Professional Documents
Culture Documents
30 04 2019 Agion Rafail Eirinis
30 04 2019 Agion Rafail Eirinis
ὁ Προεξάρχων θυμιῶν:
Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ
στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ
στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ
δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
1
ὁ β’χορὸς
Καὶ νῦν...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...
ὁ β’χορὸς
...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
2
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...
ὁ α΄ χορὸς
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
3
σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον
οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ΄ Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ
θάνατον ὤλεσεν.
( ἅπαξ )
ὁ α’ χορὸς
Δόξα Πατρί... Ἦχος β’
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
ὁ β’χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ.β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μαρτυρικῶς ἀγωνισάμενοι, ἀθλητικῶν ἐπάθλων ἐτύχετε, Ὁσιομαρτυρες
ἔνδοξοι· καὶ νῦν τῇ εὑρέσει, τῶν σεπτῶν ὑμῶν λειψάνων, ἁγιασμοῦ
ἐπληρώσατε, οὐ μόνον τὴν νῆσον Λέσβον, ἀλλὰ καὶ πᾶσαν τὴν Ἐκκλησίαν
εὐφράνατε· Χριστὸς γὰρ ὑμᾶς ἐδόξασεν, ὁ δοξασθεὶς ὑμῶν τοῖς μέλεσιν· ᾧ ἀεὶ
πρεσβεύετε, Ῥαφαὴλ καὶ Νικόλαε σὺν Εἰρήνῃ, καὶ τοῖς λοιποῖς συναθληταῖς
ὑμῶν, σῴζεσθαι ἡμᾶς πάσης θλίψεως.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
ὁ Κανών
ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς τέσσαρα
τροπάρια
ᾠδὴ α'
ὁ α’χορὸς
Ἦχος α' εἱρμὸς
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ
θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν,
ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί...
4
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα,
ἐπινίκιον ᾄδοντες.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ
κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη
αἰώνιος.
Κανὼν τῶν Ἁγίων
Ὃς φέρει ἐν τοῖς Θεοτοκίοις τὴν ἀκροστιχίδα: Γερασίμου.
Ἦχος καὶ εἱρμός, ὁ αὐτός.
ὁ α’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἀναστάσεως μελλούσης, προεκφαίνει ἡμῖν, πᾶσι τὴν θείαν δόξαν, ἡ τῶν
λειψάνων τῶν σεπτῶν, ὑμῶν φανέρωσις ἐκ γῆς, σοφὲ 'Ραφαήλ, καὶ θεῖε
Νικόλαε, τοὺς πιστοὺς ἁγιάζουσα.
ὁ β’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Καθαρθῶμεν τάς αἰσθήσεις καὶ κατίδωμεν, ὄψιν τὴν θειοτάτην, τοῦ θεοφόρου
'Ραφαήλ, καὶ Νικολάου σὺν αὐτῷ, Εἰρήνης ὁμοῦ· πιστοῖς γὰρ ὀπτάνονται,
ἐνεργοῦντες παράδοξα.
ὁ α’χορὸς
Δόξα Πατρί...
Οὐρανοὶ μὲν ὑμῶν φέρουσι τὰ πνεύματα, γῆ δὲ ἡμῖν ἀρτίως, ἀποκαλύπτει
θαυμαστῶς, τὰ λείψανα ὑμῶν σοφοί, τῇ θείᾳ βουλῇ· οἷς πίστει προστρέχοντες,
ψυχικῶς ἀγαλλομεθα.
ὁ β’χορὸς
Καὶ νῦν...Θεοτοκίον
Γεγηθυῖα σὺν ταῖς θείαις, Μυροφόροις Ἁγνή, ὕμνοις ἐξαναστάντα, τὸν σὸν ὡς
ἔβλεψας Υἱόν, οὗ τῆς ἐγερσεως τὸ φῶς, χαρὰν καὶ ζωήν, πηγάζει τοῖς πέρασι,
Θεοτόκε Πανύμνητε.
