You are on page 1of 5

Πλά των Διονυσίῳ εὖ πρά ττειν.

Ἤ κουσα Ἀ ρχεδή μου ὅ τι σὺ ἡ γῇ χρῆ ναι περὶ σοῦ μὴ μό νον ἐμὲ ἡ συχίαν
ἄ γειν, ἀ λλὰ καὶ τοὺ ς ἐμοὺ ς ἐπιτηδείους τοῦ φλαῦ ρό ν τι ποιεῖν ἢ λέγειν
περὶ σέ· Δίωνα δὲ μό νον [310c] ἐξαίρετον ποιῇ . Οὗ τος δὲ ὁ λό γος σημαίνει,
τὸ Δίωνα ἐξαίρετον εἶναι, ὅ τι οὐ κ ἄ ρχω ἐγὼ τῶ ν ἐμῶ ν ἐπιτηδείων· εἰ γὰ ρ
ἦ ρχον ἐγὼ οὕ τω τῶ ν τε ἄ λλων καὶ σοῦ καὶ Δίωνος , πλείω ἂ ν ἦ ν ἡ μῖν τε
πᾶ σιν ἀ γαθὰ τοῖς τε ἄ λλοις Ἕ λλησιν, ὡ ς ἐγώ φημι. Νῦ ν δὲ μέγας ἐγώ εἰμι
ἐμαυτὸ ν παρέχων τῷ ἐμῷ λό γῳ ἑπό μενον. Καὶ ταῦ τα λέγω ὡ ς οὐ χ ὑ γιές
τι Κρατιστό λου καὶ Πολυξένου πρὸ ς σὲ εἰρηκό των, ὧ ν φασὶ [310d] λέγειν
τὸ ν ἕτερον ὅ τι ἀ κού οι Ὀ λυμπίασι πολλῶ ν τινων τῶ ν μετ' ἐμοῦ σε
κακηγορού ντων. Ἴ σως γὰ ρ ὀ ξύ τερον ἐμοῦ ἀ κού ει· ἐγὼ μὲν γὰ ρ οὐ κ
ἤ κουσα. Χρὴ δέ, ὡ ς ἐμοὶ δοκεῖ, οὑ τωσί σε ποιεῖν τοῦ λοιποῦ , ὅ ταν τι
τοιοῦ τον λέγῃ τις περὶ ἡ μῶ ν τινος , γρά μματα πέμψαντα ἐμὲ ἐρέσθαι· ἐγὼ
γὰ ρ τἀ ληθῆ λέγειν οὔ τε ὀ κνή σω οὔ τε αἰσχυνοῦ μαι. Ἐ μοὶ δὲ δὴ καὶ σοὶ τὰ
πρὸ ς ἀ λλή λους οὑ τωσὶ τυγχά νει ἔχοντα· οὔ τε αὐ τοὶ [ἂ ν] ἀ γνῶ τές ἐσμεν
οὐ δενὶ Ἑ λλή νων ὡ ς ἔπος [310e] εἰπεῖν, οὔ τε ἡ συνουσία ἡ μῶ ν σιγᾶ ται. Μὴ
λανθανέτω δέ σε ὅ τι οὐ δ' εἰς τὸ ν ἔπειτα χρό νον σιγηθή σεται· τοιοῦ τοι οἱ
παραδεδεγμένοι εἰσὶν αὐ τή ν, ἅ τε οὐ κ ὀ λίγην γεγενημένην οὐ δ' ἠ ρέμα. Τί
οὖ ν δὴ λέγω νυνί; ἐρῶ ἄ νωθεν ἀ ρξά μενος . Πέφυκε συνιέναι εἰς ταὐ τὸ ν
φρό νησίς τε καὶ δύ ναμις μεγά λη, καὶ ταῦ τ' ἄ λληλα ἀ εὶ διώ κει καὶ ζητεῖ καὶ
συγγίγνεται· ἔπειτα καὶ οἱ ἄ νθρωποι χαίρουσιν περὶ τού των αὐ τοί τε
διαλεγό μενοι καὶ ἄ λλων ἀ κού οντες ἔν τε ἰδίαις συνουσίαις καὶ [311a] ἐν
ταῖς ποιή σεσιν. Οἷον καὶ περὶ Ἱ έρωνος ὅ ταν διαλέγωνται ἄ νθρωποι καὶ
Παυσανίου τοῦ Λακεδαιμονίου, χαίρουσι τὴ ν Σιμωνίδου συνουσίαν
παραφέροντες , ἅ τε ἔπραξεν καὶ εἶπεν πρὸ ς αὐ τού ς · καὶ Περίανδρον τὸ ν
