶν ὑπουργῶν αὐτοῦ, τοῦτ' ἔστιν τῶν
ἀκαθάρτων δαιμόνων. τότε θρηνήσει ὁ κόσμος θεωρῶν τοὺς
φοβεροὺς φόβους καὶ ἀκούοντες τοὺς κτύπους ἐν τῷ οὐρανῷ,
θεωροῦντες τὴν γῆν σειομένην καὶ τὸν πλάνον ἀπατῶντα
τὸν κόσμον, ἀκούοντα τοὺς στεναγμοὺς τῆς γῆς, θεωροῦντα (530)
τοὺς καπνοὺς καὶ τὰς συνοχὰς τῶν ὀρέων· πάντοθεν στε-
νοχωρίαι καὶ θλίψεις, πάντοθεν κίνδυνοι, πάντοθεν ἀνάγια.
καὶ μακάριός ἐστιν ὁ ἄνθρωπος ὁ ἀποθανὼν πρὸ τούτων.
20. Ἄκουσον τοῦ Χριστοῦ δηλοῦντος καὶ λέγοντος·
«ε ὔ χ ε σ θ ε κ α ὶ π α ρ α κ α λ ε ῖ τ ε , 'ἵνα μὴ γένηται (535)
ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ'». ἄκουσον περὶ τῆς
συντελείας· ἐγὼ Δανιὴλ εἶδον τὸν κόσμον ὅλον κλονούμενον
καὶ τὰς ἡμέρας ὅλας ἐκείνας ὀλίγας γενομένας καὶ ὡς πο-
ταμὸν τρέχοντας καὶ πληροῦντας τὰς κρηπίδας αὐτῶν, εἶ-
δον καὶ τοὺς χρόνους διαβαίνοντας ὡς ἀστραπήν, εἶδον καὶ
@1 (540)
τὸν παλαιὸν ἐχθρὸν ἡμῶν δεσμούμενον καὶ ῥιπτόμενον εἰς τὸ
πῦρ τὸ τῆς γεέννης μετὰ τῶν ἀγγέλων αὐτοῦ, προέθηκα
καὶ τὴν ἡμέραν καὶ τὴν φυγὴν τῷ μηνὶ τῷ ἕκτῳ τῶν βαρ-
βάρων. ἔσται ἡ φυγὴ ὑμῶν, ἣ τότε γενήσεται, ἐπὶ τὰ
ὄρη καὶ τὰ σπήλαια, φυγάδας τῶν ἁγίων· ὁ δὲ φιλάνθρω- (545)
πος Θεός, ὁ θέλων 'πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀλη-
θείας ἐλθεῖν', θεωρῶν τὸν κόσμον κλονούμενον καὶ θρη-
νοῦντα καὶ τὸν στεναγμὸν τῶν ἁγίων καὶ τὰ δάκρυα ἐ ν
τοῖς ἐρήμοις καὶ ὄρεσιν καὶ σπηλαίοις
κ α ὶ ὀ π α ῖ ς τ ῆ ς γ ῆ ς , ῥεῖθρα δακρύων πηγάζοντα (550)
διὰ τὸν κόσμον, εἰς συμπλήρωσιν ἔχει τὰ ἔτη τῆς βασιλείας
αὐτοῦ ἐν τάχει καὶ ἀφανίσει αὐτόν. @1
21. Πρὸ δὲ τούτου ἀποστέλλει Κύριος ὁ Θεὸς Ἐνὼχ
καὶ Ἡλίαν κυριεύσοντας ἔμπροσθεν αὐτοῦ καὶ λέγοντας·
«προσέχετε, ὅτι ὁ ἀκάθαρτος καὶ μεμισημένος διάβολος (555)
ἔρχεται ὀπίσω ἡμῶν· μηδεὶς πλανηθῇ ὀπίσω αὐτοῦ καὶ ἀπο-
λέσθῃ καὶ πιστεύσῃ εἰς αὐτόν. βλέπετε, ὅτι καὶ τὴν ἄρ-
νησιν ἔχει ἐπὶ τὸ μέτωπον αὐτοῦ· μηδεὶς πλανηθῇ ὀπίσω
αὐτοῦ καὶ ἀπολέσθῃ, ὅτι πλάνος ἐστίν». καὶ διοδεύσουσιν
τὸν κόσμον ὅλον οἱ κήρυκες τῆς ἀληθείας, ἐκεῖνος δὲ ὁ (560)
παμμίαρος δράκων καταδραμὼν καταδιώξει αὐτοὺς ἕως
