You are on page 1of 18

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΑΡΤΥΡΟΣ

ΓΕΛΑΣΙΟΥ

Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ στ΄ Ἰουνίου.

Ποίημα Κονταξῆ Χρήστου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄καὶ


ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Γεραρῶς ἑορτάζομεν τὴν σὴν μνήμην Γελάσιε, ὡς ἀξίως ἤθλησας


παμμακάριστε, Χριστοῦ τηρήσας διδάγματα, ἀγάπης ὢν ἒμπλεως, καὶ
εὐτόλμως ἐνεργῶν ἐνεθάῤῥυνας ζήλῳ σου, οὓς ἐδίωκον, αἱ δυνάμεις τοῦ
σκότους καὶ τῆς πλάνης, αἳ προσεκύνουν τὰ εἴδωλα.

Ἀγνοήσας Γελάσιε, τοῦ ἀλάστορος ἔνεδρα, ἀρετῶν ἐπλήσθης τῇ θείᾳ


χάριτι, πτωχοὺς καλῶς περιέθαλψας, προσφέρων οὐσίαν σου, καὶ
οὐράνιον χαρὰν ἀντεγεύθης μακάριε, ὡς ἀντίδωρον, εὐσπλαγχνίας
ἀπείρου σῆς καρδίας καὶ ἀναργύρου φρονήματος.

Ἐν παλλεύκῳ χιτῶνι σου, περιῄεις τοὺς πάσχοντας, καὶ δεσμίους


βάσανον ὑπομένοντας, διὰ Χριστὸν, ὃν ἠγάπησαν, συνίστης δὲ δύναμιν
καὶ ἐλπίδα εἰς Θεόν, στεφανοῦντα δι’ ἄθλησιν, οὓς ἐπίστευσαν, ἀληθείας
τὰ νάματα καὶ εἶδον, φῶς ζωηφόρον καὶ ἄσβεστον.

Ἐν τῷ σκότει τῶν θλίψεων τρυχομένους ἐστήριξας, καὶ Χριστὸν ἐδίδαξας


ὡς ἀλήθειαν, ὃς εἰς Σταυρὸν ἐμαρτύρησε,θυσίαν καὶ θάνατον καὶ
αἰσχύνην φοβεράν, κατεδέχθη σωτήριον καὶ ἐνίκησε τὴν φθορὰν
ἀναστάσει ὑπερφώτῳ, κατακρημνίσας διάβολον.

Δόξα. Ἦχος β΄.

Παρηγορίας ὁ δωρητὴς ἐν ζοφεροῖς χρόνοις ἐγένου Γελάσιε, ἀκαμάτως


κινούμενος πέριξ τῶν ὁμοδόξων σου καὶ φιλτάτων ἀθλοφόρων του
Χριστοῦ ἐνισχύων ψυχικῶς τούτους ἐν τοῖς βασάνοις. Ὡς δρόσος
θεόπεμπτος ἐνέστάζες ἐλπίδα εἰς τὸν καύσωνα τοῦ μαρτυρίου καὶ χάριν
τῆς εὐτολμίας σου ἐθυσιάσθης διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ. Ὅθεν, τοῖς
συνάθλοις σου, μὴ παύσῃς πρεσβεύων ὑπὲρ τῶν εὐσεβῶς τιμώντων τὴν
μνήμην σου.
Καὶ νῦν τῆς ἑορτῆς ἢ τὸ παρὸν Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με
ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε τῶν εὐλαβῶν τὰ πλήθη συναχθέντα, Γελάσιον ἐν ὕμνοις,


τιμήσωμεν ἐνθέως, ὡς μάρτυρα πανένδοξον.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖ Ἁγίοις αὐτοῦ.

Ἤστραψας ὡς ἀστὴρ ἀλήθειαν κομίζων Γελάσιε παμμάκαρ, εἰς τῶν


εἰδώλων θύτας, ὑπὲρ Χριστοῦ μαχόμενος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θάῤῥει σου ἀθλητά, κινδύνους ἀγνοήσας, ἐνίσχυσας δεσμίους, ψυχῇ τε


καὶ καρδίᾳ, Γελάσιε ἐν θλίψεσι.

Δόξα. Τριαδικόν.

Δόξα σοι ὁ Θεὸς, Τριὰς Ὑπεραγία, Ὑπέρφωτε οὐσία, ἐπόπτης σῶν


πλασμάτων ὑπάρχεις ἀτελεύτητος.

Καὶ νῦν. Θεοτοκίον.

Σκέπε, Μῆτερ Θεοῦ, σοὺς δούλους ἐκ κινδύνων, διώκεις γὰρ δολίας


ἀλάστορος ἐνέδρας, ἀσφάλειαν προσφέρουσα.

Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὸ


Ἀπολυτίκιον. Τῆς ἐρήμου πολίτης. Ἦχος α΄.

Πτερωθεὶς θείῳ ζήλῳ ἀθλοφόρε Γελάσιε, ἀνδρικῶς ἠγωνίσθης είς τὸν


στίβον τῆς πίστεως· καὶ πάλλευκον χιτῶνα ἐνδυθείς, δεσμίων ἀνεδείχθης
ἀρωγός· καὶ οὐσίαν σου πρὸς δόξαν τοῦ Χριστοῦ διέθηκας πανόλβιε·
Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ καταυγάσαντι, δόξα τῷ ἐλεοῦντι
διὰ σοῦ ἡμῶν τὰ πταίσματα.

Καὶ νῦν. Τῆς ἑορτῆς ἢ τὸ παρὸν Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ


ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ
δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Ὁ Προοιμιακός, τὸ Μακάριος ἀνήρ,


εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄,
καὶ ψάλλομεν στιχηρὰ προσόμοια .

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε πιστοὶ ἀγαλλόμενοι εὐφημήσωμεν, Γελάσιον ἐν ὕμνοις, τῶν


μαρτύρων τὸ κλέος, πλοῦτον δαπανήσαντα τοῖς πτωχοῖς, καὶ δεσμίων
ἀγείραντα, ἀθλητικὴν προθυμίαν διὰ Χριστόν, τὸν πατήσαντα τὸν
θάνατον.

