You are on page 1of 24

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΚΑΙ ΤΩΝ


ΤΡΙΩΝ ΘΥΓΑΤΕΡΩΝ ΤΗΣ ΠΙΣΤΕΩΣ,
ΑΓΑΠΗΣ ΚΑΙ ΕΛΠΙΔΟΣ

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013

Τρίτη.
Σοφίας καὶ τῶν τριῶν θυγατέρων αὐτῆς Πίστεως, ᾿Αγάπης καὶ ᾿Ελπίδος,
μαρτύρων (†137)..

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ.α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

᾿Απολυτίκιον· ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

᾿Εν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης περικοσμεῖσαι
λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια σεμνὰ τῷ μαρτυρίῳ
ὁδηγεῖς, ᾿Αγάπην Πίστιν ᾿Ελπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

2
Δόξα Πατρὶ…

᾿Εν ταῖς μάρτυσι λάμπεις…

ὁ α’ χορός

Καὶ νῦν… Ἦχος α‘

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς
Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α’ Στιχολογίαν

Ἦχος δ’

ὁ α’ χορός

Ταχὺ προκατάλαβε

Ἐν σοὶ τρισμακάριστε, καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι, πανηγυρίζουσι νῦν,


ἀΰλων σὺν τάγμασι· τάξεις Ἀρχιερέων, εὐσεβῶς ἀνυμνοῦσι· πλήθη τῶν Μοναζόντων,
εὐλαβῶς προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα πάντες δοξάζομεν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…

Ἐν σοὶ τρισμακάριστε, καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι, πανηγυρίζουσι νῦν,


ἀΰλων σὺν τάγμασι· τάξεις Ἀρχιερέων, εὐσεβῶς ἀνυμνοῦσι· πλήθη τῶν Μοναζόντων,
εὐλαβῶς προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα πάντες δοξάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα

Ἐπεφάνης σήμερον

3
Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει, καὶ
πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει, καὶ
πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

ΚΑΝΟΝΕΣ

Ὁ Κανών, ὃς τήνδε τὴν ἀκροστιχίδα φέρει.

Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾠδὴ α’

ὁ α’ χορὸς

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ
πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν΄ ἐπ’ εὔρους
διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν΄ ὅτι δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν
μεσούμενος. Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ
κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους, διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι
δεδόξασται.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος, καὶ
ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ,
θριαμβεύσας τὸ πῆμα΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

4
ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὑπέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ


θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα΄ ἀπάτη ἀνετράπη δέ, καὶ
πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι
δεδόξασται.

τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Τῆς Σοφίης ἀρίδηλα καὶ ἀγλαὰ τέκνα λιγαίνω.

Θεοφάνους.

ᾠδὴ α’ Ἦχος α‘

ὁ α’ χορὸς

Σοῦ ἡ τροπαιοῦχος

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοι
Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας
βλαστήματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ θεόφρον κεκόσμηται· πᾶσαν διήνυσας, σοῦ


τὴν ζωήν, τῷ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος,


ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνυμε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὅλην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν ἐννοούμενος, ὅλην
ἀνεκαίνισεν, ἐν σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον, πιστοὶ σε
πάντες δοξάζομεν.

ᾠδὴ γ‘

5
ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν
ἱερέα΄ τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς
κράτος καὶ στερέωμα.

ὁ β’ χορός

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου…

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς


θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον


διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας, τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων
κράτος καὶ στερέωμα.

