You are on page 1of 38

]+[

www.e-e-e.gr

ΠΗΓΗ: http://users.otenet.gr/∼aper/t2t.htm

Σοφοκλῆς
Φιλοκτήτης

(ed. Richard Jebb. Cambridge 1898)

Ὀδυσσεύς
ἀκτὴ µὲν ἥδε τῆς περιρρύτου χθονὸς
Λήµνου, βροτοῖς ἄστιπτος οὐδ᾽ οἰκουµένη,
ἔνθ᾽, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
Ἀχιλλέως παῖ Νεοπτόλεµε, τὸν Μηλιᾶ
Ποίαντος υἱὸν ἐξέθηκ᾽ ἐγώ ποτε, 5
ταχθεὶς τόδ᾽ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
νόσῳ καταστάζοντα διαβόρῳ πόδα·
ὅτ᾽ οὔτε λοιβῆς ἡµὶν οὔτε θυµάτων
παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ᾽ ἀγρίαις
κατεῖχ᾽ ἀεὶ πᾶν στρατόπεδον δυσφηµίαις, 10
βοῶν, στενάζων. ἀλλὰ ταῦτα µὲν τί δεῖ
λέγειν; ἀκµὴ γὰρ οὐ µακρῶν ἡµῖν λόγων,
µὴ καὶ µάθῃ µ᾽ ἥκοντα κἀκχέω τὸ πᾶν
σόφισµα, τῷ νιν αὐτίχ᾽ αἱρήσειν δοκῶ.
ἀλλ᾽ ἔργον ἤδη σὸν τὰ λοίφ᾽ ὑπηρετεῖν 15
σκοπεῖν θ᾽ ὅπου ᾽στ᾽ ἐνταῦθα δίστοµος πέτρα
τοιάδ᾽, ἵν᾽ ἐν ψύχει µὲν ἡλίου διπλῆ
πάρεστιν ἐνθάκησις, ἐν θέρει δ᾽ ὕπνον
δι᾽ ἀµφιτρῆτος αὐλίου πέµπει πνοή·
βαιὸν δ᾽ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ᾽ ἂν 20
ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
ἅ µοι προσελθὼν σῖγα σήµαιν᾽ εἴτ᾽ ἐκεῖ
χῶρον τὸν αὐτὸν τόνδ᾽ ἔτ᾽ εἴτ᾽ ἄλλῃ κυρεῖ,
ὡς τἀπίλοιπα τῶν λόγων σὺ µὲν κλύῃς,
ἐγὼ δὲ φράζω, κοινὰ δ᾽ ἐξ ἀµφοῖν ἴῃ. 25
Νεοπτόλεµος
ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ µακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Ὀδυσσεύς
ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτόλεµος
τόδ᾽ ἐξύπερθε· καὶ στίβου γ᾽ οὐδεὶς κτύπος.
Ὀδυσσεύς
ὅρα καθ᾽ ὕπνον µὴ καταυλισθεὶς κυρεῖ. 30

1
Νεοπτόλεµος
ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Ὀδυσσεύς
οὐδ᾽ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτόλεµος
στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Ὀδυσσεύς
τὰ δ᾽ ἄλλ᾽ ἔρηµα, κοὐδέν ἐσθ᾽ ὑπόστεγον;
Νεοπτόλεµος
αὐτόξυλόν γ᾽ ἔκπωµα, φλαυρουργοῦ τινος 35
τεχνήµατ᾽ ἀνδρός, καὶ πυρεῖ᾽ ὁµοῦ τάδε.
Ὀδυσσεύς
κείνου τὸ θησαύρισµα σηµαίνεις τόδε.
Νεοπτόλεµος
ἰοὺ ἰού· καὶ ταῦτά γ᾽ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
Ὀδυσσεύς
ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς, 40
κἄστ᾽ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη µακράν;
ἀλλ᾽ ἢ ᾽πὶ φορβῆς νόστον ἐξελήλυθεν
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
τὸν οὖν παρόντα πέµψον εἰς κατασκοπήν, 45
µὴ καὶ λάθῃ µε προσπεσών· ὡς µᾶλλον ἂν
ἕλοιτό µ᾽ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεµος
ἀλλ᾽ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
σὺ δ᾽, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
Ἀχιλλέως παῖ, δεῖ σ᾽ ἐφ᾽ οἷς ἐλήλυθας 50
γενναῖον εἶναι, µὴ µόνον τῷ σώµατι,
ἀλλ᾽ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτόλεµος
τί δῆτ᾽ ἄνωγας;
Ὀδυσσεύς
--τὴν Φιλοκτήτου σε δεῖ
ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων. 55
ὅταν σ᾽ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
λέγειν, Ἀχιλλέως παῖς· τόδ᾽ οὐχὶ κλεπτέον·
πλεῖς δ᾽ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
στράτευµ᾽ Ἀχαιῶν, ἔχθος ἐχθήρας µέγα,
οἵ σ᾽ ἐν λιταῖς στείλαντες ἐξ οἴκων µολεῖν, 60
µόνην ἔχοντες τήνδ᾽ ἅλωσιν Ἰλίου,
οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
ἐλθόντι δοῦναι κυρίως αἰτουµένῳ,
ἀλλ᾽ αὔτ᾽ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσ᾽ ἂν
θέλῃς καθ᾽ ἡµῶν ἔσχατ᾽ ἐσχάτων κακά. 65
τούτῳ γὰρ οὐδέν µ᾽ ἀλγυνεῖς· εἰ δ᾽ ἐργάσει
µὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
εἰ γὰρ τὰ τοῦδε τόξα µὴ ληφθήσεται,

2
οὐκ ἔστι πέρσαι σοι τὸ ∆αρδάνου πέδον.
ὡς δ᾽ ἔστ᾽ ἐµοὶ µὲν οὐχί, σοὶ δ᾽ ὁµιλία 70
πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκµαθε.
σὺ µὲν πέπλευκας οὔτ᾽ ἔνορκος οὐδενὶ
οὔτ᾽ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
ἐµοὶ δὲ τούτων οὐδέν ἐστ᾽ ἀρνήσιµον.
ὥστ᾽ εἴ µε τόξων ἐγκρατὴς αἰσθήσεται, 75
ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
ἀλλ᾽ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
ἔξοιδα, παῖ, φύσει σε µὴ πεφυκότα
τοιαῦτα φωνεῖν µηδὲ τεχνᾶσθαι κακά· 80
ἀλλ᾽ ἡδὺ γάρ τι κτῆµα τῆς νίκης λαβεῖν,
τόλµα· δίκαιοι δ᾽ αὖθις ἐκφανούµεθα.
νῦν δ᾽ εἰς ἀναιδὲς ἡµέρας µέρος βραχὺ
δός µοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
κέκλησο πάντων εὐσεβέστατος βροτῶν. 85
Νεοπτόλεµος
ἐγὼ µὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
οὔτ᾽ αὐτὸς οὔθ᾽, ὥς φασιν, οὑκφύσας ἐµέ.
ἀλλ᾽ εἴµ᾽ ἑτοῖµος πρὸς βίαν τὸν ἄνδρ᾽ ἄγειν 90
καὶ µὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
ἡµᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
πεµφθείς γε µέντοι σοὶ ξυνεργάτης ὀκνῶ
προδότης καλεῖσθαι· βούλοµαι δ᾽, ἄναξ, καλῶς
δρῶν ἐξαµαρτεῖν µᾶλλον ἢ νικᾶν κακῶς. 95
Ὀδυσσεύς
ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
γλῶσσαν µὲν ἀργόν, χεῖρα δ᾽ εἶχον ἐργάτιν·
νῦν δ᾽ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθ᾽ ἡγουµένην.
Νεοπτόλεµος
τί µ᾽ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; 100
Ὀδυσσεύς
λέγω σ᾽ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτόλεµος
τί δ᾽ ἐν δόλῳ δεῖ µᾶλλον ἢ πείσαντ᾽ ἄγειν;
Ὀδυσσεύς
οὐ µὴ πίθηται· πρὸς βίαν δ᾽ οὐκ ἂν λάβοις.
Νεοπτόλεµος
οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Ὀδυσσεύς
ἰούς γ᾽ ἀφύκτους καὶ προπέµποντας φόνον. 105
Νεοπτόλεµος
οὐκ ἆρ᾽ ἐκείνῳ γ᾽ οὐδὲ προσµῖξαι θρασύ;
Ὀδυσσεύς
οὔ, µὴ δόλῳ λαβόντα γ᾽, ὡς ἐγὼ λέγω.
Νεοπτόλεµος
οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;

3
Ὀδυσσεύς
οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτόλεµος
πῶς οὖν βλέπων τις ταῦτα τολµήσει λακεῖν; 110
Ὀδυσσεύς
ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτόλεµος
κέρδος δ᾽ ἐµοὶ τί τοῦτον ἐς Τροίαν µολεῖν;
Ὀδυσσεύς
αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν µόνα.
Νεοπτόλεµος
οὐκ ἆρ᾽ ὁ πέρσων, ὡς ἐφάσκετ᾽, εἴµ᾽ ἐγώ;
Ὀδυσσεύς
οὔτ᾽ ἂν σὺ κείνων χωρὶς οὔτ᾽ ἐκεῖνα σοῦ. 115
Νεοπτόλεµος
θηρατέ᾽ οὖν γίγνοιτ᾽ ἄν, εἴπερ ὧδ᾽ ἔχει.
Ὀδυσσεύς
ὡς τοῦτό γ᾽ ἔρξας δύο φέρει δωρήµατα.
Νεοπτόλεµος
ποίω; µαθὼν γὰρ οὐκ ἂν ἀρνοίµην τὸ δρᾶν.
Ὀδυσσεύς
σοφός τ᾽ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ᾽ ἅµα.
Νεοπτόλεµος
ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς. 120
Ὀδυσσεύς
ἦ µνηµονεύεις οὖν ἅ σοι παρῄνεσα;
Νεοπτόλεµος
σάφ᾽ ἴσθ᾽, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Ὀδυσσεύς
σὺ µὲν µένων νυν κεῖνον ἐνθάδ᾽ ἐκδέχου,
ἐγὼ δ᾽ ἄπειµι, µὴ κατοπτευθῶ παρών,
καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν. 125
καὶ δεῦρ᾽, ἐάν µοι τοῦ χρόνου δοκῆτέ τι
κατασχολάζειν, αὖθις ἐκπέµψω πάλιν
τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
µορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·
οὗ δῆτα, τέκνον, ποικίλως αὐδωµένου 130
δέχου τὰ συµφέροντα τῶν ἀεὶ λόγων.
ἐγὼ δὲ πρὸς ναῦν εἶµι, σοὶ παρεὶς τάδε·
Ἑρµῆς δ᾽ ὁ πέµπων δόλιος ἡγήσαιτο νῷν
Νίκη τ᾽ Ἀθάνα Πολιάς, ἣ σῴζει µ᾽ ἀεί.
Χορός
τί χρὴ τί χρή µε, δέσποτ᾽, ἐν ξένᾳ ξένον 135
στέγειν ἢ τί λέγειν πρὸς ἄνδρ᾽ ὑπόπταν;
φράζε µοι. τέχνα γὰρ
τέχνας ἑτέρας προύχει
καὶ γνώµα παρ᾽ ὅτῳ τὸ θεῖον
∆ιὸς σκῆπτρον ἀνάσσεται. 140
σὲ δ᾽, ὦ τέκνον, τόδ᾽ ἐλήλυθεν
πᾶν κράτος ὠγύγιον· τό µοι ἔννεπε
τί σοι χρεὼν ὑπουργεῖν.

4
Νεοπτόλεµος
νῦν µέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς
προσιδεῖν ἐθέλεις ὅντινα κεῖται, 145
δέρκου θαρσῶν· ὁπόταν δὲ µόλῃ
δεινὸς ὁδίτης, τῶνδ᾽ οὑκ µελάθρων
πρὸς ἐµὴν αἰεὶ χεῖρα προχωρῶν
πειρῶ τὸ παρὸν θεραπεύειν.
Χορός
µέλον πάλαι µέληµά µοι λέγεις, ἄναξ, 150
φρουρεῖν ὄµµ᾽ ἐπὶ σῷ µάλιστα καιρῷ·
νῦν δέ µοι λέγ᾽, αὐλὰς
ποίας ἔνεδρος ναίει
καὶ χῶρον τίν᾽ ἔχει. τὸ γάρ µοι
µαθεῖν οὐκ ἀποκαίριον, 155
µὴ προσπεσών µε λάθῃ ποθέν·
τίς τόπος ἢ τίς ἕδρα; τίν᾽ ἔχει στίβον,
ἔναυλον ἢ θυραῖον;
Νεοπτόλεµος
οἶκον µὲν ὁρᾷς τόνδ᾽ ἀµφίθυρον
πετρίνης κοίτης. 160
Χορός
ποῦ γὰρ ὁ τλήµων αὐτὸς ἄπεστιν;
Νεοπτόλεµος
δῆλον ἔµοιγ᾽ ὡς φορβῆς χρείᾳ
στίβον ὀγµεύει τῇδε πέλας που.
ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν
λόγος ἐστὶ φύσιν, θηροβολοῦντα 165
πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,
οὐδέ τιν᾽ αὐτῷ
παιῶνα κακῶν ἐπινωµᾶν.
Χορός
οἰκτίρω νιν ἔγωγ᾽, ὅπως,
µή του κηδοµένου βροτῶν 170
µηδὲ ξύντροφον ὄµµ᾽ ἔχων,
δύστανος, µόνος ἀεί,
νοσεῖ µὲν νόσον ἀγρίαν,
ἀλύει δ᾽ ἐπὶ παντί τῳ
χρείας ἱσταµένῳ. πῶς ποτε πῶς δύσµορος ἀντέχει; 175
ὦ παλάµαι θεῶν,
ὦ δύστανα γένη βροτῶν,
οἷς µὴ µέτριος αἰών.
οὗτος πρωτογόνων ἴσως 180
οἴκων οὐδενὸς ὕστερος,
πάντων ἄµµορος ἐν βίῳ
κεῖται µοῦνος ἀπ᾽ ἄλλων,
στικτῶν ἢ λασίων µετὰ
θηρῶν, ἔν τ᾽ ὀδύναις ὁµοῦ 185
λιµῷ τ᾽ οἰκτρός, ἀνήκεστα µεριµνήµατ᾽ ἔχων· ὀρεί-
α δ᾽ ἀθυρόστοµος
Ἀχὼ τηλεφανὴς πικραῖς
οἰµωγαῖς ὑπακούει. 190