ὁ α’χορὸς
Καταβασία
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ
θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν,
ἐπινίκιον ᾄδοντας.
5
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
6
ὁ α’χορὸς
Δόξα Πατρί...
Χθὲς μὲν συνετάφητε Χριστῷ, Ῥαφαήλ καὶ Εἰρήνη τε καὶ Νικόλαε, σήμερον δὲ
σὺν αὐτῷ, ἐκφάνσει ὑμῶν τῇ θαυμαστῇ, ἐν κόσμῳ δόξαζεσθε.
ὁ β’χορὸς
Καὶ νῦν...Θεοτοκίον.
Ἔλαμψεν ἐκ σοῦ μετὰ σαρκός, ὁ νεκρώσας θανάτῳ Ἁγνὴ τὸν θάνατον, καὶ
ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ τῶν ὅλων Βασιλεύς, καὶ σώσας τὸν ἄνθρωπον.
ὁ α’χορὸς
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ'
ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
7
ᾠδὴ δ’
ὁ β’χορὸς
ὁ εἱρμὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω,
φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι
ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς
βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον
Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ
πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος,
δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ
Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι
ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῶν Ἁγίων, ὁ αὐτός.
ὁ β’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐπὶ ταῖς ὄψεσιν ὑμῶν, καὶ θεωρίαις ταῖς φρικταῖς, ἐν αἷς πολλαχῶς ὑμᾶς εἶδον,
θάμβους ἐπληρώθησαν, γυναῖκες αἱ θεόφρονες, ὡς πάλαι αἱ σεμναὶ Μυροφόροι,
καὶ ἐφανέρωσαν πᾶσιν ὑμᾶς Ἅγιοι.
ὁ α’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἄρσεν μὲν Χριστὸς ὡράθη, ὑπὲρ ἡμῶν ὡς ἀγαθός, τούτῳ δὲ ὑμεῖς ὥσπερ θεῖα,
σφάγια καὶ θύματα, ἀθλήσαντες προσήχθητε, θεόφρον Ῥαφαὴλ καὶ Εἰρήνη, σὺν
Νικολάῳ καὶ τοῖς λοιποῖς συμμάρτυσι.
ὁ β’χορὸς
Δόξα Πατρί...
Ὡς προεξάρχων τοῦ χοροῦ, Ὁσιομάρτυς Ῥαφαήλ, τῶν ἐν Καρυαῖς ἀθλησάντων,
ἁπάντων προτέθυσαι, πρισθεὶς ἀπὸ τοῦ στόματος· καὶ νῦν μετὰ τῶν σῶν
συμμαρτύρων, τὸ ὑπερκόσμιον Πάσχα ἐτελέσατε.
8
ὁ α’χορὸς
Καὶ νῦν...Θεοτοκίον.
Δάκρυα ἔρραινες Ἁγνή, ἐν τῷ Σταυρῷ τοῦ σοῦ Υἱοῦ, τοῦτον νεκρωθέντα ὁρῶσα,
πλούτῳ ἀγαθότητος, ἀλλὰ χαρᾶς πεπλήρωσαι, αὐτὸν πρώτη ἰδοῦσα ἐκ τάφου,
ἐξαναστάντα καὶ κόσμον συνεγείραντα.
Καταβασία
ὁ β’χορὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω,
φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι
ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
9
Τῶν Ἁγίων. Ὁ αὐτός.
ὁ α’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὀρθρίζοντες πλεῖστοι τῷ τάφῳ, ὑμῶν πολλῇ εὐλαβείᾳ, κατεῖδον ὑμᾶς ἐμφόβως,
Μάρτυρες ἐκλάμποντας, φωτὶ τῷ ὑπὲρ ἔννοιαν, οἷα υἱοὺς τῆς ἀναστάσεως.
ὁ β’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τὴν ἄμετρόν σου καρτερίαν, ὁ σὸς Διάκονος βλέπων, Νικόλαος ἐν τοῖς ἄθλοις,
Ῥαφαὴλ πανεύφημε, συγκοινωνός σοι γέγονε, σκάμμα διανύσας τὸ ἅγιον.