Ἐν ὁλολεύκῳ χιτῶνι Χριστὸν ἐτίμησας, δημίους μὴ λανθάνων, καὶ


δεσμίοις συμπάσχων· ὤφθης ὡς εἷς ἄγγελος τοῦ Θεοῦ, ἁπαλύνων τοὺς
πάσχοντας, ἐκ τῶν πληγῶν, ἃς ἐφίλεις ἵνα σταυρὸν ὑπομείνωσι Γελάσιε.

Κατεφρονήθης, ἐδάρης, στεῤῥὲ Γελάσιε, προστάξει ἡγεμόνος, μὴ


νοοῦντος σὸν πνεῦμα· βίον γὰρ ἐπέλεξας ταπεινόν, καὶ φιλάλληλον
εὔψυχε, καὶ τῆς ἀγάπης τὴν τρίβον ὡς ἀσφαλῆ, ὁδηγοῦσαν εἰς οὐράνια.

Ἀδιαλείπτως ἐβόας Χριστoῦ τὰ ῥήματα, διακηρύττων πᾶσι, ἀληθείας τὸ


δόγμα, θάρσει δὲ Γελάσιε σθεναρέ, τοὺς τυράννους ἐξήλεγξας, ὅθεν
ἀφόβως ἐτμήθης τὴν κεφαλήν, ἐκγελάσας τὸν ἀλάστορα.

Εἰδώλων πλάνην ἐδήλους οἰκτρὰν τοῖς ἄρχουσι, θεότητα Κυρίου,


ἀγάπην καὶ εἰρήνην, πίστεως ἐτέλεσας ἀνδρικῶς τὸν ἀγῶνα Γελάσιε,
κατὰ ἀθέων δυνάμεων ῥυπαρῶν, τῶν δαιμόνων ὑποχείρια.
Ἐν ἀκανθῶνι ἐμάχου πεπλανημένων ψυχῶν, παλαίων ἐκκαθᾶραι λειμῶνα
ἀπιστίας· ἔφυσας ῥοδῶνα σῶν ἀρετῶν τῇ εὐώδει καρδίᾳ σου, καὶ
ὡραΐσαι καρδίας τῶν ἀσεβῶν ἠγωνίσθης, ὦ Γελάσιε.

Δόξα. Ἦχος πλ.β΄.

Τοῦ Χριστοῦ τὴν διδασκαλίαν προσκτησάμενος ηὔξησας τὰ σὰ ἀγαθὰ


καὶ θεωρῶν ταῦτα πλεονάζοντα, διέθηκας τὰ πρόσκαιρα ὑπὲρ τῶν
ἀφθάρτων αθλοφόρε Γελάσιε. Πρὸς τοῦτο παρεκίνεις τοὺς δεσμίους
μαρτύρια ὑπομένοντας ὑπὸ σκληροτάτων δεσμοφυλάκων διὰ τὴν
ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως, ἵνα παραμείνωσι στεῤῥοὶ καὶ
ἀσάλευτοι, ἐλπίζοντες εἰς τὸν στέφανον τῆς δικαιοσύνης παρὰ τοῦ
ἀθλοθέτου Κυρίου καὶ ἀπώσωσι τὰς ἐπιθέσεις τοῦ αἰωνίου ἐχθροῦ. Ὅθεν
καὶ ἡμεῖς, τιμῶντες τὴν θορυβώδη εὐτολμίαν σου καὶ τὴν γενναιόφρονα,
μαρτυρικήν σου ἄθλησιν, αἶνον τῷ Θεῷ ἀναπέμπομεν ἐπὶ τῇ ἐτησίῳ
πανηγύρει σου, αἰτοῦντες δοθῆναι καὶ ἡμῖν ταῖς σαῖς πρεσβείαις τὸ μέγα
ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.


ἢ τῆς ἑορτῆς .

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν


ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ
αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς
ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα
προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.
Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Φῶς ἱλαρὸν, τὸ Προκείμενον καὶ τὰ Ἀναγνώσματα.


Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα
(Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται


ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ
ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ
Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿
ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ
ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει
Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν
ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν
καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ
φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα·
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν.

Ψάλλομεν Στιχηρὰ ᾽Ιδιόμελα.

Ἦχος α'.
Ὡς λίθος ἀσάλευτος τῆς Ἐκκλησίας Χριστοῦ ᾠκωδομήθης ὑπέροχε
Γελάσιε. Εὖρες ὡς μαργαρίτην πολύτιμον τὸν Κύριον, ἅμα καὶ ἐλπίδα
ζωῆς αἰωνίου. Εἰς πρᾶξιν μεταποιήσας τὰ νάματα τῆς ἀληθείας, ἔργον
τῆς χάριτος ἐποίησας, διανείμας τὰ ἑαυτοῦ ὑπάρχοντα, καὶ θερμάνας τὰς
ψυχὰς τῶν ὑπὸ τῶν ἀναλγήτων δεσμοφυλάκων τυπτομένων καὶ
μαρτυρούντων πιστῶν εἰς τὸν Χριστὸν δεσμίων, διὰ λόγων ἐνισχυτικῶν,
ἐνδεδυμένος πάλλευκον χιτῶνα ὡς ἄλλος Ἰησοῦς. Ὅθεν καὶ ἡμᾶς
φύλαττε ἐκ παντὸς κινδύνου, μεσιτεύων τῷ Θεῷ ὑπὲρ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Τίς ἐξυμνήσει σου τὰ ἆθλα ἀθλητὰ Γελάσιε πρὸς δόξαν Χριστοῦ; Τὴν
ἀκάματον ἀρωγὴν εἰς τους πενομένους καὶ ἀσθενεῖς; Τὴν συμπαράστασιν
εἰς τοὺς ἐν φυλακαῖς καὶ ἐν θλίψεσιν οὖσι; Τὴν μετὰ παῤῥησίας
ὁμολογίαν εἰς τὸν ἡγεμόνα σῆς πίστεως καὶ ἀγάπης σου εἰς τὸν Χριστόν;
Πάντα ταῦτα καὶ τὸ μαρτυρικόν σου τέλος φανεροῦσι τὸ μεγαλεῖον τῆς
σῆς καρδίας· διὸ ἱκέτευε τὸν ἐλεήμονα Θεὸν ἵνα φωτίσῃ καὶ σώσῃ τὰς
ψυχὰς τῶν εὐσεβῶς τιμώντων σε.