5
Νεοπτόλεµος
οὐδὲν τούτων θαυµαστὸν ἐµοί·
θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,
καὶ τὰ παθήµατα κεῖνα πρὸς αὐτὸν
τῆς ὠµόφρονος Χρύσης ἐπέβη,
καὶ νῦν ἃ πονεῖ δίχα κηδεµόνων, 195
οὐκ ἔσθ᾽ ὡς οὐ θεῶν του µελέτῃ
τοῦ µὴ πρότερον τόνδ᾽ ἐπὶ Τροίᾳ
τεῖναι τὰ θεῶν ἀµάχητα βέλη,
πρὶν ὅδ᾽ ἐξήκοι χρόνος, ᾧ λέγεται
χρῆναί σφ᾽ ὑπὸ τῶνδε δαµῆναι. 200
Χορός
εὔστοµ᾽ ἔχε, παῖ.
Νεοπτόλεµος
τί τόδε;
Χορός
--προυφάνη κτύπος,
φωτὸς σύντροφος ὡς τειροµένου του,
ἤ που τῇδ᾽ ἢ τῇδε τόπων.
βάλλει βάλλει µ᾽ ἐτύµα 205
φθογγά του στίβον κατ᾽ ἀνάγκαν
ἕρποντος, οὐδέ µε λάθει
βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσηµα γὰρ θρηνεῖ.
Χορός
ἀλλ᾽ ἔχε, τέκνον, 210
Νεοπτόλεµος
λέγ᾽ ὅ τι.
Χορός
--φροντίδας νέας.
ὡς οὐκ ἔξεδρος, ἀλλ᾽ ἔντοπος ἁνήρ,
οὐ µολπὰν σύριγγος ἔχων,
ὡς ποιµὴν ἀγροβότας, ἀλλ᾽ ἤ που πταίων ὑπ᾽ ἀνάγκας 215
βοᾷ τηλωπὸν ἰωάν,
ἢ ναὸς ἄξενον αὐγάζων ὅρµον· προβοᾷ τι γὰρ δεινόν.
Φιλοκτήτης
ἰὼ ξένοι,
τίνες ποτ᾽ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας 220
κατέσχετ᾽ οὔτ᾽ εὔορµον οὔτ᾽ οἰκουµένην;
ποίας ἂν ὑµᾶς πατρίδος ἢ γένους ποτὲ
τύχοιµ᾽ ἂν εἰπών; σχῆµα µὲν γὰρ Ἑλλάδος
στολῆς ὑπάρχει προσφιλεστάτης ἐµοί·
φωνῆς δ᾽ ἀκοῦσαι βούλοµαι· καὶ µή µ᾽ ὄκνῳ 225
δείσαντες ἐκπλαγῆτ᾽ ἀπηγριωµένον,
ἀλλ᾽ οἰκτίσαντες ἄνδρα δύστηνον, µόνον,
ἔρηµον ὧδε κἄφιλον κακούµενον,
φωνήσατ᾽, εἴπερ ὡς φίλοι προσήκετε.
ἀλλ᾽ ἀνταµείψασθ᾽· οὐ γὰρ εἰκὸς οὔτ᾽ ἐµὲ 230
ὑµῶν ἁµαρτεῖν τοῦτό γ᾽ οὔθ᾽ ὑµᾶς ἐµοῦ.
Νεοπτόλεµος
ἀλλ᾽, ὦ ξέν᾽, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
Ἕλληνές ἐσµεν· τοῦτο γὰρ βούλει µαθεῖν.

6
Φιλοκτήτης
ὦ φίλτατον φώνηµα· φεῦ τὸ καὶ λαβεῖν
πρόσφθεγµα τοιοῦδ᾽ ἀνδρὸς ἐν χρόνῳ µακρῷ. 235
τίς σ᾽, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
χρεία; τίς ὁρµή; τίς ἀνέµων ὁ φίλτατος;
γέγωνέ µοι πᾶν τοῦθ᾽, ὅπως εἰδῶ τίς εἶ.
Νεοπτόλεµος
ἐγὼ γένος µέν εἰµι τῆς περιρρύτου
Σκύρου· πλέω δ᾽ ἐς οἶκον· αὐδῶµαι δὲ παῖς 240
Ἀχιλλέως, Νεοπτόλεµος. οἶσθα δὴ τὸ πᾶν.
Φιλοκτήτης
ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,
ὦ τοῦ γέροντος θρέµµα Λυκοµήδους, τίνι
στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;
Νεοπτόλεµος
ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ. 245
Φιλοκτήτης
πῶς εἶπας; οὐ γὰρ δὴ σύ γ᾽ ἦσθα ναυβάτης
ἡµῖν κατ᾽ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
Νεοπτόλεµος
ἦ γὰρ µετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
Φιλοκτήτης
ὦ τέκνον, οὐ γὰρ οἶσθά µ᾽ ὅντιν᾽ εἰσορᾷς;
Νεοπτόλεµος
πῶς γὰρ κάτοιδ᾽ ὅν γ᾽ εἶδον οὐδεπώποτε; 250
Φιλοκτήτης
οὐδ᾽ ὄνοµ᾽ ἄρ᾽ οὐδὲ τῶν ἐµῶν κακῶν κλέος
ᾔσθου ποτ᾽ οὐδέν, οἷς ἐγὼ διωλλύµην;
Νεοπτόλεµος
ὡς µηδὲν εἰδότ᾽ ἴσθι µ᾽ ὧν ἀνιστορεῖς.
Φιλοκτήτης
ὦ πόλλ᾽ ἐγὼ µοχθηρός, ὦ πικρὸς θεοῖς, 255
οὗ µηδὲ κληδὼν ὧδ᾽ ἔχοντος οἴκαδε
µηδ᾽ Ἑλλάδος γῆς µηδαµοῦ διῆλθέ που.
ἀλλ᾽ οἱ µὲν ἐκβαλόντες ἀνοσίως ἐµὲ
γελῶσι σῖγ᾽ ἔχοντες, ἡ δ᾽ ἐµὴ νόσος
ἀεὶ τέθηλε κἀπὶ µεῖζον ἔρχεται. 260
ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδ᾽ εἴµ᾽ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ 265
ἔρριψαν αἰσχρῶς ὧδ᾽ ἔρηµον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
πληγέντ᾽ ἐχίδνης ἀγρίῳ χαράγµατι·
ξὺν ᾗ µ᾽ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντ᾽ ἔρηµον, ἡνίκ᾽ ἐκ τῆς ποντίας
Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. 270
τότ᾽ ἄσµενοί µ᾽ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντ᾽ ἐπ᾽ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθ᾽, οἷα φωτὶ δυσµόρῳ

7
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
ἐπωφέληµα σµικρόν, οἷ᾽ αὐτοῖς τύχοι. 275
σὺ δή, τέκνον, ποίαν µ᾽ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
ποῖ᾽ ἐκδακρῦσαι, ποῖ᾽ ἀποιµῶξαι κακά;
ὁρῶντα µὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
πάσας βεβώσας, ἄνδρα δ᾽ οὐδέν᾽ ἔντοπον, 280
οὐχ ὅστις ἀρκέσειεν οὐδ᾽ ὅστις νόσου
κάµνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐµάρειαν, ὦ τέκνον.
ὁ µὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ µοι, 285
κἄδει τι βαιᾷ τῇδ᾽ ὑπὸ στέγῃ µόνον
διακονεῖσθαι. γαστρὶ µὲν τὰ σύµφορα
τόξον τόδ᾽ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθ᾽, ὅ µοι βάλοι
νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας 290
εἰλυόµην, δύστηνον ἐξέλκων πόδα,
πρὸς τοῦτ᾽ ἄν· εἴ τ᾽ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείµατι,
ξύλον τι θραῦσαι, ταῦτ᾽ ἂν ἐξέρπων τάλας
ἐµηχανώµην· εἶτα πῦρ ἂν οὐ παρῆν, 295
ἀλλ᾽ ἐν πέτροισι πέτρον ἐκτρίβων µόλις
ἔφην᾽ ἄφαντον φῶς, ὃ καὶ σῴζει µ᾽ ἀεί.
οἰκουµένη γὰρ οὖν στέγη πυρὸς µέτα
πάντ᾽ ἐκπορίζει πλὴν τὸ µὴ νοσεῖν ἐµέ.
φέρ᾽, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου µάθῃς. 300
ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
οὐ γάρ τις ὅρµος ἔστιν οὐδ᾽ ὅποι πλέων
ἐξεµπολήσει κέρδος ἢ ξενώσεται.
οὐκ ἐνθάδ᾽ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
τάχ᾽ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε 305
ἐν τῷ µακρῷ γένοιτ᾽ ἂν ἀνθρώπων χρόνῳ·
οὗτοί µ᾽, ὅταν µόλωσιν, ὦ τέκνον, λόγοις
ἐλεοῦσι µέν, καί πού τι καὶ βορᾶς µέρος
προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
ἐκεῖνο δ᾽ οὐδείς, ἡνίκ᾽ ἂν µνησθῶ, θέλει, 310
σῶσαί µ᾽ ἐς οἴκους, ἀλλ᾽ ἀπόλλυµαι τάλας
ἔτος τόδ᾽ ἤδη δέκατον ἐν λιµῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
τοιαῦτ᾽ Ἀτρεῖδαί µ᾽ ἥ τ᾽ Ὀδυσσέως βία,
ὦ παῖ, δεδράκασ᾽, οἷ᾽ Ὀλύµπιοι θεοὶ 315
δοῖέν ποτ᾽ αὐτοῖς ἀντίποιν᾽ ἐµοῦ παθεῖν.
Χορός
ἔοικα κἀγὼ τοῖς ἀφιγµένοις ἴσα
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεµος
ἐγὼ δὲ καὐτὸς τοῖσδε µάρτυς ἐν λόγοις,
ὡς εἴσ᾽ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν 320
ἀνδρῶν Ἀτρειδῶν τῆς τ᾽ Ὀδυσσέως βίας.
Φιλοκτήτης

8
ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
ἔγκληµ᾽ Ἀτρείδαις, ὥστε θυµοῦσθαι παθών;
Νεοπτόλεµος
θυµὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
ἵν᾽ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ᾽ ὅτι 325
χἠ Σκῦρος ἀνδρῶν ἀλκίµων µήτηρ ἔφυ.
Φιλοκτήτης
εὖ γ᾽, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν µέγαν
χόλον κατ᾽ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτόλεµος
ὦ παῖ Ποίαντος, ἐξερῶ, µόλις δ᾽ ἐρῶ,
ἅγωγ᾽ ὑπ᾽ αὐτῶν ἐξελωβήθην µολών. 330
ἐπεὶ γὰρ ἔσχε µοῖρ᾽ Ἀχιλλέα θανεῖν,
Φιλοκτήτης
οἴµοι· φράσῃς µοι µὴ πέρα, πρὶν ἂν µάθω
πρῶτον τόδ᾽, ἦ τέθνηχ᾽ ὁ Πηλέως γόνος;
Νεοπτόλεµος
τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ᾽ ὕπο,
τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαµείς. 335
Φιλοκτήτης
ἀλλ᾽ εὐγενὴς µὲν ὁ κτανών τε χὠ θανών·
ἀµηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
πάθηµ᾽ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
Νεοπτόλεµος
οἶµαι µὲν ἀρκεῖν σοί γε καὶ τὰ σ᾽, ὦ τάλας,
ἀλγήµαθ᾽, ὥστε µὴ τὰ τῶν πέλας στένειν. 340
Φιλοκτήτης
ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον
αὖθις πάλιν µοι πρᾶγµ᾽, ὅτῳ σ᾽ ἐνύβρισαν.
Νεοπτόλεµος
ἦλθόν µε νηὶ ποικιλοστόλῳ µέτα
δῖός τ᾽ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐµοῦ πατρός,
λέγοντες, εἴτ᾽ ἀληθὲς εἴτ᾽ ἄρ᾽ οὖν µάτην, 345
ὡς οὐ θέµις γίγνοιτ᾽, ἐπεὶ κατέφθιτο
πατὴρ ἐµός, τὰ πέργαµ᾽ ἄλλον ἤ µ᾽ ἑλεῖν.
ταῦτ᾽, ὦ ξέν᾽, οὕτως ἐννέποντες οὐ πολὺν
χρόνον µ᾽ ἐπέσχον µή µε ναυστολεῖν ταχύ,
µάλιστα µὲν δὴ τοῦ θανόντος ἱµέρῳ, 350
ὅπως ἴδοιµ᾽ ἄθαπτον· οὐ γὰρ εἰδόµην·
ἔπειτα µέντοι χὠ λόγος καλὸς προσῆν,
εἰ τἀπὶ Τροίᾳ πέργαµ᾽ αἱρήσοιµ᾽ ἰών.
ἦν δ᾽ ἦµαρ ἤδη δεύτερον πλέοντί µοι,
κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ 355
κατηγόµην· καί µ᾽ εὐθὺς ἐν κύκλῳ στρατὸς
ἐκβάντα πᾶς ἠσπάζετ᾽, ὀµνύντες βλέπειν
τὸν οὐκέτ᾽ ὄντα ζῶντ᾽ Ἀχιλλέα πάλιν.
κεῖνος µὲν οὖν ἔκειτ᾽· ἐγὼ δ᾽ ὁ δύσµορος
ἐπεὶ ᾽δάκρυσα κεῖνον, οὐ µακρῷ χρόνῳ 360
ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
τά θ᾽ ὅπλ᾽ ἀπῄτουν τοῦ πατρὸς τά τ᾽ ἄλλ᾽ ὅσ᾽ ἦν.
οἱ δ᾽ εἶπον, οἴµοι, τληµονέστατον λόγον·

