You are on page 1of 24

16 MAΡΤΙΟΥ 2014

Κυριακή Β’ Νηστειῶν

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ
Παλαμᾶ.
Ἦχος πλ. α´ – Ἑωθινὸν Ε´.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
ὁ α’ χορὸς
Ἦχος πλ. α'
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθ έντα εἰς σωτηρ ίαν
ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ
σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστ άσει
αὐτοῦ.
ὁ β’ χορός
Δόξα Πατρί...
Ἦχος πλ. δ´
Ὀρθοδοξίας ὁ φωστὴρ Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε τῶν μοναστῶν ἡ
καλλονὴ τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος Γρηγόριε θαυματουργ ὲ
Θεσσαλονίκης τὸ καύχημα κῆρυξ τῆς χάριτος ἱκ έτευε δι ὰ παντός, σωθ ῆναι τ ὰς ψυχ ὰς
ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν
θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί
σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον
πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῷσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμέ νον.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α' Στιχολογίαν
1

ὁ α’ χορός
Ἦχος πλ. α'. Τὸν συνά ναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ
τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημ άτων ὡς
Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
ὁ β’ χορός
Δόξα Πατρί...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας
τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρο ὺς
ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκ έπη τῶν προστρεχόντων ε ἰς σ έ,
χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θε όν,
πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον
σου.
Μετὰ τὴν β' Στιχολογίαν
ὁ β’ χορός
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκ ύνησιν, ὁ
Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολ όγησε, κ ἀγ ὼ
ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ π άλιν δε ίξεις με ἁλι έα βυθο ῦ;
ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.
ὁ α’ χορός
Δόξα Πατρί...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευρ άν
σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ
ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν
ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ
πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν
δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
• ·
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ
Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας
ἐλευθερώσαντα.
ὁ β’ χορός
• ·
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ
Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ
γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
2

αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. ὁ β’ χορός Ἀντίφωνον Β’ 3 . Κύριε.. Ἀγγέλου τρανῶς. ἴθυνε πρὸς ταύτην δέ. ἐλυτρώσω Παρθένε. Τί μετὰ νεκρῶν.. ὁ β’ χορός • · Εὐλογητὸς εἶ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι. ἀλλ' ἐπέστη. πρὸς αὐτὰς ὁ Ἄγγελος. ὡς Θεὸς γάρ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου. Δόξα σοι ὁ Θεός. Κύριε. Ἀποστόλοις εἴπατε.. χαρμονὴν δὲ τῇ Εὔᾳ.. τὴν Ἁγίαν Τριάδα. τὴν Ἀνάστασιν τοῦ Κυρίου. ὁ β’ χορός Ἀλληλούϊα. μὴ κλαίετε. α' Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι. Λίαν πρωΐ. Ἅγιος. δίδαξόν με τὰ δικαιώματά σου. μετὰ μύρων ἐλθοῦσαι. ΑΝΑΒΑΘΜΟΙ ὁ α’ χορός Ἀντίφωνον Α’ Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς. ὁ β’ χορός Καὶ νῦν. ὁ α’ χορός Ἀλληλούϊα.. Ἀλληλούϊα. σὺν τοῖς Σεραφείμ. Μυροφόροι ἒδραμον. Ἡ Ὑπακοὴ Ἦχος πλ. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Σῷτερ ἐνηχοῦντο.. τὸν ζῶντα λογίζεσθε. Τριαδικὸν Προσκυνοῦμεν Πατέρα.• · Εὐλογητὸς εἶ. ἐξανέστη τοῦ μνήματος. τὴν Ἀνάστασιν δέ. Μυροφόροι γυναῖκες.. ὁ α’ χορός Δόξα Πατρί. πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι. πρὸς τὸ μνῆμά σου. Δόξα σοι ὁ Θεός. ὁ β’ χορός Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί.. Ἀλληλούϊα. τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀλληλούϊα. ὁ α’ χορός Δόξα Πατρὶ. ἐν μιᾷ τῇ οὐσίᾳ. τὸν Ἀδὰμ ἁμαρτίας. καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι. ῥεύσαντα ζωῆς. ᾄδω σοι Σωτήρ μου. Θεοτοκίον Ζωοδότην τεκοῦσα. συνεργοῦντος τοῖς θαύμασι. Ἅγιος εἶ.. Δόξα σοι ὁ Θεός. καὶ τὸ Ἅγιον Πνεῦμα. Ἁγίῳ Πνεύματι. Καὶ νῦν. θεϊκῷ ἔρωτι πτερουμένοις. ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. πρὸς αὐτὰς φθεγγομένου.. περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀορ άτοις. Ἅγιος. αὐτοκρατ ὲς γ ὰρ ὂν. δίδαξόν με τὰ δικαιώματά σου. καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος. καὶ τὸν τούτου Υἱόν τε. Ἀλληλούϊα. ὁ α’ χορός Ἀλληλούϊα. Κύριε. καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται. κράζοντες τό. Ἀλληλούϊα. Ἀλληλούϊα. ἀντὶ λύπης παρέσχες.

θεολογοῦντες φῶμεν΄ Σὺ εἶ Θεός. ὁ α’ χορός Ἀντίφωνον Γ’ Ἐπὶ τοῖς εἰρηκόσι μοι. ὁ συντρίβων πολέμους.ἅμα τε καὶ Λόγῳ.Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν. α'. ἔρως.. δεῦρο ἐκεῖσε.. . ὡς ἐν Πατρί.. Ὁ Εἱρμὸς Ἵππον καὶ ἀναβάτην. Χριστὲ ἱπταμένη. σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. ὁ β’ χορός Ἐπὶ οἶκον Δαυΐδ. Κύριε. ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.. ὅθεν βοήθεια ἥκει. ἐπινίκιον ὕμνον ᾄδοντα. σκαιωρίας πάσης περιφυλαξάτω. ὁ β’ χορός Ἀνάστηθι Κύριε ὁ Θεός μου.. ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.. εἰς θάλασσαν Ἐρυθράν. νοῦς. Κύριε. σὺ χρηστότης. τὰ φοβερὰ τελεσιουργεῖται. Ἀνάστηθι Κύριε ὁ Θεός μου. Χριστὸς ἐξετίναξεν. ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἐξομολογήσομαί σοι. ὁ β’ χορός ὁ α’ χορός Προκείμενον Ἀνάστηθι Κύριε ὁ Θεός μου.. πῦρ γαρ ἐκε ῖ φλ έγον. ἐν ὑψηλῷ βραχίονι. ὁ β’ χορός ΕΙΔΗΣΙΣ Κατὰ τὸ ἰσχῦον Τυπικὸν Γεωργίου Βιολάκη τὸ Ἑωθινὸν Εὐαγγέλιον λέγεται μετ ὰ τοὺς κανόνας καὶ τὴν η΄ ᾠδὴν τῶν κατα βασιῶν. ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.. Καὶ νῦν.. . ὁ α’ χορός Στίχ. 4 .. ὁ α’ χορός Δόξα Πατρὶ. Ἰσραὴλ δὲ ἔσωσεν. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου.. Ἐνταῦθα δέ.. ὅπου τηρεῖται ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου μετὰ τοὺς ἀναβαθμούς. ὁ β’ χορός Στίχ. ἅπαντα α ἰσχρ ὸν νοῦν. ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος εἰς δ´ ὁ α’ χορός ᾠδὴ α' Ἦχος πλ.. ζωαρχικὴ ἀξία.. Ἁγίῳ Πνεύματι. Καὶ νῦν.. ὁ β’ χορός Δόξα Πατρὶ. χαρ ᾶς πολλ ῆς πλησθε ὶς ε ὐχ ὰς ἀναπέμπω... ζωή. ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται.. φῶς. Ἁγίῳ Πνεύματι. ὁ α’ χορός Δεξιά σου χεὶρ κἀμέ.

