You are on page 1of 4

Ἀλώπηξ

καὶ βότρυς

Ἀλώπηξ μὲν ἐλίμωττε καὶ ἐθεάσατο ἐν ἀναδενδράδι βότρυας. Αὐτοὺς δὲ

συλλαμβάνειν ἠθέλησεν ἀλλὰ οὐκ ἠδύνατο. Ἐπεὶ δ` αὕτη τέλος ἀπέβαινε,

ἑαυτῇ εἶπεν· Ὄμφακές εἰσιν.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς καιροὺς αἰτιῶνται.


Ζεὺς
καὶ ὄφις

Τοῦ Διὸς γάμοῦντος, πάντα τὰ ζῷα ἤνεγκoν δῶρα, ἕκαστον κατὰ τὴν ἰδίαν

δύναμιν. ὄφις δὲ ἕρπων ῥόδον λαβάνων ἐν τῷ στόματι ἀνέβαινεν. ὁρῶν δὲ

αὐτὸν ὁ Ζεὺς ἔιπε· “τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ

σοῦ στόματος οὐ λαμβάνω.”

Ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.


Γέρων
καὶ
θάνατος

Γέρων ποτὲ ξύλα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ

ἀπολύων τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου

φαινομένου καὶ πυνθανομένου τὴν αἰτίαν δι' ἣν αὐτὸν επεκαλεῖτο, ὁ γέρων

ἔφη· “ἵνα τὸ φορτίον φερῃς.“

Ὁ λόγος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλώζωος ἔστιν, κἂν δυστυχῇ λίαν.
EL PERRO Y

EL TROZO DE CARNE

Κύων κρέας φέρων ποταμόν διέβαινεν. Ἐπεὶ δὲ τὴν ἑαυτοῦ σκιὰν ἐν τῷ

ὕδατι ἐθεάσατο, ὑπέλαβεν ἕτερον κύνα εἶναι (μεῖζον κρέας ἔχοντα) καὶ τὸ

κρέας, ὃ ἔβλεπεν ἐν τῷ ποταμῷ, συλλαμβάνειν ἠθέλησεν. Ὁ πλεονέκτης τὸ

στόμα ἤνοιξε καὶ τὸ ἴδιον κρέας ἔλυσεν.

You might also like