You are on page 1of 1

Mariana Chávez Castillo

Griego VII
Argonáuticas I. 1-17

ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν


μνήσομαι, οἳ Πόντοιο κατὰ στόμακαὶ διὰ πέτρας
Κυανέας βασιλῆος ἐφημοσύνῃΠελίαο
χρύσειον μετὰ κῶας ἐύζυγονἤλασαν Ἀργώ.
τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω I.5
μοῖρα μένει στυγερή, τοῦδ᾽ἀνέρος, ὅντιν᾽ ἴδοιτο
δημόθεν οἰοπέδιλον, ὑπ᾽ἐννεσίῃσι δαμῆναι.
δηρὸν δ᾽ οὐ μετέπειτα τεὴν κατὰβάξιν Ἰήσων
χειμερίοιο ῥέεθρα κιὼν διὰποσσὶν Ἀναύρου
10ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾽ ἰλύος, ἄλλο δ᾽ ἔνερθεν I.10
κάλλιπεν αὖθι πέδιλονἐνισχόμενον προχοῇσιν.
ἵκετο δ᾽ ἐς Πελίην αὐτοσχεδὸνἀντιβολήσων
εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνικαὶ ἄλλοις
ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδοςοὐκ ἀλέγιζεν.
αἶψα δὲ τόνγ᾽ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον I. 15
ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ᾽ ἐνὶ πόντῳ
ἠὲ καὶ ἀλλοδαποῖσι μετ᾽ ἀνδράσι νόστον ὀλέσσῃ. 1

1
Argonautica. Apollonius Rhodius. George W. Mooney. London. Longmans, Green. 1912.

You might also like