You are on page 1of 7

Funeral Service

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν


ΙΕΡΕΥΣ πληµµέληµα ἑκούσιόν τε καὶ ἀκούσιον.
Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν (Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἐλέησον.)
ΧΟΡΟΣ Ὅπως Κύριος ὁ Θεός τάξῃ τὴν ψυχὴν
Ἀµήν. αὐτοῦ (αὐτῆς), ἔνθα οἱ δίκαιοι ἀναπαύονται·
τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς)
Ἦχος πλ. βʹ. ἁµαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ
Ἄµωµοι ἐν ὁδῷ. Ἀλληλούϊα. Εὐλογητὸς Βασιλεῖ καὶ Θεῷ ἡµῶν αἰτησώµεθα.
εἶ Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Ἀλληλούϊα. (Παράσχου, Κύριε.)

Ἐπεπόθησεν ἡ ψυχή µου, τοῦ ΙΕΡΕΥΣ


ἐπιθυµῆσαι τὰ κρίµατά σου ἐν παντὶ καιρῷ. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ
Ἀλληλούϊα. ἀνάπαυσις τοῦ κεκοιµηµένου δούλου σου
Ἐνύσταξεν ἡ ψυχή µου ἀπὸ ἀκηδίας, (τοῦδε), Χριστέ ὁ Θεός ἡµῶν, καὶ σοὶ τὴν
βεβαίωσόν µε ἐν τοῖς λόγοις σου. δόξαν ἀναπέµποµεν, σὺν τῷ ἀνάρχῳ σου
Ἀλληλούϊα. Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
Κλῖνον τὴν καρδίαν µου εἰς τὰ µαρτύριά ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεί καὶ εἰς
σου, καὶ µὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα. τοὺς αἰῶνας τῶν αιώνων.
Ἀθυµία κατέσχε µε ἀπὸ ἁµαρτωλῶν, (Ἀµήν.)
τῶν ἐγκαταλιµπανόντων τὸν νόµον σου.
ΧΟΡΟΣ
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Μέτοχος ἐγώ εἰµι πάντων τῶν
Ἦχος πλ. αʹ.
φοβουµένων σε καὶ τῶν φυλασσόντων τὰς
ἐντολάς σου. Ἀλληλούϊα. Αἱ χεῖρές σου ἐποίησάν µε καὶ ἔπλασάν
µε· συνέτισόν µε καὶ µαθήσοµαι τὰς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. ἐντολάς σου. Ἐλέησόν µε, Κύριε.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ
αἰώνων. Ἀµήν. δικαιώµατά σου οὐκ ἐπελαθόµην. Ἐλέησόν
Ἀλληλούϊα. µε, Κύριε.

ΔΙΑΚΟΝΟΣ
Σός εἰµι ἐγώ, σῶσόν µε, ὅτι τὰ
δικαιώµατά σου ἐξεζήτησα. Ἐλέησόν µε,
Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ µέγα Κύριε.
ἒλεός Σου, δεόµεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Ἀπὸ τῶν κριµάτων σου οὐκ ἐξέκλινα,
ὅτι σὺ ἐνοµοθέτησάς µε. Ἐλέησόν µε, Κύριε.
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,
Ἔκλινα τὴν καρδίαν µου τοῦ ποιῆσαι
ἐλέησον.)
τὰ δικαιώµατά σου εἰς τὸν αἰῶνα δι'
Ἐτι δεόµεθα ὑπὲρ ἀναπαύσεως τῆς ἀντάµειψιν. Ἐλέησόν µε, Κύριε.
ψυχῆς τοῦ κεκοιµηµένου δούλου (τῆς Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ·
κεκοιµηµένης δούλης) τοῦ Θεοῦ (τοῦδε), καὶ διεσκέδασαν τὸν νόµον σου. Ἐλέησόν µε,
Κύριε.

1
Funeral Service

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Νεκρώσιµα Εὐλογητάρια.


Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν Ἦχος πλ. αʹ.
αἰώνων. Ἀµήν. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
Ἐλέησόν µε, Κύριε. δικαιώµατά σου.