Κορίνθιον καὶ Θαλῆ ν τὸ ν Μιλή σιον ὑ μνεῖν εἰώ θασιν ἅ μα, καὶ Περικλέα καὶ
Ἀ ναξαγό ραν, καὶ Κροῖσον αὖ καὶ Σό λωνα ὡ ς σοφοὺ ς καὶ Κῦ ρον ὡ ς
δυνά στην. Καὶ δὴ ταῦ τα μιμού μενοι οἱ ποιηταὶ Κρέοντα μὲν [311b] καὶ
Τειρεσίαν συνά γουσιν, Πολύ ειδον δὲ καὶ Μίνω, Ἀ γαμέμνονα δὲ καὶ
Νέστορα καὶ Ὀ δυσσέα καὶ Παλαμή δη--ὡ ς δ' ἐμοὶ δοκεῖ, καὶ Προμηθέα Διὶ
ταύ τῃ πῃ συνῆ γον οἱ πρῶ τοι ἄ νθρωποι - τού των δὲ τοὺ ς μὲν εἰς
διαφορά ν, τοὺ ς δ' εἰς φιλίαν ἀ λλή λοις ἰό ντας , τοὺ ς δὲ τοτὲ μὲν εἰς φιλίαν,
τοτὲ δ' εἰς διαφορά ν, καὶ τὰ μὲν ὁ μονοοῦ ντας , τὰ δὲ διαφερομένους
ᾄ δουσι. Πά ντα δὴ ταῦ τα λέγω τό δε βουλό μενος ἐνδείξασθαι, [311c] ὅ τι
οὐ κ, ἐπειδὰ ν ἡ μεῖς τελευτή σωμεν, καὶ οἱ λό γοι οἱ περὶ ἡ μῶ ν αὐ τῶ ν
σεσιγή σονται· ὥ στ' ἐπιμελητέον αὐ τῶ ν ἐστιν. Ἀ νά γκη γά ρ, ὡ ς ἔοικε,
μέλειν ἡ μῖν καὶ τοῦ ἔπειτα χρό νου, ἐπειδὴ καὶ τυγχά νουσιν κατά τινα
φύ σιν οἱ μὲν ἀ νδραποδωδέστατοι οὐ δὲν φροντίζοντες αὐ τοῦ , οἱ δ'
ἐπιεικέστατοι πᾶ ν ποιοῦ ντες ὅ πως ἂ ν εἰς τὸ ν ἔπειτα χρό νον εὖ
ἀ κού σωσιν. Ὃ δὴ καὶ ἐγὼ τεκμή ριον ποιοῦ μαι ὅ τι ἔστιν τις αἴσθησις τοῖς
τεθνεῶ σιν τῶ ν ἐνθά δε· αἱ γὰ ρ βέλτισται [311d] ψυχαὶ μαντεύ ονται ταῦ τα
οὕ τως ἔχειν, αἱ δὲ μοχθηρό ταται οὔ φασι, κυριώ τερα δὲ τὰ τῶ ν θείων
ἀ νδρῶ ν μαντεύ ματα ἢ τὰ τῶ ν μή . Οἶμαι δ' ἔγωγε τοῖς ἔμπροσθεν, περὶ ὧ ν
λέγω, εἰ ἐξείη αὐ τοῖς ἐπανορθώ σασθαι τὰ ς αὑ τῶ ν συνουσίας , πά νυ ἂ ν
σπουδά σαι ὥ στε βελτίω λέγεσθαι περὶ αὑ τῶ ν ἢ νῦ ν. Τοῦ το οὖ ν ἡ μῖν ἔτι,
σὺ ν θεῷ εἰπεῖν, ἔξεστιν, εἴ τι ἄ ρα μὴ καλῶ ς πέπρακται κατὰ τὴ ν
ἔμπροσθεν συνουσίαν, ἐπανορθώ σασθαι καὶ ἔργῳ καὶ λό γῳ · περὶ γὰ ρ
φιλοσοφίαν φημὶ [311e] ἐγὼ τὴ ν ἀ ληθινὴ ν δό ξαν ἔσεσθαι καὶ λό γον ἡ μῶ ν
μὲν ὄ ντων ἐπιεικῶ ν βελτίω, φαύ λων δέ, τοὐ ναντίον. Καίτοι περὶ τού του
ἡ μεῖς ἐπιμελού μενοι οὐ δὲν ἂ ν εὐ σεβέστερον πρά ττοιμεν, οὐ δ' ἀ μελοῦ ντες
ἀ σεβέστερον. Ὡ ς δὴ δεῖ γίγνεσθαι, καὶ τὸ δίκαιον ᾗ ἔχει, ἐγὼ φρά σω.
