Ἡ Ἀκολουθία τοῦ

ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
εἰς τὴν Παναγίαν Μαχαιριώτισσαν

Ποίημα

Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν παρόντα ψαλμόν.

Ψαλμὸς ρμβ΄ (142)

ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν
Κ τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσε-
ται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζω-
ήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ
τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν
ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυ-
χήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον˙ δίδαξόν με
τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ˙ ἕνεκεν τοῦ ὀνό-
ματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου˙ καὶ ἐν τῷ
ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός
σού εἰμι.
20 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

Καὶ εὐθὺς τό, Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ,
ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ΄.

εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-
Θ ματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνά-
μην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς
ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

αχαιριώτισσα ἁγνὴ Θεοτόκε, τὴν ἱεράν σου προσκυνοῦντες εἰκόνα,
Μ θερμῶς καθικετεύομεν Μονήν σου τὴν σεπτήν, καὶ τὴν Κύπρον
ἅπασαν, σαῖς ἀμάχοις πρεσβείαις, σκέπουσα εὐλόγησον καὶ συντήρει ἐκ
πάσης, ἐπιβουλῆς ἐχθρῶν τῶν δυσμενῶν, καὶ Βασιλείας, ἡμᾶς καταξίω-
σον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
ὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
O εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ το-
σούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀπο-
στῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων
δεινῶν.

Ψαλμὸς Ν΄ (50)

’λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
Ε τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 21

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας
μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού
ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δι-
καιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μή-
τηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι˙ πλυνεῖς με, καὶ ὑπὲρ χιό-
να λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τε-
ταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς
ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνι-
σον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ
ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμο-
νικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου˙ ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν
σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
22 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

Εἶτα ψάλλομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστιχίς·
Μάχαιρά μοι φάνηθι κατ᾿ ἐχθρῶν Θεοτόκε. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

» ῾ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, μωσαϊκὴ ῥά-
» Α βδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ
» φυγάδα, πεζὸν ὁδίτην διέσῳσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

άχαιραν θείαν τὰς εὐχὰς πλουτοῦντές σου, ὦ Μαχαιριώτισσα, πά-
Μ ναγνον μορφήν σου, πόθῳ ἀσπαζόμεθα, πάντα δὲ τὰ αἰτήματα,
μονασταὶ καὶ μιγάδες, ἀπὸ ψυχῆς σοὶ προβάλλοντες, λύσιν τὴν ἀρίστην
λαμβάνομεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

᾽γαλλιῶνται οἱ στρουθοὶ εὑράμενοι, τὰς νοσσιὰς ἑαυτῶν, ἀλλ᾿ ἡμεῖς
Α σὰ τέκνα, πλέον εὐφραινόμεθα, εὑρόντες ἱερώτατον, καὶ κλυτόν
σου σεμνεῖον, ἐν ᾧ εἰκὼν τεθησαύρισται, ἡ σὴ Μαχαιριώτισσα Πάναγνε.

Δόξα.

αρίτων θείων τὰς ἀκτίνας πέμπουσα, ὦ Μαχαιριώτισσα, ἐπὶ τὴν
Χ Μονήν σου, καὶ τὴν Κύπρον ἅπασαν, σκέπε τῷ μαφορίῳ σου, καὶ
εὐχὰς ἡμῶν δέχου, τὰς προσβολὰς ἀποκρούουσα, τῶν ἀντικειμένων φι-
λότεκνε.

Καὶ νῦν.

᾽νεκφοιτήτως κατοικεῖ Πανάμωμε, χάρις τοῦ Πνεύματος, ἐπὶ σὴν
Α εἰκόνα, καὶ δωρεῖται ἅπασι, τοῖς μετὰ πόθου πέλουσιν, ἐνεργείας
ἀκτίστους, καὶ οὐρανὸν ἀπεργάζεται, εὐεργετουμένων διάνοιαν.
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 23

ᾨδὴ γ΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

» ὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ
» Ο με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πι-
» στῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾στορήθη μορφή σου, ὦ Μαχαιριώτισσα Δέσποινα, ὑπὸ ἰατροῦ καὶ ζω-
Ι γράφου, Λουκᾶ ὡς ἔγνωμεν, ἥν περ κατέχοντες, πνευματικὸν ἰα-
τρεῖον, ἴασιν λαμβάνομεν, ψυχῶν σωμάτων τε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾όδον τέξασα Κόρη, τὸ νοητὸν μύροις σου, κατευωδιάζεις καρδίας,
Ρ ἀσπαζομένων σου, μορφὴν τὴν πάντιμον, καὶ δυσωδίαν διώκεις, τὴν
τῶν παραπτώσεων, θερμαῖς δεήσεσι.