9
ὦ σπέρµ᾽ Ἀχιλλέως, τἄλλα µὲν πάρεστί σοι
πατρῷ᾽ ἑλέσθαι, τῶν δ᾽ ὅπλων κείνων ἀνὴρ 365
ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταµαι
ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·
ὦ σχέτλι᾽, ἦ ᾽τολµήσατ᾽ ἀντ᾽ ἐµοῦ τινι
δοῦναι τὰ τεύχη τἀµά, πρὶν µαθεῖν ἐµοῦ; 370
ὁ δ᾽ εἶπ᾽ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
ναί, παῖ, δεδώκασ᾽ ἐνδίκως οὗτοι τάδε·
ἐγὼ γὰρ αὔτ᾽ ἔσωσα κἀκεῖνον παρών.
κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούµενος, 375
εἰ τἀµὰ κεῖνος ὅπλ᾽ ἀφαιρήσοιτό µε.
ὁ δ᾽ ἐνθάδ᾽ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ᾽ ἠµείψατο·
οὐκ ἦσθ᾽ ἵν᾽ ἡµεῖς, ἀλλ᾽ ἀπῆσθ᾽ ἵν᾽ οὔ σ᾽ ἔδει·
καὶ ταῦτ᾽, ἐπειδὴ καὶ λέγεις θρασυστοµῶν, 380
οὐ µήποτ᾽ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
τοιαῦτ᾽ ἀκούσας κἀξονειδισθεὶς κακὰ
πλέω πρὸς οἴκους, τῶν ἐµῶν τητώµενος
πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
κοὐκ αἰτιῶµαι κεῖνον ὡς τοὺς ἐν τέλει· 385
πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουµένων
στρατός τε σύµπας· οἱ δ᾽ ἀκοσµοῦντες βροτῶν
διδασκάλων λόγοισι γίγνονται κακοί.
λόγος λέλεκται πᾶς· ὁ δ᾽ Ἀτρείδας στυγῶν
ἐµοί θ᾽ ὁµοίως καὶ θεοῖς εἴη φίλος. 390
Χορός
ὀρεστέρα παµβῶτι Γᾶ, µᾶτερ αὐτοῦ ∆ιός,
ἃ τὸν µέγαν Πακτωλὸν εὔχρυσον νέµεις,
σὲ κἀκεῖ, µᾶτερ πότνι᾽, ἐπηυδώµαν, 395
ὅτ᾽ ἐς τόνδ᾽ Ἀτρειδᾶν ὕβρις πᾶσ᾽ ἐχώρει,
ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
ἰὼ µάκαιρα ταυροκτόνων 400
λεόντων ἔφεδρε, τῷ Λαρτίου
σέβας ὑπέρτατον.
Φιλοκτήτης
ἔχοντες, ὡς ἔοικε, σύµβολον σαφὲς
λύπης πρὸς ἡµᾶς, ὦ ξένοι, πεπλεύκατε,
καί µοι προσᾴδεθ᾽ ὥστε γιγνώσκειν ὅτι 405
ταῦτ᾽ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ᾽ ἧς
µηδὲν δίκαιον ἐς τέλος µέλλοι ποεῖν.
ἀλλ᾽ οὔ τι τοῦτο θαῦµ᾽ ἔµοιγ᾽, ἀλλ᾽ εἰ παρὼν 410
Αἴας ὁ µείζων ταῦθ᾽ ὁρῶν ἠνείχετο.
Νεοπτόλεµος
οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν᾽· οὐ γὰρ ἄν ποτε
ζῶντός γ᾽ ἐκείνου ταῦτ᾽ ἐσυλήθην ἐγώ.
Φιλοκτήτης
πῶς εἶπας; ἀλλ᾽ ἦ χοὖτος οἴχεται θανών;

10
Νεοπτόλεµος
ὡς µηκέτ᾽ ὄντα κεῖνον ἐν φάει νόει. 415
Φιλοκτήτης
οἴµοι τάλας. ἀλλ᾽ οὐχ ὁ Τυδέως γόνος
οὐδ᾽ οὑµπολητὸς Σισύφου Λαερτίῳ,
οὐ µὴ θάνωσι· τούσδε γὰρ µὴ ζῆν ἔδει.
Νεοπτόλεµος
οὐ δῆτ᾽· ἐπίστω τοῦτό γ᾽· ἀλλὰ καὶ µέγα
θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ. 420
Φιλοκτήτης
τί δ᾽; οὐ παλαιὸς κἀγαθὸς φίλος τ᾽ ἐµός,
Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκ᾽ ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτόλεµος
κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος. 425
Φιλοκτήτης
οἴµοι, δύ᾽ αὖ τώδ᾽ ἄνδρ᾽ ἔλεξας, οἷν ἐγὼ
ἥκιστ᾽ ἂν ἠθέλησ᾽ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ᾽ οἵδε µὲν
τεθνᾶσ᾽, Ὀδυσσεὺς δ᾽ ἔστιν αὖ κἀνταῦθ᾽ ἵνα
χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν; 430
Νεοπτόλεµος
σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ
γνῶµαι, Φιλοκτῆτ᾽, ἐµποδίζονται θαµά.
Φιλοκτήτης
φέρ᾽ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
Νεοπτόλεµος
χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σ᾽ ἐν βραχεῖ 435
τοῦτ᾽ ἐκδιδάξω· πόλεµος οὐδέν᾽ ἄνδρ᾽ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτήτης
ξυµµαρτυρῶ σοι· καὶ κατ᾽ αὐτὸ τοῦτό γε
ἀναξίου µὲν φωτὸς ἐξερήσοµαι,
γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ. 440
Νεοπτόλεµος
ποίου δὲ τούτου πλήν γ᾽ Ὀδυσσέως ἐρεῖς;
Φιλοκτήτης
οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
ὃς οὐκ ἂν εἵλετ᾽ εἰσάπαξ εἰπεῖν, ὅπου
µηδεὶς ἐῴη· τοῦτον οἶσθ᾽ εἰ ζῶν κυρεῖ;
Νεοπτόλεµος
οὐκ εἶδον αὐτόν, ᾐσθόµην δ᾽ ἔτ᾽ ὄντα νιν. 445
Φιλοκτήτης
ἔµελλ᾽· ἐπεὶ οὐδέν πω κακόν γ᾽ ἀπώλετο,
ἀλλ᾽ εὖ περιστέλλουσιν αὐτὰ δαίµονες,
καί πως τὰ µὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσ᾽ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
δίκαια καὶ τὰ χρήστ᾽ ἀποστέλλουσ᾽ ἀεί. 450
ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ᾽ αἰνεῖν, ὅταν

11
τὰ θεῖ᾽ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
Νεοπτόλεµος
ἐγὼ µέν, ὦ γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τ᾽ Ἴλιον
καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξοµαι· 455
ὅπου δ᾽ ὁ χείρων τἀγαθοῦ µεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
ἀλλ᾽ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά µοι
ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόµῳ. 460
νῦν δ᾽ εἶµι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
χαῖρ᾽ ὡς µέγιστα, χαῖρε· καί σε δαίµονες
νόσου µεταστήσειαν, ὡς αὐτὸς θέλεις.
ἡµεῖς δ᾽ ἴωµεν, ὡς ὁπηνίκ᾽ ἂν θεὸς
πλοῦν ἡµὶν εἴκῃ, τηνικαῦθ᾽ ὁρµώµεθα. 465
Φιλοκτήτης
ἤδη, τέκνον, στέλλεσθε;
Νεοπτόλεµος
--καιρὸς γὰρ καλεῖ
πλοῦν µὴ ᾽ξ ἀπόπτου µᾶλλον ἢ ᾽γγύθεν σκοπεῖν.
Φιλοκτήτης
πρός νύν σε πατρὸς πρός τε µητρός, ὦ τέκνον,
πρός τ᾽ εἴ τί σοι κατ᾽ οἶκόν ἐστι προσφιλές,
ἱκέτης ἱκνοῦµαι, µὴ λίπῃς µ᾽ οὕτω µόνον, 470
ἔρηµον ἐν κακοῖσι τοῖσδ᾽ οἵοις ὁρᾷς
ὅσοισί τ᾽ ἐξήκουσας ἐνναίοντά µε·
ἀλλ᾽ ἐν παρέργῳ θοῦ µε. δυσχέρεια µέν,
ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήµατος·
ὅµως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι 475
τό τ᾽ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
σοὶ δ᾽ ἐκλιπόντι τοῦτ᾽ ὄνειδος οὐ καλόν,
δράσαντι δ᾽, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
ἐὰν µόλω ᾽γὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
ἴθ᾽· ἡµέρας τοι µόχθος οὐχ ὅλης µιᾶς. 480
τόλµησον. ἐµβαλοῦ µ᾽ ὅπῃ θέλεις ἄγων,
εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύµνην, ὅποι
ἥκιστα µέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν 485
ἀκράτωρ ὁ τλήµων, χωλός. ἀλλὰ µή µ᾽ ἀφῇς
ἔρηµον οὕτω χωρὶς ἀνθρώπων στίβου,
ἀλλ᾽ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν µ᾽ ἄγων
ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθµά·
κἀκεῖθεν οὔ µοι µακρὸς εἰς Οἴτην στόλος 490
Τραχινίαν τε δειράδ᾽ ἠδ᾽ ἐς εὔροον
Σπερχειὸν ἔσται· πατρί µ᾽ ὡς δείξῃς φίλῳ,
ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικ᾽ ἐγὼ
µή µοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγµένοις
ἔστελλον αὐτὸν ἱκεσίους πέµπων λιτάς, 495
αὐτόστολον πέµψαντά µ᾽ ἐκσῶσαι δόµους.
ἀλλ᾽ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,

12
ὡς εἰκός, οἶµαι, τοὐµὸν ἐν σµικρῷ µέρος
ποιούµενοι τὸν οἴκαδ᾽ ἤπειγον στόλον.
νῦν δ᾽, εἰς σὲ γὰρ ποµπόν τε καὐτὸν ἄγγελον 500
ἥκω, σὺ σῶσον, σύ µ᾽ ἐλέησον, εἰσορῶν
ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
κεῖται παθεῖν µὲν εὖ, παθεῖν δὲ θάτερα.
χρὴ δ᾽ ἐκτὸς ὄντα πηµάτων τὰ δείν᾽ ὁρᾶν,
χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον 505
σκοπεῖν µάλιστα, µὴ διαφθαρεὶς λάθῃ.
Χορός
οἴκτιρ᾽, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων
ἆθλ᾽, οἷα µηδεὶς τῶν ἐµῶν τύχοι φίλων.
εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας, 510
ἐγὼ µέν, τὸ κείνων κακὸν τῷδε κέρδος
µετατιθέµενος, ἔνθαπερ ἐπιµέµονεν, 515
ἐπ᾽ εὐστόλου ταχείας νεὼς
πορεύσαιµ᾽ ἂν ἐς δόµους, τὰν θεῶν
νέµεσιν ἐκφυγών.
Νεοπτόλεµος
ὅρα σὺ µὴ νῦν µέν τις εὐχερὴς παρῇς,
ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, 520
τότ᾽ οὐκέθ᾽ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορός
ἥκιστα· τοῦτ᾽ οὐκ ἔσθ᾽ ὅπως ποτ᾽ εἰς ἐµὲ
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτόλεµος
ἀλλ᾽ αἰσχρὰ µέντοι σοῦ γέ µ᾽ ἐνδεέστερον
ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. 525
ἀλλ᾽ εἰ δοκεῖ, πλέωµεν, ὁρµάσθω ταχύς·
χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
µόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
ἡµᾶς ὅποι τ᾽ ἐνθένδε βουλοίµεσθα πλεῖν.
Φιλοκτήτης
ὦ φίλτατον µὲν ἦµαρ, ἥδιστος δ᾽ ἀνήρ, 530
φίλοι δὲ ναῦται, πῶς ἂν ὑµὶν ἐµφανὴς
ἔργῳ γενοίµην, ὥς µ᾽ ἔθεσθε προσφιλῆ;
ἴωµεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
ἄοικον εἰσοίκησιν, ὥς µε καὶ µάθῃς
ἀφ᾽ ὧν διέζων ὥς τ᾽ ἔφυν εὐκάρδιος. 535
οἶµαι γὰρ οὐδ᾽ ἂν ὄµµασιν µόνην θέαν
ἄλλον λαβόντα πλὴν ἐµοῦ τλῆναι τάδε·
ἐγὼ δ᾽ ἀνάγκῃ προύµαθον στέργειν κακά.
Χορός
ἐπίσχετον, µάθωµεν· ἄνδρε γὰρ δύο,
ὁ µὲν νεὼς σῆς ναυβάτης, ὁ δ᾽ ἀλλόθρους, 540
χωρεῖτον, ὧν µαθόντες αὖθις εἴσιτον.
Ἔµπορος
Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέµπορον,
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
ἐκέλευσ᾽ ἐµοί σε ποῦ κυρῶν εἴης φράσαι,
ἐπείπερ ἀντέκυρσα, δοξάζων µὲν οὔ, 545

13
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρµισθεὶς πέδον.
πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
ἀπ᾽ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
σοὶ πάντες εἶεν συννεναυστοληκότες, 550
ἔδοξέ µοι µὴ σῖγα, πρὶν φράσαιµί σοι,
τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
ἃ τοῖσιν Ἀργείοισιν ἀµφὶ σοῦ νέα
βουλεύµατ᾽ ἐστί, κοὐ µόνον βουλεύµατα, 555
ἀλλ᾽ ἔργα δρώµεν᾽, οὐκέτ᾽ ἐξαργούµενα.
Νεοπτόλεµος
ἀλλ᾽ ἡ χάρις µὲν τῆς προµηθίας, ξένε,
εἰ µὴ κακὸς πέφυκα, προσφιλὴς µενεῖ·
φράσον δ᾽ ἅπερ, γ᾽ ἔλεξας, ὡς µάθω τί µοι
νεώτερον, βούλευµ᾽ ἀπ᾽ Ἀργείων ἔχεις. 560
Ἔµπορος
φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
Νεοπτόλεµος
ὡς ἐκ βίας µ᾽ ἄξοντες ἢ λόγοις πάλιν;
Ἔµπορος
οὐκ οἶδ᾽· ἀκούσας δ᾽ ἄγγελος πάρειµί σοι.
Νεοπτόλεµος
ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται 565
οὕτω καθ᾽ ὁρµὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Ἔµπορος
ὡς ταῦτ᾽ ἐπίστω δρώµεν᾽, οὐ µέλλοντ᾽ ἔτι.
Νεοπτόλεµος
πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ᾽ οὐκ αὐτάγγελος
πλεῖν ἦν ἕτοιµος; ἢ φόβος τις εἶργέ νιν;
Ἔµπορος
κεῖνός γ᾽ ἐπ᾽ ἄλλον ἄνδρ᾽ ὁ Τυδέως τε παῖς 570
ἔστελλον, ἡνίκ᾽ ἐξανηγόµην ἐγώ.
Νεοπτόλεµος
πρὸς ποῖον αὖ τόνδ᾽ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Ἔµπορος
ἦν δή τις--ἀλλὰ τόνδε µοι πρῶτον φράσον
τίς ἐστίν· ἃν λέγῃς δὲ µὴ φώνει µέγα.
Νεοπτόλεµος
ὅδ᾽ ἔσθ᾽ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. 575
Ἔµπορος
µή νύν µ᾽ ἔρῃ τὰ πλείον᾽, ἀλλ᾽ ὅσον τάχος
ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτήτης
τί φησιν, ὦ παῖ; τί µε κατὰ σκότον ποτὲ
διεµπολᾷ λόγοισι πρός σ᾽ ὁ ναυβάτης;
Νεοπτόλεµος
οὐκ οἶδά πω τί φησι· δεῖ δ᾽ αὐτὸν λέγειν 580
εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀµὲ τούσδε τε.
Ἔµπορος