ᾠδὴ γ‘

ὁ α’ χορὸς

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

Φωνῆς σου ἀκούσασαι Χριστέ, καλοῦντος πρὸς ἀθάνατον, καὶ ἀπαθῆ ζωὴν
ἠκολούθησαν, στεφανηφόροι παρθένοι Μάρτυρες, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ
ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰσχὺν ἐδωρήσατο Χριστός, ἑστώσαις πρὸ τοῦ βήματος, μαρτυρικοῦ ὑμῖν ὡς


ὑπέσχετο, καὶ θεοπνεύστου σοφίας ἔπλησε, καὶ λαμπρὰς ἀνέδειξε, νικηφόρους
Μάρτυρας, παρθενίας λαμπούσας τῇ χάριτι.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

6
Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ
ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν
ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἁγίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν
Ἁγίοις ἀναπαυόμενον, ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης
Φιλάνθρωπε.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν
μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ
ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Συναπτὴ μικρὰ μεθ‘ ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…

ὁ β’ χορὸς

Κάθισμα τῶν Ἁγίων

Ἦχος πλ. δ‘

Τὴν Σοφίαν καὶ Λόγον

Τὰς ψυχὰς δεσμευθεῖσαι πόθῳ Χριστοῦ, τῶν φθαρτῶν καὶ προσκαίρων τὴν
καλλονήν, ἐν λήθῃ παρεδράμετε, ὡς τοῦ Λόγου μαθήτριαι, ἀσκητικῶς τὸ πρῶτον, τὰ
πάθη νεκρώσασαι, καὶ ἀλγειναῖς βασάνοις, στερρῶς ἐναθλήσασαι· ὅθεν ὁ Δεσπότης,
τῆς διπλῆς μαρτυρίας, στεφάνους ἐδωρήσατο, καὶ νυμφῶνος ἠξίωσε· Παμμακάριστοι
Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Τῆς Ἑορτῆς

Τὸ προσταχθὲν μυστικῶς

Ἐν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει ὁ ἐχθρὸς εἰσφέρει


νέκρωσιν· τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ

7
τῆς γῆς, καὶ κόσμος ὅλος, ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν
πίστει λαοί, συμφώνως ἀνακράζομεν· Πλήρης δόξης ὁ οἶκός σου.

ᾠδὴ δ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ
ἐδόξασά σου τὴν θεότητα.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν
εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἱερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου


σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός, καὶ


διηγήσαντο, οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

ᾠδὴ δ’

ὁ β’ χορός

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὄρος σε τῇ χάριτι

Ῥωσθεῖσαι τῇ χάριτι, τῇ θείᾳ καλλίνικοι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν τυράννων
ἀπειλάς, ἀνδρείως κατῄσχυναν, διὰ πυρὸς ὁλοκαυτούμεναι πάνσοφοι, καὶ τῷ νυμφίῳ
Χριστῷ προσαγόμεναι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

8
Ἴσχυσαν τοῦ Σταυροῦ, τῇ πανοπλίᾳ φραξάμεναι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν
κολάσεων πληγάς, εὐτόνως αἱ Ἅγιαι, ὑπενεγκεῖν μέχρις αἱμάτων στερρότατα, πρὸς
τὴν ἁμαρτίαν ἀντικαθιστάμεναι.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Δυνάμει καὶ πόθῳ τῆς Τριάδος ἐρρώσθησαν, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, αἱ τῆς Τριάδος
τῆς σεπτῆς, παρθένοι ἰσάριθμοι, καὶ ἀλγεινῶν τὴν δριμυτάτην ἐπίτασιν, ὑπενεγκεῖν αἱ
πάνσεμνοι ἴσχυσαν.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἁγίων Ἁγία, Θεοτόκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν καὶ σωτηρία τῶν πιστῶν,
ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος…

ὁ β’ χορός

…εἰς σωτηρίαν τῶν ὑμνούντων σε.

ᾠδὴ ε‘

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ


πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ
παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη


ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ
παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὑποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον


ἐν ἀέρι ᾧ πολοῦσιν΄ οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι,
τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

9
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν


πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ
παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾠδὴ ε‘

ὁ α’ χορὸς

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ φωτίσας τῇ ἐλλάμψει

Καρτερίᾳ τῶν φρενῶν, τὰς βασάνους ὑπέμειναν, καὶ σοφίας τῆς ἐνθέου λαλοῦσαι
μυστήρια, τὸν κρατοῦντα ᾔσχυναν, αἱ τρεῖς Παρθένοι θεοφόροι, πίστει καὶ φύσει
συνδούμεναι.

