You are on page 1of 5

ΘΕΟΚΡΙΤΟΥ, ΕΙ∆ΥΛΛΙΑ, VII.

ΘΑΛΥΣΙΑ
(Μετρική ανάλυση)
Ἦς χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος εἰς τὸν Ἄλεντα -UU-UU-UU-UU-UU--
εἵρποµες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄµµιν Ἀµύντας. (-UU-UU---UU-UU--
Τᾷ ∆ηοῖ γὰρ ἔτευχε Θαλύσια καὶ Φρασίδαµος---UU-UU-UU-UU--
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν-UU-UU-UU-UU-UU--
5 χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ ---UU-UU-UU-UU--
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν-----UU-UU-UU--
εὖ ἐνερεισάµενος πέτρᾳ γόνυ· ταὶ δὲ παρ᾽ αὐτάν-UU-UU---UU-UU--
αἴγειροι πτελέαι τε ἐΰσκιον ἄλσος ὕφαινον---UU-UU-UU-UU--
χλωροῖσιν πετάλοισι κατηρεφέες κοµόωσαι.---UU-UU-UU-UU--
10 Κοὔπω τὰν µεσάταν ὁδὸν ἄνυµες, οὐδὲ τὸ σᾶµα---UU-UU-UU-UU--
ἁµὶν τὸ Βρασίλα κατεφαίνετο, καί τιν᾽ ὁδίταν---UU-UU-UU-UU--
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕροµες ἄνδρα,-----UU-UU-UU--
οὔνοµα µὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν-UU-UU---UU-UU--
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει.---UU-UU-UU-UU--
15 Ἐκ µὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο---UU-UU-UU-UU--
κνακὸν δέρµ᾽ ὤµοισι νέας ταµίσοιο ποτόσδον,-----UU-UU-UU--
ἀµφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος-UU---UU---UU--
ζωστῆρι πλοκερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω---UU---UU-UU--
δεξιτερᾷ κορύναν. Καί µ᾽ ἀτρέµας εἶπε σεσαρώς-UU-UU---UU-UU--
20 ὄµµατι µειδιόωντι, γέλως δὲ οἱ εἴχετο χείλευς·-UU-UU-UU-UU-UU--
“Σιµιχίδα, πᾷ δὴ τὺ µεσαµέριον πόδας ἕλκεις,-UU---UU-UU-UU--
ἁνίκα δὴ καὶ σαῦρας ἐν αἱµασιαῖσι καθεύδει,-UU---UU-UU-UU--
οὐδ᾽ ἐπιτυµβίδιοι κορυδαλλίδες ἠλαίνοντι;-UU-UU-UU-UU----
Ἦ µετὰ δαῖτ᾽ ἄκλητος ἐπείγεαι, ἤ τινος ἀστῶν-UU---UU-UU-UU--
25 λανὸν ἔπι θρῴσκεις; Ὥς τευ ποσὶ νισσοµένοιο-UU-----UU-UU--
πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει.”-UU---UU-UU-UU--
Τὸν δ᾽ ἐγὼ ἀµείφθην· “Λυκίδα φίλε, φαντί τυ πάντες-UU---UU-UU-UU--
ἦµεν συρικτὰν µέγ᾽ ὑπείροχον ἔν τε νοµεῦσιν-UU-UU—UU-UU--
ἔν τ᾽ ἀµατήρεσσι. Τὸ δὴ µάλα θυµὸν ἰαίνει-----UU-UU-UU--
30 ἁµέτερον. Καίτοι κατ᾽ ἐµὸν νόον ἰσοφαρίζειν-UU---UU-UU-UU--
ἔλποµαι. Ἁ δ᾽ ὁδὸς ἅδε θαλυσιάς. Ἦ γὰρ ἑταῖροι-UU-UU-UU-UU-UU--
ἀνέρες εὐπέπλῳ ∆αµάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόµενοι· µάλα γάρ σφισι πίονι µέτρῳ-UU-UU-UU-UU-UU--
ἁ δαίµων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.-----UU---UU--
35 Ἀλλ᾽ ἄγε δή· ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς·-UU---UU---UU--
βουκολιασδώµεσθα· τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ.-UU-UU---UU-UU--
Καὶ γὰρ ἐγὼν Μοισᾶν καπυρὸν στόµα, κἠµὲ λέγοντι-UU---UU-UU-UU--
πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,-UU-UU-UU-UU-UU--
οὐ ∆ᾶν· οὐ γάρ πω κατ᾽ ἐµὸν νόον οὔτε τὸν ἐσθλόν-----UU---UU--
40 Σικελίδαν νίκηµι τὸν ἐκ Σάµω οὔτε Φιλητᾶν
ἀείδων, βάτραχος δέ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.”---UU-UU-UU-UU--
Ὡς ἐφάµαν ἐπίταδες· ὁ δ᾽ αἰπόλος ἁδὺ γελάσσας·-UU-UU-UU-UU-UU--
“Τάν τοι”, ἔφα, “κορύναν δωρύττοµαι, οὕνεκεν ἐσσὶ
πᾶν ἐπ᾽ ἀλαθείᾳ πεπλασµένον ἐκ ∆ιὸς ἔρνος.
