You are on page 1of 6

ΚΑΛΑΙ  ΑΙ  ΑΘΗΝΑΙ

1. Ἡ δὲ πόλις πᾶσα ξηρά ἐστιν, οὐκ
εὔυδρος, κακῶς ἐρρυμοτομημένη διὰ 
τῆν ἀρχαιότητα. 2. Αἱ μὲν πολλαὶ τῶν 
οἰκιῶν εὐτελεῖς, ὀλίγαι δὲ χρήσιμαι.   
3. ἀπιστηθείη δ΄ἂν ἐξαίφνης ὑπὸ τῶν
ξένων θεωρουμένη, εἰ αὕτη ἐστὶν ἡ
ΠΕΡΙΚΛΕΟΥΣ ΩΙΔΕΙΟΝ
προσαγορευομένη τῶν Ἀθηναίων πόλις ·
μετ΄οὐ πολὺ δὲ πιστεύσειεν ἄν τις. 4. Ὠιδεῖον τῶν ἐν τῇ οἰκουμένῃ
κάλλιστον ·  θέατρον ἀξιόλογον, μέγα καὶ θαυμαστόν ·  Ἀθηνᾶς
ἱερὸν πολυτελές, ἄξιον θέας, ὁ καλούμενος Παρθενών,
ὑπερκείμενον τοῦ θεάτρου.   5. Μεγάλην κατάπληξιν ποιεῖ τοῖς
θεωροῦσιν. 

6.  Ὀλύμπιον ἡμιτελὲς μέν,
εὐκατάληπτον δ΄ἔχον τὴν τῆς
οἰκοδομίας ὑπογραφήν, γενόμενον
δ΄ἂν μέγιστον, εἴπερ συντελέσθη ·
ΤΟ ΟΛΥΜΠΙΟΝ
7. γυμνάσια τρία, Ἀκαδημία,

Λύκειον, Κυνόσαργες, πάντα κατάδενδρα τε καὶ τοῖς ἐδάφεσι
ποώδη, φιλοσόφων παντοδαπῶν σχολαί, ἑορταὶ παντοδαπαί,
ψυχῆς ἀπάται καὶ ἀναπαύσεις πολλαί, θέαι συνεχεῖς.      

1
ΠΡΟΣ ΤΗΝ  ΑΚΡΟΠΟΛΙΝ

8. Ἐις δὲ τὴν ἀκρόπολίν ἐστιν ἔισοδος
μία ·   ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα
ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα
ἐχυρόν.  
9.  τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν
ΤΑ ΠΡΟΠΥΛΑΙΑ
ὀροφὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει
τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε.  10. τῶν δὲ
προπυλαίων ἐν δεξιᾷ Νίκης ἐστὶν Ἀπτέρου ναός.
11. Ἐντεῦθεν ἡ θάλασσά ἐστι σύνοπτος, καὶ ταύτῃ
ρίψας Αἰγεὺς ἐαυτόν, ὡς λέγουσιν, ἐτελεύτησεν.  
12. ἔστι δὲ ἐν ἀριστερᾷ τῶν προπυλαίων οἴκημα
Ο ΝΙΚΗΣ
ἔχον γραφάς.  13. ἐς δὲ τὸν ναὸν ὅν Παρθενῶνα ΑΠΤΕΡΟΥ ΝΑΟΣ

ὀνομάζουσιν εἰσιοῦσιν ὁπόσα ἐν τοῖς καλουμένοις ἀετοῖς κεῖται,
πάντα ἐς τὴν Ἀθηνᾶς ἔχει
γένεσιν, τὰ δὲ ὄπισθεν ἡ
Ποσειδῶνος πρὸς τὴν
Ἀθηνᾶν ἐστιν ἔρις ὑπὲρ τῆς
γῆς.  14. ἔστι δὲ καὶ οἴκημα
Ἐρεχθείον καλουμένον. 
15. ἐσελθοῦσι δέ εἰσι βωμοὶ,
ΤΟ ΕΡΕΧΘΕΙΟΝ
2
Ποσειδῶνος ἐφ΄ οὗ καὶ Ἐρεχθεῖ θύουσιν ἐκ του μαντεύματος, καὶ
ἥρωος Βούτου, τρίτος δὲ Ἠφαίστου.  16. καὶ, διπλοῦν γάρ ἐστι τὸ
οἴκημα, ὕδωρ ἐστὶν ἔνδον θαλάσσιον ἐν φρέατι καὶ τριαίνης ἐστιν
ἐν τῇ πέτρᾳ σχῆμα ·  ταῦτα δὲ λέγεται Ποσειδῶνι μαρτυρία ἐς τὴν
ἀμφισβήτησιν τῆς χώρας φανῆναι.   