ὁ β’ χορός

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀγάλλεται ἡ Προμήτωρ, ὁρῶσα νικώμενον τὸν δόλιον, τὸν αὐτὴν ἐξ Ἐδὲμ


ἐξορίσαντα, γυναιξὶ θεόφροσιν Ἐλπίδι, Πίστει καὶ Ἀγάπῃ, τοῖς τῆς Σοφίας γεννήμασι.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Ἰοβόλους τοῦ τυράννου, θωπείας ἐξέφυγον, καὶ βασάνων τὰς πληγὰς ἑκουσίως
ὑπέμειναν, αἱ σεμναὶ νεάνιδες τῇ σῇ ἀγάπῃ τετρωμέναι, Χριστὲ καὶ θείῳ σου ἔρωτι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ἀγάλλονται οὐρανῶν, αἱ Δυνάμεις ὁρῶσαί σε, εὐφραίνονται σὺν αὐτοῖς τῶν βροτῶν
τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε…

ὁ α’ χορός

…ὃν ἐπαξίως δοξάζομεν.

ᾠδὴ ς‘

ὁ β’ χορός

Ὁ Εἱρμὸς

10
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον
πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν
ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει
τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορὸς

Νοτίου θηρὸς ἐν σπλάγχνοις,…

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο, Ἰακὼβ χεῖρας ἀμείψας, τὴν
ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ, τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ
σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν
ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς


πρεσβύτερον κλέος ὁ νομολάτρης λαός΄ ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ
ἠλλοίωσε τὸν ζωηφόρον τύπον΄ ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς
ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

ᾠδὴ ς‘

ὁ β’ χορὸς

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἐκύκλωσεν ἡμᾶς

Γηθόμεναι ταῖς σαῖς ἀχράντοις Δέσποτα, παλάμαις ἐναπέθεντο, τὰς ἐλπίδας, αἱ


Νεάνιδες αἱ τρεῖς, καὶ τῆς Τριάδος τρισμακάριαι, τῷ ἀριθμῷ τετιμημέναι καὶ
σεμνυνόμεναι.

ὁ α’ χορός

Στίχ. Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λαμπόμεναι τῆς παρθενίας κάλλεσι, Μαρτύρων διαδήμασιν, ἐκοσμήθησαν, καὶ


στέφανον διπλοῦν, ἄνωθεν ἀξίως ἐκομίσαντο, παρὰ Χριστοῦ, τοῦ ζωοδότου καὶ
πανοικτίρμονος.

ὁ β’ χορὸς

Δόξα Πατρί…

11
Ἀνήχθησαν ἐν τῷ ναῷ σου Δέσποτα, τοῦ πάντων βασιλεύοντος, παρθενεύοντα
κειμήλια σεπτά, σοῦ τῆς βασιλείας κοινωνήσοντα· σὺ γὰρ αὐτῶν, καὶ φῶς ὑπάρχεις
καὶ ἀγαλλίαμα.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ἀγάλλονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ


ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου
καὶ μετὰ γέννησιν.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα


σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ
ἐπανόρθωσις.

Συναπτὴ μικρὰ μεθ‘ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…

Κοντάκιον Ἦχος α’

Χορὸς ἀγγελικὸς

Σοφίας τῆς σεμνῆς, ἱερώτατοι κλάδοι, ἡ Πίστις καὶ Ἐλπίς, καὶ Ἀγάπη δειχθεῖσαι,
σοφίαν ἀπεμώραναν, τῶν Ἑλλήνων ἐν χάριτι· καὶ ἀθλήσασαι, καὶ νικηφόροι
φανεῖσαι, στέφος ἄφθαρτον, παρὰ τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.

Ὁ Οἶκος

Ὅτε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ
σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων
ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον
ἀθεΐας καὶ ἀγνωσίας ἐλαύνουσαι· καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν
ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ
ἀναστὰς τριήμερος, ἐν ᾧ καὶ καυχώμεθα· ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ
Χριστοῦ ἀνεδήσαντο.

Συναξάριον

Τῇ ΙΖ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων
Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας.