Ἱερουσαλήμ. ὁ δὲ φιλάνθρωπος Θεὸς κολοβώσειν ἔχει τὰ
ἔτη καὶ τὰς ἡμέρας αὐτοῦ καὶ ποιήσει αὐτὰς ὀλίγας καὶ
κωφάς, ὡς καὶ προεῖπον ἐγὼ Δανιὴλ καὶ προέθηκα, ὅτι
ποιήσειν ἔχει τὰ ἔτη τρία ὡς μῆνας τρεῖς, καὶ τοὺς τρεῖς (565)
μῆνας ὡς τρεῖς ἑβδομάδας, καὶ τὰς τρεῖς ἑβδομάδας ὡς
τρεῖς ἡμέρας, καὶ τὰς τρεῖς ἡμέρας ὡς ὥρας τρεῖς. ἐκεῖ
ἀφανίσει <αὐτὸν> Κύριος ὁ Θεὸς διὰ τοὺς ἐκλεκτοὺς αὐτοῦ,
ὥστε συμπληρώσωσιν τὸν κόσμον οἱ κήρυκες τῆς ἀληθείας @1
Ἐνὼχ καὶ Ἡλίας, διδάσκοντες πρὸ αὐτοῦ· «μὴ πλανηθῇ (570)
τις ἐκ τοῦ ἀλάστορος ἐχθροῦ». καὶ καταφθάσει αὐτοὺς ὁ
δόλιος καὶ βύθιος δράκων εἰς Ἱερουσαλὴμ εἰς τὸν ναόν, ὃν
οἰκοδόμησεν ὁ Σολομὼν ἐν ἁλωνίῳ σιρῷ, καὶ πολεμήσει
μετ' αὐτοὺς ὥρας τρεῖς, καὶ ἐπειδὴ θανάτου πεῖραν οὐκ
οἶδαν θελήματι τοῦ Θεοῦ, διὰ <τοῦ>το μόνον ἔσονται ἀθά- (575)
νατοι. ἀποκτανθήσονται ἀπὸ τοῦ ἀλάστορος ἐχθροῦ ὑποκε-
ράτου, καὶ ἔσονται κείμενα τὰ λείψανα αὐτῶν ἕως ἡμέρας
τρεῖς ἥμισον, καὶ οὐδεὶς θάψει αὐτά. καὶ μετὰ τρεῖς ἡμέρας
τὸ Πνεῦμα τοῦ Θεοῦ εἰσήλθει ἐπ' αὐτὰ καὶ ἁρπαγήσονται
ὑπὸ τῶν ἀγγέλων καὶ ἀχθήσονται ἐν τῷ παραδείσῳ πάλιν (580)
εἰς τὸν τόπον αὐτῶν. τοῦ δὲ ἀκαθάρτου διαβόλου πληρω-
θείσης τῆς βασιλείας αὐτοῦ, ἀποστέλλει Κύριος ὁ Θεὸς
πλήθη στρατιᾶς οὐρανίου, καὶ καταδιώξουσιν αὐτὸν ἕως
Χωρὴβ πλησίον τῆς κοιλάδος τοῦ Ἰωσαφάτ, καὶ κρατή-
σαντες δήσουσιν αὐτὸν πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ, καὶ (585)
ἀπενέγκουσιν αὐτὸν εἰς τὸν ἡ τ ο ι μ α σ μ έ ν ο ν τ ό π ο ν
τῆς κολάσεως. @1
22. Μετὰ δὲ τὸ ἀπενεχθῆναι αὐτὸν εἰς τὸ πῦρ, γεν-
νηθήσεται παιδίον ἐν τοῖς οἴκοις τῶν βασιλέων ὥρᾳ πρώ-
τῃ τῆς νυκτός, καὶ ὥρᾳ τετάρτῃ λαλήσει, καὶ ὥρᾳ ἑβδόμῃ (590)
γενήσεται ἀρχηγένειος, καὶ ὥρᾳ δευτέρᾳ τῆς ἡμέρας ζη-
τήσει λαβεῖν γυναῖκα· ἐστὶ δὲ τὸ ὄνομα αὐτοῦ Μελχαιδών,
τῆς δὲ γυναικὸς αὐτοῦ Θαμάρης, καὶ τοῦ πατρὸς αὐτοῦ
Σαμουήλ, καὶ τῆς μητρὸς αὐτοῦ Ἀρμανῆ. εὐθέως δὲ τὸ
δειλινὸν ἐκεῖνο γενήσεται κτύπος μέγας καὶ φοβερὸς ἐν τῷ (595)
οὐρανῷ, καὶ ἀκοντίσεται ὁ κτύπος οὗτος ἀπὸ ἀνατολῶν ἕως
δυσμῶν, καὶ ἀπὸ τοῦ φόβου ἐκείνου πάντες ἀποθανοῦνται
καὶ ἀφυπνώσουσιν ἕως ὥρας τρεῖς.