Ἦ λθον ἐγὼ εἰς Σικελίαν δό ξαν ἔχων πολὺ τῶ ν ἐν φιλοσοφίᾳ διαφέρειν,
βουλό μενος δὲ [312a] ἐλθὼ ν εἰς Συρακού σας συμμά ρτυρα λαβεῖν σέ, ἵνα
μοι τιμῷ το φιλοσοφία καὶ παρὰ τῷ πλή θει. Τοῦ το δ' οὐ κ εὐ αγές μοι
ἀ πέβη. Τὸ δ' αἴτιον οὐ λέγω ὅ περ ἂ ν πολλοὶ εἴποιεν, ἀ λλ' ὅ τι ἐφαίνου οὐ
πά νυ ἐμοὶ πιστεύ ειν σύ , ἀ λλ' ἐμὲ μέν πως ἀ ποπέμψασθαι ἐθέλειν, ἑτέρους
δὲ μεταπέμψασθαι, καὶ ζητεῖν τὸ πρᾶ γμα τί τὸ ἐμό ν ἐστιν, ἀ πιστῶ ν, ὡ ς
ἐμοὶ δοκεῖ· καὶ οἱ ἐπὶ τού τοις βοῶ ντες πολλοὶ ἦ σαν, λέγοντες ὡ ς σὺ ἐμοῦ
μὲν [312b] καταπεφρό νηκας , ἄ λλα δ' ἐσπού δακας . Ταῦ τα δὴ διαβεβό ηται.
Ὃ δὴ μετὰ ταῦ τα δίκαιό ν ἐστι ποιεῖν, ἄ κουε, ἵνα σοι καὶ ἀ ποκρίνωμαι ὃ σὺ
ἐρωτᾷ ς , πῶ ς χρὴ ἔχειν ἐμὲ καὶ σὲ πρὸ ς ἀ λλή λους . Εἰ μὲν ὅ λως
φιλοσοφίας καταπεφρό νηκας , ἐᾶ ν χαίρειν, εἰ δὲ παρ' ἑτέρου ἀ κή κοας ἢ
αὐ τὸ ς βελτίονα ηὕ ρηκας τῶ ν παρ' ἐμοί, ἐκεῖνα τίμα· εἰ δ' ἄ ρα τὰ παρ'
ἡ μῶ ν σοι ἀ ρέσκει, τιμητέον καὶ ἐμὲ μά λιστα. Νῦ ν οὖ ν, ὥ σπερ καὶ ἐξ
ἀ ρχῆ ς , σὺ καθηγοῦ , ἕψομαι δὲ ἐγώ · τιμώ μενος γὰ ρ [312c] ὑ πὸ σοῦ τιμή σω
σέ, μὴ τιμώ μενος δὲ ἡ συχίαν ἕξω. Ἔ τι δὲ σὺ μὲν ἐμὲ τιμῶ ν καὶ τού του
καθηγού μενος φιλοσοφίαν δό ξεις τιμᾶ ν, καὶ αὐ τὸ τοῦ το, ὅ τι διεσκό πεις
καὶ ἄ λλους , πρὸ ς πολλῶ ν εὐ δοξίαν σοι οἴσει ὡ ς φιλοσό φῳ ὄ ντι. Ἐ γὼ δὲ
σὲ τιμῶ ν μὴ τιμῶ ντα πλοῦ τον δό ξω θαυμά ζειν τε καὶ διώ κειν, τοῦ το δ'
ἴσμεν ὅ τι παρὰ πᾶ σιν ὄ νομα οὐ καλὸ ν ἔχει· ὡ ς δ' ἐν κεφαλαίῳ εἰπεῖν, σοῦ
μὲν τιμῶ ντος ἀ μφοτέροις κό σμος , [312d] ἐμοῦ δὲ ὄ νειδος ἀ μφοῖν. Περὶ
μὲν οὖ ν τού των ταῦ τα.