Δόξα.

᾿γεώργητον χώραν, ἄνευ σπορᾶς Κύριον, Μῆτερ ἐκβλαστήσασαν
Α πάντες, ἀνακηρύττοντες, σὲ ἱκετεύομεν, σπορέα πάσης κακίας, σῇ
μαχαίρᾳ ἄνελε, ὦ Μαχαιριώτισσα.

Καὶ νῦν.

ὴ φθαρεὶς θεῖος τύπος, σῆς μητρικῆς ὄψεως, τῶν εἰκονομάχων μα-
Μ νίᾳ, ἐνταῦθα σέσῳσται, ὃν ἀσπαζόμενοι, ψυχῶν ἡμῶν τὰς εἰκόνας,
Δέσποινα δεόμεθα, σῶσον τοῦ δαίμονος.

ιάσωσον, Μαχαιριώτισσα Μῆτερ, ἀπὸ πάσης δεινῆς ἐπιβουλῆς ἐχ-
Δ θροῦ, τοὺς πόθῳ σου, προσκυνοῦντας σεπτὴν εἰκόνα.

᾽πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν
E τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
24 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

Εἶτα μνημονεύει ὁ Ἱερεύς, δι’ οὓς ἡ Παράκλησις γίνεται, ἡμῶν ἀποκρινομένων
εἰς ἑκάστην αἴτησιν τό, Κύριε, ἐλέησον (γ΄). Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον
Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

εὸν ἐκτενῶς, ἱλέωσαι Δέσποινα, Μονήν σου κλεινήν, καὶ Νῆσον Κύ-
Θ προν ἅπασαν, εὐλογεῖν ἀείποτε, σεβομένας εἰκόνα σου, καὶ δοξα-
ζούσας αὐτόν, σεμνὴ Μαχαιριώτισσα.

ᾨδὴ δ΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

» ύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλ-
» Σ λίαμα, ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν
» ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ Ἀββακοὺμ σοὶ κραυγάζω· Τῇ δυνά-
» μει σου δόξα φιλάνθρωπε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
῾ ἀσκητής, εἰκονομάχων διέφυγε, τὴν μανίαν, καὶ σεπτῆς εἰκόνος
Ο σου, καταφυγήν, ὄρος Μαχαιρᾶ, εὕρατο Παρθένε, ἐν ᾧ καλύβην
ἐπήξατο, ὅπερ σὺν τῇ Μονῇ σου, ἀσινὲς σαῖς πρεσβείαις, εὐλογοῦσα φυ-
λάττοις τιμῶσάν σε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
῾κετικῶς, τὴν σὴν μορφὴν ἀσπαζόμεθα, εὐχομένην δεξιόθεν Δέσποινα,
Ι πρὸς τὸν Χριστόν, ὃν ἐν δεξιοῖς, πρέσβευε συντάξαι, ἐν τῇ ἡμέρᾳ τῆς
Κρίσεως, μονάζοντας ἐνταῦθα, καὶ πιστοὺς ἐρχομένους, καὶ καλοῦντας
θερμῶς μεσιτείαν σου.

Δόξα.
ῶς θαυμαστόν, δυὰς Ὁσίων ἑώρακε, μαρτυροῦν σου τὴν ἐκ χρόνων
Φ Δέσποινα, ὡς ἐν κρυπτῷ θείαν σου μορφήν, ἣν ἐξαγαγόντες, θεο-
πρεπῶς προσεκύνησαν, ἣν πάντοτε τιμῶντας καὶ ἡμᾶς ἀξιώσαις, τοῦ
ἀκτίστου φωτὸς ἱκεσίαις σου.
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 25

Καὶ νῦν.

᾽γγελικῶς, οὐδόλως Μῆτερ ἰσχύομεν, ἐξυμνῆσαι ἐν πηλίνοις στόμα-
A σι, τὰ θαυμαστά, ἃ ἐπιτελεῖς, διὰ τῆς εἰκόνος, ὦ Μαχαιριώτισσα τέ-
κνοις σου, διὸ ἡμῶν καθάραις, μολυσμῶν τὰς καρδίας, ὅπως ᾄδωμεν
πάντοτε Χαῖρέ σοι.

