You are on page 1of 17

ΑΚΟΛΟΤΘΙΑ

ΣΟΤ ΕΝ ΑΓΙΟΙ΢ ΠΑΣΡΟ΢ ΗΜΩΝ ΓΕΩΡΓΙΟΤ


ΑΡΧΙΕΠΙ΢ΚΟΠΟΤ ΜΤΣΙΛΗΝΗ΢ ΣΟΤ ΟΜΟΛΟΓΗΣΟΤ

Οὗ ἡ Μνήμη τῆ ιστ’ ΜαἸου.

Ποιηθεῖσα
ὑπὸ τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τ῅ς ἁγιωτάτης Μητροπόλεως Ῥόδου.

ΕΙ΢ ΣΟΝ ΜΙΚΡΟΝ Ε΢ΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος α’. Σῶν οὐρανίων ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες, ἐπιτελέσωμεν, τοῦ θείου Ἱεράρχου, Γεωργίου


τὴν μνήμην· ποιμὴν γὰρ Μυτιλήνης οὗτος καλός, ἀληθῶς ἀναδέδεικται,
τ῅ς εὐσεβείας γενναῖος ἀγωνιστής, καὶ τ῅ς πίστεως ὑπέρμαχος.

Εὐαγγελίου τῷ λόγω, ὡς ρυθμιζόμενος, Γεώργιε παμμάκαρ, τ῅ς ψυχ῅ς


τὰς κινήσεις, τοῦ Πνεύματος τῆ ψήφῳ Ἀρχιερεύς, Ἐκκλησίας γεγένησαι,
καὶ τοῦ Κυρίου προβάτων τῶν λογικῶν, ποιμὴν ὅσιος προβέβλησαι.

Ο᾿ρθοδοξίᾳ κοσμήσας, Πάτερ τὸν βίον σου, τῆ τῶν εἰκονομάχων , ἀσεβείᾳ


ἀντέστης, καὶ ἐν ὁμολογίας καρτερικῶς , τοῖς ἀγῶσι διέπρεψας , ἀνθ̉ ὧν
σοι δόξης τὸν στέφανον ὁ Θεός, ὦ Γεώργιε ἀπέδωκε.

Σὴν τῶν Εἰκόνων τρανώσας, θείαν προσκύνησιν, ἐν διδαχαῖς καὶ λόγοις,


καὶ ἀγῶσι καὶ ἄθλοις, ἐν γήρατι μετέστης Πάτερ καλῷ, πρὸς σκηνὴν τὴν
ἀθάνατον, ἔνθα Φριστῷ παριστάμενος καὶ ἡμῶν, ὦ Γεώργιε μνημόνευε.

Δόξα. Ἦχος πλ. β’.

Ο῞σιε Πάτερ Γεώργιε, τοῦ Παρακλήτου τὴν ἐνέργειαν δεξάμενος,


ποιμαντικῶς ἐν τῆ Ἐκκλησίᾳ διέπρεψας, καὶ τ῅ς Ὀρθοδόξου πίστεως,
ἀκατάβλητος ἀνεδείχθης ὑπέρμαχος· διὸ εἰς πᾶσαν τὴν γ῅ν, τῶν
κατορθωμάτων σου ὁ φθόγγος ἐξελήλυθε, πρὸς δόξαν τοῦ ἐν Σριάδι Θεοῦ,
τοῦ παρέχοντος διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς.

1
Εἰς τὸν ΢τίχον, ΢τιχηρὰ Προσόμοια.
Ἦχος πλ. β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Φαίροις ὁ θαυμαστός, ποιμὴν τ῅ς Μυτιλήνης, Γεώργιε παμμάκαρ· τῶν σὲ


ὑμνολογούντων, προστάτευε ἐν θλίψεσι.

΢τίχ. Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καιὶ οἱ Ὅσιοί


σου ἀγαλλιάσονται.

Κλήσει τῆ μυστικῆ, ὑπείκων τ῅ς Παρθένου, Γεώργιε παμμάκαρ, Ἀρχιερεὺς


ἐδείχθης, τ῅ς Ἐκκλησίας πάνσοφος.

΢τίχ. Σὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τ῅ς καρδίας μου
σύνεσιν.

Θλίψεις καὶ διωγμούς, ὑπὲρ τ῅ς ἀληθείας, Γεώργιε ὑπέστης· διὸ θεόθεν
στέφος, δικαιοσύνης ἔλαβες.

Δόξα. Ἦχος γ’.

Σίς μη θαυμάσει τὰς ἀρετάς σου, καὶ ὑμνήσει τοὺς ἀγῶνάς σου, Ἱεράρχα
παμμάκαρ Γεώργιε· ποιμαντικῆ γὰρ ἐπιστήμῃ, καὶ ὁμολογίας τοῖς ἄθλοις,
ἐν τῆ Ἐκκλησίᾳ διαπρέψας, ἐν οὐρανοῖς ἀξίως ἐκτήσω, τὸν μισθὸν τῶν
κατορθωμάτων σου. Ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν
μνήμην σου.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς.

Νῦν ἀπολύεις, τὸ Σρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ


καὶ Ἀπόλυσις.

ΕΙ΢ ΣΟΝ ΜΕΓΑΝ Ε΢ΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν


στίχ. στ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος δ’. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ Γεώργιε φαιδρῶς, σήμερον ἀνέτειλεν, ὥσπερ φωστὴρ


οὐρανόφωτος, ἡ θεία μνήμη σου, ταῖς τῶν ἀρετῶν σου, μυστικαῖς
φαιδρότησι, καὶ τ῅ς ὁμολογίας σου λάμψεσι, καταφωτίζουσα, Ὀρθοδόξων
τὰ συστήματα, τῶν ἐν πίστει, θερμῆ εὐφημούντων σε.