Τὸ δὲ σφαιρίον οὐ κ ὀ ρθῶ ς ἔχει· δηλώ σει δέ σοι Ἀ ρχέδημος , ἐπειδὰ ν ἔλθῃ .


Καὶ δὴ καὶ περὶ τοῦ δε, ὃ δὴ τού του τιμιώ τερό ν τ' ἐστὶν καὶ θειό τερον, καὶ
μά λα σφό δρ' αὐ τῷ δηλωτέον, ὑ πὲρ οὗ σὺ πέπομφας ἀ πορού μενος . Φῂ ς
γὰ ρ δὴ κατὰ τὸ ν ἐκείνου λό γον, οὐ χ ἱκανῶ ς ἀ ποδεδεῖχθαί σοι περὶ τῆ ς
τοῦ πρώ του φύ σεως . Φραστέον δή σοι δι' αἰνιγμῶ ν, ἵν' ἄ ν τι ἡ δέλτος ἢ
πό ντου ἢ γῆ ς ἐν πτυχαῖς πά θῃ , [312e] ὁ ἀ ναγνοὺ ς μὴ γνῷ . Ὧ δε γὰ ρ ἔχει.
Περὶ τὸ ν πά ντων βασιλέα πά ντ' ἐστὶ καὶ ἐκείνου ἕνεκα πά ντα, καὶ ἐκεῖνο
αἴτιον ἁ πά ντων τῶ ν καλῶ ν· δεύ τερον δὲ πέρι τὰ δεύ τερα, καὶ τρίτον πέρι
τὰ τρίτα. Ἡ οὖ ν ἀ νθρωπίνη ψυχὴ περὶ αὐ τὰ ὀ ρέγεται μαθεῖν ποῖ' ἄ ττα
ἐστίν, βλέπουσα εἰς τὰ αὑ τῆ ς συγγενῆ , ὧ ν [313a] οὐ δὲν ἱκανῶ ς ἔχει. Τοῦ
δὴ βασιλέως πέρι καὶ ὧ ν εἶπον, οὐ δέν ἐστιν τοιοῦ τον - τὸ δὴ μετὰ τοῦ το
ἡ ψυχή φησιν - ἀ λλὰ ποῖό ν τι μή ν; τοῦ τ' ἐστίν, ὦ παῖ Διονυσίου καὶ
Δωρίδος , τὸ ἐρώ τημα ὃ πά ντων αἴτιό ν ἐστιν κακῶ ν, μᾶ λλον δὲ ἡ περὶ
τού του ὠ δὶς ἐν τῇ ψυχῇ ἐγγιγνομένη, ἣ ν εἰ μή τις ἐξαιρεθή σεται, τῆ ς
ἀ ληθείας ὄ ντως οὐ μή ποτε τύ χῃ . Σὺ δὲ τοῦ το πρὸ ς ἐμὲ ἐν τῷ κή πῳ ὑ πὸ
ταῖς δά φναις αὐ τὸ ς ἔφησθα ἐννενοηκέναι [313b] καὶ εἶναι σὸ ν εὕ ρημα· καὶ
ἐγὼ εἶπον ὅ τι τοῦ το εἰ φαίνοιτό σοι οὕ τως ἔχειν, πολλῶ ν ἂ ν εἴης λό γων
ἐμὲ ἀ πολελυκώ ς . Οὐ μὴ ν ἄ λλῳ γέ ποτ' ἔφην ἐντετυχηκέναι τοῦ θ'
ηὑ ρηκό τι, ἀ λλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦ τ' εἴη· σὺ δὲ ἴσως μὲν
ἀ κού σας του, τά χα δ' ἂ ν θείᾳ μοίρᾳ κατὰ τοῦ θ' ὁ ρμή σας , ἔπειτα αὐ τοῦ
τὰ ς ἀ ποδείξεις ὡ ς ἔχων βεβαίως οὐ κατέδησας , ἀ λλ' ᾄ ττει σοι τοτὲ μὲν
οὕ τως , τοτὲ δὲ ἄ λλως [313c] περὶ τὸ φανταζό μενον, τὸ δὲ οὐ δέν ἐστιν
τοιοῦ τον. Καὶ τοῦ το οὐ σοὶ μό νῳ γέγονεν, ἀ λλ' εὖ ἴσθι μηδένα πώ ποτέ