Ἦχος γ΄.

Ἀκολουθήσας τὴν μαρτυρικὴν ὁδὸν τοῦ Κυρίου μάρτυς Γελάσιε, χαρὰν


καὶ ἀκτῖνας ἐλπίδος ἐσκόρπισας τοῖς ἐν θλίψεσιν εὑρισκομένοις καὶ τοῖς
τῇ πίστει κλονουμένοις. Σπέρματα σπείρας Χριστοηθείας καὶ ἒχων τὸ
φῶς τῆς ἀληθείας ἄσβεστον ἐν τῇ καρδίᾳ σου, παρεδόθης τῷ μαρτυρίῳ,
ἀνδρικῶς ἀρνησάμενος τῆς τῶν εἰδώλων πλάνης τὴν σκοτόμαιναν. Οὕτω
καὶ ἡμεῖς γεραίρομεν τὴν σὴν τιμίαν ἄθλησιν, ᾄδοντες εὐλαβείας ᾄσματα
ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ σου.

Ἦχος δ΄.

Πεπλήρωκας δι’ ἔργων σου εὐαγγέλιον θεῖον, στῦλος γενόμενος,


φλογερώτατε Γελάσιε τοῦ οἰκοδομήματος τῆς τοῦ Χριστοῦ πολιτείας,
ἐμπόνως ἀγωνιζόμενος ψυχῇ τε καὶ σώματι ἐν κινδύνοις μεγίστοις καὶ
ὑπὲρ φύσιν παῤῥησίᾳ. Διὸ εὐλαβοῦντές σε τιμῶμεν ἐπαξίως τὴν μνήμην
σου δεόμενοι ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.

Καταμυκτηρίσας τῶν ἀσεβῶν τὴν βαρβαρότητα καὶ των εἰδώλων τὸ


ψεῦδος ἐν χαλεποῖς καιροῖς, καὶ προθύμως ἀναλώσας τὸν βίον εἰς τὴν
διάδοσιν τῆς φωτεινῆς ἀληθείας τοῦ Χριστοῦ, ὅλως ἐλαμπρύνθης παρὰ
τοῦ ἀθλοθέτου Κυρίου διὰ τοῦ ἀριστείου τῆς ἐν οὐρανοῖς παρ’ Αὐτῷ
αἴγλης καὶ αἰωνίου μακαριότητος ἀείφωτε Γελάσιε. Ὅθεν ἐκδυσωποῦμέν
σε, πάντες οἱ προσιόντες εἰς τὴν ἐτήσιον μνήμην σου πάσας τὰς
σηπεδόνας ἀποξηρᾶναι καὶ εἰς τὸν οὐράνιον κοιτῶνα ἡμᾶς
ἀποκαταστῆσαι.

Καὶ νῦν. Θεοτοκίον.


Ἢ τῆς ἑορτῆς.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ


χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καῖ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ

Ψάλλομεν στιχηρὰ προσόμοια.


Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ σῇ εὐρώστῳ ψυχῇ, ἐπιστηρίζων τοῦ Χριστοῦ τὰ διδάγματα,


Γελάσιε ἦσθα ὅπλον κατασυντρῖβον ἐχθρόν, ἀπειλοῦντα πίστεως
ἡδύτητα· δι’ἧς κατεφαίδρυνε Κτίστης σοῦ τὴν διάνοιαν, καὶ ἀνεδείχθης
σωτηρίας ὑπέρμαχος, προθυμότατα, βοηθῶν τοὺς ἐν θλίψεσι· ὅθεν τὴν
σὴν πανήγυριν, τελοῦμεν χαρμόσυνον, ὕμνους φαιδροὺς τῷ Κυρίῳ, οἱ
εὐσεβεῖς ἀναμέλποντες, θερμῶς ἐκζητοῦντες, καὶ ἡμῖν ταῖς σαῖς
πρεσβείαις, τὸ θεῖον ἔλεος.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ


πληθυνθήσεται.

Χαίροις ὁ ἐπιστάξας πολλήν, ἐλπίδος δρόσον, εἰς δεσμίους τῆς πίστεως,


καὶ πλάνων βασάνους λέξας καθυπομεῖναι στεῤῥῶς, ὡς δεχθησομένους
θείαν εὔνοιαν· συνέδραμες ἄριστα, πενομένους καὶ πάσχοντας, Χριστὸν
ἐμιμήθης ἀθλοφόρε Γελάσιε, καὶ κατήγγειλας τῶν κρατούντων
ὠμότητα. Ζήλῳ σου ἐπλημμύρισας ἀγρὸν καρδιῶν ἡμῶν, ὕδατι θείας
ἀγάπης, δίψαν ζωῆς κατασβέσασαν· διὸ ἐκδυσώπει τὸν Θεὸν ἡμᾶς
φυλάξαι ἐκ πάσης θλίψεως.

Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσει.


Χαίροις ὁ ὑπερλεύκῳ στολῇ, τὸ φῶς τὸ ἄνω καταυγάσας τυφλώττουσι,
εἰδώλων τὸ ψεῦδος δείξας ὡς ἐμποδίζον ὁρᾶν, τῆς ἀθανασίας τὴν
λαμπρότητα· ἐτύφθης σκαιότατα, τῇ προστάξει τοῦ ἄρχοντος, ἐπεὶ
συνελήφθης ἐνθαῤῥύνων τοὺς μάρτυρας, καὶ ἐκήρυξας τὸν Χριστὸν ὡς
ἀλήθειαν. Αἵματι κατεπότισας, τὸ δένδρον τῆς πίστεως, ἆθλον ὡραῖον
συνῆψας, ὁμολογίας, Γελάσιε· ὑπὲρ σωτηρίας τῶν ψυχῶν ἡμῶν ἱκέτης
γενοῦ Οἰκτίρμονι.

Δόξα. Ἦχος πλ. δ΄.