2
Παμμάκαρ Γεώργιε σαυτόν , ὅλον ἀναθέμενος, ἀπὸ παιδὸς τῷ Κυρίῳ σου ,
αὐτοῦ ἐβάστασας, τὸν ΢ταυρὸν ἐπ̉ ὤμων, καὶ ἐν ὁσιότητι, τὸν βίον ἐπὶ γ῅ς
ἐξετέλεσας· διὸ ἡ ἄφατος, χαρμονή σε ὑπεδέξατο, σὺν Ἁγίων, χοροῖς
εὐφραινόμενον.

Παμμάκαρ Γεώργιε κληθείς, ὑπὸ τ῅ς Θεόπαιδος, Ἀρχιερέων ἐν χρίσματι,


ἐχρίσθης Ἅγιε, καὶ τ῅ς Μυτιλήνης, Ἱεράρχης ὅσιος, τῆ ψήφῳ ἀνεδείχθης
τ῅ς χάριτος, λόγοις καὶ πράξεσι, κατευθύνων πρὸς εὐσέβειαν, τὸν λαόν
σου, ὡς ποιμὴν οὐράνιος.

Παμμάκαρ Γεώργιε Θεοῦ, τὸν ζ῅λον κτησάμενος, καὶ τῆ δυνάμει τοῦ


Πνεύματος, ἐνισχυόμενος, τῶν εἰκονομάχων, τὴν ὀφρὺν οὐκ ἔπτηξας, καὶ
τούτων τὴν ἀσέβειαν ᾔσχυνας· διὸ Πατέρων σε, ἡ ὁμήγυρις ἐδέξατο,
πρωτοτόκων ἐν χώρᾳ συνέστιον.

Παμμάκαρ Γεώργιε καλῶς, ποίμνης προϊστάμενος, τ῅ς λογικ῅ς τοῦ


Δεσπότου σου, στεῤῥῷ φρονήματι, διωγμοὺς καὶ θλίψεις, χαίρων
καθυπέμεινας, καὶ τῶν αἱρετικῶν διεφύλαξας, ταύτην ἀλώβητον· διὰ
τοῦτό σε γεραίρομεν, πρεσβευτήν σε, τῷ Κτίστῃ προσάγοντες.

Παμμάκαρ Γεώργιε δυσί, ὁ Θεός σε στέμμασι, περιφανῶς ἐστεφάνωσε· σὺ


γὰρ ὡς ἄριστος, ἀρχιερωσύνης, τὴν στολὴν ἐφαίδρυνας, σεπτ῅ς
ὁμολογίας τοῖς στίγμασι, καὶ ἀνελήλυθας, εἰς σκηνὴν ἀχειροποίητον,
μνημονεύων, τῶν πίστει τιμώντων σε.

Δόξα. Ἦχος πλ. β’.

Ω῾ς Ἱεράρχης ὅσιος, τὴν καλὴν ὁμολογίαν ἐφύλαξας, καὶ ὑπὲρ αὐτ῅ς
ἠγωνίσω, ἐν ἀπαρνήσει σεαυτοῦ, Γεώργιε Πάτερ ἀοίδιμε· τοὺς ἀσεβῶς γὰρ
λαλοῦντας, κατὰ τ῅ς τῶν Εἰκόνων τιμ῅ς, ἐν θεολόγοις φθόγγοις
διήλεγξας, καὶ τὴν αὐθάδειαν τούτων κατῄσχυνας, Ὀρθοδοξίας τρανώσας
τὴν ἀκρίβειαν. Ὅθεν Φριστὸς ὁ Θεός, δόξῃ σε καὶ τιμῆ ἐστεφάνωσε, καὶ
κοινωνὸν τῶν αἰωνίων ἀγαθῶν, ὡς φιλάνθρωπος ἀνέδειξεν· ὧν καὶ ἡμεῖς,
ἀξιωθείημεν οἱ τιμῶντές σε, ταῖς πρὸς αὐτὸν δραστικαῖς ἱκεσίαις σου.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς.

Εἴσοδος, τὸ Υῶς ἱλαρόν, τὸ Προκείμενον τ῅ς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

3
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. ι’, 7,6· γ’, 13-15· η’,6,34,35,4,12,14,17,5-9· κβ’,21, 19· ιε’, 4)

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ.
Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν·
κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
Σιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῆ οὐδὲν
πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῆ, πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτ῅ς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτ῅ς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Σοιγαροῦν εἰσακούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζω῅ς, καὶ ἑτοιμάζεται θέλησις παρὰ
Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προἸεμαι ἐμὴν φωνὴν υἱοῖς
ἀνθρώπων· Ὅτι ἐγὼ ἡ σοφία κετεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι
χάριν. Νοήσατε, τοίνυν ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε
καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ
χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδ῅. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ
στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα
ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθ῅, ἵνα γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε
Πνεύματος.

΢οφίας ΢ολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. γ’, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν


ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν
καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπ῅ς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθ῅ρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

4
΢οφίας ΢ολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε’, 15-23, στ’ 1,3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τ῅ς εὐπρεπείας
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῆ δεξιᾷ σκεπάσει
αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζ῅λον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γ῅ν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γ῅ς· ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙ΢ ΣΗΝ ΛΙΣΗΝ, Ἰδιόμελα.

Ἦχος α’.

Σῶν ἐπιγείων τερπνῶν, καταλιπὼν τὴν ἀπόλαυσιν, ἀνήρ Θεοῦ


ἐγνωρίσθης, θεομάκαρ Γεώργιε· διὸ τῆ ψήφῳ τοῦ Πνεύματος, ἐν
Μυτιλήνης τῷ θρόνῳ διέπρεψας, ἐξ οὗ ὥσπερ φωστὴρ ἐξανέτειλας, ταῖς
ἀστραπαῖς τῶν ἀρετῶν σου, καὶ ἄθλοις τ῅ς ὁμολογίας σου. Ὅθεν Φριστός
σε δοξάσας, τ῅ς δεξιᾶς παραστάδος κατηξίωσε, πρεσβεύοντα ἐκτενῶς,
πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β’.