ὁ α’χορὸς
Δόξα Πατρί ...
Προσέλθωμεν πίστει καὶ πόθῳ, τῶν Καρυῶν ἐν τῷ λόφῳ, γεραίροντες τοὺς
ἐνταῦθα, ἐκφανθέντας Μάρτυρας, καὶ τούτων θεασώμεθα, δόξαν ἀληθῶς τὴν
θεόσδοτον.
ὁ β’χορὸς
Καὶ νῦν...Θεοτοκίον
Ἀΰλῳ φωτὶ ὑπὲρ λόγον, θεασαμένη Παρθένε, ἐκλάμψαντα ἐκ τοῦ τάφου, τὸν
Υἱόν σου Ἄχραντε, σὺν Ἀποστόλοις ᾔνεσας, τούτου τὴν θείαν Ἀνάστασιν.
Καταβασία
ὁ α’χορὸς
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ
Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
10
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Ὅτι ἡγίασται...
ᾠδὴ ς'
ὁ β’χορὸς
ὁ εἱρμὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης
τοῦ τάφου.
ὁ α’χορὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς...
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς
Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς
πύλας.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως,
προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ
τάφου.
Τῶν Ἁγίων, ὁ αὐτός
ὁ β’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Κατῆρες, ἐκ τῆς Θράκης Πάτερ σοφέ, πρὸς τὴν Λέσβον ἀσφαλῶς καὶ
προσῆλθες, εἰς Καρυῶν τὴν Μονήν, ἔνθα ἤθλησας, Ῥαφαὴλ θαυματουργέ, δι'
ἀγάπην Κυρίου.
ὁ α’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Φυλάξας, τὴν πρὸς τὸν Χριστὸν ἀρραγῆ, ὦ Νικόλαε ἀγάπην καὶ πίστιν,
ὑπῆλθες ἀνενδοίαστῳ ψυχῇ, τὸ μαρτύριον, καὶ συνήφθης εὐκλεῶς, τῶν
Μαρτύρων τοῖς δήμοις.
ὁ β’χορὸς
Δόξα Πατρί...
Σῶτέρ μου, οἷα προσφορὰ ἐκλεκτή, σοὶ προσήχθη ἡ παρθένος Εἰρήνη,
φλεχθεῖσα ὑπὸ πυρὸς ἀπηνῶς, ᾗ συνήθλησαν, ἐκ Θερμῆς ἄλλοι πιστοί, καὶ οἱ
ταύτην τεκόντες.
11
ὁ α’χορὸς
Καὶ νῦν...Θεοτοκίον
Σὲ πλεῖστοι, ἐν ἐξηλλαγμένῃ μορφῇ, ἔνθα ἵδρυται Μονή σου τὸ πάλαι, κατεῖδον
ἐν Καρυαῖς ἐμφανῶς, καὶ ἀνύμνησαν, τὴν σὴν χάριν πρὸς ἡμᾶς, Θεοτόκε
Παρθένε.
Καταβασία
ὁ β’χορὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης
τοῦ τάφου.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ.
Στίχοι
Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,
Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος
Βασιλέως, Ἐπισκόπου Ἀμασείας.
Στίχοι
Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,
Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.
13
Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον
Στίχοι
Ὡς φῶς ἡμῖν ὤφθησαν Ῥαφαὴλ μέγα
Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι.
Εἰς τὴν Ἁγίαν Εἰρήνην
Στίχοι
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις.
Εἰς τοὺς λοιποὺς ἀνωνύμους
Στίχοι
Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι
Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξῃς.
Ταῖς τῶν σῶν Ἁγίων Μαρτύρων πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν
Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾠδὴ ζ'
ὁ α’χορὸς
ὁ εἱρμὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ
διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν
Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ
δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ
μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
14
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Θανάτου ἑορτάζομεν νέκρωσιν ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς
αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν
τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς
λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ
τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Τῶν Ἁγίων, ὁ αὐτός.