Μετὰ δὲ τὸ τελεσθῆναι τὸν κόσμον, ἀποστέλλει Κύ-
ριος ὁ Θεὸς τοὺς ἀγγέλους αὐτοῦ μετὰ τῆς διαπυξίνου καὶ (600)
πυρίνου σάλπιγγος, καὶ στήσονται ἀνάμεσον οὐρανοῦ καὶ
γῆς· καὶ βοήσουσιν αἱ σάλπιγγες ἐν ἰσχΰι μεγάλῃ, λέγων·
«ἐγείρεσθε, οἱ ἀπ' αἰῶνος κεκοιμημένοι». ἐν δὲ τῷ σαλ-
πίσαι τὸν ἀρχάγγελον Μιχαήλ, ἀνοιχθήσονται οἱ τάφοι
καὶ τὰ θεμέλια τῆς γῆς παραχθήσονται. τότε προστρέχου- (605)
σιν αἱ ψυχαὶ πᾶσαι μία ἑκάστη πρὸς τὸ ἴδιον αὐτῆς σῶμα,
καὶ ἀποδώσει ἡ γῆ καὶ ἡ θάλασσα τοὺς νεκροὺς πάντας @1
ὁμοίως, κἂν ἰχθὺς ἐκμέλισεν, κἂν θηρίοις βρῶμα ἦν, κἂν
τὰ ὄρνεα ἥρπασεν· ὁμοίως πάντες τρέχουσιν ἀποδοῦναι ἕκα-
στον, ὃν ἥρπασεν, καὶ ἀναστήσονται πάντες ὡ ς ἐ ν (610)
ῥιπῇ ὀφθαλμοῦ, καὶ μία θρὶξ ἐκ τῆς
κ ε φ α λ ῆ ς α ὐ τ ο ῦ μ ὴ ἀ π ό λ η τ α ι . τότε εὑρεθή-
σονται πάντες γυμνοὶ ὡς ὁ Κύριος ἔπλασεν τὸν Ἀδάμ· πάν-
τες ἀναστήσονται μίᾳ ἡλικίᾳ, ὅλοι ἰσοκέφαλοι, ὅλοι τριά-
κοντα ἐτῶν, οὐδὲν γνωρίζουσιν ἀλλήλοις ἐπὶ τῇ αὐτῇ (615)
θεωρίᾳ, οὔτε ἐπιγινώσκει πατὴρ υἱὸν οὔτε υἱὸς πατέρα,
διότι ἐκοιμήθησαν ἄλλοι γέροντες, ἄλλοι νέοι καὶ ἄλλοι
παιδία. καὶ λοιπὸν οὐ γνωρίζουσιν ἀλλήλοις, εἰ μὴ μόνον
οἱ δίκαιοι, καὶ αὐτοὶ οὐχὶ ἀπὸ τὴν θεωρίαν ταύτην, ἀλλὰ
ἀπὸ δ ι ο ρ α τ ι κ ὸ ν ὄ μ μ α τ ῆ ς ψ υ χ ῆ ς · οἱ δὲ ἁμαρ- (620)
τωλοὶ καὶ τούτου στένονται διὰ τὸ σκότος τῆς κολάσεως.
καὶ τότε ἐγερθήσονται ὅλοι ἶσοι, τότε σαλευθήσεται ὁ οὐ-
ρανὸς καὶ τῆς γῆς τὰ θεμέλια κλονηθήσονται, καὶ τρομάξει
ἡ γῆ ἀποδιδοῦσα τοὺς νεκρούς.
23. Τότε λοιπόν, μετὰ τὴν ἔγερσιν πάντων ἀποστέλ- (625)
λει Κύριος ὁ Θεὸς τοὺς ἀγγέλους, ἐπισυνάγων τοὺς ἐκλε- @1
κτούς, καὶ μετὰ τούτου ἔρχεται νεφέλη καὶ ἁρπάζει αὐτοὺς
πάντας καὶ φυγαδεύει αὐτοὺς ἐν ἑτέρῳ τόπῳ. καὶ τότε
ἀναστήσεται πῦρ, κατακαῖον τὴν οἰκουμένην ἀπ' ἄκρον
ἕως ἄκρου αὐτῆς, καὶ κατακαύσει αὐτήν, ἐν ᾗ αἱ ἁμαρτίαι (630)
ἐγένοντο· τότε ἀνοιχθήσονται οἱ οὐρανοὶ καὶ καταβήσεται
ὁ παλαιὸς τῶν ἡμερῶν. τότε τεθῶσιν θρόνοι, καὶ κριτήριον
εὐτρεπισθήσεται, καὶ ἀποκινήσουσιν τὰ τάγματα τῶν ἀγ-
γέλων· πρῶτον μὲν <τάγμα> τὰ Χερουβίμ, δεύτερον τάγμα
τὰ ἑξαπτέρυγα, βαστάζοντα τὸν θρόνον τοῦ βασιλέως, τρί- (635)
τον δὲ τάγμα τὰ πολυόμματα, ψάλλοντα τὸ 'ἅγιος ὁ
Θεός', τέταρτον δὲ τάγμα τὰ πυρίμορφα. ὅταν δὲ ταῦτα
ἐγκύψουσιν ἀπὸ τοῦ οὐρανοῦ, τότε ἀποκινᾷ καὶ ὁ παλαιὸς
τῶν ἡμερῶν καὶ βασιλεὺς τῆς δόξης μετὰ πλήθους στρα-
τιᾶς καὶ δυνάμεως πολλῆς καὶ μεγάλης· κινήσουσιν πᾶ- (640)
σαι αἱ δυνάμεις τῶν οὐρανῶν, φανήσονται ἀναρίθμητα
πλήθη καὶ τὰ στρατεύματα ὅλα, καὶ σὺν αὐτοῖς ὁ βασιλεὺς @1
τῆς δόξης· καὶ τρομάξει πᾶσα ἡ γῆ καὶ συστήσεται ἀπὸ
τοῦ φόβου.