45 Ὥς µοι καὶ τέκτων µέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῇ-----UU-UU-UU--
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόµον Ὠροµέδοντος,-UU-UU-UU-UU-UU--
καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδόν-----UU-UU-UU--
ἀντία κοκκύζοντες ἐτώσια µοχθίζοντι.
Ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρξώµεθ᾽ ἀοιδᾶς,-UU-UU-UU---UU--
50 Σιµιχίδα· κἠγὼ µέν—ὅρη, φίλος, εἴ τοι ἀρέσκει
τοῦθ᾽ ὅτι πρᾶν ἐν ὄρει τὸ µελύδριον ἐξεπόνασα.-UU-UU-UU-UU-UU--
(Λυκίδου ᾠδὴ)
Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν.-UU-UU-UU-UU-UU--
χὥταν ἐφ᾽ ἑσπερίοις Ἐρίφοις Νότος ὑγρὰ διώκῃ-UU-UU-UU-UU-UU--
κύµατα, χὡρίων ὅτ᾽ ἐπ᾽ Ὠκεανῷ πόδας ἴσχει,
55 αἴ κεν τὸν Λυκίδαν ὀπτεύµενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερµὸς γὰρ ἔρως αὐτῶ µε καταίθει.
Χἁλκυόνες στορεσεῦντι τὰ κύµατα τάν τε θάλασσαν
τόν τε Νότον τόν τ᾽ Εὖρον, ὃς ἔσχατα φυκία κινεῖ,-UU---UU-UU-UU--
ἁλκυόνες, γλαυκαῖς Νηρηΐσι ταί τε µάλιστα
60 ὀρνίχων ἐφίληθεν ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.---UU-UU-UU-UU--
Ἀγεάνακτι πλόον διζηµένῳ ἐς Μυτιλήναν-UU---UU-UU-UU--
ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρµον ἵκοιτο.-UU-UU-UU-UU-UU--
Κἠγὼ τῆνο κατ᾽ ἆµαρ ἀνήτινον ἢ ῥοδόεντα---UU-UU-UU-UU--
ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων---UU-UU-UU-UU--
65 τὸν πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιµένος, κύαµον δέ τις ἐν πυρὶ φρυξεῖ,-UU-UU-UU-UU-UU--
Χἁ στιβὰς ἐσσεῖται πεπυκασµένα ἔστ᾽ ἐπὶ πᾶχυν-UU---UU-UU-UU--
κνύζᾳ τ᾽ ἀσφοδέλῳ τε πολυγνάµπτῳ τε σελίνῳ---UU-UU---UU--
Καὶ πίοµαι µαλακῶς µεµναµένος Ἀγεάνακτος-UU-UU---UU-UU--
70 αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.---UU-UU-UU-UU--
Αὐλησεῦντι δέ µοι δύο ποιµένες, εἷς µὲν Ἀχαρνεύς,---UU-UU-UU-UU--
εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ-UU---UU-UU-UU--
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο ∆άφνις ὁ βούτας,-UU-UU---UU-UU--
χὡς ὄρος ἀµφ᾽ ἐπονεῖτο καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν-UU-UU-UU-UU-UU--
75 Ἱµέρα αἵτε φύοντι παρ᾽ ὄχθαισιν ποταµοῖο,-UU-UU-UU---UU--
εὖτε χιὼν ὥς τις κατετάκετο µακρὸν ὑφ᾽ Αἷµον-UU---UU-UU-UU--
ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα·-UU-UU---UU-UU--
ᾈσεῖ δ᾽ ὥς ποκ᾽ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ---UU-UU-UU-UU--
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,-UU-UU-UU-UU-UU--
80 ὥς τέ νιν αἱ σιµαὶ λειµωνόθε φέρβον ἰοῖσαι-UU-----UU-UU--
κέδρον ἐς ἁδεῖαν µαλακοῖς ἄνθεσσι µέλισσαι,-UU---UU---UU--
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόµατος χέε νέκταρ.-UU-UU-UU-UU-UU--
Ὦ µακάριστε Κοµᾶτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,-UU-UU-UU-UU-UU--
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ µελισσᾶν-UU---UU---UU--
85 κηρία φερβόµενος ἔτος ὥριον ἐξεπόνασας.-UU-UU-UU-UU-UU--
Αἴθ᾽ ἐπ᾽ ἐµεῦ ζωοῖς ἐναρίθµιος ὤφελες ἦµεν,-UU---UU-UU-UU--