14
ὦ σπέρµ᾽ Ἀχιλλέως, µή µε διαβάλῃς στρατῷ
λέγονθ᾽ ἃ µὴ δεῖ· πόλλ᾽ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά θ᾽, οἷ᾽ ἀνὴρ πένης.
Νεοπτόλεµος
ἐγώ εἰµ᾽ Ἀτρείδαις δυσµενής· οὗτος δέ µοι 585
φίλος µέγιστος, οὕνεκ᾽ Ἀτρείδας στυγεῖ.
δεῖ δή σ᾽ ἔµοιγ᾽ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡµᾶς µηδέν᾽ ὧν ἀκήκοας.
Ἔµπορος
ὅρα τί ποιεῖς, παῖ.
Νεοπτόλεµος
--σκοπῶ κἀγὼ πάλαι.
Ἔµπορος
σὲ θήσοµαι τῶνδ᾽ αἴτιον. 590
Νεοπτόλεµος
--ποιοῦ λέγων.
Ἔµπορος
λέγω. ᾽πὶ τοῦτον ἄνδρε τώδ᾽ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τ᾽ Ὀδυσσέως βία,
διώµοτοι πλέουσιν ἦ µὴν ἢ λόγῳ
πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
καὶ ταῦτ᾽ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς 595
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
Νεοπτόλεµος
τίνος δ᾽ Ἀτρεῖδαι τοῦδ᾽ ἄγαν οὕτω χρόνῳ
τοσῷδ᾽ ἐπεστρέφοντο πράγµατος χάριν,
ὅν γ᾽ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; 600
τίς ὁ πόθος αὐτοὺς ἵκετ᾽; ἢ θεῶν βία
καὶ νέµεσις, οἵπερ ἔργ᾽ ἀµύνουσιν κακά;
Ἔµπορος
ἐγώ σε τοῦτ᾽, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. µάντις ἦν τις εὐγενής,
Πριάµου µὲν υἱός, ὄνοµα δ᾽ ὠνοµάζετο 605
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν µόνος,
ὁ πάντ᾽ ἀκούων αἰσχρὰ καὶ λωβήτ᾽ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε· δέσµιόν τ᾽ ἄγων
ἔδειξ᾽ Ἀχαιοῖς ἐς µέσον, θήραν καλήν·
ὃς δὴ τά τ᾽ ἄλλ᾽ αὐτοῖσι πάντ᾽ ἐθέσπισεν 610
καὶ τἀπὶ Τροίᾳ πέργαµ᾽ ὡς οὐ µή ποτε
πέρσοιεν, εἰ µὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ᾽ ἐφ᾽ ἧς ναίει τανῦν.
καὶ ταῦθ᾽ ὅπως ἤκουσ᾽ ὁ Λαέρτου τόκος
τὸν µάντιν εἰπόντ᾽, εὐθέως ὑπέσχετο 615
τὸν ἄνδρ᾽ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο µὲν µάλισθ᾽ ἑκούσιον λαβών,
εἰ µὴ θέλοι δ᾽, ἄκοντα· καὶ τούτων κάρα
τέµνειν ἐφεῖτο τῷ θέλοντι µὴ τυχών.
ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι 620
καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης

15
οἴµοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
ἔµ᾽ εἰς Ἀχαιοὺς ὤµοσεν πείσας στελεῖν;
πεισθήσοµαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ. 625
Ἔµπορος
οὐκ οἶδ᾽ ἐγὼ ταῦτ᾽· ἀλλ᾽ ἐγὼ µὲν εἶµ᾽ ἐπὶ
ναῦν, σφῷν δ᾽ ὅπως ἄριστα συµφέροι θεός.
Φιλοκτήτης
οὔκουν τάδ᾽, ὦ παῖ, δεινά, τὸν Λαερτίου
ἔµ᾽ ἐλπίσαι ποτ᾽ ἂν λόγοισι µαλθακοῖς
δεῖξαι νεὼς ἄγοντ᾽ ἐν Ἀργείοις µέσοις; 630
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐµοὶ
κλύοιµ᾽ ἐχίδνης, ἥ µ᾽ ἔθηκεν ὧδ᾽ ἄπουν.
ἀλλ᾽ ἔστ᾽ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολµητά· καὶ νῦν οἶδ᾽ ὁθούνεχ᾽ ἵξεται.
ἀλλ᾽, ὦ τέκνον, χωρῶµεν, ὡς ἡµᾶς πολὺ 635
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
ἴωµεν· ἥ τοι καίριος σπουδὴ πόνου
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεµος
οὐκοῦν ἐπειδὰν πνεῦµα τοὐκ πρῴρας ἀνῇ,
τότε στελοῦµεν· νῦν γὰρ ἀντιοστατεῖ. 640
Φιλοκτήτης
ἀεὶ καλὸς πλοῦς ἔσθ᾽, ὅταν φεύγῃς κακά.
Νεοπτόλεµος
οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτ᾽ ἐναντία.
Φιλοκτήτης
οὐκ ἔστι λῃσταῖς πνεῦµ᾽ ἐναντιούµενον,
ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεµος
ἀλλ᾽ εἰ δοκεῖ, χωρῶµεν, ἔνδοθεν λαβὼν 645
ὅτου σε χρεία καὶ πόθος µάλιστ᾽ ἔχει.
Φιλοκτήτης
ἀλλ᾽ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτόλεµος
τί τοῦθ᾽ ὃ µὴ νεώς γε τῆς ἐµῆς ἔπι;
Φιλοκτήτης
φύλλον τί µοι πάρεστιν, ᾧ µάλιστ᾽ ἀεὶ
κοιµῶ τόδ᾽ ἕλκος, ὥστε πραΰνειν πάνυ. 650
Νεοπτόλεµος
ἀλλ᾽ ἔκφερ᾽ αὐτό. τί γὰρ ἔτ᾽ ἄλλ᾽ ἐρᾷς λαβεῖν;
Φιλοκτήτης
εἴ µοί τι τόξων τῶνδ᾽ ἀπηµεληµένον
παρερρύηκεν, ὡς λίπω µή τῳ λαβεῖν.
Νεοπτόλεµος
ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ᾽ ἃ νῦν ἔχεις;
Φιλοκτήτης
ταῦτ᾽, οὐ γὰρ ἄλλ᾽ ἔστ᾽, ἀλλ᾽ ἃ βαστάζω χεροῖν. 655
Νεοπτόλεµος
ἆρ᾽ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
καὶ βαστάσαι µε προσκύσαι θ᾽ ὥσπερ θεόν;

16
Φιλοκτήτης
σοί γ᾽, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐµῶν
ὁποῖον ἄν σοι ξυµφέρῃ γενήσεται.
Νεοπτόλεµος
καὶ µὴν ἐρῶ γε, τὸν δ᾽ ἔρωθ᾽ οὕτως ἔχω· 660
εἴ µοι θέµις, θέλοιµ᾽ ἄν· εἰ δὲ µή, πάρες.
Φιλοκτήτης
ὅσιά τε φωνεῖς ἔστι τ᾽, ὦ τέκνον, θέµις,
ὅς γ᾽ ἡλίου τόδ᾽ εἰσορᾶν ἐµοὶ φάος
µόνος δέδωκας, ὃς χθόν᾽ Οἰταίαν ἰδεῖν,
ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐµῶν 665
ἐχθρῶν µ᾽ ἔνερθεν ὄντ᾽ ἀνέστησας πέρα.
θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδ᾽ ἐπιψαῦσαι µόνον·
εὐεργετῶν γὰρ καὐτὸς αὔτ᾽ ἐκτησάµην. 670
Νεοπτόλεµος
οὐκ ἄχθοµαί σ᾽ ἰδών τε καὶ λαβὼν φίλον·
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτ᾽ ἂν κτήµατος κρείσσων φίλος.
χωροῖς ἂν εἴσω.
Φιλοκτήτης
--καὶ σέ γ᾽ εἰσάξω· τὸ γὰρ
νοσοῦν ποθεῖ σε ξυµπαραστάτην λαβεῖν. 675
Χορός
λόγῳ µὲν ἐξήκουσ᾽, ὄπωπα δ᾽ οὐ µάλα,
τὸν πελάταν λέκτρων ποτὲ τῶν ∆ιὸς
κατὰ δροµάδ᾽ ἄµπυκα δέσµιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· 680
ἄλλον δ᾽ οὔτιν᾽ ἔγωγ᾽ οἶδα κλύων οὐδ᾽ ἐσιδὼν µοίρᾳ
τοῦδ᾽ ἐχθίονι συντυχόντα
θνατῶν, ὃς οὔτ᾽ ἔρξας τιν᾽ οὔ τι νοσφίσας,
ἀλλ᾽ ἴσος ὢν ἴσοις ἀνήρ, 685
ὤλλυθ᾽ ὧδ᾽ ἀναξίως.
τόδε τοι θαῦµά µ᾽ ἔχει,
πῶς ποτε πῶς ποτ᾽ ἀµφιπλάκτων ῥοθίων µόνος κλύων,
πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν· 690
ἵν᾽ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,
οὐδέ τιν᾽ ἐγχώρων κακογείτονα,
παρ᾽ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτ᾽ ἀποκλαύσειεν αἱµατηρόν·
ὃς τὰν θερµοτάταν αἱµάδα κηκιοµέναν ἑλκέων 696
ἐνθήρου ποδὸς ἠπίοισι
φύλλοις κατευνάσειεν, εἴ τις ἐµπέσοι,
φορβάδος ἐκ γαίας ἑλών· 700
εἷρπε γὰρ ἄλλοτ᾽ ἀλλαχᾷ
τότ᾽ ἂν εἰλυόµενος
παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐµάρει᾽ ὑπάρ-
χοι πόρου, ἁνίκ᾽ ἐξανείη δακέθυµος ἄτα· 705
οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων
αἴρων τῶν νεµόµεσθ᾽ ἀνέρες ἀλφησταί,
πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων 710
πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.

17
ὦ µελέα ψυχά,
ὃς µηδ᾽ οἰνοχύτου πώµατος ἥσθη δεκέτει χρόνῳ,
λεύσσων δ᾽ ὅπου γνοίη στατὸν εἰς ὕδωρ, 716
ἀεὶ προσενώµα.
νῦν δ᾽ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας
εὐδαίµων ἀνύσει καὶ µέγας ἐκ κείνων· 720
ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
πολλῶν µηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
Μαλιάδων νυµφᾶν 725
Σπερχειοῦ τε παρ᾽ ὄχθας, ἵν᾽ ὁ χάλκασπις ἀνὴρ θεοῖς
πλάθει πατρὸς θείῳ πυρὶ παµφαής,
Οἴτας ὑπὲρ ὄχθων.
Νεοπτόλεµος
ἕρπ᾽, εἰ θέλεις. τί δή ποθ᾽ ὧδ᾽ ἐξ οὐδενὸς 730
λόγου σιωπᾷς κἀπόπληκτος ὧδ᾽ ἔχει;
Φιλοκτήτης
ἀᾶ, ἀᾶ.
Νεοπτόλεµος
τί δ᾽ ἔστιν;
Φιλοκτήτης
--οὐδὲν δεινόν· ἀλλ᾽ ἴθ᾽, ὦ τέκνον.
Νεοπτόλεµος
µῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
Φιλοκτήτης
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ἄρτι κουφίζειν δοκῶ. 735
ὦ θεοί.
Νεοπτόλεµος
τί τοὺς θεοὺς ὧδ᾽ ἀναστένων καλεῖς;
Φιλοκτήτης
σωτῆρας αὐτοὺς ἠπίους θ᾽ ἡµῖν µολεῖν.
ἀᾶ, ἀᾶ.
Νεοπτόλεµος
τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ᾽ ὧδ᾽ ἔσει 740
σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
Φιλοκτήτης
ἀπόλωλα, τέκνον, κοὐ δυνήσοµαι κακὸν
κρύψαι παρ᾽ ὑµῖν, ἀτταταῖ· διέρχεται
διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.
ἀπόλωλα, τέκνον· βρύκοµαι, τέκνον· παπαῖ, 745
ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
ἀπάµησον ὡς τάχιστα· µὴ φείσῃ βίου.
ἴθ᾽, ὦ παῖ. 750
Νεοπτόλεµος
τί δ᾽ ἔστιν οὕτω νεοχµὸν ἐξαίφνης, ὅτου
τοσήνδ᾽ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
Φιλοκτήτης
οἶσθ᾽, ὦ τέκνον;
Νεοπτόλεµος
τί δ᾽ ἔστιν;