ὁ α’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, ὑμῶν καὶ τὰ λείψανα, χρόνοις ἐν πολλοῖς,
ἀδιαλώβητα τηρεῖ, ἐν τῷ βάθει τῆς γῆς θείᾳ χάριτι, ἃ νῦν ἀποκαλύψας τῷ
κόσμῳ δοξάζει ὑμᾶς Μάρτυρες.
ὁ β’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Γυναῖκες ἀληθῶς αἱ θεόφρονες, ὑμᾶς θεασάμεναι, ὄψεσι σεπταῖς, ὦ Ῥαφαὴλ
θαυματουργέ, καὶ Εἰρήνη καὶ θεῖε Νικόλαε, ἐκήρυξαν τοῖς πᾶσιν εὐσήμως, ὑμῶν
τὴν ἐπιφάνειαν.
ὁ α’χορὸς
Δόξα Πατρί...
Θανάτου τοῦ πικροῦ ὑμῶν Ἅγιοι, τὸν τρόπον ἐδείξατε, θεῖε Ῥαφαήλ, σὺν
Νικολάῳ τῷ κλεινῷ, καὶ Εἰρήνῃ ὁμοῦ καὶ τὸ ὄνομα, καὶ κλῆσιν ἐμφανῶς τῆς
πατρίδος, τὰ πάλαι ἡμῖν ἄγνωστα.
ὁ β’χορὸς
Καὶ νῦν...Θεοτοκίον
Ἰδόντες ἐν μορφῇ ὡς ηὐδοκησας, φανῆναι τοῖς δούλοις σου, Κόρη σε Ἁγνή, ἐν
Καρυαῖς οἱ εὐσεβεῖς, τῷ φωτί σου ἀΰλως ηὐγάσθησαν, καὶ ᾔνεσαν τῶν σῶν
μεγαλείων, Παρθένε τὰ μυστήρια.
Καταβασία
ὁ α’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ
διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν
Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
15
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
16
ὁ α’χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἆρον πάσας, τοῦ δυσμενοῦς ἐπηρείας, νῦν ἀφ' ἡμῶν ὦ Πάτερ, ὡς ἡμῶν μέγας
προστάτης ὅτι ὤφθης ποτέ, τάς οἰκίας τῶν πιστῶν σημειούμενος, σὺν τῷ
Νικολάῳ, Σταυροῦ τῷ θείῳ τύπῳ.
ὁ β’χορὸς
Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον
Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, ὑπέρθεε θεότης, τοὺς ὑπὲρ σοῦ
ἠθληκότας, Ῥαφαήλ τὸν σοφόν, καὶ Νικόλαον λαμπρῶς συνεδόξασας, ἅμα καὶ
Εἰρήνην, δι' ὧν σῶσον τὸν κόσμον.
ὁ α’χορὸς
Καὶ νῦν... Θεοτοκίον
Μνήσθητι Ἁγνή, τῶν πιστῶν ἱκετῶν σου, τῶν πόθῳ προστρεχόντων, Καρυῶν τῷ
γηλόφῳ, ἔνθα φαίνῃ πολλοῖς, καὶ παρέχεις εὐλογίαν οὐράνιον, Κεχαριτωμένη,
Παρθένε Θεοτόκε.
ὁ β’χορὸς
Καταβασία
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν
ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς
αἰῶνας.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
17
ὁ εἱρμὸς
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ
τόκου σου.
ὁ β’χορὸς
Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν
τόν ζωοδότην.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ...
ὁ α’χορὸς
Στίχ. Χριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν
ἁμαρτίαν κόσμου.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ,
ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν
ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
ὁ β’χορὸς
Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης
ἐσκυλεύθη.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ
δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς
βασιλείας σου.
Τῶν Ἁγίων, ὁ αὐτός.