μου τὸ πρῶ τον ἀ κού σαντα ἔχειν ἄ λλως πως ἢ οὕ τως κατ' ἀ ρχά ς , καὶ ὁ
μὲν πλείω ἔχων πρά γματα, ὁ δὲ ἐλά ττω, μό γις ἀ παλλά ττονται, σχεδὸ ν δὲ
οὐ δεὶς ὀ λίγα. Τού των δὴ γεγονό των καὶ ἐχό ντων οὕ τω, σχεδὸ ν κατὰ τὴ ν
ἐμὴ ν δό ξαν ηὑ ρή καμεν ὃ σὺ ἐπέστειλας , ὅ πως δεῖ πρὸ ς ἀ λλή λους ἡ μᾶ ς
ἔχειν. Ἐ πεὶ γὰ ρ βασανίζεις αὐ τὰ συγγιγνό μενό ς τε ἄ λλοις καὶ
παραθεώ μενος [313d] παρὰ τὰ τῶ ν ἄ λλων καὶ αὐ τὰ καθ' αὑ τά , νῦ ν σοι
ταῦ τά τε, εἰ ἀ ληθὴ ς ἡ βά σανος , προσφύ σεται, καὶ οἰκεῖος τού τοις τε καὶ
ἡ μῖν ἔσῃ . Πῶ ς οὖ ν αὐ τά τ' ἔσται καὶ πά ντα ἃ εἰρή καμεν; τὸ ν Ἀ ρχέδημον
νῦ ν τε ὀ ρθῶ ς ἐποίησας πέμψας , καὶ τὸ λοιπό ν, ἐπειδὰ ν ἔλθῃ πρὸ ς σὲ καὶ
ἀ παγγείλῃ τὰ παρ' ἐμοῦ , μετὰ ταῦ τα ἴσως ἄ λλαι σε ἀ πορίαι λή ψονται.
Πέμψεις οὖ ν αὖ θις , ἂ ν ὀ ρθῶ ς βουλεύ ῃ , παρ' ἐμὲ τὸ ν Ἀ ρχέδημον, ὁ δ'
ἐμπορευσά μενος ἥ ξει πά λιν· καὶ τοῦ το ἐὰ ν δὶς ἢ τρὶς ποιή σῃ ς καὶ [313e]
βασανίσῃ ς τὰ παρ' ἐμοῦ πεμφθέντα ἱκανῶ ς , θαυμά ζοιμ' ἂ ν εἰ μὴ τὰ νῦ ν
ἀ πορού μενα πολύ σοι διοίσει ἢ νῦ ν. Θαρροῦ ντες οὖ ν ποιεῖτε οὕ τως · οὐ μὴ
γά ρ ποτε τῆ ς ἐμπορίας ταύ της οὔ τε σὺ στείλῃ ς οὔ τε Ἀ ρχέδημος
ἐμπορεύ σεται καλλίω [314a] καὶ θεοφιλεστέραν. Εὐ λαβοῦ μέντοι μή ποτε
ἐκπέσῃ ταῦ τα εἰς ἀ νθρώ πους ἀ παιδεύ τους · σχεδὸ ν γά ρ, ὡ ς ἐμοὶ δοκεῖ,
οὐ κ ἔστιν τού των πρὸ ς τοὺ ς πολλοὺ ς καταγελαστό τερα ἀ κού σματα, οὐ δ'
αὖ πρὸ ς τοὺ ς εὐ φυεῖς θαυμαστό τερά τε καὶ ἐνθουσιαστικώ τερα. Πολλά κις
δὲ λεγό μενα καὶ ἀ εὶ ἀ κουό μενα καὶ πολλὰ ἔτη, μό γις ὥ σπερ χρυσὸ ς
ἐκκαθαίρεται μετὰ πολλῆ ς πραγματείας . Ὃ δὲ θαυμαστὸ ν αὐ τοῦ γέγονεν,
ἄ κουσον. Εἰσὶν γὰ ρ ἄ νθρωποι ταῦ τα ἀ κηκοό τες καὶ πλείους , δυνατοὶ
[314b] μὲν μαθεῖν, δυνατοὶ δὲ μνημονεῦ σαι καὶ βασανίσαντες πά ντῃ
πά ντως κρῖναι, γέροντες ἤ δη καὶ οὐ κ ἐλά ττω τριά κοντα ἐτῶ ν ἀ κηκοό τες ,