ὥς τοι ἐγὼν ἐνόµευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας-UU-UU-UU-UU-UU--
φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις---UU-UU-UU-UU--
ἁδὺ µελισδόµενος κατεκέκλισο, θεῖε Κοµᾶτα.”-UU-UU-UU-UU-UU--
90 Χὣ µὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ µέτ᾽ αὖτις-----UU-UU-UU--
κἠγὼν τοῖ᾽ ἐφάµαν· “Λυκίδα φίλε, πολλὰ µὲν ἄλλα---UU-UU-UU-UU--
Νύµφαι κἠµὲ δίδαξαν ἀν᾽ ᾤρεα βουκολέοντα---UU-UU-UU-UU--
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάµα·-UU---UU-UU-UU--
ἀλλὰ τόγ᾽ ἐκ πάντων µέγ᾽ ὑπείροχον, ᾧ τυ γεραίρειν-UU---UU-UU-UU--
95 ἀρξεῦµ᾽· ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.---UU-UU-UU-UU--
(Σιµιχίδου ᾠδὴ)
Σιµιχίδᾳ µὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλός-UU-UU-UU-UU-UU--
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἔρανται.-UU---UU-UU-UU--
Ὥρατος δ᾽ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ---UU-UU-UU-UU--
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. Οἷδεν Ἄριστις,
100 ἐσθλὸς ἀνήρ, µέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
Φοῖβος σὺν φόρµιγγι παρὰ τριπόδεσσι µεγαίροι,-UU-----UU-UU--
ὡς ἐκ παιδὸς Ἄρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι.---UU-UU-UU-UU--
Τόν µοι, Πάν, Ὁµόλας ἐρατὸν πέδον ὅστε λέλογχας,---UU-UU-UU-UU--
ἄκλητον τήνοιο φίλας ἐς χεῖρας ἐρείσαις,-----UU---UU--
105 εἴτ᾽ ἔστ᾽ ἆρα Φιλῖνος ὁ µαλθακὸς εἴτε τις ἄλλος.---UU-UU-UU-UU--
Κεἰ µὲν ταῦτ᾽ ἔρδοις, ὦ Πὰν φίλε, µή τί τυ παῖδες-------UU-UU--
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤµως-UU---UU---UU--
τανίκα µαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·-UU---UU-UU-UU--
εἰ δ ἄλλως νεύσαις, κατὰ µὲν χρόα πάντ᾽ ὀνύχεσσι-----UU-UU-UU--
110 δακνόµενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις·
εἴης δ᾽ Ἠδωνῶν µὲν ἐν ὤρεσι χείµατι µέσσῳ-----UU-UU-UU--
Ἕβρον πὰρ ποταµὸν τετραµµένος ἐγγύθεν Ἄρκτω,---UU---UU-UU--
ἐν δὲ θέρει πυµάτοισι παρ᾽ Αἰθιόπεσσι νοµεύοις-UU-UU-UU-UU-UU--
πέτρᾳ ὕπο Βλεµύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.-UU-UU-UU-UU-UU--
115 ῎Υµµες δ᾽ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες---UU---UU-UU--
νᾶµα καὶ Οἰκοῦντα, ξανθᾶς ἕδος αἰπὺ ∆ίωνας,-UU-----UU-UU--
ὦ µάλοισιν Ἔρωτες ἐρευθοµένοισιν ὅµοιοι,---UU-UU-UU-UU--
βάλλετέ µοι τόξοισι τὸν ἱµερόεντα Φιλῖνον,-UU---UU-UU-UU--
βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον ὁ δύσµορος οὐκ ἐλεεῖ µευ.-UU---UU-UU-UU--
120 Καὶ δὴ µὰν ἀπίοιο πεπαίτερος. αἱ δὲ γυναῖκες·---UU-UU-UU-UU--
“Αἰαῖ”, φαντί, “Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.”---UU-UU-UU-UU--
Μηκέτι τοι φρουρέωµες ἐπὶ προθύροισιν, Ἄρατε,-UU-UU-UU-UU-UU--
µηδὲ πόδας τρίβωµες· ὁ δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ-UU---UU-UU-UU--
κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη·
125 εἷς δ᾽ ἀπὸ τᾶσδε, φέριστε, Μόλων ἄγχοιτο παλαίστρας-UU-UU-UU---UU--
Ἄµµιν δ᾽ ἁσυχία τε µέλοι, γραία τε παρείη-UU---UU---UU--
ἅτις ἐπιφθύζοισα τὰ µὴ καλὰ νόσφιν ἐρύκοι.