ὁ α’χορὸς
Στίχ. Μεγάλυνον ψυχή μου, Ῥαφαὴλ τὸν μέγαν, ὁμοῦ σὺν Νικολάῳ, Εἰρήνην
τὴν Ἁγίαν.
Λαμπρύνου ἀγαλλου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ὁ Θεὸς γὰρ τῆς δόξης, ξένα σοι
πεποίηκε, καὶ θαυμαστά, ἐν σημείοις πολλοῖς, ἄρτι ὡς φῶς, τοὺς πρὶν
κεκρυμμένους, ἀποκαλύψας σοι Μάρτυρας.
ὁ β’χορὸς
Στίχ. Μεγάλυνον ψυχή μου, τοὺς Μάρτυρας Κυρίου, τούς νῦν φανερωθέντας,
εἰς φῶς πιστῶν καὶ δόξαν.
Ὢ θέας ἀρρήτου ἧς ἠξιώθησαν πιστοί, πολλαχῶς κατιδόντες, ὑμᾶς ἀξιάγαστοι,
ὦ Ῥαφαήλ, τῆς Ἰθάκης βλαστέ, σὺν τῷ κλεινῷ, ἅμα Νικολάω, καὶ τῇ Εἰρήνῃ τῇ
θεόφρονι.
ὁ α’χορὸς
Δόξα Πατρί...
Στίχ. Μεγάλυνον ψυχή μου, Τριάδα τὴν Ἁγίαν, τὴν δείξασαν τῷ κόσμῳ, ὡς φῶς
τοὺς Ἀθλοφόρους.
Ὦ Πάσχα τοῦ θείου· οὗ ἠξιώθητε τανῦν, Ῥαφαὴλ θεοφόρε, καὶ θεῖε Νικόλαε,
σὺν τοῖς λοιποῖς, σὺν ὑμῖν Ἀθληταῖς. 'Ἀλλ' εὐλογεῖν, σὺν τῇ νήσῳ Λέσβῳ, πάντα
πιστὸν μὴ διαλίπητε.
18
ὁ β’χορὸς
Καὶ νῦν...
Στίχ. Μεγάλυνον ψυχή μου, τὴν μόνην Θεοτόκον, τὴν σκέπουσαν τὸν κόσμον,
ἐκ πάσης ἐπηρείας.
Ὑψίστου καθέδρα, καὶ φωτοστόλιστε ναέ, Θεοτόκε Παρθένε, κόρη
παντευλόγητε, σκέπε, ἀεί, τὴν σεπτήν σου Μονήν, καὶ τοῖς πιστοῖς, δίδου πᾶσαν
χάριν, ταῖς τῶν μαρτύρων δεήσεσι.
Καταβασία
ὁ α’χορὸς
Στίχ. Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ
χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ
τόκου σου.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωὴν καὶ μέγα ἔλεος.
19
ὁ α’χορὸς
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ
ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας...
ὁ β’χορὸς
... τοῦ κόσμου σωτήριον.
AINOI
ὁ α’ χορός
Ἦχος γ’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις
αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον΄ Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις
αὐτοῦ.
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ
Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη
ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς
δυνάμεως αὐτοῦ.
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς
ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν
ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
τῆς μεγαλωσύνης αὐτοῦ
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία
γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον
καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα΄ Τί ζητεῖτε; τὸν ζῶντα
μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ
Γαλιλαίᾳ.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν
νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις
δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
20
Τῶν Ἁγίων, ἦχος α'
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων.
Ἡ νῆσος Λέσβος ἀγάλλου πᾶσα καὶ χόρευε, ἐπὶ τῇ παραδόξῳ, τῶν Μαρτύρων
εὑρέσει, τὸ χαίρετε βοῶσα αὐτοῖς ἐν χαρᾷ, Ῥαφαὴλ καὶ Νικόλαε· ἄρτι
γνωσθέντες γὰρ ὤφθητε τοῖς πιστοῖς, ἀληθὴς δόξα καὶ στήριγμα.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐκ τῆς Ἰθάκης .βλαστήσας ὦ Ῥαφαὴλ θαυμαστέ, ἐν Λέσβῳ δὲ ἀσκήσας, καὶ
ἀνδρείως ἀθλήσας, ταύτην ἁγιάζεις τῇ τοῦ σεπτοῦ, ἀνευρέσει λειψάνου σου, καὶ
ταῖς πολλαῖς ἐμφανείαις δι' ὧν πιστοῖς, χάριν νέμεις τὴν σωτήριον.