18
Φιλοκτήτης
οἶσθ᾽, ὦ παῖ;
Νεοπτόλεµος
--τί σοί;
οὐκ οἶδα.
Φιλοκτήτης
--πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
Νεοπτόλεµος
δεινόν γε τοὐπίσαγµα τοῦ νοσήµατος. 755
Φιλοκτήτης
δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ᾽ οἴκτιρέ µε.
Νεοπτόλεµος
τί δῆτα δράσω;
Φιλοκτήτης
--µή µε ταρβήσας προδῷς·
ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως
ὡς ἐξεπλήσθη.
Νεοπτόλεµος
--ἰὼ ἰὼ δύστηνε σύ,
δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. 760
βούλει λάβωµαι δῆτα καὶ θίγω τί σου;
Φιλοκτήτης
µὴ δῆτα τοῦτό γ᾽· ἀλλά µοι τὰ τόξ᾽ ἑλὼν
τάδ᾽, ὥσπερ ᾐτοῦ µ᾽ ἀρτίως, ἕως ἀνῇ
τὸ πῆµα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, 765
σῷζ᾽ αὐτὰ καὶ φύλασσε. λαµβάνει γὰρ οὖν
ὕπνος µ᾽, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ᾽ ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
µόλωσ᾽ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεµαι 770
ἑκόντα µηδ᾽ ἄκοντα µηδέ τῳ τέχνῃ
κείνοις µεθεῖναι ταῦτα, µὴ σαυτόν θ᾽ ἅµα
κἄµ᾽, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
Νεοπτόλεµος
θάρσει προνοίας οὕνεκ᾽· οὐ δοθήσεται
πλὴν σοί τε κἀµοί· ξὺν τύχῃ δὲ πρόσφερε. 775
Φιλοκτήτης
ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον
µή σοι γενέσθαι πολύπον᾽ αὐτὰ µηδ᾽ ὅπως
ἐµοί τε καὶ τῷ πρόσθ᾽ ἐµοῦ κεκτηµένῳ.
Νεοπτόλεµος
ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ 780
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
Φιλοκτήτης
ἀλλ᾽ οὖν δέδοικα µὴ ἀτέλεστ᾽ εὔχῃ, τέκνον.
στάζει γὰρ αὖ µοι φοίνιον τόδ᾽ ἐκ βυθοῦ
κηκῖον αἷµα, καί τι προσδοκῶ νέον.
παπαῖ, φεῦ. 785
παπαῖ µάλ᾽, ὦ πούς, οἷά µ᾽ ἐργάσει κακά.
προσέρπει,

19
προσέρχεται τόδ᾽ ἐγγύς. οἴµοι µοι τάλας.
ἔχετε τὸ πρᾶγµα· µὴ φύγητε µηδαµῇ.
ἀτταταῖ. 790
ὦ ξένε Κεφαλλήν, εἴθε σου διαµπερὲς
στέρνων ἔχοιτ᾽ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
παπαῖ µάλ᾽ αὖθις. ὦ διπλοῖ στρατηλάται,
Ἀγάµεµνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ᾽ ἐµοῦ
τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; 795
ἰώ µοι.
ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούµενος
οὕτω κατ᾽ ἦµαρ, οὐ δύνᾳ µολεῖν ποτε;
ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
τῷ Ληµνίῳ τῷδ᾽ ἀνακαλουµένῳ πυρὶ 800
ἔµπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ ∆ιὸς παῖδ᾽ ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτ᾽ ἐπηξίωσα δρᾶν.
τί φής, παῖ;
τί φής; τί σιγᾷς; ποῦ ποτ᾽ ὤν, τέκνον, κυρεῖς; 805
Νεοπτόλεµος
ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
Φιλοκτήτης
ἀλλ᾽, ὦ τέκνον, καὶ θάρσος ἴσχ᾽· ὡς ἥδε µοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖ᾽ ἀπέρχεται.
ἀλλ᾽ ἀντιάζω, µή µε καταλίπῃς µόνον.
Νεοπτόλεµος
θάρσει, µενοῦµεν. 810
Φιλοκτήτης
ἦ µενεῖς;
Νεοπτόλεµος
--σαφῶς φρόνει.
Φιλοκτήτης
οὐ µήν σ᾽ ἔνορκόν γ᾽ ἀξιῶ θέσθαι, τέκνον.
Νεοπτόλεµος
ὡς οὐ θέµις γ᾽ ἐµοὔστι σοῦ µολεῖν ἄτερ.
Φιλοκτήτης
ἔµβαλλε χειρὸς πίστιν.
Νεοπτόλεµος
--ἐµβάλλω µενεῖν.
Φιλοκτήτης
ἐκεῖσε νῦν µ᾽, ἐκεῖσε
Νεοπτόλεµος
ποῖ λέγεις;
Φιλοκτήτης
--ἄνω
Νεοπτόλεµος
τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; 815
Φιλοκτήτης
µέθες µέθες µε.
Νεοπτόλεµος
ποῖ µεθῶ;
Φιλοκτήτης

20
--µέθες ποτέ.
Νεοπτόλεµος
οὔ φηµ᾽ ἐάσειν.
Φιλοκτήτης
--ἀπό µ᾽ ὀλεῖς, ἢν προσθίγῃς.
Νεοπτόλεµος
καὶ δὴ µεθίηµ᾽, εἴ τι δὴ πλέον φρονεῖς.
Φιλοκτήτης
ὦ γαῖα, δέξαι θανάσιµόν µ᾽ ὅπως ἔχω
τὸ γὰρ κακὸν τόδ᾽ οὐκέτ᾽ ὀρθοῦσθαί µ᾽ ἐᾷ. 820
Νεοπτόλεµος
τὸν ἄνδρ᾽ ἔοικεν ὕπνος οὐ µακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέµας,
µέλαινά τ᾽ ἄκρου τις παρέρρωγεν ποδὸς
αἱµορραγὴς φλέψ. ἀλλ᾽ ἐάσωµεν, φίλοι, 825
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
Χορός
Ὕπν᾽ ὀδύνας ἀδαής, Ὕπνε δ᾽ ἀλγέων,
εὐαὲς ἡµῖν ἔλθοις,
εὐαίων εὐαίων, ὦναξ·
ὄµµασι δ᾽ ἀντίσχοις 830
τάνδ᾽ αἴγλαν, ἃ τέταται τανῦν.
ἴθι ἴθι µοι παιών.
ὦ τέκνον, ὅρα ποῦ στάσει,
ποῖ δέ µοι τἀνθένδε βάσει,
φροντίδος. ὁρᾷς ἤδη. 835
πρὸς τί µενοῦµεν πράσσειν;
καιρός τοι πάντων γνώµαν ἴσχων
πολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται.
Νεοπτόλεµος
ἀλλ᾽ ὅδε µὲν κλύει οὐδέν, ἐγὼ δ᾽ ὁρῶ οὕνεκα θήραν
τήνδ᾽ ἁλίως ἔχοµεν τόξων, δίχα τοῦδε πλέοντες. 840
τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κοµίζειν.
κοµπεῖν δ᾽ ἔστ᾽ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.
Χορός
ἀλλά, τέκνον, τάδε µὲν θεὸς ὄψεται·
ὧν δ᾽ ἂν ἀµείβῃ µ᾽ αὖθις,
βαιάν µοι, βαιάν, ὦ τέκνον, 845
πέµπε λόγων φάµαν·
ὡς πάντων ἐν νόσῳ εὐδρακὴς
ὕπνος ἄϋπνος λεύσσειν.
ἀλλ᾽ ὅτι δύνᾳ µάκιστον
κεῖνο δή µοι κεῖνο λάθρᾳ 850
ἐξιδοῦ ὅπᾳ πράξεις.
οἶσθα γὰρ ἃν αὐδῶµαι,
εἰ ταύταν τούτων γνώµαν ἴσχεις,
µάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.
οὖρός τοι, τέκνον, οὖρος· 855
ἁνὴρ δ᾽ ἀνόµµατος οὐδ᾽ ἔχων
ἀρωγὰν ἐκτέταται νύχιος,

21
(ἀλεὴς ὕπνος ἐσθλός, )
οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων, 860
ἀλλά τις ὡς Ἀΐδᾳ παρακείµενος.
ὅρα, βλέπ᾽ εἰ καίρια
φθέγγει· τὸ δ᾽ ἁλώσιµον
ἐµᾷ φροντίδι, παῖ, 863β
πόνος ὁ µὴ φοβῶν κράτιστος.
Νεοπτόλεµος
σιγᾶν κελεύω µηδ᾽ ἀφεστάναι φρενῶν· 865
κινεῖ γὰρ ἁνὴρ ὄµµα κἀνάγει κάρα.
Φιλοκτήτης
ὦ φέγγος ὕπνου διάδοχον τό τ᾽ ἐλπίδων
ἄπιστον οἰκούρηµα τῶνδε τῶν ξένων.
οὐ γάρ ποτ᾽, ὦ παῖ, τοῦτ᾽ ἂν ἐξηύχησ᾽ ἐγώ,
τλῆναί σ᾽ ἐλεινῶς ὧδε τἀµὰ πήµατα 870
µεῖναι παρόντα καὶ ξυνωφελοῦντά µοι.
οὔκουν Ἀτρεῖδαι τοῦτ᾽ ἔτλησαν εὐφόρως
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
ἀλλ᾽ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
ὦ τέκνον, ἡ σή, πάντα ταῦτ᾽ ἐν εὐχερεῖ 875
ἔθου, βοῆς τε καὶ δυσοσµίας γέµων.
καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
σύ µ᾽ αὐτὸς ἆρον, σύ µε κατάστησον, τέκνον,
ἵν᾽, ἡνίκ᾽ ἂν κόπος µ᾽ ἀπαλλάξῃ ποτέ, 880
ὁρµώµεθ᾽ ἐς ναῦν µηδ᾽ ἐπίσχωµεν τὸ πλεῖν.
Νεοπτόλεµος
ἀλλ᾽ ἥδοµαι µέν σ᾽ εἰσιδὼν παρ᾽ ἐλπίδα
ἀνώδυνον βλέποντα κἀµπνέοντ᾽ ἔτι·
ὡς οὐκέτ᾽ ὄντος γὰρ τὰ συµβόλαιά σου
πρὸς τὰς παρούσας ξυµφορὰς ἐφαίνετο. 885
νῦν δ᾽ αἶρε σαυτόν· εἰ δέ σοι µᾶλλον φίλον,
οἴσουσί σ᾽ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
ἐπείπερ οὕτω σοί τ᾽ ἔδοξ᾽ ἐµοί τε δρᾶν.
Φιλοκτήτης
αἰνῶ τάδ᾽, ὦ παῖ, καί µ᾽ ἔπαιρ᾽, ὥσπερ νοεῖς·
τούτους δ᾽ ἔασον, µὴ βαρυνθῶσιν κακῇ 890
ὀσµῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
ἅλις πόνος τούτοισι συνναίειν ἐµοί.
Νεοπτόλεµος
ἔσται τάδ᾽· ἀλλ᾽ ἵστω τε καὐτὸς ἀντέχου.
Φιλοκτήτης
θάρσει· τό τοι σύνηθες ὀρθώσει µ᾽ ἔθος.
Νεοπτόλεµος
παπαῖ· τί δῆτ᾽ ἂν δρῷµ᾽ ἐγὼ τοὐνθένδε γε; 895
Φιλοκτήτης
τί δ᾽ ἔστιν, ὦ παῖ; ποῖ ποτ᾽ ἐξέβης λόγῳ;
Νεοπτόλεµος
οὐκ οἶδ᾽ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
Φιλοκτήτης
ἀπορεῖς δὲ τοῦ σύ; µὴ λέγ᾽, ὦ τέκνον, τάδε.

22
Νεοπτόλεµος
ἀλλ᾽ ἐνθάδ᾽ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
Φιλοκτήτης
οὐ δή σε δυσχέρεια τοῦ νοσήµατος 900
ἔπεισεν ὥστε µή µ᾽ ἄγειν ναύτην ἔτι;
Νεοπτόλεµος
ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
ὅταν λιπών τις δρᾷ τὰ µὴ προσεικότα.
Φιλοκτήτης
ἀλλ᾽ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ᾽ ἐπωφελῶν. 905
Νεοπτόλεµος
αἰσχρὸς φανοῦµαι· τοῦτ᾽ ἀνιῶµαι πάλαι.
Φιλοκτήτης
οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ᾽ αὐδᾷς ὀκνῶ.
Νεοπτόλεµος
ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
κρύπτων θ᾽ ἃ µὴ δεῖ καὶ λέγων αἴσχιστ᾽ ἐπῶν;
Φιλοκτήτης
ἁνὴρ ὅδ᾽, εἰ µὴ ᾽γὼ κακὸς γνώµων ἔφυν, 910
προδούς µ᾽ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
Νεοπτόλεµος
λιπὼν µὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ µὴ
πέµπω σε µᾶλλον, τοῦτ᾽ ἀνιῶµαι πάλαι.
Φιλοκτήτης
τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ µανθάνω.
Νεοπτόλεµος
οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν 915
πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτήτης
οἴµοι, τί εἶπας;
Νεοπτόλεµος
--µὴ στέναζε, πρὶν µάθῃς.
Φιλοκτήτης
ποῖον µάθηµα; τί µε νοεῖς δρᾶσαί ποτε;
Νεοπτόλεµος
σῶσαι κακοῦ µὲν πρῶτα τοῦδ᾽, ἔπειτα δὲ
ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι µολών. 920
Φιλοκτήτης
καὶ ταῦτ᾽ ἀληθῆ δρᾶν νοεῖς;
Νεοπτόλεµος
--πολλὴ κρατεῖ
τούτων ἀνάγκη, καὶ σὺ µὴ θυµοῦ κλύων.
Φιλοκτήτης
ἀπόλωλα τλήµων, προδέδοµαι. τί µ᾽, ὦ ξένε,
δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα µοι.
Νεοπτόλεµος
ἀλλ᾽ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν 925
τό τ᾽ ἔνδικόν µε καὶ τὸ συµφέρον ποεῖ.
Φιλοκτήτης
ὦ πῦρ σὺ καὶ πᾶν δεῖµα καὶ πανουργίας