Ο ΠΑΡΘΕΝΩΝ

3
ΑΣΚΗΣΕΙΣ

1. ἡ πόλις οὐκ  εὔυδρός εστιν. (1)
α. ἅλις ὕδατος ἔχει ἡ πόλις.
β. οὐ ῥᾴδιόν ἐστιν ὕδωρ κατὰ τὴν πόλιν εὑρεῖν.
γ. πανταχοῦ ἐν ταῖς Ἀθήναις ὕδατος φρέατα εὕροις ἄν.

2. κακῶς ἐρρυμοτομημένη πόλις ἐστίν... (1)
α. ἡ ὀρθὰς καὶ μεγάλας ὁδοὺς ἔχουσα.
β. ἣ καλὰς καὶ εὐρείας ὁδοὺς ἔχει ἅτε νέα πόλις οὖσα.
γ. ἡ λοξὰς καὶ στενὰς ὁδοὺς ἔχουσα.

3.  πολλαὶ τῶν οἰκιῶν εὐτελεῖς εἰσιν. (2)
α. πολλὰι τῶν οἰκιῶν πολυτελεῖς εἰσιν.
β. ὀλίγα  τῶν οἰκιῶν πολυτελεῖς εἰσιν.
γ. πολλοὶ ἀφνειοὶ ἄνθρωποι ἐν τᾶις Ἀθήναις οἰκοῦσιν.

4. ὀλίγαι τῶν οἰκιῶν δὲ χρήσιμαι. (2)
α. καθ΄ἡμέραν χρῶνται οἱ Ἀθηναίοι ταῖς οἰκίαις. 
β. χρηστοῖ ἄνθρωποι ἐν ταῖσδε ταῖς οἰκίαις οἰκοῦσιν. 
γ. οὐ πολλαὶ αἱ καλῶς κατεσκευασμέναι οἰκίαι.

5. Εἰ ξένος τὴν πόλιν θεωρεῖται... (3)
α. πρῶτον μὲν ἀπιστεῖ, ἔπειτα δὲ τὴν πόλιν θαυμάζει.
β. αὐτίκα θαυμάζει τὴν τῶν Ἀθηναίων πόλιν.
γ. καταπλήττεται τοσαύτην πόλιν θεωρούμενος.

6. ποῖόν ἐστι τὸ ἐν ταῖς Ἀθήναις θέατρον; (4)
α. θέατρον τὸ τῶν ἐν τῇ οἰκουμένῃ μέγιστον.
β. μέγα τε καὶ και θαυμαστὸν.
γ. ἱερὸν πολυτελὲς, ἄξιος τῆς Ἀθηνᾶς.

7. ποῦ ἐστιν ὁ Παρθενών; (4)
α. μακρὰν ὁδὸν ἀπὸ τοῦ θεάτρου.
β. ἐγγὺς τοῦ Ὠιδείου.
γ. ὑπερκείμενον τοῦ θεάτρου.

4
8. ὁ Παρθενὼν μεγάλην κατάπληξιν ποιεῖ τοῖς θεωροῦσιν. (5)
α. οἱ ὁδοιπόροι γελῶσι τὸ ἱερὸν ὁρῶντες.
β. οἱ τὸ ἱερὸν θεωρούμενοι τὸ τε κάλλος και τὸ μέγεθος θαυμάζουσι .
γ. οἱ θεωροῦντες τὸ ἱερὸν ἥκιστα θαυμάζουσιν.
 
9. τὸ Ὁλυμπιον ἡμιτελὲς ὄν... (6)
α. οὐ φανερὰν τῆς οἰκοδομίας περέχει ὑπογραφήν.
β. μέγιστον ἦν, ἀλλὰ ἐτελέσθη.
γ. μεῖζον ἂν γένοιτο, εἰ τελεσθείη.