ὁ α’ χορός
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Διακονήσας ἐνθέως Χριστῷ Νικόλαε, καὶ ἀνδρικῶς ἀθλήσας, Ῥαφαὴλ σὺν τῷ
θείῳ, ἅμα καὶ Εἰρήνῃ ὑπὲρ Χριστοῦ, μετὰ χρόνιον ἔγκρυψιν, ἐξανατέλλετε
κόσμῳ περιφανῶς, ὡς ἀστέρες φαεινότατοι.
ὁ β’ χορός
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Σιὼν ὡς ὄρος ὁρᾶται ὁ λόφος τῶν Καρυῶν, ἔνθα θεοσημεῖαι, παραδόξως
τελοῦνται· σπεύσωμεν οὖν πάντες πίστει θερμῇ, Ῥαφαὴλ καὶ Νικόλαον, καὶ τὴν
Εἰρήνην καὶ πάντας τοὺς ἐν αὐτῷ, μαρτυρήσαντας γεραίροντες.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
ὁ α’ χορός
Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ
φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα
μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον,
Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου
ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
21
ὁ β’ χορός
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου
πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν
χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου
Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον
προερχόμενον.
ὁ α’ χορός
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι
εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ
Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς
προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ
Μαθηταῖς.
ὁ β’ χορός
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν
ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν
ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης,
καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια
χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ α’ χορός
Δόξα Πατρί...ἦχος πλ.α’
Νομίμως ἀθλήσαντες, ἀξίως ἐν οὐρανοῖς ἐδοξάσθητε, Ὁσιομάρτυρες ἔνδοξοι.
Ταύτης οὖν τῆς δόξης τάς δαψιλεῖς ἀντιμισθίας, μετὰ πολυχρόνιον κατάκρυψιν,
ἐφάνητε ἡμῖν γνωρίζοντες, ἐν δυνάμει σημείων καὶ τεράτων, καὶ ὑπερβολῇ
ἀποκαλύψεων, καὶ Πνεύματος Ἁγίου μερισμοῖς, εἰς περιποίησιν πιστῶν καὶ
σωτηρίαν. Ἀλλ' ὦ Μάρτυρες Χριστοῦ, Ἐκκλησίας δόξα καὶ ἑδραίωμα, Ῥαφαήλ
θαυματουργέ, σὺν Νικολάῳ τῷ Διακόνῳ, καὶ Εἰρήνη τῇ παρθένῳ, καὶ τοῖς
λοιποῖς ὑμῶν συναθληταῖς, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν...ἦχος ὁ αὐτός
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους
περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν
πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν...
22
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ΑΝΤΙΦΩΝΑ
Τοῦ Πάσχα
Ἀντίφωνον α’
Ἦχος ‘'
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
ὁ α’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου
ψεύσονταί σε οἱ ἐχθροί σου.
ὁ α’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
23
ὁ β’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
ὁ α’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς
γῆς.
ὁ α’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...
Δόξα Πατρί... Καὶ νῦν...
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος
διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός,
θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ
καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ
φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
24
ὁ β’ χορός
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι
εὐφρανθήτωσαν.
ὁ α’ χορός
Χριστὸς ἀνέστη...
Εἶτα τὸ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(ἐκ γ').
ὁ β’ χορός
Ἡ Ὑπακοὴ Ἦχος δ’
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον
ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ
ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια
σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας
τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
Ἀπολυτίκια τῶν Ἁγίων. Ἦχος δ’
ὁ α’ χορός
Ταχὺ προκατάλαβε.