Ἔμπροσθεν δὲ αὐτοῦ προπορεύσεται ὁ τίμιος καὶ ζωο- (645)
ποιὸς σταυρὸς πρὸς ἔλεγχον τῶν Ἰουδαίων· φανήσεται γὰρ
ὥσπερ ἀστραπὴ ἐρχομένη, καὶ ὄψεται αὐτὸν πᾶς ὁ λαὸς
ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα ὡς ἀστραπήν, καὶ οἵτινες
αὐτὸν ἐξεκέντησαν. θεωροῦντες οἱ Ἰουδαῖοι τὸν τίμιον καὶ
ζωοποιὸν σταυρὸν καὶ τὸν ἀκάνθινον στέφανον καὶ τὴν (650)
λόγχην καὶ τὸν σπόγγον καὶ τὸν κάλαμον καὶ τοὺς ἥλους
τῶν χειρῶν καὶ τῶν ποδῶν, τότε μέλλουσιν ἐπιγνῶναι
αὐτόν, τότε θρηνήσουσιν καὶ κόψονται καὶ οὐδὲν ὀφελή-
σουσιν. τότε εὐτρεπισθήσεται τὸ κριτήριον καὶ καθίσει
ἐπ' αὐτὸν ὁ δίκαιος κριτὴς μετὰ τῶν δώδεκα ἀποστόλων (655)
καὶ μαθητῶν αὐτοῦ, καθὼς ἐπηγγείλατο αὐτοῖς, καὶ αἱ
κοιλάδες τοῦ κλαυθμῶνος ἀπογνωσθήσονται καὶ γυμνωθή-
σονται, καὶ ἀποφανοῦσιν τὰ κριτήρια.
24. Καὶ μετὰ τοῦ καθίσαι ἐπὶ θρόνου ὁ δίκαιος κρι-
τής, ὁμοίως καὶ οἱ ἅγιοι ἀπόστολοι εἷς ἕκαστος ἐπὶ θρόνου (660)
αὐτοῦ, τότε συναχθήσονται ἔμπροσθεν αὐτοῦ πᾶσα πνοή,
οἱ δίκαιοι μὲν ἐκ δεξιῶν αὐτοῦ, οἱ δὲ ἁμαρτωλοὶ ἐξ ἀρι- @1
στερῶν. τότε κράξει ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν· «'δεῦτε,
οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου'». τότε (665)
ἔρχονται οἱ πατριάρχαι καὶ οἱ βασιλεῖς καὶ οἱ ἀρχιερεῖς καὶ
οἱ πρεσβύτεροι καὶ οἱ ἡγούμενοι· οἱ βασιλεῖς οἱ καλῶς ἀγω-
νισάμενοι καὶ μὴ ἐκχέοντες αἷμα, ἀλλὰ μετ' εἰρήνης δια-
βάσαντες τὰ ἔτη τῆς βασιλείας καὶ τῆς ζωῆς αὐτῶν, οὗτοι
ἀναπαύσονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁμοίως καὶ (670)
οἱ ἄρχοντες. οἱ δὲ ἀρχιερεῖς ἐρωτηθήσονται περὶ τῶν ἐκ-
κλησιῶν τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ λαοῦ, ἐφ' οἷς κατέστησε
αὐτοὺς ποιμένας καὶ διδασκάλους, ἵνα περιπατοῦν καὶ
διδάσκουσιν καὶ ἀνορθοῦν τὴν πίστιν τοῦ Θεοῦ καὶ πα-
ρακαλοῦν καὶ ν ο υ θ ε τ ε ῖ ν τ ο ὺ ς ἀ τ ά κ τ ο υ ς καὶ (675)
μετ' εὐμενείας καὶ παρακαλέσεως φέρειν εἰς ὑπακοήν· οὕ-
τως χρηστὸν ἐπίσκοπον εἶναι καὶ τὸν πρεσβύτερον, καθὼς
καὶ ὁ ἀπόστολος εἶπεν διὰ τοὺς ἐπισκόπους καὶ πρεσβυτέ-
ρους· 'μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ'. εἰ δὲ
ταῦτα οὐ ποιοῦσιν, οὐδὲ ἀκολουθοῦν τὴν διάταξιν τοῦ ἀπο- (680)
στόλου Παύλου, ὡς ἐδίδαξεν καὶ πᾶς ἐκέλευσεν αὐτοῖς,
ἀλλὰ οἱ συνυπεύθυνοι, μέθυσοι ἅρπαγες, ἀνελεήμονες πλεο-
νέκται, δεχόμενοι τιμὰς ξενιῶν μετὰ τῶν ὑπευθύνων, κα-
τακριθήσονται. εἰ πολλάκις ἥρπασέ τι, πενταπλασίονα
ἀπαιτηθήσεται ἀπὸ τῆς ψυχῆς αὐτοῦ· εἰ πολλάκις μὴ ἔστη- (685)
σεν πρεσβύτερον δι' ὀλίγον ἁμάρτημα, ὅσας λειτουργίας @1
στερηθῇ ὁ πρεσβύτερος ἀπαιτεῖ <τοσαύ>τας ὁ Θεὸς τὸν
ἐπίσκοπον, ὅτι οὐκ εἰδόμενος μείζωνα αὐτοῦ ἄλλον.