Ἀνοίξω τὸ στόμα μου Ῥητόρων οἱ ἔνθεοι καὶ θεολόγων οἱ πρόκριτοι καὶ γλῶσσαι θεόφθογγοι. ζωῆς ὁδὸς ὁδηγοῦσά με. καὶ μετεωρίσας ἀσχ έτως βρ ίθουσαν. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν. ὁ α’ χορός Στίχ. Ἑβραίων συναγωγή. παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες. τοῦ συνωνυμοῦντός σοι. δεῦτε συνέλθετε εἰς ἑνότητα ὑμνῆσαι κατ’ ἀξίαν τὸν πνευματοῤῥήτορα θεῖον Γρηγόριον. τοῦ Ἁγίου ὁ α’ χορός ᾠδὴ α’. Ἐκ βρέφους ἐπόθησας. ζωοδότα ἀπτώτως. ἀπεπλανήθην γὰρ καὶ πρὸς βάραθρα κακίας ὀλισθαίνω. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς. 5 . τῷ βόθρῳ ἐπικλυσθείς. Κύριε. Ὁ Εἱρμὸς Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου. ἐπὶ τὴν ἀσάλευτον Χριστέ.. πρὸς θεῖα σκηνώματα. τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι. ὁ β’ χορός Στίχ. τὴν Ἐκκλησίαν σου στερ έωσον. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. Θεοτοκίον Λέλυται ἡ κατάρα. ἡ λύπη πέπαυται. Χριστὸν τοῖς πέρασι.Σὲ ἡ ἀκανθηφόρος. Χριστὲ ἀνασχόμενος. Θεοτοκίον Γενοῦ μοι Πανάμωμε. Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες.. τῆς ἀκάνθης τὸ ἐπιτίμιον. οὐ στοργὴν εὐεργέτα. Ἦχος δ’. εὐεργεσίαν σοι ἠμείψαντο. Κύριε. Ὑπεραγία Θεοτόκε. ἡ γὰρ εὐλογημένη. μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. ὁ β’ χορός Στίχ. ὁ μέγας Γρηγόριος. ἀνευφημείσθω μοι. καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς. θεῖε Γρηγόριε. καὶ κεχαριτωμ ένη. ὁ β’ χορός Στίχ. πέτραν τῶν ἐντολῶν σου. σῶσον ἡμᾶς. πιστο ῖς χαρὰν ἐξανέτειλεν. ὁ α’ χορός Στίχ. ἐξ ὧν με ἀνάγαγε τῇ μεσιτείᾳ σου. ὁ α’ χορός Δόξα Πατρὶ . ὁ β’ χορός Καὶ νῦν. Κύριε. τὸν γενάρχην λύοντα. ἔστερξας φρόνημα καὶ ὁμότροπος καὶ σύμφρων ἀνεδείχθης. σο ὶ προσενηνόχασι Χριστέ. κρείττονα βίον καὶ τέλειον Πάτερ ἐκ νεότητος. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου. ὄξος δ' ἀντὶ τοῦ μάννα. μύρῳ με εὐωδίασας. Ἤγειράς με πεσόντα. πρὸς σὲ φυλ άξασα. Στίχ.. μητρικὴν Χριστὲ ἐστεφάνωσε. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν. ἀπειράστως θείας οὐσίας. εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα. Ὁ στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος.. ὁ Ἀναστάσιμος ὁ α’ χορός ᾠδὴ γ'.

• · Χαῖρε τῆς ἀκτίστου θεότητος Ἄγγελε. ἵνα κράζωμεν΄ Χαῖρε Κῆρυξ τῆς χάριτος. Κοντάκιον. Σοφίας μωρὰς τῶν κακοδόξων. • · Χαῖρε δι' οὗ τὸ σκότος ἠλάθη. Ὑπεραγία Θεοτόκε. καὶ πάσας ἐκκρουόμεθα. ἐξέστησας ἡμᾶς. τὴν ἐνέργειαν εἰπών. τὰ σαθρὰ τούτων φρυάγματα. τὴν Θεοῦ φύσιν εἰπών. Νεκρώσας σαρκὸς τῆς φθειρομένης πᾶσαν ἡδυπάθειαν σοφὲ ἀσκητικῶς ἐζώωσας ψυχῆς σου τὰ κινήματα καὶ ταύτην θεῖον ὄργανον. θεολογίας ἀνέδειξας.. Τῇ ὑπερμάχῳ στρατηγῷ Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον. Θεοτοκίον Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι.Θεοτοκίον Ἐν γνώσει φρενῶν καὶ προαιρέσει αἰσχράν τε καὶ ἄσωτον ζωήν. ἔπεισας ταῦτα. χαῖρε. Ἀλλ' ὡς νοῦς Νοΐ τῷ πρώτῳ παριστάμενος. σεσαρκωμένον γ ὰρ ἐκ ύησας. τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων. ἄνευθεν ὠδίνων μητρικῶν. ὁ β’ χορός Στίχ. τὴν ζωὴν ἐν τάφῳ Χριστ ὲ κατ έθεντο. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν. ἀλλὰ στοργῇ τῇ θείᾳ με Παρθένε Θεονύμφευτε. ὁ α’ χορός Δόξα Πατρί. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε Τὰ ῥεῖθρα τῶν θείων διδαχῶν σου φυλάττοντες πᾶσαν μηχανὴν τῶν κακοδόξων φεύγομεν.. ὁ β’ χορός Στίχ. δι' οὗ τὸ φῶς ἀντεισῆλθε. πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον. ὕψος ἀνεπίβατον. ὁ β’ χορός Καὶ νῦν. ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοΐ τε καὶ σαρκὶ χρώμενος. Ὁ Οἶκος Πρὸς τὸ «Ἄγγελος πρωτοστάτης» Ἄγγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀῤῥήτων.. σοῖς ἱεροῖς συγγράμμασι. τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος. ἐπιμελῶς ἠγάπησα. ἀλλ' αὐτεξουσίως ἀναστάς. φάλαγγας τούτων Γρηγόριε. ἔχων ἐν τῇ καρδίᾳ σου δι' ἧς μετ' ἤχου ἔθραυσας. σοφίαν ἐνυπόστατον. πᾶσι πιστοῖς παρέσχες. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν. σῶσον ἡμᾶς. τοῦ Ἁγίου ὁ α’ χορός ᾠδὴ γ’ Στίχ. • · Χαῖρε. βάθος δυσθεώρητον.. Λόγον ὀρθοδόξως κηρύττομεν. ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν. θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεοῤῥῆμον.Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι. χαῖρε. χαῖρε τῆς κτιστῆς καὶ μωρὰς ὄντως ἔλεγχε. ὅθεν σε Θεοτόκον. τὴν μυστικῶς ἐπισκιάζουσαν.. δέσμευσον θείᾳ πρεσβείᾳ σου.. 6 . διέλυσας Μάκαρ τοῦ Θεοῦ. καὶ βοᾶν σοι θεοῤῥῆμον. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός Δόξα Πατρί. τῶν ὀρθοδόξων καλῶς. πρεσβεύων μὴ ἐλλίπῃς Χριστῷ. τῆς ἁμαρτίας νεκροῦντα. δι' οὗ ἡ ἀλήθεια λάμπει.. καὶ κόσμον ἐφώτισας. καὶ κατάβαλε θράσος τῶν ὁπλιζομένων ἀθέων. προβλεπτικῶς ὁ Ἀββακούμ. τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ. ὁ α’ χορός Στίχ. ὁ α’ χορός Στίχ... Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι. Ταχὺ προκατάλαβε Τὴν πλάνην κατέφλεξας. τῶν Ὀρθοδόξων καὶ Ποιμένα ἀγαθόν. τῷ πρωΐ σὺν τῷ Χριστῷ.• · Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας. . καὶ μετὰ τόκον Παρθένος. Κύριε. • · Χαῖρε Κῆρυξ τῆς χάριτος. ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ ὁ β’ χορός Ἦχος δ’. χαῖρε. Ἔδυς ὁ γλυκύτατος ἐπὶ τὴν γῆν Ἥλιος τῷ νόμῳ τῆς φύσεως΄. ὅθεν τροπαιοφόρος νικητὴς ἀνεδείχθης. ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.. χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε. σωθῆναι πάντας ἡμᾶς.. 7 . Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. σῶσον ἡμᾶς.. Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. τῶν δυσφήμων γλωσσάλγων πράϋνον μηχανίας. χαῖρε. • · Χαῖρε. Εἰς σωτηρίαν λαοῦ σου. δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος. φωστὴρ ὁ δείξας τὸν Ἥλιον. τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. ὁ β’ χορὸς Στίχ. ὡς ἐν εἰκόνι προτυπῶν. τῶν κακοδόξων Σοφὲ τὴν πίστιν ἐτράνωσας. τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας. Κύριε. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν Ἀνοίξας τὸ στόμα σου Πάτερ σοφὲ τοῦ Θεοῦ σοφίαν ἐκήρυξας. Θεοτοκίον Ταχὺ δέξαι Δέσποινα. Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα. σβέσον τὰς περιστάσεις. τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας. στῦλος τῆς Ἐκκλησίας. ἀδιαφθόρως ἐν γαστρί. ἀνατελεῖς δέ. κατὰ γλυκείας ἐδωδῆς. τὰς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ Κυρία Πανάμωμε. Ἥλιος ὁ ἀνέσπερος πάντας ἐποπτεύων πρεσβείαις σου. κατὰ φθορᾶς δὲ θανάτου. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. ἀληθὴς Ἱεράρχης. Ἔδειξεν ἡ χάρις σε Μάκαρ Θεοῦ. • · Χαῖρε. Καὶ νῦν. καὶ Θεολόγον δεύτερον. ἣν ἐμελέτας ἐν καρδίᾳ σου ἀεί΄ καὶ Βαρλαὰμ τὸν μάταιον ἄφρονα καὶ ἄνουν ἀπέδειξας. καὶ πρ ὶν ὠδιν ῆσαι τ έτοκας. καὶ τῆς ποίμνης ἄγρυπνον φύλακα. ὁ α’ χορὸς Στίχ. χολὴν Σωτήρ μου προσίεσαι. ὁ β’ χορός Στίχ. ὁ Ἀναστάσιμος ὁ β’ χορός ᾠδὴ δ'. Ἄχραντε κατὰ τῶν δούλων σου. Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως.Ὁ Εἱρμὸς Τὴν θείαν ἐννοήσας σου κένωσιν. Ὑπεραγία Θεοτόκε. καύχημα καὶ στήριγμα μέγιστον. ὁ α’ χορός Δόξα Πατρί. Θεοτοκίον Ἐκτὸς μὲν συναφείας συνέλαβες.