Ἱεραρχίας τὴν στολήν, τῆ καλῆ σου ὁμολογίᾳ, ὑπὲρ λόγον ἐφαίδρυνας,


θεομάκαρ Γεώργιε· ὅλος γὰρ ἐνθεώτατος γενόμενος, Εἰκονομάχων τὴν
ψυχόλεθρον πλάνην, στόματι θεολόγῳ διήλεγξας, καὶ τὴν Ὀρθόδοξον
πίστιν ἐκήρυξας, ἀφειδήσας διωγμῶν καὶ θλίψεων. Ὅθεν
λελαμπρυσμένος, πρὸς οὐρανὸν τὴν πορείαν ποιησάμενος, τῷ Βασιλεῖ
τῶν αἰώνων παρέστης, δεήσεις ἀναφέρων αὐτῷ, ὑπὲρ τῶν πίστει
τελούντων τὴν μνήμην σου.

5
Ἦχος δ’.

Σὸν ἐν Ἱεράρχαις Ὁμολογητήν, καὶ τ῅ς Ὀρθοδοξίας ὑπέρμαχον, τὸν


Μυτιλήνης ποιμένα καὶ διδάσκαλον, Γεώργιον τὸν Ὅσιον, οἱ εὐσεβεῖς
μακαρίσωμεν· ποιμαντικῆ γὰρ ἐπιστήμῃ, τὸν τάλαντον πλεονάσας, καὶ
ὑπὲρ τ῅ς Ὀρθοδόξου πίστεως, στεῤῥῶς ἀγωνισάμενος, τ῅ς μακαρίας
ἠξίωται φων῅ς, τ῅ς εὖ σοι δοῦλε λεγούσης, καὶ εἰς τὴν χαρὰν τοῦ Κυρίου,
ἐν δόξῃ ἀθανάτῳ εἰσελήλυθε, πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν κατανύξει
τελούντων, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

Δόξα. Ἦχος πλ. β’.

΢ήμερον ὡς μυστικὴ ἀνατολή, τοῦ Ἱεράρχου ἡ μνήμη ἀνατείλασα, τῶν


εὐσεβῶν τὰς ψυχὰς φωτίζει, τῶν πρὸς αὐτὸν ἐκβοώντων· Φαίροις
παμμάκαρ Γεώργιε, ὁ φερωνύμως γεωργήσας, τ῅ς ψυχ῅ς σου τὴν
ἄρουραν, καὶ εἰς ἑκατὸν ἐξανθήσας, ἀρετῶν τὴν καρποφορίαν· χαίροις ὁ
θεοκρίτῳ ἐκλογῆ, ἀρχειρωσύνης τὸ θεῖον, χρῖσμα ὑποδεξάμενος, καὶ τῷ
Θεῷ λειτουργήσας, ἐπὶ τ῅ς γ῅ς ὡς Ἄγγελος· χαίροις ὁ τῶν εἰκονομάχων,
διελέγξας τὴν ἀσέβειαν, καὶ Ὀρθοδόξων τὴν πίστιν, τρανώσας τῆ
ὁμολογίᾳ σου. Παῤῥησίαν ὡς ἔχων πρὸς Φριστόν, ὑπὲρ ἡμῶν μὴ παύςῃ
δεόμενος, τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς.

ΕΙ΢ ΣΟΝ ΢ΣΙΦΟΝ, ΢τιχηρὰ προσόμοια.


Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Δεῦτε εὐφημήσωμεν, ᾀσματικῶς ὦ φιλέορτοι, ἀγαλλόμενοι σήμερον, τὸν


θεῖον Γεώργιον, τὸν τ῅ς Μυτιλήνης, σεπτὸν Ἱεράρχην, τὸν καθελόντα τὴν
ὀφρύν, εἰκονομάχων δειν῅ς αἱρέσεως· Φριστῷ γὰρ παριστάμενος, τῷ
Βασιλεῖ τῶν δυνάμεων, ἐξαιτεῖται τὰ κρείττονα, τῶν πιστῶν τῷ
πληρώματι.

΢τίχ. Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καιὶ οἱ Ὅσιοί


σου ἀγαλλιάσονται.

Ζήλῳ πυρπολούμενος, τ῅ς εὐσεβείας Γεώργιε, Ἱεράρχης ὡς ὅσιος,


γενναίως ἠγώνισαι, ὑπὲρ τῶν ἁγίων, πίστεως δογμάτων, καὶ
ὑπερήθλησας αὐτῶν, καταφρονήσας πόνων καὶ θλίψεων· διό σε ἡ αἰώνιος,
ἀναψυχὴ ὑπεδέξατο, ὑπὲρ πάντων δεόμενον, τῶν τελούντων τὴν μνήμην
σου,

6
΢τίχ. Σὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τ῅ς καρδίας μου
σύνεσιν.

Φάριτος δεξάμενος, παρὰ Θεοῦ τὴν ἐνέργειαν, θεομάκαρ Γεώργιε, τοῖς


ἄθλοις ἐξέλαμψας, τ῅ς ὁμολογίας, ἐν τῆ Ἐκκλησίᾳ, ὡς ἑωσφόρος πρωϊνός,
διασκεδάζων νύκτα αἱρέσεως. Διό σε μακαριζόμεν, τὸν φωτισμὸν
ἐξαιτούμενοι, ταῖς ψυχαῖς ἡμῶν Ἅγιε, οἱ ἐκ πόθου τιμῶντές σε.

Δόξα. Ἦχος β’.