23
δεινῆς τέχνηµ᾽ ἔχθιστον, οἷά µ᾽ εἰργάσω,
οἷ᾽ ἠπάτηκας· οὐδ᾽ ἐπαισχύνει µ᾽ ὁρῶν
τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; 930
ἀπεστέρηκας τὸν βίον τὰ τόξ᾽ ἑλών.
ἀπόδος, ἱκνοῦµαί σ᾽, ἀπόδος, ἱκετεύω, τέκνον·
πρὸς θεῶν πατρῴων, τὸν βίον µε µὴ ἀφέλῃ.
ὤµοι τάλας. ἀλλ᾽ οὐδὲ προσφωνεῖ µ᾽ ἔτι,
ἀλλ᾽ ὡς µεθήσων µήποθ᾽, ὧδ᾽ ὁρᾷ πάλιν. 935
ὦ λιµένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
ὑµῖν τάδ᾽, οὐ γὰρ ἄλλον οἶδ᾽ ὅτῳ λέγω,
ἀνακλαίοµαι παροῦσι τοῖς εἰωθόσιν,
οἷ᾽ ἔργ᾽ ὁ παῖς µ᾽ ἔδρασεν οὑξ Ἀχιλλέως· 940
ὀµόσας ἀπάξειν οἴκαδ᾽, ἐς Τροίαν µ᾽ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα µου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·
ὡς ἄνδρ᾽ ἑλὼν ἰσχυρόν ἐκ βίας µ᾽ ἄγει, 945
κοὐκ οἶδ᾽ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν µ᾽· ἐπεὶ οὐδ᾽ ἂν ὧδ᾽ ἔχοντ᾽, εἰ µὴ δόλῳ.
νῦν δ᾽ ἠπάτηµαι δύσµορος. τί χρή µε δρᾶν;
ἀλλ᾽ ἀπόδος, ἀλλὰ νῦν ἔτ᾽ ἐν σαυτῷ γενοῦ. 950
τί φής; σιωπᾷς; οὐδέν εἰµ᾽ ὁ δύσµορος.
ὦ σχῆµα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειµι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλ᾽ αὐανοῦµαι τῷδ᾽ ἐν αὐλίῳ µόνος,
οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρ᾽ ὀρειβάτην 955
τόξοις ἐναίρων τοισίδ᾽, ἀλλ᾽ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ᾽ ὑφ᾽ ὧν ἐφερβόµην,
καί µ᾽ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. 960
ὄλοιο--µή πω, πρὶν µάθοιµ᾽ εἰ καὶ πάλιν
γνώµην µετοίσεις· εἰ δὲ µή, θάνοις κακῶς.
Χορός
τί δρῶµεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡµᾶς, ἄναξ,
ἤδη ᾽στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
Νεοπτόλεµος
ἐµοὶ µὲν οἶκτος δεινὸς ἐµπέπτωκέ τις 965
τοῦδ᾽ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
Φιλοκτήτης
ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ µὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐµέ.
Νεοπτόλεµος
οἴµοι, τί δράσω; µή ποτ᾽ ὤφελον λιπεῖν
τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθοµαι. 970
Φιλοκτήτης
οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ᾽ ἀνδρῶν µαθὼν
ἔοικας ἥκειν αἰσχρά· νῦν δ᾽ ἄλλοισι δοὺς
οἷς εἰκὸς ἔκπλει, τἀµά µοι µεθεὶς ὅπλα.

24
Νεοπτόλεµος
τί δρῶµεν, ἄνδρες;
Ὀδυσσεύς
--ὦ κάκιστ᾽ ἀνδρῶν, τί δρᾷς;
οὐκ εἶ µεθεὶς τὰ τόξα ταῦτ᾽ ἐµοὶ πάλιν; 975
Φιλοκτήτης
οἴµοι, τίς ἁνήρ; ἆρ᾽ Ὀδυσσέως κλύω;
Ὀδυσσεύς
Ὀδυσσέως, σάφ᾽ ἴσθ᾽, ἐµοῦ γ᾽, ὃν εἰσορᾷς.
Φιλοκτήτης
οἴµοι· πέπραµαι κἀπόλωλ᾽· ὅδ᾽ ἦν ἄρα
ὁ ξυλλαβών µε κἀπονοσφίσας ὅπλων.
Ὀδυσσεύς
ἐγώ, σάφ᾽ ἴσθ᾽, οὐκ ἄλλος· ὁµολογῶ τάδε. 980
Φιλοκτήτης
ἀπόδος, ἄφες µοι, παῖ, τὰ τόξα.
Ὀδυσσεύς
--τοῦτο µέν,
οὐδ᾽ ἢν θέλῃ, δράσει ποτ᾽· ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅµ᾽ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
Φιλοκτήτης
ἔµ᾽, ὦ κακῶν κάκιστε καὶ τολµήσατε,
οἵδ᾽ ἐκ βίας ἄξουσιν; 985
Ὀδυσσεύς
--ἢν µὴ ἕρπῃς ἑκών.
Φιλοκτήτης
ὦ Ληµνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτ᾽ ἀνασχετά,
εἴ µ᾽ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
Ὀδυσσεύς
Ζεύς ἐσθ᾽, ἵν᾽ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
Ζεύς, ᾧ δέδοκται ταῦθ᾽· ὑπηρετῶ δ᾽ ἐγώ. 990
Φιλοκτήτης
ὦ µῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
Ὀδυσσεύς
οὔκ, ἀλλ᾽ ἀληθεῖς· ἡ δ᾽ ὁδὸς πορευτέα.
Φιλοκτήτης
οὔ φηµ᾽.
Ὀδυσσεύς
--ἐγὼ δέ φηµι. πειστέον τάδε.
Φιλοκτήτης
οἴµοι τάλας. ἡµᾶς µὲν ὡς δούλους σαφῶς 995
πατὴρ ἄρ᾽ ἐξέφυσεν οὐδ᾽ ἐλευθέρους.
Ὀδυσσεύς
οὔκ, ἀλλ᾽ ὁµοίους τοῖς ἀρίστοισιν, µεθ᾽ ὧν
Τροίαν σ᾽ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
Φιλοκτήτης
οὐδέποτέ γ᾽· οὐδ᾽ ἢν χρῇ µε πᾶν παθεῖν κακόν,
ἕως ἂν ᾖ µοι γῆς τόδ᾽ αἰπεινὸν βάθρον. 1000
Ὀδυσσεύς

25
τί δ᾽ ἐργασείεις;
Φιλοκτήτης
--κρᾶτ᾽ ἐµὸν τόδ᾽ αὐτίκα
πέτρᾳ πέτρας ἄνωθεν αἱµάξω πεσών.
Ὀδυσσεύς
ξυλλάβετον αὐτόν· µὴ ᾽πὶ τῷδ᾽ ἔστω τάδε.
Φιλοκτήτης
ὦ χεῖρες, οἷα πάσχετ᾽ ἐν χρείᾳ φίλης
νευρᾶς, ὑπ᾽ ἀνδρὸς τοῦδε συνθηρώµεναι. 1005
ὦ µηδὲν ὑγιὲς µηδ᾽ ἐλεύθερον φρονῶν,
οἷ᾽ αὖ µ᾽ ὑπῆλθες, ὥς µ᾽ ἐθηράσω, λαβὼν
πρόβληµα σαυτοῦ παῖδα τόνδ᾽ ἀγνῶτ᾽ ἐµοί,
ἀνάξιον µὲν σοῦ, κατάξιον δ᾽ ἐµοῦ,
ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, 1010
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
οἷς τ᾽ αὐτὸς ἐξήµαρτεν οἷς τ᾽ ἐγὼ ᾽παθον.
ἀλλ᾽ ἡ κακὴ σὴ διὰ µυχῶν βλέπουσ᾽ ἀεὶ
ψυχή νιν ἀφυῆ τ᾽ ὄντα κοὐ θέλονθ᾽ ὅµως
εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. 1015
καὶ νῦν ἔµ᾽, ὦ δύστηνε, συνδήσας νοεῖς
ἄγειν ἀπ᾽ ἀκτῆς τῆσδ᾽, ἐν ᾗ µε προυβάλου
ἄφιλον ἔρηµον ἄπολιν, ἐν ζῶσιν νεκρόν.
φεῦ.
ὄλοιο· καί σοι πολλάκις τόδ᾽ ηὐξάµην.
ἀλλ᾽ οὐ γὰρ οὐδὲν θεοὶ νέµουσιν ἡδύ µοι, 1020
σὺ µὲν γέγηθας ζῶν, ἐγὼ δ᾽ ἀλγύνοµαι
τοῦτ᾽ αὔθ᾽, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
γελώµενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ᾽ ὑπηρετεῖς.
καίτοι σὺ µὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς 1025
ἔπλεις ἅµ᾽ αὐτοῖς, ἐµὲ δὲ τὸν πανάθλιον,
ἑκόντα πλεύσανθ᾽ ἑπτὰ ναυσὶ ναυβάτην,
ἄτιµον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
καὶ νῦν τί µ᾽ ἄγετε; τί µ᾽ ἀπάγεσθε; τοῦ χάριν;
ὃς οὐδέν εἰµι καὶ τέθνηχ᾽ ὑµῖν πάλαι. 1030
πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰµί σοι
χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθ᾽, ὁµοῦ
πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐµέ.
κακῶς ὄλοισθ᾽· ὀλεῖσθε δ᾽ ἠδικηκότες 1035
τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης µέλει.
ἔξοιδα δ᾽ ὡς µέλει γ᾽· ἐπεὶ οὔποτ᾽ ἂν στόλον
ἐπλεύσατ᾽ ἂν τόνδ᾽ εἵνεκ᾽ ἀνδρὸς ἀθλίου,
εἰ µή τι κέντρον θεῖον ἦγ᾽ ὑµᾶς ἐµοῦ.
ἀλλ᾽, ὦ πατρῴα γῆ θεοί τ᾽ ἐπόψιοι, 1040
τίσασθε τίσασθ᾽ ἀλλὰ τῷ χρόνῳ ποτὲ
ξύµπαντας αὐτούς, εἴ τι κἄµ᾽ οἰκτίρετε·
ὡς ζῶ µὲν οἰκτρῶς, εἰ δ᾽ ἴδοιµ᾽ ὀλωλότας
τούτους, δοκοῖµ᾽ ἂν τῆς νόσου πεφευγέναι.
Χορός
βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν 1045

26
τήνδ᾽ εἶπ᾽, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
Ὀδυσσεύς
πόλλ᾽ ἂν λέγειν ἔχοιµι πρὸς τὰ τοῦδ᾽ ἔπη,
εἴ µοι παρείκοι· νῦν δ᾽ ἑνὸς κρατῶ λόγου.
οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰµ᾽ ἐγώ·
χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, 1050
οὐκ ἂν λάβοις µου µᾶλλον οὐδέν᾽ εὐσεβῆ.
νικᾶν γε µέντοι πανταχοῦ χρῄζων ἔφυν,
πλὴν εἰς σέ· νῦν δὲ σοί γ᾽ ἑκὼν ἐκστήσοµαι.
ἄφετε γὰρ αὐτὸν µηδὲ προσψαύσητ᾽ ἔτι·
ἐᾶτε µίµνειν. οὐδὲ σοῦ προσχρῄζοµεν, 1055
τά γ᾽ ὅπλ᾽ ἔχοντες ταῦτ᾽, ἐπεὶ πάρεστι µὲν
Τεῦκρος παρ᾽ ἡµῖν, τήνδ᾽ ἐπιστήµην ἔχων,
ἐγώ θ᾽, ὃς οἶµαι σοῦ κάκιον οὐδὲν ἂν
τούτων κρατύνειν, µηδ᾽ ἐπιθύνειν χερί.
τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆµνον πατῶν· 1060
ἡµεῖς δ᾽ ἴωµεν, καὶ τάχ᾽ ἂν τὸ σὸν γέρας
τιµὴν ἐµοὶ νείµειεν, ἣν σὲ χρῆν ἔχειν.
Φιλοκτήτης
οἴµοι· τί δράσω δύσµορος; σὺ τοῖς ἐµοῖς
ὅπλοισι κοσµηθεὶς ἐν Ἀργείοις φανεῖ;
Ὀδυσσεύς
µή µ᾽ ἀντιφώνει µηδέν, ὡς στείχοντα δή. 1065
Φιλοκτήτης
ὦ σπέρµ᾽ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
γενήσοµαι προσφθεγκτός, ἀλλ᾽ οὕτως ἄπει;
Ὀδυσσεύς
χώρει σύ· µὴ πρόσλευσσε, γενναῖός περ ὤν,
ἡµῶν ὅπως µὴ τὴν τύχην διαφθερεῖς.
Φιλοκτήτης
ἦ καὶ πρὸς ὑµῶν ὧδ᾽ ἔρηµος, ὦ ξένοι, 1070
λειφθήσοµαι δὴ κοὐκ ἐποικτερεῖτέ µε;
Χορός
ὅδ᾽ ἐστὶν ἡµῶν ναυκράτωρ ὁ παῖς· ὅσ᾽ ἂν
οὗτος λέγῃ σοι, ταῦτά σοι χἠµεῖς φαµέν.
Νεοπτόλεµος
ἀκούσοµαι µὲν ὡς ἔφυν οἴκτου πλέως
πρὸς τοῦδ᾽· ὅµως δὲ µείνατ᾽, εἰ τούτῳ δοκεῖ, 1075
χρόνον τοσοῦτον, εἰς ὅσον τά τ᾽ ἐκ νεὼς
στείλωσι ναῦται καὶ θεοῖς εὐξώµεθα.
χοὖτος τάχ᾽ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
λῴω τιν᾽ ἡµῖν. νὼ µὲν οὖν ὁρµώµεθον,
ὑµεῖς δ᾽, ὅταν καλῶµεν, ὁρµᾶσθαι ταχεῖς. 1080
Φιλοκτήτης
ὦ κοίλας πέτρας γύαλον
θερµὸν καὶ παγετῶδες, ὥς σ᾽ οὐκ ἔµελλον ἄρ᾽, ὦ τάλας,
λείψειν οὐδέποτ᾽, ἀλλά µοι καὶ θνῄσκοντι συνείσει.
ὤµοι µοί µοι. 1086
ὦ πληρέστατον αὔλιον
λύπας τᾶς ἀπ᾽ ἐµοῦ τάλαν,
τίπτ᾽ αὖ µοι τὸ κατ᾽ ἆµαρ