Θεοτοκίον Ὦτά μοι διάνοιξον τὰ τῆς ψυχῆς. ἐλευθ έραν ἔδρασας ἀρᾶς.. γνωρίζει γῆ καὶ θάλασσα στήλην ἱερὰν Ὀρθοδοξίας καὶ ὁπλοθήκην θείων δογμάτων σεπτὴν σοφὸν θεολόγον ἱερόν. σῶσον ἡμᾶς.. καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος. Ὑπεραγία Θεοτόκε. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Οἱ λόγοι σου Πάνσοφε καὶ τὰ σεπτὰ συγγράμματα. κατεβάλου σπέρματα. καὶ ἱεροῖς συγγράμμασιν ἔτεμες αἱρέσεις ἀκανθώδεις. καὶ σοὶ κραυγάζω. ἀφράστως προμηθούμενος. τ ῇ σαρκ ὶ γευσάμενος. Κοινὸν σε Διδάσκαλον. Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος. ὁ β’ χορός Καὶ νῦν. νέκταρ ἀμβροσία γλυκασμός. πρὸς σὲ ὀρθρίζω. φθορᾶς θανάτου ἀδιαφθόρως. σαῖς πρὸς τὸν οἰκτίρμονα Θεὸν ἱεραῖς δεήσεσιν. ὁ Ἀναστάσιμος 8 .Ὁ Εἱρμὸς Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.. Σὺ με μετημφίασας. ἐπὶ τοῦ ξύλου ἠτιμωμένος. Κύριε. τὴν θείαν μοι δόξαν. ὁ α’ χορός Στίχ.. καὶ θείους ἐνωτίζεσθαι λόγους. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ἐξέστη τὰ σύμπαντα Δρεπάνῃ τῶν λόγων σου... Θεοτοκίον Ῥείθροις κατανύξεως. Ἱεράρχα Γρηγόριε. Ὁ τῆς δόξης Κύριος.. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. ὁ β’ χορός Στίχ. καὶ ἀπολύτρωσιν ἡμῖν. ἄχραντε ἀπόπλυνον Παρθένε καὶ μετανοίας τρόπους μοι δώρησαι. τοὺς ῥύπους τῆς καρδίας μου. ὁ Ἀναστάσιμος ὁ α’ χορός ᾠδὴ ε’.... σύσκηνον συμμέτοχον Ἀποστόλων ὁμότροπον. ὃν ἀῤῥήτως ἐγέννησας. . καὶ ζιζανίων νόθα βλαστήματα. ἥδυσμα Γρηγόριε καὶ πηγὴ ζῶντος ὕδατος. ὁ β’ χορός Στίχ. πρὸς ἀφθαρσίαν Χριστέ. ἐν ἀδοξίας μορφῇ. διανοίξαντα κωφοῦ. Χριστὲ ὡς μόνος εὔσπλαγχνος. δρόσος οὐρανία μέλι πέτρας ἄρτος Ἀγγέλων τοῖς ἐντυγχάνουσι. Μῆτερ τοῦ Θεοῦ ἡ γεννήσασα τὸν πρὶν τὰ ὦτα. τῆς Ὀρθοδοξίας δ’ εὐσεβῆ.. ὁ α’ χορὸς . ἑκουσίως κρέμαται. Κύριε. Θεοτοκίον Σὺ δικαιοσύνην τε. τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην.. ὁ β’ χορός . τεκοῦσα Χριστὸν ἀσπόρως. ὁ α’ χορὸς Δόξα Πατρὶ. ὁ β’ χορός Στίχ.. καὶ πληροῦν καταξίωσον. ὁ α’ χορός Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου..ὁ α’ χορὸς Καὶ νῦν.