Στίχοι

12
 · Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,
 · Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει.
 · Ἑβδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας.

Στίχοι

 · Ἀγαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει,


 · Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ


Ἀσκληπιοδότης.

Στίχοι

 · Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο,


 · Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ
Μάρτυρος.

Στίχοι

 · Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,


 · Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.
 · Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,
 · Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.

Στίχοι

 · Τὴν Θεοδότην πρὸς ξίφος τεθηγμένον,


 · Ποιεῖ πρόθυμον ἡ Θεόσδοτος χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων ἑκατὸν Μαρτύρων.

Στίχοι

 · Δεκὰς δεκαπλῆ Μαρτύρων Αἰγυπτίων,


 · Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.

Εἰς τοὺς Ἁγίους Πηλέα καὶ Νεῖλον τοὺς Ἐπισκόπους.

Στίχοι

 · Ἔπους ὁ Πηλεὺς ποῦ μέγας πρὸς Πηλέα;

13
 · Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον.

Εἰς τοὺς ἐν Παλαιστίνῃ Ν’ Μάρτυρας.

Στίχοι

 · Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,


 · Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.

Εἰς τὸν Ἅγιον Πατερμούθιον καὶ Ἠλίαν.

Στίχοι

 · Πατερμούθιος ἐμπεσὼν τῇ καμίνῳ,


 · Πρὸς ζῆλον ἴσον ὀτρύνει τὸν Ἠλίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Μαρτύρων Χαραλάμπους, Παντολέοντος καὶ τῆς


συνοδίας αὐτῶν. Τελεῖται ἡ τούτων σύναξις, ἐν τῷ μαρτυρείῳ αὐτῶν, τῷ ὄντι ἐν τῷ
Δευτέρῳ.

Στίχοι

 · Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης,


 · Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μύρωνος Ἐπισκόπων


Ταμάσου τῆς Κύπρου.

Στίχοι

 · Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μύρων,


 · Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑ

ὁ β’ χορὸς

ᾠδὴ η’

Ὁ Εἱρμὸς

Ἦχος α’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

14
Ἐν τῇ καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας,
καθαρώτερον χρυσοῦ ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου· τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ
τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος
αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ


καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν
ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς
τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

15
Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Tύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ᾽
ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε
Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ


παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος γ´

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῷ τῆς Τριάδος Κόραι, πυρούμεναι αἱ τρεῖς ζήλῳ, τῶν ἀρετῶν τῇ τριάδι, Ἐλπίδι,
Πίστει, Ἀγάπῃ, προσκείμεναι ὁμωνύμως, ἠλόγησαν τῶν βασάνων.

ὁ β’ χορός

Θεοτοκίον Ὅμοιον

Τὸν ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον
ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ
τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

16
Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε,
εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν
μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ
μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός
τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας
τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ
ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν
Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ
καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός
μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός
σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς


εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς
τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ
σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα,
συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί
σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ
πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…

Εἰς τὰ Ἀπόστιχα Στιχηρὰ Προσόμοια

Ἦχος β’

ὁ α’ χορός

Οἶκος τοῦ Ἐφραθᾶ

Λόγχην σὺν τῷ Σταυρῷ, τοὺς ἥλους καὶ τὰ ἄλλα, ἐν οἷς τὸ ζωηφόρον, Χριστοῦ ἐπάγη
σῶμα, ὑψοῦντες προσκυνήσωμεν.

ὁ β’ χορός

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν
αὐτοῦ.

Ὕλην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ
μου, λαμπρύνει δὲ τὰ σύμπαντα.

ὁ α’ χορός

17
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ὕδατι θεουργῷ, καὶ αἵματί σου Λόγε, λαμπρῶς ἡ Ἐκκλησία, στολίζεται ὡς νύμφη.
Σταυροῦ τὴν δόξαν μέλπουσα.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν… Ὅμοιον

ὁ β’ χορός

Χαίροις τὸ τῶν πιστῶν, φυλακτήριον θεῖον, ἀπροσμάχητον τεῖχος, Σταυρὸς ὁ τοῦ


Κυρίου, δι᾽ οὗ ἀπὸ γῆς ἤρθημεν.