27
ἔσται; τοῦ ποτε τεύξοµαι 1090
σιτονόµου µέλεος πόθεν ἐλπίδος;
πέλειαι δ᾽ ἄνω
πτωκάδες ὀξυτόνου διὰ πνεύµατος
ἐλῶσιν· οὐκέτ᾽ ἴσχω.
Χορός
σύ τοι σύ τοι κατηξίωσας, 1095
ὦ βαρύποτµε, κοὐκ
ἄλλοθεν ἔχει τύχᾳ τᾷδ᾽ ἀπὸ µείζονος,
εὖτέ γε παρὸν φρονῆσαι
τοῦ λῴονος δαίµονος εἵλου τὸ κάκιον αἰνεῖν. 1100
Φιλοκτήτης
ὦ τλάµων τλάµων ἄρ᾽ ἐγὼ
καὶ µόχθῳ λωβατός, ὃς ἤδη µετ᾽ οὐδενὸς ὕστερον
ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδ᾽ ὀλοῦµαι,
αἰαῖ αἰαῖ, 1106
οὐ φορβὰν ἔτι προσφέρων,
οὐ πτανῶν ἀπ᾽ ἐµῶν ὅπλων
κραταιαῖς µετὰ χερσὶν 1110
ἴσχων· ἀλλά µοι ἄσκοπα
κρυπτά τ᾽ ἔπη δολερᾶς ὑπέδυ φρενός·
ἰδοίµαν δέ νιν,
τὸν τάδε µησάµενον, τὸν ἴσον χρόνον
ἐµὰς λαχόντ᾽ ἀνίας. 1115
Χορός
πότµος, πότµος σε δαιµόνων τάδ᾽,
οὐδὲ σέ γε δόλος,
ἔσχεν ὑπὸ χειρὸς ἀµᾶς. στυγερὰν ἔχε
δύσποτµον ἀρὰν ἐπ᾽ ἄλλοις. 1120
καὶ γὰρ ἐµοὶ τοῦτο µέλει, µὴ φιλότητ᾽ ἀπώσῃ.
Φιλοκτήτης
οἴµοι µοι, καί που πολιᾶς
πόντου θινὸς ἐφήµενος
ἐγγελᾷ, χερὶ πάλλων 1125
τὰν ἐµὰν µελέου τροφάν,
τὰν οὐδείς ποτ᾽ ἐβάστασεν.
ὦ τόξον φίλον, ὦ φίλων
χειρῶν ἐκβεβιασµένον,
ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας 1130
ἔχεις, τὸν Ἡράκλειον
ἄρθµιον ὧδέ σοι
οὐκέτι χρησόµενον τὸ µεθύστερον,
ἄλλου δ᾽ ἐν µεταλλαγᾷ
πολυµηχάνου ἀνδρὸς ἐρέσσει, 1135
ὁρῶν µὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτ᾽ ἐχθοδοπόν,
µυρί᾽, ἀπ᾽ αἰσχρῶν ἀνατέλλονθ᾽, ὃς ἐφ᾽ ἡµῖν κάκ᾽ ἐµήσατ᾽, ὦ Ζεῦ.
Χορός
ἀνδρός τοι τὰ µὲν ἔνδικ᾽ αἰὲν εἰπεῖν, 1140
εἰπόντος δὲ µὴ φθονερὰν
ἐξῶσαι γλώσσας ὀδύναν.
κεῖνος δ᾽ εἷς ἀπὸ πολλῶν

28
ταχθεὶς τῶνδ᾽ ἐφηµοσύνᾳ
κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν. 1145
Φιλοκτήτης
ὦ πταναὶ θῆραι χαροπῶν τ᾽
ἔθνη θηρῶν, οὓς ὅδ᾽ ἔχει
χῶρος οὐρεσιβώτας,
µηκέτ᾽ ἀπ᾽ αὐλίων φυγᾷ
πηδᾶτ᾽· οὐ γὰρ ἔχω χεροῖν 1150
τὰν πρόσθεν βελέων ἀλκάν,
ὦ δύστανος ἐγὼ τανῦν,
ἀλλ᾽ ἀνέδην, ὁ δὲ χῶρος ἄρ᾽ οὐκέτι
φοβητὸς οὐκέθ᾽ ὑµῖν,
ἕρπετε· νῦν καλὸν 1155
ἀντίφονον κορέσαι στόµα πρὸς χάριν
ἐµᾶς σαρκὸς αἰόλας·
ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδ᾽ ἐν αὔραις τρέφεται, 1160
µηκέτι µηδενὸς κρατύνων ὅσα πέµπει βιόδωρος αἶα;
Χορός
πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
εὐνοίᾳ πάσᾳ πελάταν·
ἀλλὰ γνῶθ᾽, εὖ γνῶθ᾽ ἐπὶ σοὶ 1165
κῆρα τάνδ᾽ ἀποφεύγειν.
οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ᾽
ἔχειν µυρίον ἄχθος, ὃ ξυνοικεῖ.
Φιλοκτήτης
πάλιν πάλιν παλαιὸν ἄλγηµ᾽ ὑπέµνασας, ὦ 1170
λῷστε τῶν πρὶν ἐντόπων.
τί µ᾽ ὤλεσας; τί µ᾽ εἴργασαι;
Χορός
τί τοῦτ᾽ ἔλεξας;
Φιλοκτήτης
εἰ σὺ τὰν ἐµοὶ στυγερὰν
Τρῳάδα γᾶν µ᾽ ἤλπισας ἄξειν. 1175
Χορός
τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτήτης
ἀπό νύν µε λείπετ᾽ ἤδη.
Χορός
φίλα µοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
ἴωµεν ἴωµεν
ναὸς ἵν᾽ ἡµῖν τέτακται. 1180
Φιλοκτήτης
µή, πρὸς ἀραίου ∆ιός, ἔλθῃς, ἱκετεύω.
Χορός
--µετρίαζ᾽.
Φιλοκτήτης
ὦ ξένοι,
µείνατε, πρὸς θεῶν. 1185
Χορός
--τί θροεῖς;

29
Φιλοκτήτης
αἰαῖ αἰαῖ, δαίµων δαίµων·
ἀπόλωλ᾽ ὁ τάλας·
ὦ ποὺς πούς, τί σ᾽ ἔτ᾽ ἐν βίῳ
τεύξω τῷ µετόπιν τάλας;
ὦ ξένοι, ἔλθετ᾽ ἐπήλυδες αὖθις. 1190
Χορός
τί ῥέξοντες ἀλλοκότῳ
γνώµᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτήτης
οὔτοι νεµεσητόν,
ἀλύοντα χειµερίῳ
λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. 1195
Χορός
βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύοµεν.
Φιλοκτήτης
οὐδέποτ᾽ οὐδέποτ᾽, ἴσθι τόδ᾽ ἔµπεδον,
οὐδ᾽ εἰ πυρφόρος ἀστεροπητὴς
βροντᾶς αὐγαῖς µ᾽ εἶσι φλογίζων.
ἐρρέτω Ἴλιον οἵ θ᾽ ὑπ᾽ ἐκείνῳ 1200
πάντες ὅσοι τόδ᾽ ἔτλασαν ἐµοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
ἀλλ᾽, ὦ ξένοι, ἕν γέ µοι εὖχος ὀρέξατε.
Χορός
ποῖον ἐρεῖς τόδ᾽ ἔπος;
Φιλοκτήτης
--ξίφος, εἴ ποθεν,
ἢ γένυν ἢ βελέων τι προπέµψατε. 1205
Χορός
ὡς τίνα δὴ ῥέξῃς παλάµαν ποτέ;
Φιλοκτήτης
χρῶτ᾽ ἀπὸ πάντα καὶ ἄρθρα τέµω χερί·
φονᾷ φονᾷ νόος ἤδη.
Χορός
τί ποτε;
Φιλοκτήτης
--πατέρα µατεύων.
Χορός
ποῖ γᾶς; 1210
Φιλοκτήτης
--ἐς Ἅιδου·
οὐ γάρ ἐστ᾽ ἐν φάει γ᾽ ἔτι.
ὦ πόλις, ὦ πατρία,
πῶς ἂν εἰσίδοιµ᾽ ἄθλιός σ᾽ ἀνήρ,
ὅς γε σὰν λιπὼν ἱερὰν 1215
λιβάδ᾽ ἐχθροῖς ἔβαν ∆αναοῖς
ἀρωγός· ἔτ᾽ οὐδέν εἰµι.
Χορός
ἐγὼ µὲν ἤδη καὶ πάλαι νεὼς ὁµοῦ
στείχων ἂν ἦ σοι τῆς ἐµῆς, εἰ µὴ πέλας
Ὀδυσσέα στείχοντα τόν τ᾽ Ἀχιλλέως
γόνον πρὸς ἡµᾶς δεῦρ᾽ ἰόντ᾽ ἐλεύσσοµεν. 1220

30
Ὀδυσσεύς
οὐκ ἂν φράσειας ἥντιν᾽ αὖ παλίντροπος
κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
Νεοπτόλεµος
λύσων ὅσ᾽ ἐξήµαρτον ἐν τῷ πρὶν χρόνῳ.
Ὀδυσσεύς
δεινόν γε φωνεῖς· ἡ δ᾽ ἁµαρτία τίς ἦν;
Νεοπτόλεµος
ἣν σοὶ πιθόµενος τῷ τε σύµπαντι στρατῷ 1225
Ὀδυσσεύς
ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
Νεοπτόλεµος
ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
Ὀδυσσεύς
τὸν ποῖον; ὤµοι· µῶν τι βουλεύει νέον;
Νεοπτόλεµος
νέον µὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, 1230
Ὀδυσσεύς
τί χρῆµα δράσεις; ὥς µ᾽ ὑπῆλθέ τις φόβος.
Νεοπτόλεµος
παρ᾽ οὗπερ ἔλαβον τάδε τὰ τόξ᾽, αὖθις πάλιν
Ὀδυσσεύς
ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
Νεοπτόλεµος
αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
Ὀδυσσεύς
πρὸς θεῶν, πότερα δὴ κερτοµῶν λέγεις τάδε; 1235
Νεοπτόλεµος
εἰ κερτόµησίς ἐστι τἀληθῆ λέγειν.
Ὀδυσσεύς
τί φής, Ἀχιλλέως παῖ; τίν᾽ εἴρηκας λόγον;
Νεοπτόλεµος
δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν µ᾽ ἔπη;
Ὀδυσσεύς
ἀρχὴν κλύειν ἂν οὐδ᾽ ἅπαξ ἐβουλόµην.
Νεοπτόλεµος
εὖ νῦν ἐπίστω πάντ᾽ ἀκηκοὼς λόγον. 1240
Ὀδυσσεύς
ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτόλεµος
τί φής; τίς ἔσται µ᾽ οὑπικωλύσων τάδε;
Ὀδυσσεύς
ξύµπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτόλεµος
σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Ὀδυσσεύς
σὺ δ᾽ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. 1245
Νεοπτόλεµος
ἀλλ᾽ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Ὀδυσσεύς
καὶ πῶς δίκαιον, ἅ γ᾽ ἔλαβες βουλαῖς ἐµαῖς,

31
πάλιν µεθεῖναι ταῦτα;
Νεοπτόλεµος
--τὴν ἁµαρτίαν
αἰσχρὰν ἁµαρτὼν ἀναλαβεῖν πειράσοµαι.
Ὀδυσσεύς
στρατὸν δ᾽ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε; 1250
Νεοπτόλεµος
ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
Ὀδυσσεύς
[ξὺν τῷ δικαίῳ χεὶρ ἐµή σ᾽ ἀναγκάσει.]
Νεοπτόλεµος
ἀλλ᾽ οὐδέ τοι σῇ χειρὶ πείθοµαι τὸ δρᾶν.
Ὀδυσσεύς
οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ µαχούµεθα.
Νεοπτόλεµος
ἴτω τὸ µέλλον. 1255
Ὀδυσσεύς
--χεῖρα δεξιὰν ὁρᾷς
κώπης ἐπιψαύουσαν;
Νεοπτόλεµος
--ἀλλὰ κἀµέ τοι
ταὐτὸν τόδ᾽ ὄψει δρῶντα κοὐ µέλλοντ᾽ ἔτι.
Ὀδυσσεύς
καίτοι σ᾽ ἐάσω· τῷ δὲ σύµπαντι στρατῷ
λέξω τάδ᾽ ἐλθών, ὅς σε τιµωρήσεται.
Νεοπτόλεµος
ἐσωφρόνησας· κἂν τὰ λοίφ᾽ οὕτω φρονῇς, 1260
ἴσως ἂν ἐκτὸς κλαυµάτων ἔχοις πόδα.
σὺ δ᾽, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθ᾽, ἀµείψας τάσδε πετρήρεις στέγας.
Φιλοκτήτης
τίς αὖ παρ᾽ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί µ᾽ ἐκκαλεῖσθε; τοῦ κεχρηµένοι, ξένοι; 1265
ὤµοι· κακὸν τὸ χρῆµα. µῶν τί µοι νέα
πάρεστε πρὸς κακοῖσι πέµποντες κακά;
Νεοπτόλεµος
θάρσει· λόγους δ᾽ ἄκουσον οὓς ἥκω φέρων.
Φιλοκτήτης
δέδοικ᾽ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. 1270
Νεοπτόλεµος
οὔκουν ἔνεστι καὶ µεταγνῶναι πάλιν;
Φιλοκτήτης
τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε µου
τὰ τόξ᾽ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
Νεοπτόλεµος
ἀλλ᾽ οὔ τι µὴν νῦν· βούλοµαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι µένοντι καρτερεῖν 1275
ἢ πλεῖν µεθ᾽ ἡµῶν;
Φιλοκτήτης
--παῦε, µὴ λέξῃς πέρα·

32
µάτην γὰρ ἃν εἴπῃς γε πάντ᾽ εἰρήσεται.
Νεοπτόλεµος
οὕτω δέδοκται;
Φιλοκτήτης
--καὶ πέρα γ᾽ ἴσθ᾽ ἢ λέγω.
Νεοπτόλεµος
ἀλλ᾽ ἤθελον µὲν ἄν σε πεισθῆναι λόγοις
ἐµοῖσιν· εἰ δὲ µή τι πρὸς καιρὸν λέγων
κυρῶ, πέπαυµαι.
Φιλοκτήτης
--πάντα γὰρ φράσεις µάτην. 1280
οὐ γάρ ποτ᾽ εὔνουν τὴν ἐµὴν κτήσει φρένα,
ὅστις γ᾽ ἐµοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐµὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
ὄλοισθ᾽, Ἀτρεῖδαι µὲν µάλιστ᾽, ἔπειτα δὲ 1285
ὁ Λαρτίου παῖς καὶ σύ.
Νεοπτόλεµος
--µὴ ᾽πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐµῆς βέλη τάδε.
Φιλοκτήτης
πῶς εἶπας; ἆρα δεύτερον δολούµεθα;
Νεοπτόλεµος
ἀπώµοσ᾽ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
Φιλοκτήτης
ὦ φίλτατ᾽ εἰπών, εἰ λέγεις ἐτήτυµα. 1290
Νεοπτόλεµος
τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
Ὀδυσσεύς
ἐγὼ δ᾽ ἀπαυδῶ γ᾽, ᾧ θεοὶ ξυνίστορες,
ὑπέρ τ᾽ Ἀτρειδῶν τοῦ τε σύµπαντος στρατοῦ.
Φιλοκτήτης
τέκνον, τίνος φώνηµα, µῶν Ὀδυσσέως, 1295
ἐπῃσθόµην;
Ὀδυσσεύς
--σάφ᾽ ἴσθι· καὶ πέλας γ᾽ ὁρᾷς,
ὅς σ᾽ ἐς τὰ Τροίας πεδί᾽ ἀποστελῶ βίᾳ,
ἐάν τ᾽ Ἀχιλλέως παῖς ἐάν τε µὴ θέλῃ·
Φιλοκτήτης
ἀλλ᾽ οὔ τι χαίρων, ἢν τόδ᾽ ὀρθωθῇ βέλος. 1300
Νεοπτόλεµος
ἆ, µηδαµῶς, µή, πρὸς θεῶν, µεθῇς βέλος.
Φιλοκτήτης
µέθες µε, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτόλεµος
οὐκ ἂν µεθείην.
Φιλοκτήτης
--φεῦ· τί µ᾽ ἄνδρα πολέµιον
ἐχθρόν τ᾽ ἀφείλου µὴ κτανεῖν τόξοις ἐµοῖς;
Νεοπτόλεµος