ὁ α’ χορὸς Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὴν θείαν ταύτην καὶ πάντιμον Ἐῤῤάγη μάταιον φρύαγμα καὶ γλῶσσα Βαρλαὰμ τοῦ παράφρονος. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὴν θείαν λύραν τοῦ Πνεύματος τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν. καὶ θανάτου τὸ κ έντρον Χριστὲ συνέτριψας. Κύριε... λέγων τό. παρηκ όου βρ ώσεως γευσ άμενος. ὁ α’ χορός Στίχ. καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε. καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον. διαβιβ άζουσα πρ ὸς θε ῖον ὅρμον ἀκύμαντον τὴν ζάλην τῶν παθῶν μου. Δέσποτα Χριστέ. καὶ ἐκ φθορᾶς. καταπραΰνουσα. Εἰς φθορὰν κατώλισθεν. ὁ β’ χορὸς Στίχ. Δέσποτα Χριστέ. Κοντά κιον Ἦχος πλ.. καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου. καὶ διανοίας ὀξύτητι τοῦ σοφοῦ Βασιλέως καὶ σοῦ Γρηγόριε. Κύριε. Διὸ πάντες σοι κράζομεν. ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. καὶ φθορᾷ τῷ φθείραντι γενόμενος. διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν. τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας. ἀπεβάλοντο τὸν θρῆνον. σῶσον ἡμᾶς. α'. Μιμητὴς ὑπά ρχων Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας. Σῶσον ἡμᾶς Κύριε. Ὑπεραγία Θεοτόκε.. ὁ α’ χορός Στίχ. ἐγὼ τὸν κόσμον νενίκηκα. Λαοῦ ποτὲ προηγούμενος ὡς στῦλος τοῦ πυρὸς τοὺς τῆς Πίστεως ἐχθροὺς κατέφλεξας.. καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος. διὸ πάντες σοι κράζομεν. λόγοις καὶ δόγμασι. ἐν χερσὶ τὸν φ έροντα τ ὰ σ ύμπαντα. Δέσποτα Χριστέ. ἀπαγγέλλουσαι αὐτοῖς. τῶν παθῶν τὴν θάλασσαν κατεύνασον. ὁ β’ χορός Στίχ. Θεοτοκίον Γενοῦ μοι πάναγνε Δέσποινα γαλήνη καὶ λιμὴν παρακλήσεως. ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.ὁ β’ χορός ᾠδὴ ς’ . καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς. ἀνάγαγέ με ὡς εὔσπλαγχνος. σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς. ὁ β’ χορός Δόξα Πατρὶ. καὶ τεκοῦσα.Ὁ Εἱρμὸς Μαινομένην κλύδωνι. κα ὶ το ὺς δεσμ ίους ἐῤῥυσάμην.. προσχαρε ῖς γενόμεναι. πρὸς τὸν ᾍδην. ὁ Γενάρχης. ὅτι προάγω ὑμᾶς. τὴν θεολόγον γλῶσσαν. ψυχοφθόρῳ. ἐφώτισας θεόφρον Πάτερ Γρηγόριε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς. ὕμνοις τιμήσωμεν. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. Ὁ Οἶκος Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα. Σῶσον ἡμᾶς Κύριε. Ἡ ζωὴ κατήντησας. Θεοτοκίον Ἡ Παρθένος ἔτεκε. Θεοῦ μυστήρια Θεσσαλονίκης τὸν Πρόεδρον. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου. ὁ α’ χορὸς Καὶ νῦν. 9 . θαρσεῖτε. τῶν δὲ πιστῶν τὰ συστήματα. ἔμεινεν ἁγνή. Χαίρετε.

ὡς ἐλέγξεως ὕδωρ. ᾧ προσβὰς Πάπα. • Τῇ δεκάτῃ ἕκτῃ ἐντεῦθεν ἀπῆρε Σαβῖνος. • Ἐδὲμ κατοικεῖ τὴν παλαιὰν Πατρίδα. • Ἀνδροκτόνοι κτείνουσι Μαρτυροκτόνοι. • Εὐανδρίας ἔλεγχος ἦν τῆς Σαβίνου. • Ἐνδημίαν δὲ πρὸς Θεὸν μᾶλλον φάναι. Τῇ αὐτῇ ἡμέρᾳ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα. Στίχοι • Χορὸν δέκανδρον Μαρτύρων διὰ ξίφους. ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ. Κυριακῇ δευτέρᾳ τῶν Νηστειῶν. Στίχοι • Τιμῶμεν. • · Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος. Στίχοι • Δεσμῇ πέδαις εἰς δένδρον. Ἰωάννη. Στίχοι • Σορῷ καλυφθεὶς θαυματουργὸς Ἀνίνας. μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ. Στίχοι • Ῥεῖθρον Σκαμάνδρου. Τῇ αὐτῇ ἡμέρᾳ. Σῶτερ. 10 . Στίχοι • · Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ. ὁρμῶν πρὸς ξίφος. • Ζακχαῖος οἷα Χριστὸν ἐκπνεύσας βλέπεις. σὴν ἐκδημίαν. ἐν εἰρήνῃ τελειοῦται. ὁ Ἅγιος Ἰωάννης. • Οὐ συγκαλύπτει τὴν χάριν τῶν θαυμάτων. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου. ὁ Ἅγιος Μάρτυς Ῥωμανὸς ὁ ἐν τῷ Παρίῳ. οἱ Ἅγιοι Δέκα Μάρτυρες. Στίχοι • Τὸ πρὸ σὲ φίλτρον εἰς ἀγῶνας δεικνύει. Τῇ αὐτῇ ἡμέρᾳ.Συναξάριον Τῇ ΙϚ' τοῦ αὐτοῦ μηνός. ἐν εἰρήνῃ τελειοῦται. ὁ ἐν Ῥουφιαναῖς. ὁ Ἅγιος Ἀλεξανδρίων Πάπας Ῥώμης. • Ὁ Ῥωμανός σου. Στίχοι • Ῥώμης παλαιᾶς Ἀλεξανδρίων Πάπας. οἱ ἐν Φοινίκῃ ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνίνα τοῦ θαυματουργοῦ.

. ὁ β’ χορός ᾠδὴ η’ Στίχ. ΚΑΤΑΒΑΣΙΑΙ ὁ α’ χορός Ἦχος δ’. ἐλέησον καὶ σῶσον ἡμᾶς.. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ. πᾶσι τοῖς ὑμνοῦσί σε. ὁ α’ χορός ᾠδὴ ε’ Ἐξέστη τὰ σύμπαντα. Ἡ Τά ξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. Ἀμήν. θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον. τοὺς κραυγάζοντας. τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. καὶ ἐν ἁγίοις ἐπαναπαύῃ. Ὑπερύμνητε. καὶ Θεὸς εὐλογητὸς εἶ..Ταῖς αὐτῶν πρεσβείαις. καὶ ἐν τῇ θείᾳ δόξῃ σου.. ὁ Θεός. καὶ ὀφθήσομαι. προσκυνοῦμεν τὸν Κύριον. τότε μὲν τυπούμενος. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα. ὁ α’ χορός . ὁ β’ χορὸς 11 . τὴν οἰκουμένην ἅπασαν. Αἰνοῦμεν. ἀλλ ὰ πυρὸς ἀπειλ ήν. ἀγείρει ψάλλουσαν. τῆς Θεομήτορος. ὁ τόκος τῆς Θεοτόκου διεσώσατο. ὁ α’ χορὸς Ἦχος β’. χαίροντες ἔψαλλον. σὺ γὰρ ἀπειρόγαμε Παρθένε. νῦν δὲ ἐνεργούμενος. παρὰ τὸν κτίσαντα. ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν. ὡς ζῶσα καὶ ἄφθορος πηγή. ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος. ὁ β’ χορός ᾠδὴ ς’ Τὴν θείαν ταύτην καὶ πάντιμον. εἰς πάντας τοὺς αἰῶνας. τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε. εὐλογοῦμεν. ἐπὶ τῇ θείᾳ δόξη σου.. τῇ Βασιλ ίδι Μητρί. ὁ α΄ χορὸς Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. στεφάνων δόξης ἀξίωσον. τῇ κτίσει οἱ θεόφρονες. ὁ β’ χορός ᾠδὴ δ’ Ὁ καθήμενος ἐν δόξῃ. ταύτης τὰ θαύματα. καὶ τέτοκας ἄχρονον Υἱόν. καὶ λόγον ἐρεύξομαι.. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ τῶν Πατέρων Κύριος. ἀνδρείως πατήσαντες. Δόξα Χριστὲ τῇ δυνάμει σου. ὁ α’ χορός ᾠδὴ ζ’ Οὐκ ἐλάτρευσαν. καὶ ὑπερυψοῦτε. ἐν νεφέλῃ κούφη. φαιδρῶς πανηγυρίζων. σωτηρίαν βραβεύοντα. Ἀμήν. τελοῦντες ἑορτὴν οἱ θεόφρονες. δεῦτε τὰς χεῖρας κροτήσωμεν.. ᾠδὴ α’ Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος. ὁ β’ χορός ᾠδὴ γ’ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε. ἐπὶ θρόνου θεότητος. καὶ ᾄσω γηθόμενος.