Δεῦτε πιστοί, Γεώργιον τὸν Ὅσιον, τὸν Μυτιλήνης καλὸν ποιμένα, καὶ
Ἐκκλησίας φωστ῅ρα, χαρμονικῶς ἐπαινέσωμεν, βοῶντες πρὸς αὐτόν·
Μακάριος εἶ Πάτερ πανσεβάσμιε , ὅτι δικαιοσύνην δι̉ ἀρετ῅ς
ἐνδυσάμενος, τῶν εὐσεβῶν δογμάτων τ῅ς πίστεως, ὑπέρμαχος κραταιὸς
ἀναδέδειξαι, καὶ Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν ἐστερέωσας· παῤῥησίαν ὡς
ἔχων, πρὸς Φριστὸν τὸν Θεόν, τὴν εἰρήνην αἴτει, ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς.

Νῦν ἀπολύεις, τὸ Σρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α’. Σοῦ λίθου σφραγισθέντος.

Δογμάτων Ὀρθοδόξων, ὑπέρμαχον τὸν μέγαν, τὸν ἐν Μυτιλήνης τῷ


θρόνῳ, ἐμπρέψαντα ὁσίως, Γεώργιον ἅπαντες πιστοί, τιμήσωμεν τὸν
Ὁμολογητήν· ἀναβλύζει γὰρ χαρίτων τὰς δωρεάς, τοῖς κράζουσιν ἐκ
καρδίας· Δόξα τῷ σὲ δοξάσαντι Φριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον. Ἦχος γ’. Θείας πίστεως.

Θείας πίστεως, ὁμολογίᾳ, ἐταπείνωσας, εἰκονομάχων, τὴν ὀφρὺν Ἱεράρχα


Γεώργιε, καὶ εὐσεβείας τρανώσας τὰ δόγματα, τ῅ς Ἐκκλησίας τὸ κάλλος
ἐφύλαξας. Ὅθεν πρέσβευε, Φριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.

Σὸ τ῅ς Ἑορτ῅ς καὶ Ἀπόλυσις.

7
ΕΙ΢ ΣΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ ΢τιχολογίαν, Κάθισμα.


Ἦχος α’. Σὸν τάφον σου.

Γεώργιον πιστοί, τὸν σοφὸν Ἱεράρχην, καὶ κάλλιστον Φριστοῦ, τῶν


θρεμμάτων ποιμένα, συμφώνως εὐφημήσωμεν, πρὸς αὐτὸν
ἀνακράζοντες· Πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, καθικέτευε, ἵνα
κινδύνων ῥυσθῶμεν, καὶ πάσης κακώσεως.

Καὶ τὸ τ῅ς Ἑορτ῅ς.

Μετὰ τὴν β’ ΢τιχολογίαν, Κάθισμα.


Ἦχος γ’. Θείας πίστεως.

Ω῾ς γεώργιον, τ῅ς εὐσεβείας, ὤφθης ὅσιος, τ῅ς Μυτιλήνης, Ἱεράρχης


παμμάκαρ Γεώργιε, καὶ τὴν τιμὴν τῶν Εἰκόνων ἐτράνωσας, ὁμολογίας
ἐκλάμψας χαρίσμασιν. Ὅθεν πρέσβευε, Φριστῷ τῷ Θεῷ πανεύφημε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ τὸ τ῅ς Ἑορτ῅ς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.


Ἦχος δ’. Σαχὺ προκατάλαβε.

Φριστῷ ἐφεπόμενος, ταῖς ἀρεταῖς ἐκ παιδός, τ῅ς ἄνωθεν χάριτος, ἐγένου


σκεῦος σεπτόν, τρισμάκαρ Γεώργιε· ἔλαμψας τῆ σῆ ποίμνη, ὡς φωστὴρ
ἀληθείας· ἔλυσας διδαχαῖς σου, ἀσεβείας σκοτίαν· διό σε εὐφημοῦμεν
πιστοί, τελοῦντες τὴν μνήμην σου.

Καὶ τὸ τ῅ς Ἑορτ῅ς.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου καὶ τὸ


Προκείμενον.

Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καιὶ οἱ Ὅσιοί σου


ἀγαλλιάσονται.
΢τίχ. Σὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τ῅ς καρδίας μου
σύνεσιν.

Εὐαγγέλιον, ζήτει τῆ ιγ’ Νοεμβρίου.

Ὁ Ν’. Δόξα. Σαῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Σαῖς τ῅ς Θεοτόκου...

8
Ἰδιόμελον. Ἦχος πλ. β’.
΢τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλ῅θος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ο῞σιε Πάτερ Γεώργιε, ἱεραρχικῶς ἐπὶ γ῅ς, τῷ ἐν Σριάδι Θεῷ εὐαρεστήσας,


ἐν οὐρανοῖς ἀθάνατα ἐκτήσω, τὰ ἔπαθλα τῶν κατορθωμάτων σου· διὸ
πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν
ἡμῶν.

΢ῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα οἱ Κανόνες, ὁ τ῅ς Ἑορτ῅ς μετὰ τῶν Εἱρμῶν εἰς στ’, καὶ τοῦ Ἁγίου
ὁμοίως εἰς στ’. Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις·
«Κυρίλλου».

Ὠιδὴ α’. Ἦχος α’. Ὠιδὴν ἐπινίκιον.

Σιμήσωμεν σήμερον, τ῅ς Μυτιλήνης, ποιμένα τὸν ὅσιον, θεῖον Γεώργιον·


αὐτοῦ γὰρ ὥσπερ φωστήρ, ἀνέτειλεν ἡ ἑορτή, κόσμον φωτίζουσα.

Ε᾿ν ὕψει διέπρεψας, ὁμολογίας, καὶ πλάνης αἱρέσεως, θράσος


κατῄσχυνας, Γεώργιε θαυμαστέ· διὸ Φριστός σε ὁ Θεός, Πάτερ ἐδόξασεν.

Φριστὸν ἐκ νεότητος, σφόδρα ποθήσας, αὐτῷ ἠκολούθησας,


ἀπαρνησάμενος, φροντίδας τὰς κοσμικάς, καὶ σώματος τὰς ἡδονάς,
μάκαρ Γεώργιε.

Θεοτοκίον.