33
ἀλλ᾽ οὔτ᾽ ἐµοὶ τοῦτ᾽ ἐστὶν οὔτε σοὶ καλόν. 1305
Φιλοκτήτης
ἀλλ᾽ οὖν τοσοῦτόν γ᾽ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχµήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτόλεµος
εἶεν· τὰ µὲν δὴ τόξ᾽ ἔχεις, κοὐκ ἔσθ᾽ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ µέµψιν εἰς ἐµέ.
Φιλοκτήτης
ξύµφηµι· τὴν φύσιν δ᾽ ἔδειξας, ὦ τέκνον, 1310
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλ᾽ ἐξ Ἀχιλλέως, ὃς µετὰ ζώντων ὅτ᾽ ἦν
ἤκου᾽ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
Νεοπτόλεµος
ἥσθην πατέρα τὸν ἀµὸν εὐλογοῦντά σε
αὐτόν τ᾽ ἔµ᾽· ὧν δέ σου τυχεῖν ἐφίεµαι, 1315
ἄκουσον. ἀνθρώποισι τὰς µὲν ἐκ θεῶν
τύχας δοθείσας ἔστ᾽ ἀναγκαῖον φέρειν·
ὅσοι δ᾽ ἑκουσίοισιν ἔγκεινται βλάβαις,
ὥσπερ σύ, τούτοις οὔτε συγγνώµην ἔχειν
δίκαιόν ἐστιν οὔτ᾽ ἐποικτίρειν τινά. 1320
σὺ δ᾽ ἠγρίωσαι, κοὔτε σύµβουλον δέχει,
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
στυγεῖς, πολέµιον δυσµενῆ θ᾽ ἡγούµενος.
ὅµως δὲ λέξω· Ζῆνα δ᾽ ὅρκιον καλῶ·
καὶ ταῦτ᾽ ἐπίστω καὶ γράφου φρενῶν ἔσω. 1325
σὺ γὰρ νοσεῖς τόδ᾽ ἄλγος ἐκ θείας τύχης,
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·
καὶ παῦλαν ἴσθι τῆσδε µή ποτ᾽ ἂν τυχεῖν
νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος 1330
ταύτῃ µὲν αἴρῃ, τῇδε δ᾽ αὖ δύνῃ πάλιν,
πρὶν ἂν τὰ Τροίας πεδί᾽ ἑκὼν αὐτὸς µόλῃς,
καὶ τοῖν παρ᾽ ἡµῖν ἐντυχὼν Ἀσκληπίδαιν
νόσου µαλαχθῇς τῆσδε, καὶ τὰ πέργαµα
ξὺν τοῖσδε τόξοις ξύν τ᾽ ἐµοὶ πέρσας φανῇς. 1335
ὡς δ᾽ οἶδα ταῦτα τῇδ᾽ ἔχοντ᾽ ἐγὼ φράσω.
ἀνὴρ γὰρ ἡµῖν ἐστιν ἐκ Τροίας ἁλούς,
Ἕλενος ἀριστόµαντις, ὃς λέγει σαφῶς
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ᾽ ἔτι
ὡς ἔστ᾽ ἀνάγκη τοῦ παρεστῶτος θέρους 1340
Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσ᾽ ἑκὼν
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
ταῦτ᾽ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
καλὴ γὰρ ἡ ᾽πίκτησις, Ἑλλήνων ἕνα
κριθέντ᾽ ἄριστον τοῦτο µὲν παιωνίας 1345
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτήτης
ὦ στυγνὸς αἰών, τί µε, τί δῆτ᾽ ἔχεις ἄνω
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου µολεῖν;

34
οἴµοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις 1350
τοῖς τοῦδ᾽, ὃς εὔνους ὢν ἐµοὶ παρῄνεσεν;
ἀλλ᾽ εἰκάθω δῆτ᾽; εἶτα πῶς ὁ δύσµορος
εἰς φῶς τάδ᾽ ἔρξας εἶµι; τῷ προσήγορος;
πῶς, ὦ τὰ πάντ᾽ ἰδόντες ἀµφ᾽ ἐµοὶ κύκλοι,
ταῦτ᾽ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως 1355
ἐµὲ ξυνόντα παισίν, οἵ µ᾽ ἀπώλεσαν;
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
οὐ γάρ µε τἄλγος τῶν παρελθόντων δάκνει,
ἀλλ᾽ οἷα χρὴ παθεῖν µε πρὸς τούτων ἔτι
δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώµη κακῶν
µήτηρ γένηται, τἄλλα παιδεύει κακούς. 1360
καὶ σοῦ δ᾽ ἔγωγε θαυµάσας ἔχω τόδε.
χρῆν γάρ σε µήτ᾽ αὐτόν ποτ᾽ ἐς Τροίαν µολεῖν
ἡµᾶς τ᾽ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
εἶ ξυµµαχήσων, κἄµ᾽ ἀναγκάζεις τόδε; 1365
µὴ δῆτα, τέκνον· ἀλλ᾽ ἅ µοι ξυνώµοσας,
πέµψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ µένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
χοὔτω διπλῆν µὲν ἐξ ἐµοῦ κτήσει χάριν, 1370
διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὁµοῖος τοῖς κακοῖς πεφυκέναι.
Νεοπτόλεµος
λέγεις µὲν εἰκότ᾽, ἀλλ᾽ ὅµως σε βούλοµαι
θεοῖς τε πιστεύσαντα τοῖς τ᾽ ἐµοῖς λόγοις
φίλου µετ᾽ ἀνδρὸς τοῦδε τῆσδ᾽ ἐκπλεῖν χθονός. 1375
Φιλοκτήτης
ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
Νεοπτόλεµος
πρὸς τοὺς µὲν οὖν σε τήνδε τ᾽ ἔµπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
Φιλοκτήτης
ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε; 1380
Νεοπτόλεµος
ἃ σοί τε κἀµοὶ λῷσθ᾽ ὁρῶ τελούµενα.
Φιλοκτήτης
καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
Νεοπτόλεµος
πῶς γάρ τις αἰσχύνοιτ᾽ ἂν ὠφελῶν φίλους·
Φιλοκτήτης
λέγεις δ᾽ Ἀτρείδαις ὄφελος ἢ ᾽π᾽ ἐµοὶ τόδε;
Νεοπτόλεµος
σοί που, φίλος γ᾽ ὤν, χὠ λόγος τοιόσδε µου. 1385
Φιλοκτήτης
πῶς, ὅς γε τοῖς ἐχθροῖσί µ᾽ ἐκδοῦναι θέλεις;
Νεοπτόλεµος
ὦ τᾶν, διδάσκου µὴ θρασύνεσθαι κακοῖς.
Φιλοκτήτης
ὀλεῖς µε, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.

35
Νεοπτόλεµος
οὔκουν ἔγωγε· φηµὶ δ᾽ οὔ σε µανθάνειν.
Φιλοκτήτης
ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά µε; 1390
Νεοπτόλεµος
ἀλλ᾽ ἐκβαλόντες εἰ πάλιν σώσουσ᾽ ὅρα.
Φιλοκτήτης
οὐδέποθ᾽ ἑκόντα γ᾽ ὥστε τὴν Τροίαν ἰδεῖν.
Νεοπτόλεµος
τί δῆτ᾽ ἂν ἡµεῖς δρῷµεν, εἰ σέ γ᾽ ἐν λόγοις
πείσειν δυνησόµεσθα µηδὲν ὧν λέγω;
ὡς ῥᾷστ᾽ ἐµοὶ µὲν τῶν λόγων λῆξαι, σὲ δὲ 1395
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτήτης
ἔα µε πάσχειν ταῦθ᾽ ἅπερ παθεῖν µε δεῖ·
ἃ δ᾽ ᾔνεσάς µοι δεξιᾶς ἐµῆς θιγών,
πέµπειν πρὸς οἴκους, ταῦτά µοι πρᾶξον, τέκνον,
καὶ µὴ βράδυνε µηδ᾽ ἐπιµνησθῇς ἔτι 1400
Τροίας· ἅλις γάρ µοι τεθρήνηται γόοις.
Νεοπτόλεµος
εἰ δοκεῖ, στείχωµεν.
Φιλοκτήτης
--ὦ γενναῖον εἰρηκὼς ἔπος.
Νεοπτόλεµος
ἀντέρειδε νῦν βάσιν σήν.
Φιλοκτήτης
--εἰς ὅσον γ᾽ ἐγὼ σθένω.
Νεοπτόλεµος
αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξοµαι;
Φιλοκτήτης
--µὴ φροντίσῃς.
Νεοπτόλεµος
τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐµήν;
Φιλοκτήτης
--ἐγὼ παρὼν
Νεοπτόλεµος
τίνα προσωφέλησιν ἔρξεις; 1405
Φιλοκτήτης
--βέλεσι τοῖς Ἡρακλέους
Νεοπτόλεµος
πῶς λέγεις;
Φιλοκτήτης
εἴρξω πελάζειν.
Νεοπτόλεµος
--στεῖχε προσκύσας χθόνα.
Ἡρακλῆς
µήπω γε, πρὶν ἂν τῶν ἡµετέρων
ἀίῃς µύθων, παῖ Ποίαντος·
φάσκειν δ᾽ αὐδὴν τὴν Ἡρακλέους 1410
ἀκοῇ τε κλύειν λεύσσειν τ᾽ ὄψιν.
τὴν σὴν δ᾽ ἥκω χάριν οὐρανίας

36
ἕδρας προλιπών,
τὰ ∆ιός τε φράσων βουλεύµατά σοι 1415
κατερητύσων θ᾽ ὁδὸν ἣν στέλλει·
σὺ δ᾽ ἐµῶν µύθων ἐπάκουσον.
καὶ πρῶτα µέν σοι τὰς ἐµὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ᾽ ὁρᾶν. 1420
καὶ σοί, σάφ᾽ ἴσθι, τοῦτ᾽ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ᾽ εὐκλεᾶ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδ᾽ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισµα, πρῶτον µὲν νόσου παύσει λυγρᾶς,
ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύµατος, 1425
Πάριν µέν, ὃς τῶνδ᾽ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐµοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τ᾽ εἰς µέλαθρα σὰ
πέµψεις, ἀριστεῖ᾽ ἐκλαβὼν στρατεύµατος,
Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. 1430
ἃ δ᾽ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐµῶν µνηµεῖα πρὸς πυρὰν ἐµὴν
κόµιζε. καὶ σοὶ ταῦτ᾽, Ἀχιλλέως τέκνον,
παρῄνεσ᾽· οὔτε γὰρ σὺ τοῦδ᾽ ἄτερ σθένεις
ἑλεῖν τὸ Τροίας πεδίον οὔθ᾽ οὗτος σέθεν. 1435
ἀλλ᾽ ὡς λέοντε συννόµω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ᾽· ἐγὼ δ᾽ Ἀσκληπιὸν
παυστῆρα πέµψω σῆς νόσου πρὸς Ἴλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐµοῖς αὐτὴν χρεὼν
τόξοις ἁλῶναι. τοῦτο δ᾽ ἐννοεῖθ᾽, ὅταν 1440
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερ᾽ ἡγεῖται πατὴρ
Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτήτης
ὦ φθέγµα ποθεινὸν ἐµοὶ πέµψας 1445
χρόνιός τε φανείς,
οὐκ ἀπιθήσω τοῖς σοῖς µύθοις.
Νεοπτόλεµος
κἀγὼ γνώµην ταύτῃ τίθεµαι.
Ἡρακλῆς
µή νυν χρόνιοι µέλλετε πράσσειν·
καιρὸς καὶ πλοῦς 1450
ὅδ᾽ ἐπείγει γὰρ κατὰ πρύµνην.
Φιλοκτήτης
φέρε νυν στείχων χώραν καλέσω.
χαῖρ᾽, ὦ µέλαθρον ξύµφρουρον ἐµοί,
νύµφαι τ᾽ ἔνυδροι λειµωνιάδες,
καὶ κτύπος ἄρσην πόντου προβολῆς,
οὗ πολλάκι δὴ τοὐµὸν ἐτέγχθη
κρᾶτ᾽ ἐνδόµυχον πληγαῖσι νότου,
πολλὰ δὲ φωνῆς τῆς ἡµετέρας
Ἑρµαῖον ὄρος παρέπεµψεν ἐµοὶ
στόνον ἀντίτυπον χειµαζοµένῳ. 1460

37
νῦν δ᾽, ὦ κρῆναι Λύκιόν τε ποτόν,
λείποµεν ὑµᾶς, λείποµεν ἤδη
δόξης οὔ ποτε τῆσδ᾽ ἐπιβάντες.
χαῖρ᾽, ὦ Λήµνου πέδον ἀµφίαλον,
καί µ᾽ εὐπλοίᾳ πέµψον ἀµέµπτως,
ἔνθ᾽ ἡ µεγάλη Μοῖρα κοµίζει
γνώµη τε φίλων χὠ πανδαµάτωρ
δαίµων, ὃς ταῦτ᾽ ἐπέκρανεν.
Χορός
χωρῶµεν δὴ πάντες ἀολλεῖς,
νύµφαις ἁλίαισιν ἐπευξάµενοι 1470
νόστου σωτῆρας ἱκέσθαι.

38

You might also like