οἳ λέγουσιν αὐτὸν ζῆν. Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου. ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ. καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ὁ Διάκονος: Πρόσχωμεν. καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ. καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. ὑπέστρεψαν εἰς Ἱερουσαλήμ. 24. ὅτι ἠγέρθη ὁ Κύριος ὄντως. ἀφ' οὗ ταῦτα ἐγένετο. καὶ ἐστὲ σκυθρωποὶ. Καὶ παρεβιάσαντο αὐτόν . ὁ α’ χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι. καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς. ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον.12-35 ) Τῷ καιρῷ ἐκείνῳ. ὁ β’ Χορὸς: Καὶ τῷ Πνεύματί σου. Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί. καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε. πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. καὶ ὤφθη 12 . ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. Ὀρθοί. ὁ α’ χορὸς Κύριε. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς. καὶ κλάσας ἐπεδίδου αὐτοῖς. εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ. καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς. Ποῖα. Ἀποκριθείς δὲ ὁ εἷς. καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον. ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου. δόξα σοι. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται.Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον.. ὁ α’ χορὸς Δόξα σοι Κύριε. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ' αὐτῶν. καὶ εἶπεν αὐτοῖς. διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς. ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ. ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. λαβὼν τὸν ἄρτον εὐλόγησε. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες.. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ. λέγοντες΄ Μεῖνον μεθ' ἡμῶν. λέγοντας. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο. ἐλέησον (γ') ὁ Διάκονος: Σοφία. Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν. Οἱ δὲ εἶπον αὐτῷ. ᾧ ὄνομα Κλεόπας.

Δεῦτε πάντες οἱ πιστοί. δόξα σοι. • · Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. προσκυνήσωμεν Ἅγιον. προσκυνοῦμεν. • · Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’ • · Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. • · Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 13 . πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ. τὰ χείλη μου ἀνοίξεις. • · Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. • · Κύριε. Κύριον. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς. καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. • · Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. • · Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς. Κύριε. Κύριε. καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. • · Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου. • · Ἀγάθυνον. θανάτῳ θάνατον ὤλεσεν. • · Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. • · Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. ὁ α’ χορὸς Δόξα σοι. ὁ Θεὸς τῆς σωτηρίας μου. Χριστέ. ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν.Σίμωνι. • · Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον. τὸ ὄνομά σου ὀνομάζομεν. • · Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. • · Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. • · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. • · Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάμενοι. ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. • · Θυσία τῷ Θεῷ. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν.

Ἦχος πλ.. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον. σὲ μεγαλύνομεν. ὀρθρίζει γ ὰρ τὸ πνε ῦμά μου. Τὴν Τιμιωτέραν. ὡς ῥᾳθύμως τὸν βίον μου. β’ Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου. αἰσχραῖς γὰρ κατεῤῥύπωσα. τρέμω τὴν φοβερ ὰν ἡμέραν τῆς κρίσεως. πάσης ἀκαθαρσίας. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γ ὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ὁ α’ χορός Στίχ. • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ὅλον ἐκδαπανήσας. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός. τὴν ὄντως Θεοτόκον. τ ὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν. Θεοτοκίον Ἦχος ὁ αὐτὸς Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους. ὁ α’ χορὸς Δόξα Πατρὶ... καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τ ῶν Σεραφείμ.... καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.Ἐλέει καὶ οἰκτιρμοῖς. ναὸν φέρον τοῦ σώματος. 14 . καὶ ἐλέησόν με ὁ Θεός. Εἶτα ὁ α’ χορὸς Στίχ.. Τὴν Τιμιωτέραν. κατὰ τὸ μέγα σου ἔλεος. Τὴν Τιμιωτέραν. ἀλλ' ὡς οἰκτίρμων κάθαρον. εὐσπλάγχνῳ σου ἐλέει. ἐννοῶν ὁ τάλας.. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς. Ἦχος πλ. ὁ α’ χορός Στίχ. ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου. Τὴν Τιμιωτέραν. ὅλον ἐσπιλωμένον. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς. ὁ β’ χορός Στίχ. τὴν ψυχὴν ἁμαρτίαις. ὡς ὁ Δαυΐδ βοῶ σοι. διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδ ίας αὐτῶν... πρ ὸς να ὸν τ ὸν ἅγιόν σου. καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμ ῶν σου. Καὶ νῦν.. ταῖς σαῖς πρεσβείαις ῥῦσαί με.. καὶ ἠγαλλίασε τὸ πνεῦμ ά μου ἐπὶ τῷ Θε ῷ τῷ σωτῆρί μου.δ’ Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα. ὁ β’ χορός Στίχ. Ἐλέησόν με ὁ Θεός.. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ.. Θεοτόκε.. ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’) ὁ α’ χορός Στίχ...• · Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. πεινῶντας ἐν έπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ.. ἐξάλειψον τὸ ἀνόμημά μου.

εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον. Ὅμοιον Δέσποινα πάντων Ἄνασσα.. ὁ β’ χορός τοῦ Ἁγίου ὅμοιον Χαῖρε Πατέρων καύχημα θεολόγων τὸ στόμα. ΑΙΝΟΙ ὁ α’ χορός Ἦχος πλ. ὧν ψυχαὶ καὶ καρδίαι. τῆς Θεομήτορος. ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ.. ὁ β’ χορός Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. ὁ α’ χορός Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. ὤφθη τε καὶ τῷ Πέτρῳ. Καταβασία ὁ α’ χορός ᾠδὴ θ’ Ἅπας γηγενής. τῆς ἡσυχίας σκήνωμα. λαμπαδουχούμενος. τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. σκιρτάτω τῷ πνεύματι. ὁ β’ χορός .ὁ β’ χορός Στίχ. Χαίροις παμμακάριστε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. βήματι τοῦ Υἱοῦ σου τῷ φοβερῷ.. καιόμεναι ἐτύγχανον. πανηγυριζέτω δέ. α’. πράξεως χαῖρε ὄργανον θεωρίας ἀκρότης θεραπευτά. ἠγέρθη.. Θεοτόκε ἁγνή. μνησθῆναι ἐλέους.μὴ Σατὰν ἡμᾶς λάβῃ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. μὴ ᾅδης μὴ ἀπώλεια. Πνεύματος χαῖρε τέμενος καὶ θανὼν καὶ ζῶν Πάτερ. τῶν Διδασκάλων ἀκρότης πέλαγος τὸ τοῦ λόγου. οἷς περ καὶ ἐπεγνώσθη. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ ὁ α’ χορός Ἦχος β’ Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις. ὁ α’ χορός Θεοτοκίον. Τὴν Τιμιωτέραν.. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. τὰ ἱερὰ θαυμάσια. μεθ' ὧν. ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν. καὶ Γραφαῖς ἡρμήνευεν. κράξωμεν. ἀειπάρθενε. ἀνευθύνους ἅπαντας παραστῆναι. ἃ ὑπέστη. τῆς σοφίας ὁ οἶκος. φύσις γεραίρουσα. ὁ α’ χορός ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε' Ἡ ζωὴ καὶ ὁδὸς Χριστός.. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ.. ὢ Θεομῆτορ Δέσποινα.ποίησον σαῖς πρεσβείαις.. πρόφθασον ἐν κινδύνοις πρόφθασον ἐν ταῖς θλίψεσι πάρεσο ἐν ἀνάγκαις τῆς τελευταίας ἡμέρας . 15 . ὁ β’ χορός Ὅτι ἅγιος ἐστι. καὶ τῶν νόσων τῶν ἀνθρωπίνων. ἀΰλων Νόων. καὶ βοάτω. καθὼς ἐλ άλησε πρὸς το ὺς πατέρας ἡμῶν.