25. Τότε ἀχθήσεται τὸ μοναχικὸν τάγμα, καὶ ἐκζη-
τήσει καὶ ἐρευνήσει τὸ μοναχικὸν τάγμα ὁ φιλόστοργος (690)
πατὴρ καὶ π ο ι μ ή ν , ὁ θ ε ὶ ς τ ὴ ν ψ υ χ ὴ ν α ὐ τ ο ῦ
ὑ π ὲ ρ τ ῶ ν π ρ ο β ά τ ω ν , ὅπως μὴ ἀπολέσει ἓν ἐξ
αὐτῶν, καὶ ἀποστέλλει τοὺς ἁγίους ἀγγέλους αὐτοῦ καὶ
ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ· καὶ τοὺς μὲν ἀποστέλλει
εἰς τὸν παράδεισον, τοὺς δὲ ἐν ἑτέρῳ τόπῳ φωτεινῷ, ἄλλοι (695)
δὲ ἀπέρχονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τὸ
δὲ ἀγγελικὸν καὶ ἅγιον μοναχικὸν τάγμα, καὶ οὓς ἀπέ-
στειλεν ὁ παραβάτης καὶ παράνομος βασιλεύς, στήσεται
καὶ ἀναγεμισθήσεται· καὶ ἀνακαινισθήσεται τὸ τάγμα τὸ
ἀγγελικὸν τὸ ἐγκρυφθέν, οἱ δὲ ἐ ν τ ο ῖ ς ἐ ρ ή μ ο ι ς κ α ὶ (700)
ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς
τ ῆ ς γ ῆ ς χορεύουσιν μετὰ τῶν ἁγίων προφητῶν, οἱ
δὲ παρθένοι καὶ εὐλαβεῖς, οἱ καλῶς ἀγωνισάμενοι καὶ οἱ
φυλάξαντες ἑαυτοὺς ἀναμαρτήτους ὑπάγουσιν μετὰ λαμ-
πάδων φωτεινῶν ἐν τῷ νυμφῶνι τοῦ Χριστοῦ, οἱ δὲ ξε- @1 (705)
νοδόχοι καὶ οἱ ἐλεήμονες, οἱ τοὺς γυμνοὺς ἐνδύοντες καὶ
τοὺς ξένους διατρέφοντες, καὶ τοὺς ἐν φυλακῇ ἐπισκεπτό-
μενοι ἀπέρχονται εἰς τὴν μακαρίαν καὶ ἀτελεύτητον ζωήν,
ὅπου πάντες οἱ ἅγιοι ἀναπαύονται.
Οἱ δὲ εὐωνύμων λαχόντες ἀπέρχονται καὶ αὐτοί, ἔνθα (710)
ἡτοίμασαν τὸν τόπον αὐτοῖς.
26. Μετὰ ταῦτα φέρει τοὺς Ἰουδαίους πάντας καὶ
τοὺς αὐτὸν ἐκκεντήσαντας καὶ ῥαπίσαντας, καὶ τὸν τίμιον
σταυρὸν πελεκήσαντας, καὶ τοὺς πλέξαντας τὸν ἀκάνθινον
στέφανον, καὶ τοὺς τὴν λόγχην καὶ τοὺς ἥλους ποιήσαν- (715)
τας, καὶ Ἅνναν καὶ Καιάφαν τοὺς ἀρχιερεῖς, καὶ τὸν Πι-
λᾶτον καὶ πάντας τοὺς ἐχθροὺς αὐτοῦ, καὶ ἐλέγξει αὐτούς.
καὶ οἱ μὲν τὸν σταυρὸν τυπώσαντες ὁ εἷς ὀνόματι Αὐτάρ-
χης, ὁ δεύτερος Αὐδιούλ, ὁ τρίτος Ἰουήλ· οἱ δὲ τὸν στέφανον
πλέξαντες ὄνομα ὁ εἷς Ἀβηροῦ, ὁ ἕτερος Λογχίνος ὁ καὶ (720)
λογχεύσας τὸν Χριστόν, ὁ δὲ τὸν κάλαμον τύψας τὴν κε-
φαλὴν αὐτοῦ Ἀρμονᾶς, ὁ δὲ τοὺς ἥλους ποιησάμενος Ἀρ-
μηνόν· ὁ μὲν ῥαπίσας τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς τὸ
ὄνομα αὐτοῦ Ῥουβίμ, ὁ δὲ ποιήσας αὐτῷ ὄξος καὶ χολὴν
τὸ ὄνομα αὐτοῦ Ἀβιοῦλ· καὶ ἀνακριθήσονται καὶ αὐτοί. @1 (725)
καὶ μετὰ τούτων ἔρχεται τὸ πλῆθος τῶν Ἰουδαίων σὺν
τοῖς ἀρχιερεῦσι καὶ ὁ Πιλᾶτος, καὶ στήσει ἔμπροσθεν αὐτῶν
τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ τοὺς ἥλους καὶ τὸν
ἀκάνθινον στέφανον καὶ τὸν κάλαμον καὶ τὴν λόγχην.
καὶ παραστήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ (730)
δείκνυσιν αὐτοῖς πάντα, ὅσα ἐποίησαν αὐτῷ.