ᾨδὴ ε΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

» ῞να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκά-
» Ι λυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ
» πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ικησάτω Παρθένε, μητρική σου πρεσβεία πλῆθος τὸ ἄμετρον, τῶν
Ν ἡμῶν πταισμάτων, ἐπισπῶσα Κυρίου τὸ ἔλεος, ὅτι καθ᾿ ἑκάστην,
πολλὰ αὐτῷ πταίομεν πάντες, καὶ μὴ αἴρειν τολμῶμεν τὰ ὄμματα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾ ἁγία εἰκών σου, Ἁγιοσορίτισσα ἐπικέκληται, καθιστῶσα πάντας,
Η τοὺς τιμῶντας αὐτὴν μετὰ πίστεως, Πνεύματος Ἁγίου, σοροὺς
Παρθένε Θεομῆτορ, εὐωδίαν χαρίτων ἐκπέμποντας.

Δόξα.

εῖον θαῦμα ὁρᾶται, ἄλλη Σιλωὰμ Μονή σου φαίνεται, ἡ μορφήν σου
Θ Μῆτερ, φιλοξένως ἐν κόλποις κατέχουσα, ἔνθεν ἰαμάτων, παντο-
δαπῶν ἐκχορηγεῖται, ἀενάως ἡ δόσις τοῖς πάσχουσι.

Καὶ νῦν.

᾿ατρὸν τῶν ψυχῶν τε, καὶ σωμάτων Κυρία ἀφθόρως τέξασα, πάθη ἰα-
Ι τρεύοις, τῶν πιστῶν προσκυνούντων εἰκόνα σου, καὶ τῆς μετανοίας,
τὴν χάριν δοίης Θεοτόκε, δι᾿ ἧς πάλιν Χριστῷ συναπτόμεθα.
2 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

ᾨδὴ > ΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

» ὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις·
» Τ ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε·
» καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς τὴν ζωήν μου ἀνάγαγε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ατάβαλε, πρεσβειῶν μαχαίρᾳ σου, τοὺς ἡμᾶς καταβαλόντας Παρ-
Κ θένε, καὶ ὑγιεῖς, ἐκ βελῶν ἁμαρτίας, τῇ μητρικῇ σου ἀγάπῃ ἀπόδει-
ξον, σὺ μόνη πέλεις προσφυγή, τῶν τεκνίων σου ὦ Μαχαιριώτισσα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
᾽μόλυντε, τὴν ψυχὴν μολύνοντες, καθ᾿ ἑκάστην διανοίᾳ καὶ ἔργοις,
Α ὡς συμπαθής, τοὺς κρουνοὺς σῆς ἀγάπης, καθαρτικῶς ἱκετεύομεν
ἄνοιξον, καὶ πλύνασα ἡμᾶς καλῶς, ἐπαμφίασον χάριτος ἔνδυμα.

Δόξα.
ετρώμεθα, καὶ ἀλγοῦμεν Δέσποινα, μὴ ἰσχύοντες καὶ αὖθις στα-
Τ θῆναι, ὅθεν φωνήν, τὴν οἰκτρὰν ἐπακούσαις, καὶ σαῖς χερσὶν ἐκ πα-
θῶν ἐξανάστησον, ἡμεῖς δὲ θείαν σου μορφήν, προσκυνοῦντες Ἁγνὴ οὐ
παυσόμεθα.

Καὶ νῦν.
᾽πάκουσον, ἀσθενούντων Πάναγνε, αἰτουμένων τὴν θερμήν σου πρε-
Ε σβείαν, καὶ τὰς αὐτῶν, ἀσθενείας κουφίσαις, ὑπομονὴν δωρουμένη
καὶ ἄνεσιν, συμφέρουσάν τε ταῖς ψυχαῖς, ἰατρείαν ὦ Μαχαιριώτισσα.

ιάσωσον, Μαχαιριώτισσα Μῆτερ, ἀπὸ πάσης δεινῆς ἐπιβουλῆς
Δ ἐχθροῦ, τοὺς πόθῳ σου, προσκυνοῦντας σεπτὴν εἰκόνα.

῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν
A ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 2

Ὁ Ἱερεὺς μνημονεύει, ὡς δεδήλωται. Μετὰ δὲ τὴν ἐκφώνησιν·

Κοντάκιον.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

ῆς Μονῆς σου ὡς οὖσα διάσωσμα, καὶ τῆς Κύπρου ἁπάσης προσφύ-
T γιον, δέχου τοίνυν ἐξαιτουμένων Μῆτερ τὰς φωνάς, καὶ δὸς λύσιν
ἀγαθήν, πρὸς τὸ συμφέρον τῶν ψυχῶν, ὅπως πόθῳ σοι ψάλλωμεν· χαῖρε
ἁγνὴ Παρθένε, πάντας ἡ εὐλογοῦσα, ἀσπαζομένους σου μορφήν, Δέ-
σποινα Μαχαιριώτισσα.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ΄.

Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχ. Ἄκουσον θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς
τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὁ Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

Ἡμεῖς δὲ ψάλλομεν τὸ ἑπόμενον ἀντιφωνικῶς.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δὶς)
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στε-
ρεώματι τῆς δυνάμεως αὐτοῦ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὸ Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν, κεφ. ι΄ 3-42. ια΄ 2-2.
(Ζήτει ἐν τῇ Λειτουργίᾳ τῆς ης Σεπτεμβρίου).
2 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

Δόξα. Ἦχος β΄.

Τῆς Μαχαιριωτίσσης, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν
ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

῎ρος ἀλατόμητον, ἐξ οὗ Χριστὸς ἀπετμήθη, σιδηρίου ἄνευθεν, σὺ
Ο ὑπάρχεις Δέσποινα παναμώμητε· ὄρος οὖν οἰκήσασα, Μαχαιρᾶ
μορφῇ σου, νῆσον Κύπρον σκέποις ἅπασαν, τὸν Πολυέλεον, Κύριον ἀεὶ
ἱκετεύουσα, τῶν αἰτουμένων πίστει σε, τούτῳ τὰς δεήσεις προσάγουσα,
ὅπως πᾶσι Μῆτερ, παράσχῃ τὴν αἰώνιον ζωήν, καὶ Βασιλείαν τὴν ἄφθο-
ρον, ἐν ἡμέρᾳ Κρίσεως.

ὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος καὶ κενὸς ἐκπορεύεται,
O Μαχαιριώτισσα Κόρη· ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώ-
ρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

εταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχου-
M σα, Μαχαιριώτισσα Μῆτερ· σῷζε Νῆσον καὶ Μονήν, τῶν πολεμου-
μένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πι-
στῶν.

Ὁ Ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ἡμεῖς ἀποκρινόμεθα εἰς ἑκάστην αἴτησιν τὸ Ἀμήν, εἰς δὲ τὸ τέλος αὖθις τὸ
Ἀμήν, καὶ εὐθύς· Κύριε, ἐλέησον (ιβ΄).

Μετὰ δὲ τὴν ἐκφώνησιν, ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 2

ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

αῖδες ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ
»
» Π εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς
» εἰς τοὺς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

αῖρε Μονῆς ἡμῶν προστάτις, Μῆτερ πάναγνε Κυρία Θεοτόκε· μὴ
Χ ἐλλίπῃς ποτέ, συντρέχουσα σοῖς τέκνοις, εἰκόνα προσκυνοῦσί σου,
Μαχαιρᾶ ἄμαχον σκέπην.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ύματα ποίησον ἀγάπης, Παναμώμητε Υἱοῦ σου παμφιλτάτου, οἰκι-
Θ στὰς Μαχαιρᾶ, Μονῆς τῆς περιπύστου, σὸν ἱερὸν ἐκτύπωμα, καθ᾿
ἑκάστην προσκυνοῦντας.

Δόξα.

῾ήματα πέλουσι δακρύων, εὐτελέστερα, πολλῆς εὐγνωμοσύνης, ἣν
Ρ πρὸς σὲ Ἀγαθή, προσάγομεν ἐκ πόθου, ἀντὶ πολλῶν χαρίτων σου,
ταπεινοὶ Μαχαιριῶται.

Καὶ νῦν.

῏ Μαχαιρᾶ τὸ κλέος Κόρη, Θεονύμφευτε μαχαίρας δύο δίδου, μονα-
Ω σταῖς σῆς Μονῆς, πρᾶξιν καὶ θεωρίαν, ὅπως κληρονομήσωμεν, ὄρος
θείας Βασιλείας.

ᾨδὴ η΄. Ὁ Εἱρμός.
(ὁ εἱρμὸς λέγεται μόνον εἰς τὸν ὄρθρον, οὐχὶ καὶ εἰς τὴν παράκλησιν).

ὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς ἀειπαρθένου,
»
» Τ τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυ-
» ψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
30 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
οῦν καὶ πάσας αἰσθήσεις Παναγία, ἀποκάθαρον παντοίων μολυ-
Ν σμάτων, καὶ εὐωδίαν ἔνθες τὴν τοῦ Πνεύματος, ὅπως εὐαρέστως,
Χριστῷ πολιτευθῶμεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ρόνους ποίει ἁγνοὺς σοῦ θείου Τόκου, καὶ οἰκήματα φωτὸς ἀκτί-
Θ στου Μῆτερ, ἡμῶν καρδίας ἵνα ἐμπιμπλάμενοι, χαρμονῆς εἰκόνα,
τὴν σὴν καταφιλῶμεν.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν.
῎χει Κύπρος εἰκόνα σου τὴν θείαν, καταφύγιον ἐν πᾶσι τοῖς κινδύ-
Ε νοις, διὸ ἐμπόθως ταύτην κατασπάζεται, καὶ εὐγνωμονοῦσα, δοξά-
ζει τὸν Υἱόν σου.

Καὶ νῦν.
῾ ἐν ὄρει τοῦ Μαχαιρᾶ Δεσπότης, ὑποδείξας σε βατοκοπῆσαι πάθη,
Ο τὰ συγγενῆ Παρθένε καὶ ἐπίκτητα, τὰ ἐν τοῖς σπηλαίοις, ψυχῶν
ἡμῶν φυέντα.

ᾨδὴ θ΄. Ὁ Εἱρμός.
(λέγεται καὶ εἰς τὴν παράκλησιν).

» ᾿ξέστη ἐπὶ τοῦτο ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι
» E Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν,
» εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων,
» ταξιαρχίαι μεγαλύνουσιν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ιθήνησον τὴν ποίμνην σου Ἀγαθή, σαῖς ἀγκάλαις κρατοῦσα ἀείποτε,
Τ γάλα εὐχῶν, θείων σου παρέχουσα ὡς τροφήν, καὶ ἐν Χριστῷ ἐπαύ-
ξησον, ὅπως ἀρεταῖς εὐαγγελικαῖς, δοξάσῃ διὰ βίου, τὸν σὲ ὑπεραῤῥή-
τως, καὶ ὑπὲρ λόγον μεγαλύναντα.
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 31

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾ πλοῦτος τῆς Μονῆς σου σὺ εἶ Ἁγνή, ἡ εἰκόνι σεπτῇ εὐδοκήσασα,
Ο ἐγκατοικεῖν, ταύτῃ ὥσπερ βάρις βασιλική, τὰς προσβολὰς διώκου-
σα, πάντων ἀοράτων καὶ ὁρατῶν, ἐχθρῶν ταύτην θελόντων, ὀλέσαι Πα-
ναγία, περικλυτὴ Μαχαιριώτισσα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

υπρίζουσαν τὴν Κύπρον ἐξ ἀρετῶν, ἁγιότητος δεῖξον Πανάμωμε,
Κ πλῆθος πολύ, ἔχουσαν Ἁγίων ἐν οὐρανῷ, μεθ᾿ ὧν ἐκδυσωπήσατε,
τὸν φιλανθρωπότατον Ἰησοῦν, ὅπως διαφυλάττῃ, εἰς τοὺς αἰῶνας ταύ-
την, ἐν Ὀρθοδόξῳ πίστει θάλλουσαν.

Δόξα.

ὐφραίνου ἐκλογὰς ἡ τοῦ Μαχαιρᾶ, τὴν Πανάμωμον σχοῦσα προ-
Ε στάτιν σου, καὶ πρὸς Θεόν, πρέσβιν ἀκαταίσχυντον ἐν δεινοῖς, νυμ-
φαγωγόν τε ἄριστον, πρὸς Νυμφίον ἄμωμον τῶν ψυχῶν, διὸ μὴ δια-
λίπῃς, τὸ Χαῖρε Ἀρχαγγέλου, πρὸ τῆς εἰκόνος ταύτης ψάλλουσα.

Καὶ νῦν.

᾽παύστως προσκυνοῦντες Μῆτερ Θεοῦ, οὐ παυσόμεθα θείαν εἰκόνα
Α σου, θεοπρεπῶς, εἰ καὶ κολληθῶσιν χείλη ἡμῶν, καὶ γὰρ οὐδὲν ἐπά-
ξιον, σοὶ τῇ γλυκυτάτῃ ἀναψυχῇ, δυνάμεθα προσφέρειν, οἱ συνεληλυθό-
τες, ἐν Μαχαιρᾷ μονῇ σου Πάναγνε.