Εὐχὰς συλλέγων τῶν δεσμίων ἀοίδιμε Γελάσιε, ἃς ἐζήτεις παρ’ αὐτῶν ὡς


εὐλογίαν, ἔλαβες τὸ μόνον ἀντίτιμον τῆς ἀδαμαντίνης καὶ ἀσαλεύτου
συμπράξεως εἰς οἰκοδομὴν τῶν κλονουμένων ἐν μαρτυρίοις ἐγκλείστων
πιστῶν τοῦ Χριστοῦ. Λαμπὰς ἄσβεστος ὑπάρχων καὶ πυρσὸς
φεγγοβολῶν τὴν Χριστοῦ διδασκαλίαν πιστοῖς τε καὶ ἀπίστοις,
ἐμπράκτως καὶ καθ’ὁμοίωσιν τῶν ἐντολῶν τοῦ Κυρίου ἐλειτούργεις,
ὥστε μετ’εὐτολμίας μεγίστης καὶ ἄνευ δισταγμοῦ διήγειρας πρὸς
ὑπομονὴν καὶ καρτερίαν τοὺς ἐν ζόφῳ εὑρισκομένους, ὡς προάγγελος
τῆς ἐν οὐρανοῖς αἰωνίου μακαριότητος. Ὅθεν καὶ ἡμᾶς κλονουμένους
ταῖς τοῦ βίου ἀντιπνεύσεσι, καθικέτευε τὸν φιλάνθρωπον Κύριον
ἀσαλεύτους μεῖναι ὡς βράχους ἐν τῷ σάλῳ τῶν κυμάτων καὶ ἀτρώτους
ἐκ πάσης κακώσεως.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός


(ἢ τῆς ἑορτῆς).

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ


Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι
χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος α΄.Τῆς ἐρήμου πολίτης.

Πτερωθεὶς θείῳ ζήλῳ ἀθλοφόρε Γελάσιε, ἀνδρικῶς ἠγωνίσθης είς τὸν


στίβον τῆς πίστεως· καὶ πάλλευκον χιτῶνα ἐνδυθείς, δεσμίων ἀνεδείχθης
ἀρωγός· καὶ οὐσίαν σου πρὸς δόξαν τοῦ Χριστοῦ διέθηκας πανόλβιε·
Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ καταυγάσαντι, δόξα τῷ ἐλεοῦντι
διὰ σοῦ ἡμῶν τὰ πταίσματα.

Θεοτοκίον. Ἦχος ὁ αὐτός.


ἢ τῆς ἑορτῆς.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ
ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ
δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄στιχολογίαν. Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.

Τῇ πίστει σῇ φωνῇ, ἀσαλεύτους ἐποίεις, δεσμίους ὧν ψυχαὶ ἐν φρικτοῖς


μαρτυρίοις, Γελάσιε χριστόψυχε, ἐκλονοῦντο βαθύτατα, λίθος ἄθραυστος
τῆς Ἐκκλησίας ἐγένου, οἰκοδόμημα θεμελιώσας Κυρίου, τοῦ σύμπαντος
γεννήτορα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον


ἢ τῆς ἑορτῆς.

Προστάτευε ἁγνή, Θεοτόκε Μαρία, ἱκέτας ταπεινοὺς καὶ τιμῶντας Υἱόν


σου, ἐκ θλίψεων καὶ πτώσεων, καὶ δεινῶν περιστάσεων, θείᾳ χάριτι
ἀναγεννῶσα καρδίας, καὶ ἐκρίζωσον τοὺς λογισμοὺς πονηρίας, πρεσβείᾳ
σου πρὸς Κύριον.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα.


Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Κρουνὸς ἀγαθότητος καὶ στρατιώτης Χριστοῦ, ἀπέβης Γελάσιε ἐν


δυσμενέσι καιροῖς, ἀθλήσας στεῤῥότατα· σπεύδων δὲ πρὸς τὸ στέφος,
τοῦ δεινοῦ μαρτυρίου, εἴληφας τοῦτο τέλος, ἐκτμηθείς σου τὴν κάραν,
πρεσβεύων τῷ Δεσπότῃ Χριστῷ ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.


ἢ τῆς ἑορτῆς.

Ἐχώρησας Ἄχραντε τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸν Πλάστην κυήσασα,
Υἱὸν καὶ Λόγον Θεοῦ, λυτρώσαντα ἄνθρωπον, ἔλυσεν ἐκ δεσμῶν γάρ,
ἐνοχῆς πρωτοπλάστων, βρότειον γένος Μῆτερ, ἐμπεσὸν εἰς παγίδα,
ἀρχαίου πτερνιστοῦ καὶ ἐχθροῦ τιμώντων τὸν Τόκον σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἰχνηλάτης ἐγένου τοῦ Ἰησοῦ, καὶ μαρτύρων ἐπηύξησας ἀριθμόν, τὸ


κλέος τὸ ἄφθιτον, ἵνα τύχῃς Γελάσιε, καὶ γαλήνην ἐν πόλῳ ψυχῆς
ἀτελεύτητον, ἣν δικαίως παρέχει ἁγίοις ὁ Κύριος. Ὅθεν διελέγξας τῶν
εἰδώλων τὴν πλάνην, Χριστοῦ διεκήρυξας ἀνδροφρόνως θεότητα, καὶ τὸ
φῶς ἐφανέρωσας· διὸ παρακαλοῦμεν θερμῶς, τῶν πταισμάτων αἴτησαι
τὴν ἄφεσιν, τῶν ἀνυμνούντων ἐκ πόθου, τὴν θείαν σου ἄθλησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον


ἢ τῆς ἑορτῆς.

Ὑπὲρ φύσιν Παρθένε Μήτηρ Θεοῦ, ἐκλεγεῖσα γεννῆσαι τὸν Λυτρωτήν,


ὡράϊσας σύμπαντα, ἀφθαρσίας ταῖς χάρισι, καὶ ἀνθρώπων τὸ γένος
λαμπρῶς εὐηργέτησας, ταπεινώσει σου θείᾳ, ψυχῆς καθαρότητι.
Κάθαρον διόπερ καὶ ψυχῶν ἠμῶν πάθη, ἐπίβλεπε πάντοτε ἐκ κακώσεων
ῥύεσθαι, καὶ Υἱόν σου ἀνεύρωμεν· πρέσβευε Θεῷ οἰκτιρμῶν, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πόθῳ, τὸν τόκον
σου ἄχραντε.