27. Τότε λέγει αὐτοῖς ὁ Πιλᾶτος· «οὐκ εἰμὶ ἐγώ,
ὃς ἔλεγα ὑμῖν μήτε μὴ σταυρώσωμεν αὐτόν; οὐκ ἔλεγα
ὑμῖν, παράνομοι, ὅτι ἂς ἀ π ο λ ύ σ ω μ ε ν τ ὸ ν λ ε γ ό -
μ ε ν ο ν Χ ρ ι σ τ ό ν ; μὴ ἔλεγα ἐγὼ τὴν ἀλήθειαν, ὅτι (735)
τὸν βασιλέα ὑμῶν σταυρώσω; μὴ οὐκ ἐξέβαλα αὐτὸν ἐξω-
φοροῦντα τὸν ἀκάνθινον στέφανον καὶ τὴν πορφύραν, καὶ
παρέστησα ἐνώπιον ὑμῶν ὡς προσήλυτον καὶ πτωχὸν καὶ
ταλαίπωρον ἄνθρωπον; μὴ οὐκ ἔστιν, ὃν ὑμεῖς ἐμπαίζετε;
μὴ οὐκ ἔστιν οὗτος, ᾧ τὴν πορφύραν περιεβάλετε; μὴ οὐκ (740)
ἔλεγα ὑμῖν, παράνομοι, ὅτι ἂς ἀπολύσωμεν Ἰησοῦν τὸν
λεγόμενον Χριστόν; καὶ ὑμεῖς μᾶλλον ἐδικαιώσατε τὸν
φονέα. ἴδε ἄρτι ὁ φονεύς, ἴδε ὁ λῃστής· διὰ τί οὐ σῴζει
ἡμᾶς ἄρτι; τί ποιήσωμεν; πῶς διαλεχθῶμεν μετ' αὐτοῦ; @1
μὴ οὐκ ἔλεγα ὑμῖν, ὅτι ο ὐ κ ε ὑ ρ ί σ κ ω ἐ ν α ὐ τ ῷ (745)
α ἰ τ ί α ν ; καὶ ὑμεῖς ἠνέγκατε μαρτυρίας ψευδεῖς καὶ
κατηγορήσατε αὐτόν. μὴ οὐκ ἔστιν οὗτος ὁ ἐγείρας τὸν
Λάζαρον τετραήμερον; μὴ οὐκ ἔστιν οὗτος ὁ ἐγείρας τὸν
υἱὸν τῆς χήρας καὶ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ;
μὴ τοὺς λεπροὺς οὐκ ἐκαθάρισεν; ἴδε ἄρτι ὁ αὐτός, ἴδε (750)
ὁ Ἰησοῦς, ὃν ἐλέγετε Ναζωραῖον, ἴδε ὁ ἀκάνθινος στέφανος,
ἴδε ἡ λόγχη, ἴδε ὁ σπόγγος, ἴδε ὁ κάλαμος καὶ οἱ ἧλοι καὶ
ὁ σταυρός, ἴδε ὁ τόπος τοῦ κρανίου. ἄρτι τί ἡμεῖς ποιήσω-
μεν; μὴ οὐκ ἔλεγα ὑμῖν, ἄθλιοι καὶ παράνομοι, οὐκ ἔλεγα
ὑμῖν· τὸν λεγόμενον Χριστόν, τὸν βασιλέα ὑμῶν ἀπολύσω; (755)
καὶ ἀνεκράζετε λέγοντες, ὅτι· 'οὐκ ἔχομεν βασιλέα, εἰ μὴ
Καίσαρα'. ἄρτι ἂς ἔλθῃ ὁ Καῖσαρ καὶ ἂς λυτρώσεται ὑμᾶς
ἐκ χειρὸς Ἰησοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε,
λέγοντες· οἴδαμεν πόθεν ἐστὶν τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας
υἱός. οὐ γνωρίζετε αὐτόν, ὃ ν ἐ λ έ γ ε τ ε τ ο ῦ τ έ κ τ ο - (760)
ν ο ς υ ἱ ό ν ; οὐ βλέπετε τὰς χεῖρας καὶ τοὺς πόδας, οὓς
ἥλοις προσηλώσατε ἐν τῷ σταυρῷ; μὴ οὐκ ἔλεγα ὑμῖν·
οὗτος μέγας ἐστίν, καὶ μὴ σταυρώσωμεν αὐτόν; οὔκ ἐστε
ὑμεῖς οἱ λέγοντες ὅτι 'οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσα-
ρα;'. ἄρτι ποῦ ἐστιν ὁ Καῖσαρ, ἵνα ὑμᾶς ἐξελῆται;». @1 (765)
28. Ταῦτα δὲ λέγοντος τοῦ Πιλάτου καὶ κατακρί-
ναντος αὐτοῦ τοὺς ἀπειθεῖς Ἰουδαίους, οἱ Ἰουδαῖοι δὲ θεω-
ροῦσιν ἐστῶτα τὸ ἅγιον βάπτισμα ὑπὲρ τὸν ἥλιον λάμ-
ποντα, καὶ τὴν μητέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
καὶ Ἰωάννην τὸν Πρόδρομον παρακαλοῦντα διὰ τοὺς Χρι- (770)
στιανούς, ὁμοίως καὶ πάντες, ὅσοι καλῶς ἠγωνίσαντο. καὶ
θεωροῦντες οἱ ἐλεεινοὶ Ἑβραῖοι καὶ τὰ λοιπὰ ἔθνη, ὅτι