10. τὰ γυμνάσια κατάδενδρα καὶ ποώδη ἐστίν. (7)
α. πολλὰ δένδρα καὶ πανταχοῦ τοῦ ἔδαφους πόα ἐστιν.
β.  πολλὰ δένδρα ἔχει, ἀλλὰ τὸ ἔδαφος ξηρόν ἐστιν.
γ. ὀλίγα τὰ δένδρα, ἀλλὰ ποώδεις ἀτραποὺς ἔχει.

11.φιλοσώφων σχολή ἐστιν... (7)
α. ἡ ἀκρόπολις τῶν Ἀθηνῶν.
β. ἡ Ἀκαδημία τοῦ Πλάτωνος.
γ. τὰ διδασκαλεῖα.

12.ψυχῆς ἀπάτη ἐστιν... (7)
α. τὰ δικανικά.
β. τὰ βαλανεῖα.
γ. αἱ τῶν σοφιστῶν διατριβαί.

13.ἑορτή ἐστιν... (7)
α. τὰ Παναθήναια.
β. ὁ Κεραμεικός.
γ. ἡ Σαλαμίς.

14.ἀνάπαυσις ἐστιν... (7)
α. ἡ Ποικίλη Στοά.
β. τὰ βαλανεῖα καὶ γυμνάσια.
γ. τὰ δικανικά.

5
15.θέα ἐστιν... (7)
α. ἡ Ἀθηνᾶ.
β. τὸ τοῦ Διὸς ἄγαλμα.
γ. ἡ τραγῳδία καὶ ἡ κωμῳδία.

16. τί ἔστιν ὁ ἀετὸς ἐνὸς οἰκήματος; (13)
α. ὄρνις μεγάλη ἐπὶ τοῦ οἰκήματος τὴν καλιὰν ἔχουσα.
β. ἐπὶ τῶν κιόνων τρίγονον πολλὰ ἀγάλματα ἔχον.
γ. μέγα ἄγαλμα ἀετοῦ ἐπὶ τῆς στέγης.

17. τί ὁρῶμεν ἐν τῷ ἔμπροσθεν ἀετῷ τοῦ Παρθενῶνος; (14)
α. ἡ γένεσις τῆς Ἀφροδίτης.
β. ἡ Ποσειδῶνος πρὸς τὴν Ἀθηνᾶν ἔρις.
γ. ἡ γένεσις τῆς Ἀθηνᾶς.

18. τί ὁρῶμεν ἐν τῷ ὄπισθεν ἀετῷ τοῦ Παρθενῶνος; (14)
α. ἡ γένεσις τῆς Ἀφροδίτης.
β. ἡ Ποσειδῶνος πρὸς τὴν Ἀθηνᾶν ἔρις.
γ. ἡ γένεσις τῆς Ἀθηνᾶς.

19. τί ἔστιν ἐν Ἐρεχθείῳ τῷ οἰκήματι; (16)
α. ἡ τρίαινα τοῦ Ποσειδῶνος.
β. τὸ δόρυ τῆς Ἀθηνᾶς.
γ. τριαίνης εἰκὼν ἐν πέτρᾳ τινί.
   20. 

1. πόσαι εἴσοδοι εἰς τὴν ἀκρόπολίν Α. τεῖχος ἐχυρόν
εἰσιν;
2. ποῖά ἐστιν ἡ ἀκρόπολις; Β. τὴν θάλατταν
3. τί περιέχει τὴν ἀκρόπολιν; Γ. μία
4. ποῦ ἐστιν ὁ Νίκης ἀπτέρου ναός; Δ. πίνακας καὶ γραφάς
5. τί ὁρᾷς ἀπὸ τοῦ Νίκης ἀπτέρου ναοῦ;   Ε. τρεῖς
6. πῶς ἐτελεύτησε ὁ Αἰγεύς;   ΣΤ. ἀπότομος
7. τί ἔχει τὸ οἴκημα τὸ ἐν ἀριστερᾷ τῶν Ζ. ἔρριψε ἑαυτὸν κατὰ τείχους
Προπυλαίων;
πόσοι βωμοὶ ἐν τῷ Ἐρεχθείῳ ἔνεισιν; Η. ἐν δεξιᾷ τῶν Προπυλαίων.