Κατάρας ἐλύτρωσας, τ῅ς ἀρχεγόνου, Παρθένε Πανύμνητε, γένος τὸ


βρότειον, τεκοῦσα ἄνευ σπορᾶς, Φριστὸν τὸν Κύριον ἡμῶν· ὃν
μεγαλύνομεν.

Ὠιδὴ γ’. Λίθον ὃν ἀπεδοκίμασαν.

Δεῦτε πάντες εὐφημήσωμεν, τὸν τ῅ς Μυτιλήνης, πάγκαλον ποιμένα,


Ἱεραρχῶν τὴν δόξαν, Γεώργιον τὸν θεῖον, τὸν πλάνης αἱρέσεως,
καταβαλόντα τὴν ὀφρύν, καὶ τὴν εὐσέβειαν τρανώσαντα.

Οἶκον θεῖον ἀπετέλεσας , σεαυτὸν τρισμάκαρ , Πνεύματος Ἁγίου , δι̉


ἀρετῶν παντοίων· διὸ Ἀρχιερέων, ἐχρίσθης ἐν χρίσματι, καὶ Ἱεράρχης
ἀληθής, τ῅ς Ἐκκλησίας ἀναδέδειξαι.

9
Φῦμα ἄνωθεν ἐπλούτησας, θεϊκ῅ς σοφίας, ὡς κεκαθαρμένος, ἀσκητικοῖς
καμάτοις, Γεώργιε παμμάκαρ, καὶ πάντας ἐδίδαξας, ἐν θεολόγοις λαλιαῖς,
θείων δογμάτων τὴν ἀκρίβειαν.

Θεοτοκίον.

Τ῞μνοις Ἄχραντε τιμῶμέν σε, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν


νοερῶν ταγμάτων· φθορᾶς γὰρ καὶ θανάτου, βροτοὶ ἐλυτρώθημεν, οἱ
προσκυνοῦντες εὐσεβῶς, τόκον σου Μ῅τερ τὸν ἀπόῤῥητον.

Κάθισμα. Ἦχος γ’. Σὴν ὡραιότητα.

Εὐσεβείας ἐμπρέπων, τοῖς προτερήμασιν, ὑφηγητὴς ἀνεδείχθης,


Εὐαγγελίου σοφός, καὶ δογμάτων εὐσεβῶν, στῦλος Γεώργιε. Ὅθεν
δοξάσας σε Θεός, τ῅ς βασιλείας οὐρανῶν, πολίτην ἀνέδειξέ σε,
πρεσβεύοντα ὑπὲρ πάντων, τῶν ἐκτελούντων σου τὴν μνήμην πιστῶς.

Καὶ τὸ τ῅ς Ἑορτ῅ς.

Ὠιδὴ δ’. Ἐπήρθη ὁ ἥλιος.

Φριστῷ ἠκολούθησας, κόσμον μισήσας, Πάτερ Γεώργιε σοφέ, καὶ τούτου


ἐπέτυχες, τ῅ς βασιλείας, τοῖς ἄθλοις τ῅ς εὐσεβοῦς, ὁμολογίας σου.

Ε῾πόμενος δόγμασι, θείων Πατέρων, Εἰκονομάχων τῶν δεινῶν, τὴν


βλάσφημον ἤλεγξας, διδασκαλίαν, καὶ γέγονας τῶν πιστῶν, στῦλος
Γεώργιε.

Σιμήσας τὴν πάνσεπτον, Φριστοῦ Εἰκόνα, θλίψεις καθυπέστης σφοδράς,


θεόφρον Γεώργιε, καὶ ἐξορίας, ἐν αἷς καθάπερ χρυσός, τίμιος ἔλαμψας.

Θεοτοκίον.

Ρ῾οαῖς τοῦ ἐλέους σου, κατάρδευσόν μου, Μ῅τερ τὴν ἀθλίαν ψυχήν, καὶ
ταύτην ἀξίωσον, καρποὺς βλαστάνειν, εἰς κόρον τῶν ἀρετῶν, πρὸς
σωτηρίαν μου.

Ὠιδὴ ε’. Σὴν σὴν εἰρήνην.

Ζυγὸν ἐπ̉ ὤμων τὸν χρηστόν , πιστῶς ἀναλαβών, ἔδραμες ὀπίσω, Φριστοῦ
ὦ Γεώργιε· ὅθεν αὐτός σε προσεδέξατο, ἐν τ῅ς βασιλείας, τῶν οὐρανῶν τῆ
δόξῃ.

10
Σὸ κατ̉ εἰκόνα εὐσεβῶς, Γεώργιε σοφέ, βίῳ ἐναρέτῳ, τηρήσας ἀλώβητον,
Φριστοῦ Εἰκόνα τὴν ἐν σώματι, ἐν θεουργῷ ζήλῳ, ἐκήρυξας τιμᾶσθαι.

Ο᾿ρθοδοξίας τῷ φωτί, λαμπόμενος τὸν νοῦν, τῆ ὁμολογίᾳ, ὡς ἥλιος


ἔλαμψας, καὶ τὴν σκοτίαν διεσκέδασας, τῶν Εἰκονομάχων, Γεώργιε τ῅ς
πλάνης.

Θεοτοκίον.

Ι῞λεων Μ῅τερ σαῖς εὐχαῖς, ἀπέργασαι ἡμῖν, τοῖς ἀπεγνωσμένοις, Φριστὸν


τὸν φιλάνθρωπον, τὸν σαρκωθέντα ἐξ αἱμάτων σου, καὶ τὴν σωτηρίαν, τῷ
κόσμῳ παρασχόντα.

Ὠιδὴ στ’. Σὸν προφήτην Ἰωνᾶν.

Α᾿ναγόμενος Φριστῷ, ποιμασίας ἀρεταῖς, ὑπερήθλησας στεῥῥῶς, τῶν


Εἰκόνων τ῅ς τιμ῅ς, καὶ ᾔσχυνας, τυράννων θράσος, Πάτερ Γεώργιε.