Οἱ Ἀναβαθμοί.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου. Ἐκ νεότητός μου.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.

Στίχος. Πεφυτευμένος ἐν τῷ οὶκῳ Κυρίου, ἐν ταπις αὐλαῖς αὐτοῦ


ἐξανθήσει.

Εὐαγγέλιον, μαρτυρικόν.
Τὸ τοῦ Ἁγίου Γεωργίου ἐν τῷ Ὄρθρῳ.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ μάρτυρός σου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη


τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη


τῶν ἐμῶν ἐγκλημάτων.
Στιχηρὸν Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τυραννικὸν καθεστὼς βδελυξάμενος, καὶ καταφρονήσας πάντων τῶν


ἡδέων τοῦ βίου, τὸν Χριστὸν ἠκολούθησας, τὸν σταυρὸν αὐτοῦ
ἀράμενος. Δοὺς τοῖς εὐψύχοις λόγοις σου παρηγορίαν καὶ δύναμιν τοῖς ἐν
δεσμωτηρίοις διὰ Χριστὸν μάρτυσι καὶ διαθεὶς ὑπὲρ τῶν πενήτων τὰ
ὑπάρχοντά σου, μαρτυρήσας δὲ ἐν τέλει κατατμηθεὶς τὴν κεφαλήν, τὸν
λαμπρὸν στέφανον τοῦ μαρτυρίου ἀπέλαβες, γενόμενος ὑπόδειγμα
μιμήσεως ἡμῖν τοῖς τιμῶσι τὴν ἁγίαν μνήμην σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς:


«Τόλμην ὑμνήσω τοῦ ἀνδροφρόνου Γελασίου. Χρῆστος».

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γελάσιε εὔψυχε σὴν θείαν μνήμην γεραίρομεν, σωθῆναι ἐλπίζοντες ἐκ


ψυχοκτόνου φθορᾶς, καὶ κακώσεων καὶ συμφορῶν τοῦ βίου, πρεσβείαις
σου πάντοτε θερμαῖς πρὸς Κύριον.

Ἀκλόνητος ἔμεινας τὴν Χριστοῦ πίστιν Γελάσιε, καὶ λίθος ὡς ἄτμητος


θεμελιώσας στεῤῥῶς, τῇ ἀθλήσει σου τὸν Ἐκκλησίας δόμον, μαρτύρων
ἀπείληφας στέφος τὸ ἄφθαρτον.

Ἀκρόαμα ἥδιστον τῶν ἐν βασάνοις Γελάσιε, οἱ λόγοι σου ηὔφρανον


τυραννουμένας ψυχάς, καὶ πῦρ ἄσβεστον ἐγέννων ταῖς καρδίαις, τὸ
φλέγον τῆς πίστεως ἀλήθειαν ἔνθεον.

Θεοτοκίον.

Καρδίαν σου ἔμπονον Μῆτερ Γελάσιος ἔφερε, εὐσπλάγχνῳ σου ὄμματι


ὡς καθορῶν τοὺς πτωχούς, καὶ ἠγάπησεν Υἱόν σου σαρκωθέντα, τὸν
σώσαντα ἄνθρωπον ἐκ φρίκης κολάσεως.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἡ πίστις σου ὤρθωσέ σε μάρτυς, τοῦ ζῆν φιλανθρώπως ἐν Χριστῷ, ὃν


ἔσχες ἐν καρδίᾳ σου, Γελάσιε θησαύρισμα, καὶ μέγα φυλακτήριον τῆς
σῆς ἐργώδους ἀθλήσεως.
Προσκαίρου σου βίου ἀπολαύσεις, παρεῖδες ὡς μάταιον σκοπόν,
μεταβαλὼν πορείαν σου, Γελάσιε πανεύφημε, πρὸς φῶς τὸ ὑπερκόσμιον,
τὸ καταυγάζον τὰ σύμπαντα.

Θεοτοκίον.

Πανάμωμε δέξαι ἱκεσίας τῶν σοὶ προσφευγόντων εὐλαβῶς, καὶ στήριξον


αἰτήματα, πρεσβείαις σου πρὸς Κύριον, τὰς νόσους θεραπεύοντα καὶ
στεναγμοὺς καταπαύοντα.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Εν χοροῖς τῶν ἁγίων ἀξίως ἤθροισαι, ἀγγελομίμητον βίον ἐπολιτεύσω ἐν


γῇ, καὶ ἠγώνισαι ὁρμῇ ἐν στίβου σκάμμασι, φίλους δεσμίους συνδραμὼν
ὁλολεύκῳ σου στολῇ, Γελάσιε ἀθλοφόρε, καὶ χαίρων ἐθυσιάσθης, ὑπὲρ
Χριστοῦ Ζωοδότου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον


ἢ τῆς ἑορτῆς.

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε,
χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν
αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν
σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Μάκαρ πυρπολούμενος ζήλῳ Θεοῦ, ἀρετῶν στολὴν ἐνδυσάμενος,


κατηξιώθης, ὡς γενναῖος ἀθλητής, κατ’ἄμφω ἐργασάμενος, λόγοις τε καὶ
ἔργοις Γελάσιε.

Ῥῶσιν τὴν οὐράνιον πίστει ἀντλῶν, μὴ φεισθεὶς τοῦ κόπου Γελάσιε, ὡς


πύργος ἤρθης κατὰ ἐχθροῦ δυσμενοῦς, καὶ φόβον ἀπεδίωξας, ὧν
μαρτύρων θάῤῥος κατέῤῥεε.

Τὴν Χριστοῦ θεότητα πᾶσι λαλῶν, πρὸς παστάδα θείαν ὡδήγησας,


πεπλανημένους, καὶ κατήγγειλας σκαιῶς, τοὺς ἀδιστάκτους ἄρχοντας,
ἀπανθρώπως τύπτοντας μάρτυρας.