οἳ νῦ ν ἄ ρτι σφίσι φασὶν τὰ μὲν τό τε ἀ πιστό τατα δό ξαντα εἶναι νῦ ν
πιστό τατα καὶ ἐναργέστατα φαίνεσθαι, ἃ δὲ τό τε πιστό τατα, νῦ ν
τοὐ ναντίον. Πρὸ ς ταῦ τ' οὖ ν σκοπῶ ν εὐ λαβοῦ μή ποτέ σοι μεταμελή σῃ
τῶ ν νῦ ν ἀ ναξίως ἐκπεσό ντων. Μεγίστη δὲ φυλακὴ τὸ μὴ γρά φειν ἀ λλ'
ἐκμανθά νειν· [314c] οὐ γὰ ρ ἔστιν τὰ γραφέντα μὴ οὐ κ ἐκπεσεῖν. Διὰ ταῦ τα
οὐ δὲν πώ ποτ' ἐγὼ περὶ τού των γέγραφα, οὐ δ' ἔστιν σύ γγραμμα
Πλά τωνος οὐ δὲν οὐ δ' ἔσται, τὰ δὲ νῦ ν λεγό μενα Σωκρά τους ἐστὶν καλοῦ
καὶ νέου γεγονό τος . Ἔ ρρωσο καὶ πείθου, καὶ τὴ ν ἐπιστολὴ ν ταύ την νῦ ν
πρῶ τον πολλά κις ἀ ναγνοὺ ς κατά καυσον.

Ταῦ τα μὲν ταύ τῃ . Περὶ δὲ Πολυξένου ἐθαύ μασας ὅ τι [314d] πέμψαιμί σοι·
ἐγὼ δὲ καὶ περὶ Λυκό φρονος καὶ τῶ ν ἄ λλων τῶ ν παρὰ σοὶ ὄ ντων λέγω
καὶ πά λαι καὶ νῦ ν τὸ ν αὐ τὸ ν λό γον, ὅ τι πρὸ ς τὸ διαλεχθῆ ναι καὶ φύ σει καὶ
τῇ μεθό δῳ τῶ ν λό γων πά μπολυ διαφέρεις αὐ τῶ ν, καὶ οὐ δεὶς αὐ τῶ ν
ἑκὼ ν ἐξελέγχεται, ὥ ς τινες ὑ πολαμβά νουσιν, ἀ λλ' ἄ κοντες . Καὶ δοκεῖς
μέντοι πά νυ μετρίως κεχρῆ σθαί τε αὐ τοῖς καὶ δεδωρῆ σθαι. Ταῦ τα μὲν περὶ
τού των, πολλὰ ὡ ς περὶ τοιού των· [314e] Φιλιστίωνι δέ, εἰ μὲν αὐ τὸ ς χρῇ ,
σφό δρα χρῶ , εἰ δὲ οἷό ν τε, Σπευσίππῳ χρῆ σον καὶ ἀ πό πεμψον. Δεῖται δὲ
σοῦ καὶ Σπεύ σιππος · ὑ πέσχετο δέ μοι καὶ Φιλιστίων, εἰ σὺ ἀ φείης αὐ τό ν,
ἥ ξειν προθύ μως Ἀ θή ναζε. Τὸ ν ἐκ τῶ ν λατομιῶ ν εὖ ἐποίησας ἀ φείς ,
ἐλαφρὰ δὲ ἡ δέησις καὶ περὶ τῶ ν οἰκετῶ ν αὐ τοῦ καὶ περὶ Ἡ γησίππου τοῦ
Ἀ ρίστωνος · ἐπέστειλας [315a] γά ρ μοι, ἄ ν τις ἀ δικῇ ἢ τοῦ τον ἢ ἐκείνους
καὶ σὺ αἴσθῃ , μὴ ἐπιτρέψειν. Καὶ περὶ Λυσικλείδου τἀ ληθὲς εἰπεῖν ἄ ξιον·
μό νος γὰ ρ τῶ ν ἐκ Σικελίας Ἀ θή ναζε ἀ φικομένων οὐ δὲν μετεβά λετο περὶ
τῆ ς σῆ ς καὶ ἐμῆ ς συνουσίας , ἀ λλ' ἀ εί τι ἀ γαθὸ ν καὶ ἐπὶ τὰ βελτίω λέγων
περὶ τῶ ν γεγονό των διατελεῖ.

You might also like