Σῶν δογμάτων τῶν ὀρθῶν, ἐν Φριστῷ ὑπερμαχῶν, ἀπεδύσω εὐθαρσῶς,


πρὸς ἀγῶνα τὸν καλόν, Γεώργιε, καὶ παρατάξεις, ψεύδους διέλυσας.

Διετράνωσας Φριστοῦ, τ῅ς Εἰκόνος τὴν τιμήν, καὶ λατρείας εὐσεβοῦς,


στήλην ἔμψυχον σαυτόν, Γεώργιε, ὁμολογίας, πόνοις παρέστησας.

Θεοτοκίον.

Λάμπρυνόν μου τὴν ψυχήν, χάριτός σου τῷ φωτί, σκοτισθεῖσαν χαλεπῶς,


ἁμαρτίαις ταῖς πολλαῖς, καὶ σῶσόν με, Θεοκυ῅τορ, τῆ εὐσπλαγχνίᾳ σου.

Κοντάκιον. Ἦχος β’. Σοῖς τῶν αἱμάτων σου.

Ποιμαντικῆ ἐπιστήμῃ ἠρίστευσας, ὁμολογίας τοῖς ἄθλοις διέπρεψας, καὶ


ὤφθης γεώργιον τίμιον, τ῅ς Ὀρθοδόξου Γεώργιε πίστεως· διό σου τὴν
μνήμην γεραίρομεν.

Ὁ Οἶκος.

Ω῾ς εὐσεβείας κρηπίδα ἀσάλευτον, ὁμολογίας ὡς λύχνον ἀείφωτον, καὶ


Ὀρθοδόξων δογμάτων ὑπέρμαχον, τ῅ς Μυτιλήνης σε τόν καλόν, ποιμένα
μακαρίζομεν, ἱερώτατε Πάτερ Γεώργιε· τ῅ς Ὀρθοδόξου γὰρ διδαχ῅ς, ἐν
χάριτος δυναστείᾳ ἀντεχόμενος, ὑπερμεγέθεις θλίψεις καθυπέμεινας,
αἱρετιζόντων τε τὸ φρύαγμα κατέλαβες, καὶ ἀληθείας τὸ κέρας ὕψωσας,

11
ἐν θεολόγῳ διακηρύξας φωνῆ, ὅτι ἡ τ῅ς Εἰκόνος τιμή, εἰς αὐτὸ διαβαίνει
τὸ πρωτότυπον· διὸ σου τὴν μνήμην γεραίρομεν.

Μηνολόγιον.

Σῆ Ι΢Σ' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν


Γεωργίου, Ἀρχιεπισκόπου Μυτιλήνης, τοῦ Ὁμολογητοῦ.

΢τίχοι.
Ὡς φωστὴρ Γεώργιος ἔλαμψε κόσμῳ,
Σῆ καλῆ τ῅ς πίστεως ὁμολογίᾳ.
Δεκάτῃ καὶ ἕκτῃ Γεώργιος μεθίστατο γαίης.

΢υναξάριον

Οὗτος ὁ μακάριος Γεώργιος ἤκμασε τῷ η’ αἰῶνι. Γενόμενος Ἐπίσκοπος


Μυτιλήνης ἐποίμανε τὴν ποίμνην αὐτοῦ ἐν ὁσιότητι καὶ ἠγωνίσατο ὑπὲρ
τ῅ς τῶν Εἰκόνων τιμ῅ς, διὸ καὶ ὡς Ὀρθοδοξίας ὑπέρμαχος ἐγνωρίσθη.
Ἐκοιμήθη ἐν γήρατι πολιῷ τὸν Ἁγίοις πρέποντα ὕπνον , προϊδὼν τὴν
αὐτοῦ τελευτήν, ἥτις ἐγνωρίσθη τῆ ποίμνῃ αὐτοῦ δι̉ οὐρανίου ἀστέρος.

Σῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ


Ἡγιασμένου.

΢τίχοι.
Δῶρόν σε θεῖον, Θεόδωρε, δεικνύει,
Ἐν Ἁγίοις Ἅγιος, ἡγιασμένε.

Σῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀλεξάνδρου,


Ἀρχιεπισκόπου Ἱεροσολύμων.

΢τίχοι.
Ἰδὼν τόπους, οὓς εἶδεν ἔνσαρκος Λόγος,
Ἀπ῅λθες, Ἀλέξανδρε, καὶ τοῦτον βλέπειν.

Μνήμη τῶν Ἁγίων Μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ Ἐπισκόπου, καὶ τῶν σὺν
αὐτοῖς τριάκοντα ὀκτώ, Πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, Μοναχῶν
ἕξ, καὶ Παρθένων ἑπτά.

΢τίχοι.
Εἰς τὸν Αὐδᾶν:
Ἄμφω πρὸ τῶν σῶν, Αὐδᾶ Μάρτυς, ὀμμάτων,
Σομεὺς κεφαλ῅ς, καὶ βραβεὺς θείου στέφους.

12
Εἰς τὸν Αὐδιησοῦν:
Ἐκδοὺς ἑαυτὸν Αὐδιησοῦς τῷ ξίφει,
Ὁρᾶν Ἰησοῦν ἠξιώθη τὸν μέγαν.

Εἰς τοὺς δέκα ἕξ Ἱερεῖς:


Σοὺς Ἱερεῖς σου, ΢ῶτερ, ἔκτεινε ξίφος,
Σὴν ἱεράν σου μὴ προδόντας ἀξίαν.

Εἰς τοὺς ἐννέα Διακόνους:


Σοὺς τρισσάκις τρεῖς ΛευἸτας τετμημένους,
΢τέφει Θεὸς δὶς ὡς ἀθλητολευἸτας.