Εὐθὺς τό·

῎ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακά-
Α ριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε-
ραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
32 ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ

αίροις ἡ μονὴ ἡ περιφανής, Μαχαιρᾶ πλουτοῦσα, θησαυρὸν τὸν
X πνευματικόν, Ἁγνῆς Θεοτόκου, θαυματουργὸν εἰκόνα, τὴν ἐπικε-
κλημένην Μαχαιριώτισσαν.

ύλαττε Παρθένε τὴν σὴν Μονήν, καὶ τὴν νῆσον Κύπρον, ἐξ ἀνάγκης
Φ παντοδαπῆς, θείαις μεσιτείαις, πρὸς τὸν καλὸν Δεσπότην, ἵνα σε-
πτὴν μορφήν σου, τιμῶμεν πάντοτε.

῎ρος πῖον ὄρος πνευματικόν, ἀνάδειξον Κόρη, τὴν μονήν σου ἐν Μα-
O χαιρᾶ, ὄρος οὗ Κυρίου, τὸ φῶς αὐγάζοι πᾶσι, τοῖς πόθῳ προσκυ-
νοῦσι, θείαν εἰκόνα σου.

῞ρᾳ τῇ ἐσχάτῃ ἐν δεξιοῖς, ἱκέτευσον Μῆτερ, τὸν Υἱόν σου τὸν συ-
Ω μπαθῆ, σὺν δικαίοις τάξαι, πάντας Μαχαιριώτας, οὓς ἀπ᾿ αἰῶνος
ὧδε, ὡς ὄρνις ἤθροισας.

Ἐν περιόδῳ προεορτίων ἢ μεθεόρτων, τὸ προεόρτιον μεγαλυνάριον ἢ τὸ τῆς
ἑορτῆς.

Τὰ μεγαλυνάρια τῶν Ἁγίων τῆς ἡμέρας.

Τὸ μεγαλυνάριον τοῦ Ἁγίου τοῦ ναοῦ.

῎νδον τῶν ἀδύτων ἐν τῷ ναῷ, ἡ τῷ Θεῷ Λόγῳ ἐκλεχθεῖσα πρὸ γε-
Ε νεῶν, ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, ἡ πάναγνος Παρθένος, ἣν
μεγαλύνομεν.

ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ
Π δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον·
(εἰς τὰ μεθέορτα θεομητορικῆς ἑορτῆς λέγομεν τὸ τῆς ἑορτῆς ἀπολυτίκιον)
ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΑΧΑΙΡΙΩΤΙΣΣΗΣ 33

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

αχαιράδος ἡ μάνδρα, θεῖον Κόρη διάδημα, θησαυρὸν καὶ ἄφθιτον
M γέρας, τὴν εἰκόνα σου κέκτηται, ἣν χεῖρες ἱστόρησαν Λουκᾶ, καὶ
χάρις ἡγίασεν ἡ σή, ὅθεν πάντας συναθροίζει τοὺς εὐσεβεῖς, βοῆσαί σοι
τῇ Πανάγνῳ· δόξα τοῖς μεγαλείοις σου ἁγνή, δόξα τῷ θείῳ τόκῳ σου,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, σῇ ποίμνη τὰ κρείττονα.

Ὁ Ἱερεύς˙ Ἐλέησον ἡμᾶς, ὁ Θεός..., κτλ., καὶ ἀπόλυσις.

Εἶτα ψάλλονται τὰ παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

άντας τοὺς τὴν θείαν σου μορφήν, κατασπαζομένους Παρθένε, Μα-
Π χαιριώτισσα, μητρικῇ ἀγάπῃ σου, ὡς τέκνα φύλαττε, τοῦ Υἱοῦ σου
δὲ ἄναψον, τὸν πόθον καρδίαις, καὶ καταξιώσειας τῆς Βασιλείας ἡμᾶς,
ἅμα Γαβριὴλ ἐκβοῶντας, σοὶ τὸν ἀσπασμὸν χαῖρε Κόρη, Κεχαριτωμένη
ἀειπάρθενε.

έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι
Δ ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

ὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν
T με, ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς·

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

Στίχοι.
Ὦ Μαχαιριώτισσα, σκέπε σὴν μάνδραν,
εἰκόνα σεπτήν σου τιμῶσαν ἐκ πόθου.