Χριστιανοί εἰσιν τὸ ἐκλεκτὸν ἔθνος, ὁ δὲ Ἅννας καὶ Καιά-
φας καὶ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἔμπροσθεν τοῦ κρι-
τοῦ τύπτουσιν τὰ στήθη καὶ θρηνοῦντες λέγουσιν· «οὐαὶ (775)
ἡμῖν, ὅτι ἀπὸ μεγάλης δόξης ἐξεπέσαμεν καὶ πολλῶν ἀγα-
θῶν ἐστερούμεθα. τί ποιήσωμεν; ἢ πῶς διαλεχθῶμεν μετ'
αὐτοῦ; οἱ προφῆται καὶ οἱ ἀπόστολοι ἔκραζον, καὶ ἡμεῖς
οὐκ ἀκηκόαμεν Δανιήλ· ὁ μέγας καὶ θεσπέσιος προφήτης
ἐδήλωσεν ἡμῖν περὶ τῆς φρικτῆς ἡμέρας ταύτης καὶ ἡμεῖς (780)
ἠπιστήσαμεν. τί γενόμεθα, ὅτι τὸν ποιητὴν οὐρανοῦ καὶ
γῆς οὐκ ἐπέγνωμεν;». τότε, ἀκούσαντες φωνῆς λεγούσης,
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ἅδην, καὶ τότε,
τύπτοντες τὰ στήθη, κράζοντες ἐλεεινῇ τῇ φωνῇ, καὶ
πικρὸν δάκρυον καὶ στεναγμὸν ἐγκάρδιον <ἐκχέοντες>· (785)
«οὐαὶ ἡμῖν, τί ἐπάθωμεν; τί ἐγένετο ἡμῖν;». ἀλλ' οὐκ
ὀφελοῦσιν αὑτούς. @1
29. Καὶ γενήσεται κτύπος μέγας καὶ βροντή, καὶ
συστήσονται τὰ θεμέλια τῆς γῆς, καὶ ἀποσκεπασθήσεται
ἡ κοιλάδα τοῦ κλαυθμῶνος, καὶ φανήσονται αἱ κολάσεις (790)
πᾶσαι, καὶ περιπατήσει ἔμπροσθεν τοῦ κριτοῦ ποταμὸς πύ-
ρινος, ἐρχόμενος ἀπὸ ἀνατολῶν καὶ βρύχων ὥσπερ ἀγρία
θάλασσα, ὡς προεδήλωσα ἐγὼ Δανιὴλ καὶ προεῖδον, κα-
τακαίων πᾶσαν τὴν γῆν. εἴσιν καὶ ἄλλαι κολάσεις, ἐν
αἷς διαμερίζονται οἱ ἁμαρτωλοί· χώρα ἰδία τ ὸ σ κ ό τ ο ς (795)
τ ὸ ἐ ξ ώ τ ε ρ ο ν καὶ τὸ ἐνδότερον, χώρα ἑτέρα ὁ τάρταρος,
τόπος ἄλλος ἡ λίμνη τοῦ πυρός, τόπος ἕτερος ὁ σκώληξ ὁ
ἀκοίμητος, χώρα ἰδία ὁ β ρ υ γ μ ὸ ς τ ῶ ν ὀ δ ό ν τ ω ν ,
ἑτέρα χώρα μεγάλη ὁ τόπος τῆς ἀπωλείας· ἐν ταύταις ταῖς
κολάσεσιν διαμερίζονται οἱ ἁμαρτωλοὶ καὶ ἐλεεινοί. οἱ ἀπα- (800)
τηθέντες ὑπὸ τοῦ ἀκαθάρτου διαβόλου καὶ πιστεύσαντες ἐν
αὐτῷ ὑπάγουσιν εἰς τὸ σκότος τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸς
μέλλει κατοικεῖν· καὶ οἱ μαινόμενοι καὶ αὐτοὶ μετ' αὐτῶν
εἰς τὸ ἕτερον παραπέμπονται σκότος, οἱ πόρνοι καὶ οἱ μοιχοὶ
καὶ αὐτοὶ ἀπολαύσουσιν τὴν λίμνην τοῦ πυρὸς μετὰ τῶν (805)
ὑπευθύνων ἀνδρῶν καὶ γυναικῶν. οἱ δὲ ἐξαγοραζόμενοι
ἀπέρχονται εἰς χάος τῆς ἀπωλείας· μέγα καὶ ἐκεῖ χάσμα,
μετακείμενον ἑνάκις μυρίων λιτρῶν λίθαριν καὶ κινοῦσιν
αὐτῷ οἱ ἄγγελοι καταβαίνοντες εἰς τὸ χάος ἐκεῖνον μετὰ @1
τῶν ἐλεεινῶν, ἄλλοι δὲ ῥίπτονται εἰς τὴν κάμινον τοῦ (810)
πυρὸς τὴν καιομένην· <πρὸς> τοὺς φονεῖς στήκουσιν ἄγ-
γελοι ἀνελεήμονες καὶ ἀπαιτοῦντες τὰς ψυχάς, ἃς κακῶς
ἀπέβαλον. ὁμοίως καὶ οἱ ἀποστεροῦντες μισθὸν μισθωτοῦ
ἐπὶ κάματον τινά· καὶ ἀποκρατήσει αὐτοῦ· τὸν μισθὸν
ἀπαίρητον κρίμα εὑρήσει· οἱ ἀλάστορες καὶ οἱ παρακροα- (815)