Τόσσ᾽ ἐφάµαν· ὃ δέ µοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας-UU-UU-UU-UU-UU--
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήϊον ὤπασεν ἦµεν.-UU-----UU-UU--
130 Χὣ µὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας-UU---UU-UU-UU--
εἶρφ᾽ ὁδόν· αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάµω-UU-UU-UU-UU-UU--
στραφθέντες χὡ καλὸς Ἀµύντιχος ἔν τε βαθείαις-UU-UU-UU-UU--
ἁδείας σχοίνοιο χαµευνίσιν ἐκλίνθηµες-----UU-UU-----
ἔν τε νεοτµάτοισι γεγαθότες οἰναρέοισι.-UU---UU-UU-UU--
135 Πολλαὶ δ᾽ ἄµµιν ὕπερθε κατὰ κρατὸς δονέοντο---UU-UU---UU--
αἴγειροι πτελέαι τε· τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ---UU-UU-UU-UU--
Νυµφᾶν ἐξ ἄντροιο κατειβόµενον κελάρυζε.-----UU-UU-UU--
Τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαµνίσιν αἰθαλίωνες-UU-UU-UU-UU-UU--
τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δ᾽ ὀλολυγών-UU---UU-UU-UU--
140 τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις·-UU-UU-UU-UU----
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,---UU-UU-UU-UU--
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀµφὶ µέλισσαι.-----UU-UU-UU--
Πάντ᾽ ὦσδεν θέρεος µάλα πίονος, ὦσδε δ᾽ ὀπώρας.---UU-UU-UU-UU--
Ὄχναι µὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ µᾶλα-----UU---UU--
145 δαψιλέως ἁµῖν ἐκυλίνδετο· τοὶ δ᾽ ἐκέχυντο-UU---UU-UU-UU--
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε.---UU---UU-UU--
Τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.-UU-UU-UU-UU-UU--
Νύµφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,---UU---UU-UU--
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάϊνον ἄντρον-UU---UU-UU-UU--
150 κρατῆρ᾽ Ἡρακλῆϊ γέρων ἐστάσατο Χίρων;
ἆρά γέ πᾳ τῆνον τὸν ποιµένα τὸν πότ᾽ Ἀνάπῳ,-UU-----UU-UU--
τὸν κρατερὸν Πολύφαµον ὃς ὤρεσι νᾶας ἔβαλλε,-UU-UU-UU-UU-UU--
τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι,---UU-UU-UU-UU--
οἶον δὴ τόκα πῶµα διεκρανάσατε, Νύµφαι,---UU-UU---UU--
155 βωµῷ πὰρ ∆άµατρος Ἁλωΐδος; Ἇς ἐπὶ σωρῷ-----UU-UU-UU--
αὗτις ἐγὼ πάξαιµι µέγα πτύον, ἃ δὲ γελάσσαι-UU---UU-UU-UU--
δράγµατα καὶ µάκωνας ἐν ἀµφοτέραισιν ἔχοισα.-UU---UU-UU-UU--

You might also like