Θεοτοκίον.
Τὴν ὁδὸν Υἱοῦ σου Παρθένε εὑρών, οὐκ ἐκκλῖναι ταύτης ὁδήγησον, σῇ
ἐποπτείᾳ, μὴ ἐκπέσω εἰς κρημνόν, τῆς ἁμαρτίας ἄβυσσον, καὶ ὀλέσω
θείαν ἐπίνοιαν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Σὸν βίον ἠνάλωσας Χριστόφιλε Γελάσιε, ἔργον ὑπὲρ πίστεως ποιήσας,


δι’οὗ δεσμίους θερμῶς προέτρεψας, ᾆραι τὸν βαρὺν σταυρὸν αὐτῶν ἵνα
ἀπολαύσωσι Παραδείσου τὸ ἔπαθλον.

Ἠθέλησας λύτρωσιν ψυχῆς σου ἐκ τῆς πτώσεως, εἰς φρέαρ ἀπύθμενον


ὀδύνης, ὅθεν τὸ ὕδωρ ζωῆς ἐπόθησας, ῥέον εἰς εὐπρόσδεκτον ψυχήν,
ὥστε δίψα σβήσεσθαι ἀφθαρσίας Γελάσιε.

Ἱστάμεθα μέλποντες τὰ ἆθλα σου Γελάσιε, μνήμην σου τὴν θείαν


ἀνυμνοῦμεν, σῇ παῤῥησίᾳ Θεὸν ἱκέτευε, δοῦναι τοῖς τιμῶσί σε κλεινῶς,
ἄμετρον τὸ ἔλεος καὶ προνοίας τὰς χάριτας.

Θεοτοκίον.

Ὦ Μῆτερ Πανάμωμε εἰς σὲ καταφεύγομεν, λιμένα ἀκύμαντον γαλήνης,


ὡς κεκτημένη Υἱοῦ σου δύναμιν, σῴζειν χειμαζόμενον λαόν, σὲ
καθικετεύοντα ἐν δειναῖς περιστάσεσι.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.

Φωνή σου μάρτυς Γελάσιε, Χριστοῦ διδασκαλίας ἀντίλαλος,


ἀκροωμένοις σε, οἰκοδομεῖ τὸ ὀχύρωμα κατὰ τῆς καταιγίδος τοῦ
πολεμήτορος.

Ῥομφαίᾳ γλώσσης σου ἔνδοξε, τὴν πλάνην τῶν εἰδώλων κατέβαλες, ὡς


γενναιότατα, τῆς ἀληθείας τὰ νάματα, ἐνώπιον ἀρχόντων
καθωμολόγησας.

Εὐχὰς δεσμίων Γελάσιε, ἐζήτεις ὡς ἀγάπης ἀντίδοσιν, διὰ καμάτους


σου, ἵνα συνδέσμῳ τῆς πίστεως, τῆς χάριτος ἡ δύναμις καταλάβῃ σε.

Θεοτοκίον.

Γενοῦ ἡμῖν Παναμώμητε, μεσῖτις τῷ Θεῷ παῤῥησίᾳ σου, καὶ ἐνδιαίτημα,


ἔνθα ἀσφάλειαν κέκτηνται, προσφεύγοντά σοι πλήθη τῶν δεομένων σου.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.


Ἀποστερήσας ἑαυτὸν ἐγκοσμίων, καὶ φλογισθείσης τῆς καρδίας σου
πόθῳ, τὸ θέλημα Καλοῦντός σε ἐποίεις ἀγαθέ, καὶ ἑδραῖαν ὤρθωσας τῷ
εὐψύχῳ σου λόγῳ, πίστιν ἀκουόντων σε καὶ πληγὰς κατεφίλεις,
ἐθυσιάσθης ἄρας σὸν σταυρόν, καὶ ἐν τῷ πόλῳ ἀγάλλῃ Γελάσιε.

Ὁ Οἶκος.

Πλησθεὶς ὑπὀ φωτὸς ἀκτίστου, καὶ ἐνδύματι λευκῷ ἐνδυθείς, ἀγάπην σου
ἀνθρώποις ἐμπράκτως ἔδειξας ἐλεῶν πτωχοὺς καὶ κραταιῶν τῇ πίστει
μαρτυροῦντας ὑπὸ τυράννων ἀσεβῶν. Πρὸ αὐτῶν τὸν Χριστὸν
ὡμολόγησας ὡς Θεάνθρωπον καὶ ἤλεγξας γενναιοφρόνως τὴν τῶν
ἀψύχων εἰδώλων ἀδιέξοδον πλάνην· ὅθεν τὴν κάραν ἀποτμηθεὶς, ἀξίως
ἐστέφθης παρὰ Κυρίου καὶ νῦν ἐν τῷ πόλῳ ἀγάλλῃ Γελάσιε.

Συναξάριον

Τῇ ἕκτῃ τοῦ μηνὸς Ἰουνίου, τὴν μνήμην ἑορτάζομεν τοῦ ἐνδόξου


μάρτυρος Γελασίου.
Στίχοι
Γελᾷς γέλωτα τὸν μακάριον μάκαρ,
Τμηθεὶς κεφαλὴν Γελάσιε εὐθύφρον.
Γελάσιος ἕκτῃ τμηθεὶς εὗρεν οὐρανὸν εὐρύν.

Ὁ μάρτυς οὗτος, ἀρξαμένου τοῦ διωγμοῦ κατὰ τῶν Χριστιανῶν, διένειμε


πάντα τὰ ὑπάρχοντα εἰς τοὺς πένητας, ἐνεδύθη λευκὸν ἔνδυμα καὶ
ἐπεσκέψατο πολλάκις τοὺς μάρτυρας τοῦ Χριστοῦ. Ὁρῶν τὰ φρικτὰ
μαρτύρια, ἐφίλει τὰς πληγάς, ἐζήτει τὰς εὐχάς αὐτῶν καὶ παρεκίνει
αὐτοὺς ἵνα ὦσιν ἀνδρεῖοι εἰς τὸ μαρτύριον. Συνελήφθη τότε ὑπὸ τῶν
εἰδωλολατρῶν καὶ ὡδηγήθη εἰς τὸν ἄρχοντα. Ἐνώπιον αὐτοῦ ὡμολόγησε
εὐθαρσῶς τὸν Χριστόν, καὶ ἐκήρυξε τὴν πλάνην τῶν εἰδώλων. Ἀρχικῶς ὁ
ἄρχων κατεφρόνησε αὐτόν, ἀλλὰ ἔπειτα διέταξεν ὅπως δαρῇ , ἐν
συνεχείᾳ δὲ ἐτμήθη τὴν κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου,
Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
- Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
- Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.
- Βῆ δ' ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ


θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας
αὐτῶν.
Στίχοι
- Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος,
- Προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Οὔτε φόβον σοι, μαρτύριον τῶν φίλων σου, μάρτυς Γελάσιε, οὔτε ἐκ
τούτου σιγήν, ψυχῇ σου ἐνέβαλε, θἀῤῥος σου ἔπαυσε, ἀλλ’ἀνέδειξε,
δεσμίοις τὴν ἀγάπην σου καὶ Χριστῷ πίστιν σου μάκαρ.