ὁ α’ χορός Στίχ. Κύριε. σάλπιγγος. ὃ ἀνυμνοῦσιν. πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου. αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. προῆλθες ἐκ τοῦ μνήματος. οἱ φυλάσσοντές σε στρατιῶται. εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον. τοῦ μνήματος ἀνέστης. χάριν θαυμάτων πλουτεῖς δὲ παρὰ Θεοῦ ἣν παρέχεις τοῖς τιμῶσί σε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Κύριε. ὁ β’ χορός Στίχ. εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου.. ὅτι ἀνέστη ἐκ νεκρῶν. Μέγα σου τὸ ἔλεος. δεικνύων αὐτοῖς τὰ τοῦ σώματος π άθη. καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ. ἀμφότερα γ ὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι. πεφανέρωται δὲ τὰ θαύματα. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. ἀπόδος ἡμῖν ἀγαλλίασιν. ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου. καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος. ὁ β’ χορός Στίχ. ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις. ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας. Στιχηρὰ Ἀναστάσιμα δ’. μώλωπας ὑπ ήνεγκας. 16 . ἐλέησον ἡμᾶς.ὁ β’ χορός Αἰνεῖτε αὐτόν. αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων. Τὴν μακαρίαν ἐν κόσμῳ. ἀκατάληπτε Σωτήρ. ὁ ἐν σπηλαίῳ τηρούμενος. Τῶν οὐρανίων ταγμάτων Τὴν μακαρίαν ἐν κόσμῳ ζωὴν διήνυσας. ἀκατ άληπτε Σωτ ήρ. ὡς πρᾷος οἰκεῖς Ἱεράρχα Γρηγόριε. ἐν π ίστει τὸ μυστήριον. οὐκ ᾔσθοντο πότε ἀνέστης. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ. αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Μέγα σου τὸ ἔλεος. Κύριε. τοῦ ἰδεῖν σε τὸν Χριστόν. τὸν δι' ἡμᾶς παθόντα. τοῖς προσκυνοῦσιν. καταλιπὼν σου τὰ ἐντάφια. καὶ τὸ μέγα ἔλεος. τ ῷ φόβ ῳ κυλισθέντα. Στόμα Δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.. πρὸς τοὺς μαθητάς σου. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. ὁ β’ χορός Στίχ. αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. ὡς Υἱὸς δὲ τοῦ Θεοῦ. ὁ α’ χορός Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου ὁ α’ χορός Ἦχος α’ Στίχ. κόσμον ἠλευθέρωσας. ὁ α’ χορός Στίχ. καὶ προσελθοῦσαι. οἱ ἀσώματοί σου Ἄγγελοι. καὶ δεσμὰ διαῤῥήξας. ἐλέησον ἡμᾶς. Κύριε. καὶ γῆν τὴν τῶν πρᾳέων. εἴπατε τοῖς μαθηταῖς. καὶ νῦν τῶν μακαρίων συνευφραίνῃ τοῖς δήμοις. οὕτως εἰσῆλθες κα ὶ τ ῶν θυρ ῶν κεκλεισμένων. πᾶσαι αἱ δυνάμεις αὐτοῦ. ὡς ἐκ σπέρματος Δαυΐδ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ. αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα. οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης.

καὶ Πίστεως τὸν σπόρον πληθύνας καλῶς. β’ Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις φῶς ἀνέτειλας Χριστέ. ὁ α’ χορός • · Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε. ἐθαύμασαν. ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός. στεῤῥὸς ἀθλητής. ὁ ἀμνὸς τοῦ Θεοῦ. Ἦχος πλ. ὁ β’ χορός • · Κύριε ὁ Θεός. ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.. καὶ ἡμεῖς ἐζωοποιήθημεν. τῷ καιρῷ τῆς ἐγκρατείας. Κύριε Υἱὲ μονογενές. τοῦ Θεοῦ καὶ φίλος γνήσιος. Ἰησοῦς Χριστός.β’ ( Ἀργή ἢ σύντομος ) ὁ α’ χορός • · Δόξα σοι τῷ δείξαντι τὸ φῶς.. ἐν ἀνθρώποις εὐδοκία. τῇ ἐπομβρίᾳ τῶν λόγων σου. καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.. ἐλέησον ἡμᾶς. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. καὶ ἀνθρώπων οἱ δῆμοι. Δόξα ἐν ὑψίστοις Θεῷ. καὶ Ἱεράρχης καὶ ἄξιος λειτουργός. καὶ γὰρ τῇ προαιρέσει. προσκυνοῦμέν σε. καὶ ἐλέησον ἡμᾶς. Ἀμήν. δι ὰ γ ὰρ το ῦ ἐκ σο ῦ σαρκωθέντος. ὁ θάνατος τεθανάτωται. κακοδοξίας Μάκαρ ἐκτεμὼν τὰς ἀκάνθας. ὁ β’ χορός • · Ὅτι σὺ εἶ μόνος Ἅγιος. καὶ Ἅγιον Πνεῦμα. Θεοτόκε Παρθένε. ἡ Ε ὔα ἠλευθέρωται. ὁ Ἀδὰμ ἀνακέκληται. ἵνα βοῶμέν σοι΄ Ἀνάστα ὁ Θεὸς ἐλέησον ἡμᾶς. ἑκατοστεύοντα στάχυν ὡς πρακτικὸς γεωργὸς Θεῷ προσήνεγκας. ὁ β’ χορός Στίχ. διὸ ἀνυμνοῦντες βοῶμεν. Ἰδιόμελον τοῦ Τριῳδίου. ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. εὐλογοῦμέν σε. σὺ εἶ μόνος Κύριος. ὁ Υἱὸς τοῦ Πατρός. Ἀγγέλων. ὁ α’ χορός Δόξα Πατρί. Πάτερ παντοκράτορ. ὁ β’ χορός Καὶ νῦν. εὐχαριστοῦμέν σοι. ὁ β’ χορός • · Ὑμνοῦμέν σε. ὁ α’ χορός • · Κύριε βασιλεῦ. διὰ τὴν μεγάλην σου δόξαν. ἡ κατάρα νενέκρωται.Ὀρθοδοξίας τὰ δόγματα κατεφύτευσας. εἰς δόξαν Θεοῦ Πατρός. καὶ ἐπὶ γῆς εἰρήνη. καὶ ἀσκητὴς ἀναδέδειξαι. Ἰησοῦ Χριστέ. καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου δεῖξον ἡμῖν. ὁ οὕτως εὐδοκήσας. ἐπουράνιε Θεέ.. Τὴν τοῦ ἀμέμπτου σου βίου Μάκαρ λαμπρότητα. ἦχος β’ (πάντοτε) Ὑπερευλογημένη ὑπάρχεις. ὁ α’ χορός • · Πρόσδεξαι τὴν δέησιν ἡμῶν. ὁ ᾍδης ᾐχμαλώτισται. 17 . δόξα σοι. δοξολογοῦμέν σε. Ε ὐλογητ ὸς Χριστὸς ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός Ἅγιος Ἀθάνατος. Ἅγιος Ἰσχυρός. ἐν γενεᾷ καὶ γενεᾷ. ὁ α’ χορός • · Κύριε. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. ὅτι ἥμαρτόν σοι. καταφυγὴ ἐγενήθης ἡμῖν. • · • · ὁ β’ χορός Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐλέησον ἡμᾶς. ὁ α’ χορός Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Κύριε. ὁ α’ χορός Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἀμήν. • · ὁ α’ χορός Εὐλογητὸς εἶ. πρὸς σὲ κατέφυγον. Κύριε. ὅτι σὺ εἶ ὁ Θεός μου. • · ὁ α’ χορός Εὐλογητὸς εἶ. καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. τὸ ἔλεός σου ἐφ' ἡμᾶς. ὁ α’ χορός καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός. ὁ β’ χορός 18 . δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου. ὁ β’ χορός Ἅγιος ὁ Θεός. Κύριε. Ἀμήν. ἐλέησον ἡμᾶς. ἐλέησον ἡμᾶς. ὁ β’ χορός Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ἴασαι τὴν ψυχήν μου. ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. ἐλέησον ἡμᾶς. Ἅγιος Ἀθάνατος. ὁ α’ χορός Ἅγιος ὁ Θεός. Ἅγιος Ἰσχυρός. ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. δίδαξόν με τὰ δικαιώματά σου. Ἅγιος ὁ Θεός. Κύριε. Κύριε. ὁ α’ χορός • · Εὐλογητὸς εἶ. Ἅγιος Ἀθάνατος. ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἅγιος Ἰσχυρός. Ἐγὼ εἶπα΄ Κύριε. καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. ὁ β’ χορός • · Κύριε. • · ὁ β’ χορός Γένοιτο. Ἅγιος Ἀθάνατος. δίδαξόν με τὰ δικαιώματά σου. ἐλέησόν με.• · ὁ β’ χορός Καταξίωσον. δίδαξόν με τὰ δικαιώματά σου. Κύριε. • · ὁ β’ χορός Εὐλογητὸς εἶ.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον ὁ β’ χορός Ἦχος πλ. τὸ νῖκος ἔδωκεν ἡμῖν. καὶ τὸ μέ γα ἔλεος. ἐλέησον ἡμᾶς.Ἅγιος Ἰσχυρός. ὁ β’ χορός Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. καὶ Σωτῆρα ἡμῶν. ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. ὡμολόγησέ σε ε ἰλικριν ῶς ἐκ καρδίας. ὅτι αὐτοὶ ἐλεηθήσονται. σὲ ὑμνοῦντας τόν. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ. πεινῶντες ὁ β’ χορός καὶ διψῶντες τὴν δικαιοσύνην. ὁ α’ χορός Ἅγιος Ἀθάνατος. ὁ α’ χορός Μακάριοι οἱ εἰρηνοποιοί. • ὁ β’ χορός Μακάριοι οἱ πενθοῦντες. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Κατὰ παλαιὰ ν συνήθειαν κατὰ τὰ ς Κυριακὰς τοῦ Τριῳδίου ψάλλονται τὰ Τυπικ ὰ καὶ οἱ Μακαρισμοὶ. • · Μακάριοι οἱ χορτασθήσονται. ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν. Θεὸν εἶναί σε πιστεύσας Χριστέ. συμφώνως ὑμνήσωμεν. Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ. ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τῷ θανάτῳ σου Χριστέ. Μνήσθητί μου Κύριε βοῶν. καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου.Link εἰς τὴν ἀρχὴν τῶν ΚΕΙΜΕΝΩΝ τῶν Ἀκολουθιῶν ) ΣΤΑΣΙΣ Γ’ ΜΑΚΑΡΙΣΜΟΙ Ἦχος πλ. ὡς Σωτῆρα καὶ Δημιουργόν. καὶ συνήγειρας το ὺς ἀπ' α ἰῶνος θανέντας. ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΤΥΠΙΚΩΝ (Αἱ δύο πρῶται Στάσεις εἰς ἰδιαίτερον Σύνδεσμον. ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἡ ς’ ᾠδή. Κύριε. ὅτι αὐτοὶ παρακληθήσονται. α’ ὁ α’ χορός • · Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν. • · ὁ α’ χορός Μακάριοι οἱ πρᾳεῖς. καὶ ξηρ άναντα τὴν ἐκ τοῦ ξύλου κατάραν. οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. ὁ β’ χορός 19 . ἐν τῇ βασιλείᾳ σου. θανάτου ἔλυσας τὴν δύναμιν. ὅτι αὐτο ὶ ὁ α’ χορός Μακάριοι οἱ ἐλεήμονες. ἀληθινὸν Θεόν. Τὰ Τυπικά.β’ Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγ ῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον.