Τοῦ θείου λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ
δαψιλῶς, δοθείσης σοι χάριτος· Σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ
πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ
εὐφραινόμεθα.
Ἕτερον τοῦ Ἁγ. Ῥαφαήλ. Ἦχος α’
ὁ β’ χορός
Τῆς ἐρήμου πολίτης.
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν,
Ῥαφαὴλ εὐφημήσωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς
πιστοῖς, καὶ κατ' ὄναρ καὶ καθ' ὕπαρ, ὑπερφυῶς ὀπτάνεται τοῖς κράζουσι· Δόξα
τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ
σοῦ, ἡμῶν τὰ αἰτήματα.
25
Ἄλλον, κοινὸν τῶν τριῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης.
Ἦχος δ’
ὁ α’ χορός
Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν
Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαήλ θεοφόρε, ἅμα
σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις
πρὸς Κύριον.
ὁ β’ χορός
Κοντάκιον Ἦχος β’
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν, καὶ
ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε,
καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων
ἀνάστασιν.
Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
ΤΡΙΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος γ΄
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (β:14-21)
Ἐν ταῖς ἡμέραις ἐκείναις, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν
αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες
Ἰερουσαλὴμ πάντες͵ τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς
ἡμέρας͵ ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ͵ Καὶ ἔσται ἐν
ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός͵ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν
σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν͵ καὶ οἱ
νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται͵ καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια
ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς
ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου͵ καὶ προφητεύσουσι. Καὶ δώσω
τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω͵ αἷμα καὶ πῦρ καὶ ἀτμίδα
καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν
ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ
ὄνομα Κυρίου σωθήσεται.
Ἀλληλούϊα. Ἦχος πλ. δ΄
26
Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
ΕΩΘΙΝΟΝ Ε' ( κδ’, 12-35)
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας
βλέπει τὰ ὀθόνια κείμενα μόνα. καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ
γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην
ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. καὶ αὐτοὶ
ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο
ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί, αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο
αὐτοῖς, οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. εἶπε δὲ πρὸς
αὐτούς΄ Τῖνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες,
καὶ ἐστὲ σκυθρωποὶ; ἀποκριθείς δὲ ὁ εἷς ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν΄ Σὺ
μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς
ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς΄ Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ
Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ
Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ
ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν
ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις
τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές
τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ
εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ
λέγουσιν αὐτὸν ζῆν΄ καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον
οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς
αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν
οἱ προφῆται, οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν
αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν,
διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. καὶ ἤγγισαν εἰς τὴν
κώμην οὐ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ
παρεβιάσαντο αὐτόν , λέγοντες, Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ
κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ
κατακλιθῆναι αὐτὸν μετ' αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας
ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν,
καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους, οὐχὶ ἡ καρδία
ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς
γραφάς; καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον
συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ
27
Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς
ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
28
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
ΧΕΡΟΥΒΙΚΟΝ
ὁ α’ χορός
Ἦχος γ’
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον
ὕμνον προσάδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν,
ὁ β’ χορός
Ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι,
Μεγάλη Εἴσοδος
ὁ β’ χορός
...Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.
Εἰς τὸ Ἐξαιρέτως
ὁ α’χορὸς
Ἦχος α'
Στίχ. Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ
χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ
τόκου σου.
Κοινωνικὸν
ὁ β’ χορός
Ἦχος γ'
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
Εἰς τούς πανηγυρίζοντας Ναούς
Ἦχος γ'
Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι. Ἀλληλούϊα.
Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» καὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...»
λέγεται τό, Χριστὸς ἀνέστη.
Ο ΕΝ ΑΘΗΝΑΙΣ
ΣΥΛΛΟΓΟΣ ΜΟΥΣΙΚΟΦΙΛΩΝ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
www.cmkon.org
30