Ἐπεπόθησας, παστάδα τὴν οὐράνιον, βλέπειν Γελάσιε, καὶ συντυχεῖν τῆς


τρυφῆς, ἧς ἄξιος γέγονας διὰ τῶν ἔργων σου· τῇ ἀθλήσει σου, Χριστός
σε ἐδικαίωσε καὶ σοὶ ἔδωκε τὸ γέρας.

Ὑπερηύξησας, τὴν θέρμην τῆς ἀγάπης σου, χαίρων Γελάσιε τοῦ βοηθεῖν
τοὺς πτωχούς, καὶ ἔφλεξας λόγοις σου πίστιν τὴν κίβδηλον, εἰς τὰ
εἴδωλα, ἃ σφοδρῶς ἐστηλίτευσας ὡς τοῦ δαίμονος ἀπάτην.

Θεοτοκίον.

Δῶρον ἔκλαμπρον, κεκτήμεθα Πανάμωμε, Θεοῦ ὃν ἔτεκες Υἱὸν ἀνδρὸς


ἀποχῇ, καὶ γέγονας γέφυρα κόσμον ἑνώσασα, τῷ γεννήτορι, οὗ τὸ
θέλημα ἔγνωμεν καὶ Αὐτὸν ὑπερυμνοῦμεν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σπεύσατε πιστοὶ τῇ πανηγύρει, τοῦ μάρτυρος Γελασίου ὃς ηὐδόκησε,


δἐνδρον εὐθαλέστατον, φύειν ἐξ ἀθλήσεως, ὑπὲρ Θεοῦ φωτίσαντος τὸν
κόσμον ἅπαντα, καὶ πέμψαντος Υἱὸν ὡς ἀρνίον, ἵνα διασώσῃ βροτοὺς ἐξ
ἁμαρτίας.

Τέθυκας Θεῷ ἡμῶν θυσίαν, Γελάσιε σεαυτόν ἐπεὶ προῄρησαι, ἔχων ἐν


καρδίᾳ σου, φρόνημα φιλάνθρωπον, διὸ ψυχὰς ἐκίνησας ἵνα ἐγγίσωσι,
τὴν ἄῤῥητον χαρὰν Παραδείσου, οὖσαι κληρονόμοι ζωῆς τῆς αἰωνίου.

Εὔθυνον πρὸς τρίβους σωτηρίας, Γελάσιε προσιόντας τῷ σεμνείῳ σου,


ἔλεος δωρούμενος, σπεύδων μεσιτείᾳ σου, πρὸς τὸν Χριστὸν τὸν ἄραντα
κόσμου τὰ πταίσματα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ἵνα
προσκυνῶσι αὐτὸν ὡς εὐεργέτην.
Θεοτοκίον.

Ὄρος τὸ Χριστότευκτον Παρθένε, ἐπήρθης ἐν ἐρήμῳ καταπτώσεως, ὅθεν


λίθος ἔπεσε, εἴδωλα συνέτριψε, ἡμᾶς δὲ ἠλευθέρωσε ἐκ δόλου ὄφεως, καὶ
ἔσωσεν ἐκ φθορᾶς τοῦ θανάτου, ὃν δοξολογοῦμεν εἰς πάντας τοὺς
αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὄλβιος ἀνήρ, ἐδείχθης Γελάσιε Χριστὸν κρατύναντα· σὲ


πανευφροσύνως νῦν, πιστῶν τὰ πλήθη πάνυ γεραίρομεν, ὡς μέγαν
ἀντιλήπτορα τῶν ἐν ταῖς θλίψεσι βοώντων· γήθοις παραμύθιον ἐν
ὀδύναις καὶ ἔνθεον στήριγμα.

Νοῦς περικαλλής, ἐκόσμει Γελάσιε σὲ ἐν τοῖς σκάμμασι· καὶ ἐν


ἐγρηγόρσει ὤν, καρδίας κάλλος ὁμοῦ συνέτρεχε, τῷ ἱερῷ καθήκοντι ὃ
ἐπεραίωσας καὶ ἀξίως, ᾄσμασι τιμῶμέν σε ἐν ἡμέρᾳ τῆς σῆς πανηγύρεως.

Γέλως ἠχηρός, ἠκούσθη Γελάσιε εὐγνωμονούντων σε, οἳ τῇ βοηθείᾳ


σου, ἐλπίδα εὗρον ζωῆς βελτίονος, ὅτι ἡ σὴ διάθεσις τοῦ πλεονάσματος
τῆς ἀγάπης, ἦν ὡς μάννα ἄνωθεν καὶ ἐκούφισε πάντας τοὺς πάσχοντας.

Θεοτοκίον.

Δένδρον σκιερόν, δροσίζεις τοὺς θέρμῃ σοι προσευχομένους πιστούς,


καύσωνα ἐπώδυνον, πραΰνεις Μῆτερ τῇ σκέπῃ σου θλίψεως, καταφυγὴ
καὶ ἔρεισμα ἐξ ἀδοκήτων κακῶν καὶ κινδύνων· χαίροις εὐσκιόφυλλε,
προστασία βεβαία τῶν δούλων σου.

Ἐξαποστειλάριον.

Ἦχος β΄. Τοῖ Μαθηταῖς συνέλθωμεν.