Ἀμήν. ὁ α’ χορός Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. ἐφώτισας θεόφρον Πάτερ Γρηγόριε. ὅταν ὀνειδίσωσιν ὑμᾶς. ὁ β’ χορός Χαίρετε καὶ ἀγαλλιᾶσθε. ὁ β’ χορὸς Ταῖς πρεσβείαις τῆς Θεοτόκου. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. ὅτι αὐτῶν ἐστιν ἡ βασιλε ία τ ῶν οὐρανῶν. ὁ α’ χορὸς Ταῖς πρεσβείαις τῆς Θεοτόκου. Θεοῦ μυστήρια Θεσσαλονίκης τὸν Πρόεδρον. καὶ διανοίας ὀξύτητι τοῦ σοφοῦ Βασιλέως καὶ σοῦ Γρηγόριε.. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου.. ὁ Ἀναγνώστης: Στίχ. ψευδόμενοι ἕνεκεν ἐμοῦ.. ὁ α’ χορὸς Ταῖς πρεσβείαις τῆς Θεοτόκου. Δόξα Πατρί. Σημ. καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. καταπραΰνουσα. παραγενόμεναι γυναῖκες σεμναί. Ὕψιστε. ὕμνοις τιμήσωμεν. καὶ εἴπωσι π ᾶν πονηρ ὸν ῥῆμα καθ' ὑμῶν. Λαοῦ ποτὲ προηγούμενος ὡς στύλος τοῦ πυρὸς τοὺς τῆς Πίστεως ἐχθροὺς κατέφλεξας. Ἐπὶ τὸ μνῆμά σου Χριστέ. Θεοτοκίον Γενοῦ μοι πάναγνε Δέσποινα γαλήνη καὶ λιμὴν παρακλήσεως. καὶ ψάλλειν τῷ ὀνόματί σου. ᾠδή Ϛ’ ὁ α’ χορός Ἦχος δ’.. διαβιβάζουσα πρὸς θεῖον ὅρμον ἀκύμαντον τὴν ζάλην τῶν παθῶν μου. λόγοις καὶ δόγμασι. ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. καὶ ὤφθη ταύταις Ἄγγελος βοῶν΄ Ἀνέστη ὁ Κύριος.. σῶσον ἡμᾶς. Σῶτερ. ὁ Ἀναγνώστης: Στίχ. Μακάριοί ἐστε.. γ'. Τὴν θείαν ταύτην καὶ πάντιμον Ἐῤῥάγη μάταιον φρύαγμα καὶ γλῶσσα Βαρλαὰμ τοῦ παράφρονος. ὁ β’ χορός Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.175. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν.Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. α'. Ὅπου δὲ ν θὰ ψαλλοῦν τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ τότε τὰ Ἀντίφωνα τῶν Κυριακῶν ὡς ἀκολούθως ΑΝΤΙΦΩΝΑ ( τὰ Ἀρχαῖα) (Βλέπε «Ἐγκόλπιον Ἀναγνώστου καὶ Ψάλτου» σελ. τὴν θεολόγον γλῶσσαν. καὶ διώξωσι. ἐπεζήτουν σ ὲ ζωοδ ότα μυρίσαι. τῶν δὲ πιστῶν τὰ συστήματα. Τὴν θείαν λύραν τοῦ Πνεύματος τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν. β'.Καὶ νῦν. ὁμοῦ οἱ δύο χοροί 20 .35 καὶ 36) Ἀντίφωνον Α' Ἦχος β´ ὁ Ἀναγνώστης: Στίχ...