Εἰς τοὺς ἕξ Μοναχοὺς καὶ τὰς ἑπτὰ Παρθένους:


Εἰ Παρθένων ἔδωκεν ἑπτάκι στέφος,
Πῶς οὐ παρέξει καὶ Μοναχῶν ἑξάδι;

Οἱ Ἅγιοι Μάρτυρες Ἰσαάκιος, ΢υμεὼν καὶ Βαχθισόης πυρὶ τελειοῦνται.

΢τίχοι.
Πρὸς ἕν πῦρ ἐκπνέουσι τρεῖς ὁμοφρόνως,
Ἰσαάκιος, ΢υμεών, Βαχθισόης.

Οἱ Ἅγιοι Ἀββάδες, οἱ ἐν τῆ Μονῆ τοῦ Ἁγίου ΢άββα, ὑπὸ τῶν Βλεμμυῶν


ξίφει τελειοῦνται.

΢τίχοι.
΢οὺς, ΢ῶτερ, ἄρνας ὡς ὁδοῦσι ταῖς σπάθαις,
Μάνδρας ἔσω κτείνουσιν εἰσδύντες λύκοι.

Ὁ Ἅγιος Μάρτυς Παπυλῖνος, ξίφει τελειοῦται.

΢τίχοι.
Ὁ Παπυλῖνος θραῦσιν εὑρὼν ἐκ ξίφους,
Πύλας πλάνης ἔθραυσε καὶ θεοὺς ἅμα.

Ὁ Ἅγιος Μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς,


τελειοῦται.

΢τίχοι.
Ἄσειστος ὄντως πίστεως Πέτρος πέτρα,
Πρὸς ὃν τὰ νεῦρα πάπυροι τὸ τοῦ λόγου.

13
Ὁ Ἅγιος Νικόλαος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ
τελειοῦται.

΢τίχοι.
Ὁ Νικόλαος, ἐκλιπὼν σκιὰν βίου,
Πρὸς ἄσκιον μετ῅λθε φωτὸς χωρίον.

Μνήμη τ῅ς Ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν
Δύναμιν.

΢τίχοι.
Σὴν Εὐφημίαν εὐφημεῖν ἔστι θέμις·
Πλάνην εἰδώλων καθελοῦσαν ἀθλήσει.

Ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Μετσόβου, ὁ ἐν Σρικκάλοις


μαρτυρήσας ἐν ἔτει αχια’ (1617), πυρὶ τελειοῦται.

΢τίχοι.
Ἵν̉ ἐκφύγῃς πῦρ τ῅ς γεέννης, παμμάκαρ,
Σὸ πῦρ ὑπέστης, Νικόαλε εὐθύφρον.

Σαῖς αὐτῶν ἁγίαις πρεσβείαις, Φριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ’. Ἡ κάμινος ΢ωτὴρ.

Γεώργιον πιστοὶ εὐφημήσωμεν, ποιμένα Μυτιλήνης τὸν Ὅσιον, χαῖρε


αὐτῷ κραυγάζοντες, Ὀρθοδόξων ὁ ὑπέρμαχος.

Ε᾿πάτησας ὀφρὺν κακοδαίμονα, κηρύξας ἀληθείας τὰ δόγματα, καὶ τῶν


πιστῶν Γεώργιε, ἐστερέωσας τὸ φρόνημα.

Πατέρων πειθαρχῶν τοῖς διδάγμασι, ἀνόμων τὰς βουλὰς ἀπεκύρωσας,


καὶ τὴν ἀχλὺν Γεώργιε, τ῅ς αἱρέσεως διέλυσας.

Θεοτοκίον.

Λαός σοι τῶν πιστῶν χαῖρε Ἄχραντε, κραυγάζει ἀσιγήτῳ ἐν στόματι· σὺ


γὰρ φρικτῶς ἐκύησας, τὸν ποιήσαντα τὰ σύμπαντα.

14
Ὠιδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.

Ποιμαίνων ὡς γνήσιος, καὶ ὅσιος ποιμήν, Γεώργιε ἔνδοξε, τὴν ποίμνην τοῦ
Φριστοῦ, ἀντέστης βλασφήμων, τῷ ἀνόμῳ ἑσμῷ, ἐν ὁμολογίας, τῆ θείᾳ
παντευχίᾳ.

Σῷ βίῳ κοσμούμενος, παντοίαις ἀρεταῖς, θεράπων ὡς γνήσιος, Γεώργιε


Φριστοῦ, προέστης τ῅ς ποίμνης, θεαρέστως τ῅ς σ῅ς, καὶ ταύτην ἀθέων,
διέσωσας τ῅ς λύμης.

Φριστός σε ἐδόξασε, ποιμένα ὡς καλόν, καί πίστεως πρόμαχον, Γεώργιε


σοφέ· Αὐτὸν οὖν δυσώπει, παῤῥησίᾳ ἀεί, ὑπὲρ τῶν τελούντων, τὴν μνήμην
σου ἀξίως.

Θεοτοκίον.

Ο῾ Λόγος Πανάχραντε, φρικτῶς σωματωθείς, ἁγνῶν ἐξ αἱμάτων σου,


ἐλύτρωσεν ἡμᾶς, τοὺς ἀπεγνωσμένους, ἁμαρτίας φθορᾶς· ὅθεν σε
τιμῶμεν, τὴν Κεχαριτωμένην.

Ὠιδὴ θ’. ΢ὲ τὴν φαεινὴν λαμπάδα.

΢ὲ τ῅ς Μυτιλήνης Πάτερ, τὸν ποιμένα τὸν καλόν, τῶν Πατέρων τὴν
δόξαν, καὶ Ἐκκλησίας στῦλον πάντες τιμῶμεν, Γεώργιε ἐν ᾄσμασι.

Ζήλῳ τῶν σεπτῶν Εἰκόνων, προασπίσας τὴν τιμήν, Ἱεράρχης ὡς θεῖος,


Ὀρθοδοξίᾳ ἔλαμψας τῆ σῆ ποίμνῃ, ὡς ἥλιος Γεώργιε.