Τελείᾳ ἀγαθότητι πρὸ δημίων διῆλθες, Γελάσιε ἀφόβως γάρ, τοὺς


δεσμίους ἐπεῖδες, καὶ τῶν ψυχῶν σάλον μάρτυς, ἤλεγξας σῇ ἀγάπῃ, διὸ
σοὺς λόγους ἤκουσαν καὶ ὑπέμειναν πίστει, διὰ Χριστόν, τὸν σταυρὸν
μαρτυρίου, μεθ’ὧν δυσώπει, τῆς σωτηρίας τεύξασθαι, τοὺς τιμῶντας σὴν
μνήμην.

Θεοτοκίον, ὅμοιον
ἢ τῆς ἑορτῆς.
Εὐφρόσυνον τὸ ἄγγελμα, ἐγέρσεως Υἱοῦ σου, ἀθανασίας μήνυμα, τοῖς
πιστεύουσι Τούτῳ, καὶ προσκυνούντων σὸν κλέος, πύλη ἄνω παστάδος,
καὶ οὐρανοῦ βασίλισσα, φύλαττε καὶ βοήθει τοὺς ἀσθενεῖς, ἐκ δεινῶν
ἀπάλλαξον τοὺς σοὺς δούλους, εὐλογημένη, πάναγνε, ἡ καθέδρα τοῦ
κόσμου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Μάρτυς τοῦ Χριστοῦ Γελάσιε, παραμυθίας ἀνήρ, τοῦ Χριστοῦ


ἠκολούθησας ζωηφόρα νάματα, ἐντολάς Του ἐφήρμοσας, καὶ ἔθυσας
μάκαρ βίου θέλγητρα, ὅπως ἁρπάσῃς ἐκ λύκων πρόβατα· καὶ
ὡμολόγησας τοῦ Χριστοῦ θεότητα πρὸ ἀσεβῶν, διὸ ἐμαρτύρησας καὶ
στέφος ἔλαβες.

Ζέσις σῆς καρδίας κόσμημα, τῶν ἀρετῶν σου στεῤῥέ, κατεκόσμει


Γελάσιε ὁλολάμπρως βίον σου, εὐπραξίας σου γέμοντα, καθήδυνας
πάλαι πόνον ἄφατον, ὡς ἡδυλόγος εὔστοργος στένουσι· ὅθεν
κατεύθυνον εἰς ὁδὸν σωτήριον τοὺς ἀσταθεῖς, ἵνα συζευγνύωνται Θεοῦ
θελήματι..

Λήθην ἀστοργίας ἤνεγκας σῇ φιλαδέλφῳ ψυχῇ, πενομένοις Γελάσιε καὶ


ἐκ νόσων κάμνουσι, ἐνδυθεὶς ἐν λαμπρότητι, ἐσκόρπισας πλήθει θεῖον
ἔλεος, καῖ τῶν τυράννων ἤλεγξας ἔπαρσιν· ὅθεν ἐδόξασας τοῦ Χριστοῦ
τὸ ὄνομα μαρτυρικῶς, χάριν σου ἐκχέοντα ἡμῖν σὲ μέλπουσι.

Δόξα τῷ Θεῷ ἐβόησαν οἱ τετρωμένοι δεινῶς, ὑπερφώτῳ Γελάσιε


ἀριστείᾳ πράξεων καὶ φαιδρῷ σου φρονήματι, διένειμας δεῖγμα θείας
τέρψεως, καὶ τοὺς ἐγκλείστους πάνυ ἐφρόντισας· ὅθεν σῷ μέλιτι τὰς
ψυχὰς κατήρδευσας θεουργικῶς, σκότος ἀπογνώσεως σοῦ ἐκδιώξαντος.

Δόξα. Ἦχος πλ. α΄.

Σύμμορφος τῆς τοῦ Χριστοῦ παρουσίας ὤφθης Γελάσιε θεόφρον,


ἀμφίδρομον ἀγάπην ἔχων πρὸς τὸν Κύριον καὶ τοῖς ἀνθρώποις
ἀδιάκριτον. Παραμυθίας γενόμενος ἄντλημα, φιλαδελφίας ἐραστής,
εὐτολμίας τὸ ὑπόδειγμα καὶ θυσίας τὸ σφάγιον, ὑψώθης ἐν ταπεινότητι
εἰς τὴν αἴγλην τῆς θείας εὐνοίας, ἀθλήσας ἀνδροφρόνως καὶ ὡς λίθος
ἄθραυστος τοῦ δόμου τῆς Ἐκκλησίας καταξιούμενος. Κατεδίκασας τὴν
διαστροφικὴν λατρείαν τῶν εἰδώλων καὶ ἐν τῇ καταφρονήσει τοῦ
ἄρχοντος, ἀντέταξας τὴν ὁμολογίαν τῆς τοῦ Ἰησοῦ θεότητος ἀφόβως.
Οὕτω καὶ ἡμεῖς γεραρῶς τιμῶντες τὴν ἱερὰν μνήμην σου, ἱκετεύομέν σε
δοῦναι ἡμῖν τὴν ἄφεσιν τῶν πταισμάτων ταῖς ἀκαμάτοις πρεσβείαις σου
πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.


Ἢ τῆς ἑορτῆς.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ


χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη.

Εἰς τὴν Θείαν Λειτουργίαν.

Ἀπόστολος καὶ Εὐαγγέλιον, τὰ μαρτυρικά.


(2 Σεπτεμβρίου, τοῦ Ἁγίου Μάμαντος)

Μεγαλυνάριον.

Γελάσιε, ἀδάμα θεολαμπῆ, ἐνίσχυσας πίστιν τῶν μαρτύρων πρὸς τὸν


Χριστόν, πλάνην τῶν εἰδώλων, κατήγγειλας προφρόνως, καὶ φωτισμὸν
παρέχεις τοῖς ἀνυμνοῦσί σε.

Στίχοι

Φέγγε ὁδὸν σωτηρίας μέλποντί σου


ὦ Γελάσιε, τὰς ἀριστείας Χρήστῳ.

Ἔγραφον ἐν Ἀθήναις τῇ 15 Σεπτεμβρίου 2016.

You might also like