. Τὸν συνάναρχον Λόγον.. ὁ α’ χορός Σῶσον ἡμᾶς. ὁ Ἀναγνώστης: Στίχ. ὁ ἀναστὰς ἐκ νεκρῶν.. ἥτις οὐ σαλευθήσεται. Υἱὲ Θεοῦ..Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός. Χριστὲ ὁ Θεός. γ´. ὁ ἀναστὰς ἐκ νεκρῶν. Τὸν συνάναρχον Λόγον. εὐπρέπειαν ἐνεδύσατο. καὶ καταδεξάμενος. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. καὶ θάνατον ὑπομεῖναι.. ἡμᾶς. σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.. ὁ Ἀναγνώστης Δόξα Πατρί.. ὅτι ηὐδόκησε σαρκί.. γ´. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα. Ὁ Κύριος ἐβασίλευσεν. ὁ β’ χορός Καὶ νῦν. ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ. θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος. ὁ β’ χορός ὁ Ἀναγνώστης: Στίχ. ἀθάνατος ὑπάρχων. Κύριε εἰς μακρότητα ὁ β’ χορός Σῶσον. β´. ἡμερῶν. Ἀντίφωνον Γ' ὁ α’ χορός ὁ Ἀναγνώστης: Στίχ. Μικρὰ Εἴσοδος. συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. Υἱὲ Θεοῦ. ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.. ψάλλοντάς σοι΄ Ἀλληλούϊα. ἀνελθεῖν ἐν τῷ σταυρῶ. α´. α' Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι. Εἰσοδικὸν ὁ α’ χορός Ἦχος β' ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Αὕτη ἡ ἡμέρα Κυρίου. α´. καὶ ἐγεῖραι τοὺς τεθνεῶτας. ὁ β’ χορὸς 21 . ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν. ὁ ἀναστὰς ἐκ νεκρῶν.. Ἀπολυτίκιον Ἦχος πλ. ἀτρέπτως ἐνανθρωπήσας.. β´. ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.. σταυρωθείς τε. σῶσον ἡμᾶς Υἱὲ Θεοῦ . τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν. σῶσον ἡμᾶς... διὰ τὴν ἡμετέραν σωτηρίαν. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ὁ β’ χορός Σῶσον ἡμᾶς. Υἱὲ Θεοῦ. ὁ α’ χορός ὁ Ἀναγνώστης: Στίχ. Ἀντίφωνον Β' ὁ Ἀναγνώστης: Στίχ.. ὁ Ἀναγνώστης: Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ.Ταῖς πρεσβείαις τῆς Θεοτόκου. ὁ ἀναστὰς ἐκ νεκρῶν..

α´ 10 .ψάλλοντάς σοι.. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά γνωσμα (῾Εβρ. ἀναγράφω σοι ἡ Πόλις σου. καὶ θάνατον ὑπομεῖναι. ᾽Απόστολος Προκείμενον Ἦχος πλ. παραλυτικὸν φέροντες. τὸν ἐκ Παρθένου τεχθ έντα εἰς σωτηρ ίαν ἡμῶν. ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν. Τῷ καιρῷ ἐκείνῳ. Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν͵ μήποτε παραρυῶμεν. Ἀλληλούϊα (γ’) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Μάρκον…(Μαρκ.. Καὶ ἔρχονται πρὸς αὐτὸν. β´ 1-12). α' Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι. Ἥτις͵ ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου͵ ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. δ´ Ὀρθοδοξίας ὁ φωστὴρ Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε τῶν μοναστῶν ἡ καλλονὴ τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κῆρυξ τῆς χάριτος ἱκέτευε διὰ παντός. ὁ α’ χορός Τοῦ Ναοῦ ὁ β’ χορός ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) Κοντά κιον Ἦχος πλ. ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν ΄ καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. ὁ β’ χορὸς Ἦχος πλ. ὡς λυτρωθεῖσα τῶν δεινῶν. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε͵ Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. αἰρ όμενον ὑπὸ τεσσάρων. ἐν τῇ ἐνδόξῳ Ἀναστ άσει αὐτοῦ. Εἰ γὰρ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος͵ καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν͵ πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας. εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. ἀπεστ έγασαν τ ὴν 22 .β´ 3). Ἀλληλούϊα. εὐχαριστήρια. Κατ΄ ἀρχάς͵ Κύριε͵ τὴν γῆν ἐθεμελίωσας͵ καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται͵ σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται͵ καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς͵ ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. ὅτι ηὐδόκησε σαρκί. Καὶ εὐθέως συνήχθησαν πολλοί. ἀνελθεῖν ἐν τῷ σταυρῷ.δ’ Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια. Χαῖρε. Νύμφη ἀνύμφευτε. καὶ ἐγεῖραι τοὺς τεθνεῶτας. ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμ άχητον. Σῶσόν με Κύριε. Θεοτόκε.. Στίχ. ὅτι ἐκλέλοιπεν ὅσιος. ὁ α’ χορός ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος πλ. ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι. Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον. φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς. α' Σὺ Κύριε. σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τρισάγιον. Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.

Ἵνα δ ὲ ε ἰδ ῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας (λ έγει τῷ παραλυτικῷ)΄ Σοὶ λέγω͵ ἔγειρε. Ἐξαιρέτως ὁ α’ χορός τὸ Μέγα Μεγαλυνάριον Ἐμμελὴς ἀπαγγελία εἰς τὸ κλιτὸν Ἐπὶ σοὶ χαίρει. εἰ μὴ εἷς ὁ Θεός. Τί ἐστιν εὐκοπώτερον͵ εἰπεῖν τῷ παραλυτικῷ΄ Ἀφέωνταί σοι αἱ ἁμαρτίαι΄ ἢ εἰπεῖν΄ Ἔγειρε καὶ ἆρον σου τὸν κράββατόν καὶ περιπ άτει. ὁ α’ χορὸς Δόξα σοι. πᾶσα ἡ κτίσις. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος β’. ἐλάβομεν Πνεῦμα ἐπουράνιον. ἐξ ἧς Θεός ἐσαρκώθη.στέγην ὅπου ἦν͵ καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. α’ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Κεχαριτωμένη. Ἀπόλυσις «. δόξα σοι. Καὶ ἠγέρθη καὶ εὐθέως. Ἀγγέλων τὸ σύστημα.cmkon. ἐξῆλθεν ἐναντίον π άντων ΄ ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέ ποτε οὕτως εἴδομεν. δόξα σοι. λέγει τῷ παραλυτικῷ΄ Τ έκνον ͵ ἀφέωνταί σοι αἱ ἁμαρτίαι. καὶ Παράδεισε λογικέ. Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον) Τὴν γὰρ σὴν μήτραν. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν.» Ο ΕΝ ΑΘΗΝΑΙΣ ΣΥΛΛΟΓΟΣ ΜΟΥΣΙΚΟΦΙΛΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ www. τίς δύναται ἀφιέναι ἁμαρτίας. καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς. καὶ ἄρας τὸν κράββατον. λέγει αὐτοῖς ΄ Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν. θρόνον ἐποίησε. καὶ ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. εὕρομεν πίστιν ἀληθῆ.. μέλος ἀρχαῖον) Εἰς τό. καὶ τὴν σὴν γαστέρα. πλατυτέραν οὐρανῶν ἀπειργάσατο. πᾶσα ἡ κτίσις. Κύριε. καὶ παιδίον γέγονεν. ἀδιαίρετον Τριάδα προσκυνοῦντες.. Ἀλληλούϊα. παρθενικὸν καύχημα. αὕτη γὰρ ἡμᾶς ἔσωσεν.ὁ ἀναστὰ ς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν. καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ.. Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν ΄ Τί οὗτος οὕτω λαλεῖ βλασφημίας.org 23 . ὁ α’ χορός ἦχος β’ Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν. Κοινωνικόν ὁ β’ χορός ἦχος πλ. Ἦχος β’ Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (Τρίς).. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη.

24 .