Ρ῾ῦσαι τοὺς πιστῶς τελοῦντας, τὴν φαιδράν σου ἑορτήν, ἀπὸ πάσης
ἀνάγκης, πειρατηρίων, θλίψεων καὶ κινδύνων, πρεσβείαις σου Γεώργιε.

Θεοτοκίον.

Τ῞μνοις σε πιστῶν χορεῖαι, μακαρίζομεν ἀεί, τὴν τὸν Κτίστην τεκοῦσαν,


καὶ ἁμαρτίας Μ῅τερ τ῅ς τοῦ γενάρχου, τὴν κτίσιν ἀπαλλάξασα.

Ἐξαποστειλάριον. Σῶν Μαθητῶν ὁρώντων σε.

Σοῦ Γεωργίου σήμερον τοῦ Ὁσίου, ποιμένος τοῦ καλλίστου τ῅ς


Μυτιλήνης, μνήμην τὴν ὑπέρτιμον τελέσωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν·
Μὴ ἐπιλάθῃ παμμάκαρ, τῶν εὐσεβῶς σε τιμώντων.

15
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁμολογίας τοῖς ἄθλοις, ἐμπρέψας Πάτερ ἐπὶ γ῅ς, ἐν οὐρανοῖς ἐδοξάσθης,


ὡς εὐσεβείας ἀριστεύς· διὸ Γεώργιε αἴτει, τοῖς εὐφημοῦσί σε χάριν.

Καὶ τὸ τ῅ς Ἑορτ῅ς.

ΕΙ΢ ΣΟΤ΢ ΑΙΝΟΤ΢

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τά κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ’. ῍Ω τοῦ παραδόξου θαύματος.

Πάτερ ἱερὲ Γεώργιε, ἀνατεθεὶς εὐσεβῶς, τῷ Θεῷ ἐκ νεότητος, τῶν παθῶν


ἐνέκρωσας, τ῅ς σαρκὸς τὰ σκιρτήματα, καὶ ἀνεδείχθης σκεῦος οὐράνιον,
τοῦ Παρακλήτου, ταῖς ἀριστείας σου· οὗ ταῖς λαμπρότησιν, ὅλος
αὐγαζόμενος τοῖς ἐπὶ γ῅ς, ὡς φωστὴρ ἐξέλαμψας, φωτοειδέστατος.

Πάτερ ἱερὲ Γεώργιε, γεωργηθεὶς τὴν ψυχήν, τῷ ἀρότρῳ τ῅ς χάριτος,


εὐσεβείας γέγονας, γεωργὸς τιμιώτατος, καὶ τῷ Κυρίῳ, ἑκατοστεύοντα,
καρπὸν προσ῅ξας , τὰ κατορθώματα , τοῦ ἐναρέτου σου , βίου
παμμακάριστε, δι̉ ὧν ζωήν, ἐν ὑψίστοις ἄφθαρτον, ἐκληρονόμησας.

Πάτερ ἱερὲ Γεώργιε, κλήσει ὑπείκων πιστῶς, τ῅ς Ἁγν῅ς Θεομήτορος,


Μυτιλήνης γέγονας, Ἱεράρχης σεβάσμιος, καὶ ἐν σοφίᾳ, πίστεως μείζονι,
τὴν λογικήν σου, ποίμνην ἐποίμανας, καὶ διεφύλαξας, ταύτην τ῅ς
αἱρέσεως ὑπὲρ αὐτ῅ς, καταγωνισάμενος, τὸν πολυμήχανον.

Πάτερ ἱερὲ Γεώργιε, ὁμολογίᾳ καλῆ, τ῅ς ἀθέου αἱρέσεως, φρύαγμα τὸ


βλάσφημον, ἀνδρικῶς ἐταπείνωσας· πίστει γὰρ θείᾳ, μέγας γενόμενος,
θυμὸν τυράννων, οὐκ ἐδειλίασας. Ὅθεν ὡς πρόμαχον, καὶ δογμάτων
στῦλόν σε τῶν εὐσεβῶν, πάντες μακαρίζομεν, ἐν ὕμνοις σήμερον.

Δόξα. Ἦχος πλ. α’.

Ο῞σιε Πάτερ, ἱερώτατε Γεώργιε, ἐκ νεότητος Θεῷ ἀνατεθείς, τὸν ἀρετῶν


τὸν πλοῦτον ἐθησαύρισας, καὶ εὐσεβείας ταῖς πράξεσι διαπρέψας,
ἀρχιερωσύνης ὑπεδέξω τὸ χάρισμα· ἐντεῦθεν ὡς ὑπάρχων τ῅ς κλήσεως
ἄξιος, τὴν ἐκλογάδα σου ὁσίως ἐποίμανας, καὶ τῆ καλῆ σου ὁμολογίᾳ,
αἱρετιζόντων λύμης, ἀλώβητον αὐτὴν διεφύλαξας. Ὅθεν Θεὸς ἐν σοὶ
εὐαρεστηθείς, τ῅ς τῶν Ἁγίων μερίδος κατηξίωσε, μεθ̉ ὧν ἱκέτευε ἐκτενῶς,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, Ἐκκλησιῶν εὐσταθείας, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.

16
Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙ΢ ΣΗΝ ΛΕΙΣΟΤΡΓΙΑΝ

Σὰ Συπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ’ καὶ στ’ Ὠιδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῆ στ’ Νοεμβρίου, ἐν τῆ Μνήμῃ τοῦ ἐν
Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ
Ὁμολογητοῦ.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.

Φαίροις εὐσεβείας στόμα λαμπρόν, καὶ ὁμολογίας, ὁ ἀσύλητος θησαυρός·


χαίροις Μυτιλήνης, ποιμὴν ὁ θεηγόρος, καὶ τῶν πιστῶν προστάτης, Πάτερ
Γεώργιε.

Δίστιχον.
Ῥοδονήσου Κύριλλος ὁ Ποιμενάρχης,
Γεωργίῳ ὕφανε τόνδε τὸν ὕμνον.

17

You might also like