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου


Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς
Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. α’. Ὁ Θεός, ὁ Θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Mακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

18
Στίχ. γ’. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β‘

ὁ β’ χορός

Στίχ. α‘. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στίχ. β‘. Mνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στίχ. γ‘. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

ὁ α’ χορὸς

Στίχ. δ‘. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς
γῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Δόξα Πατρὶ…

19
ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ
τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον
πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ‘

ὁ α’ χορὸς

Στίχ. α‘. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

Ἦχος α‘

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς
βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.

ὁ β’ χορός

Στίχ. β’. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστιν ἐπὶ πάντας τοὺς λαούς.

Σῶσον, Κύριε, τὸν λαόν σου,…

ὁ α’ χορὸς

Στίχ. γ’. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν
ἐστιν.

Σῶσον, Κύριε, τὸν λαόν σου,…

Εἰσοδικὸν

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ
σταυρωθείς,..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

20
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος α‘

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς
βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.

ὁ β’ χορός

᾿Απολυτίκιον· ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

᾿Εν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης περικοσμεῖσαι
λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια σεμνὰ τῷ μαρτυρίῳ
ὁδηγεῖς, ᾿Αγάπην Πίστιν ᾿Ελπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Αὐτόμελον

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς


σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς
ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν,
ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Τρισάγιον.

᾽Απόστολος

Προκείμενον Ἦχος βαρύς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

21
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

( 8:16-24; 9:1-5)

Ἀδελφοί, χάρις τῷ Θεῷ, τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ
Τίτου, ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος
ἐξῆλθε πρὸς ὑμᾶς. Συνεπέμψαμεν δὲ μετ᾿ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ
Εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· – οὐ μόνον δέ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν
ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν πρὸς
τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν)· -στελλόμενοι τοῦτο, μή τις ἡμᾶς
μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν· προνοούμενοι καλὰ οὐ
μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν
ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ
σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς
ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. Τὴν οὖν
ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδείξασθε, καὶ
εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους
περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν· οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν
καυχῶμαι Μακεδόσιν ὅτι ᾽Αχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος
ἠρέθισεν τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ
ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, μή πως ἐὰν
ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν
ἡμεῖς, (ἵνα μὴ λέγω ὑμεῖς), ἐν τῇ ὑποστάσει ταύτῃ. Ἀναγκαῖον οὖν ἡγησάμην
παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν
προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ
ὥσπερ πλεονεξίαν.

Ἀλληλούϊα (γ’)

Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

γ΄ 23 – 38, δ΄ 1

Τῷ καιρῷ ἐκείνῳ, ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν, ὡς ἐνομίζετο,


υἱός Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθάν, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰωαννᾶ, τοῦ Ἰωσήφ,
τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἑσλίμ, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ
Ματταθίου τοῦ Σεμεΰ, τοῦ Ἰωσήφ, τοῦ Ἰωδᾶ, τοῦ Ἰωαννάν, τοῦ Ρησᾶ, τοῦ
Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ
Ἐλμωδάμ, τοῦ Ἢρ, τοῦ Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, τοῦ
Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνᾶ, τοῦ Ἐλιακείμ, τοῦ Μελεᾶ, τοῦ Μαϊνάν,

22
τοῦ Ματταθᾶ, τοῦ Νάθαν, τοῦ Δαυΐδ, τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών,
τοῦ Ναασσών, τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἰωράμ, τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ
Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, τοῦ Σερούχ, τοῦ
Ραγαῦ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλᾶ, τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ
Νῶε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ Ἑνώχ, τοῦ Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν,
τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ. Ἰησοῦς δὲ πλήρης Πνεύματος ἁγίου
ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ


παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

ὁ β’ χορός

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ὁ α’ χορός

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,


ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου,
ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ
ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,
Ἀλληλουΐα.

23
ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

Δι’εὐχῶν…

Ἀμήν.

24

You might also like