ταὶ καὶ αὐτοὶ πέμπονται εἰς τὴν λίμνην τοῦ πυρός, οἱ
δὲ καταλαληταὶ καὶ οἱ πειρασταὶ καὶ μισάδελφοι μόλυβδος
πυρὸς παμφλάζοντος ἐξέρχεται ἐκ τῶν μυκτήρων αὐτῶν·
οἱ δὲ κλέπται καὶ ἐπίορκοι ἐκεῖ ἐμπίπτονται εἰς τὸν πύ-
ρινον ποταμόν, οἱ δὲ ἁρπάζοντες τὰ ἀλλότρια ἐπὶ σκότος (820)
ζοφώδες καὶ ἐμπίπτονται. ἔστιν δένδρον πύρινον ἔχον
ὄνυχας πυρίνους καὶ ἐν αὐτῷ <ἄλλοι μὲν> κρεμῶνται ὑπὸ
τῶν γλωσσῶν, ἄλλοι δὲ ἀπὸ τὰς ῥίνας, καὶ οὕτως ἀπαι-
τοῦσιν οἱ ἄγγελοι τὰς ψυχὰς τῶν βρεφῶν, ἃς κακῶς ἀπέκτει-
ναν. καὶ μετὰ τὸ ἐρωτῆσαι πάντας καὶ ἐξετασθῆναι, ἐρω- (825)
τῶνται καὶ οἱ βασιλεῖς, ἐὰν ἢ καλῶς ἀγωνισάμενοι ἢ μὴ
ἐκχέοντες αἷμα, ἀλλὰ μετ' εἰρήνης διαβιβάσαντες τὰς βα-
σιλείας αὐτῶν· οὗτοι ἀ ν α π α ύ ο ν τ α ι ε ἰ ς τ ὴ ν β α -
σιλείαν τῶν οὐρανῶν.
30. Ταῦτα ἐλάλησε τὸ στόμα μου, καὶ ἀληθινὸν τὸ (830)
ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. ὄντος μου γὰρ
ἐν Βαβυλῶνι, τὸν οὐράνιον Θεὸν εἶδον καὶ ἀπειθοῦντα τὸν
ἐν Βαβυλῶνι λαὸν ἐμβάντες με ἐν τῷ λάκκῳ· καὶ ἐποίησα
ἡμέρας ἑπτὰ καὶ ἔμεινα ἐκεῖ ἄσιτος καὶ ἄποτος. καὶ κατ' @1
οἰκονομι<κ>οῦ Θεοῦ τὸ ἅγιον Πνεῦμα ἥρπασεν τὸν προ- (835)
φήτην Ἁββακοὺμ μετὰ καὶ δαπάνας καὶ ἔστησεν αὐτὸν
ἐν τῇ θύρᾳ ἐκείνῃ· ἦν κατοικῶν ἐν τῷ λάκκῳ καὶ οἱ
λέοντες ἦσαν μετ' ἐμοῦ ἐν τῷ λάκκῳ· εἶδον τὸν προφήτην
Ἁββακοὺμ καὶ προσεκύνησαν αὐτὸν ὡς καὶ ἐμέ. καὶ με-
ταδοὺς ἡμῖν τροφήν, <τὸ ἅγιον Πνεῦμα> πάλιν ἥρπασεν (840)
αὐτὸν εἰς Ἱερουσαλήμ. καὶ ἰδοὺ νεφέλη φωτὸς ἥρπασέ
με ἀνάμεσον οὐρανοῦ καὶ γῆς, καὶ εἶδον ἐκεῖ ξένα καὶ πα-
ράδοξα καὶ ἐξαίσια πράγματα, ἃ οὐκ ἄξιον γλώσσαις ἀν-
θρώπων λαλῆσαι. καὶ ἰδού τις ἐν τῇ νεφέλῃ μετὰ λακίδος
ἤνοιξε τὸ στόμα μου, μεταδούς μοι ἄνθρακα, καὶ πάλιν (845)
ἔστησέ με ἐν χώρᾳ Βαβυλῶνος ἐν γῇ Χαλδαίων, καὶ ἥμην
ἐκεῖ ἕως τὴν μετοικεσίαν Βαβυλῶνος, αἰχμαλωσίᾳ Ἱερου-
σαλὴμ καὶ Ἰερεμίου. καὶ εἶδα πρὸ ἐτῶν τριακοσίων ἔγγι-
σαν καὶ φέρουσαν †τὸν ἀχώτον,† καὶ πάλιν εἶδα αὐτὸν
ἐν σπηλαίῳ χωρούμενον μικρόν· εἶδα καὶ τὰς βασιλείας (850)
πάσας, εἶδα καὶ τὸν παλαιὸν τῶν ἡμερῶν μετὰ Μωσῇ καὶ
Ἡλίᾳ ἐν τῷ ὄρει τῷ Θάβωρ μεταμορφούμενον, καὶ ἔθηκα
τὴν ἱστορίαν ταύτην καὶ προεζωγράφησα, ὅπερ ἀκούοντες,
προσέχουσιν ἀκριβῶς, καὶ μὴ φοβεῖσθαι ἕτερον θεόν. εἶδον
τὸν παλαιὸν τῶν ἡμερῶν, ὅς ἐστιν Ἰησοῦς Χριστός, τὸν (855)
ἀφ' ἡμῶν καταγελασθέντα καὶ ἐκ τῆς ἁγίας Θεοτόκου
σαρκωθέντα, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις
σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. ἀμήν. @1 (860)