ΔΙΑΚΟΝΟΣ Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς


Τοῦ Κυρίου δεηθῶµεν. ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ,
τὴν ὁδὸν διὰ τῆς µετανοίας. τὸ ἀπολωλὸς
(Κύριε, ἐλέησον.)
πρόβατον ἐγώ εἰµι, ἀνακάλεσαί µε, Σωτήρ,
ΙΕΡΕΥΣ
καὶ σῶσόν µε.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ
ἀνάπαυσις τοῦ κεκοιµηµένου δούλου σου Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
(τοῦδε), Χριστέ ὁ Θεός ἡµῶν, καὶ σοὶ τὴν δικαιώµατά σου.
δόξαν ἀναπέµποµεν, σὺν τῷ ἀνάρχῳ σου Ὁ πάλαι µέν, ἐκ µὴ ὄντων πλάσας µε,
Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
καὶ εἰκόνι σου θείᾳ τιµήσας, παραβάσει
ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεί καὶ εἰς
ἐντολῆς δὲ πάλιν µε ἐπιστρέψας
τοὺς αἰῶνας τῶν αιώνων.
εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ'
(Ἀµήν.)
ὁµοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος
ΧΟΡΟΣ ἀναµορφώσασθαι.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
Ἦχος πλ. δʹ.
δικαιώµατά σου.
Καὶ ἐλέησόν µε. Ἀλληλούϊα. Ἐπίβλεψον
ἐπ' ἐµὲ καὶ ἐλέησόν µε κατὰ τὸ κρίµα τῶν Εἰκών εἰµι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ
ἀγαπώντων τὸ ὄνοµά σου. Ἀλληλούϊα. στίγµατα φέρω πταισµάτων, οἰκτείρησον
Νεώτερος ἐγώ εἰµι καὶ ἐξουδενωµένος· τὸ σὸν πλάσµα, Δέσποτα, καὶ καθάρισον
τὰ δικαιώµατά σου οὐκ ἐπελαθόµην. σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα
Ἀλληλούϊα.
παράσχου µοι, Παραδείσου πάλιν ποιῶν
Τῆς φωνῆς µου ἄκουσον, Κύριε, κατὰ πολίτην µε.
τὸ ἔλεός σου, κατὰ τὸ κρῖµά σου ζῆσόν µε.
Ἀλληλούϊα. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
Ἄρχοντες κατεδίωξάν µε δωρεάν, καὶ δικαιώµατά σου.
ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου,
µου. Ἀλληλούϊα.
καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ,
Ζήσεται ἡ ψυχή µου καὶ αἰνέσει σε, καὶ
ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ
τὰ κρίµατά σου βοηθήσει µοι.
δίκαιοι ἐκλάµψουσιν ὡς φωστῆρες, τοὺς
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός·
κεκοιµηµένους δούλους σου ἀνάπαυσον,
ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς
σου οὐκ ἐπελαθόµην. παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήµατα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι.
Τὸ τριλαµπὲς τῆς µιᾶς Θεότητος,
εὐσεβῶς ὑµνήσωµεν βοῶντες· Ἅγιος εἶ,

2
Funeral Service

ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς ταῖς τῶν ἁγίων σου κατάταξον σκηναῖς, τὰ
καὶ θεῖον Πνεῦµα. φώτισον ἡµᾶς πίστει πνεύµατα τῶν σῶν δούλων ἀεί.
σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς Ἕτερον ἐκτὸς Τυπικοῦ.
ἐξάρπασον. Ἦχος βʹ.
Οἴµοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή,
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
χωριζοµένη ἐκ τοῦ σώµατος! οἴµοι πόσα
αἰώνων. Ἀµήν.
δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν
Χαῖρε σεµνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα,
αὐτήν! πρὸς τοὺς Ἀγγέλους τὰ ὄµµατα
εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν
ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς
ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ
ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει
εὕροιµεν Παράδεισον, Θεοτόκε, ἁγνὴ
τὸν βοηθοῦντα. Διὸ ἀγαπητοί µου ἀδελφοί,
εὐλογηµένη.
ἐννοήσαντες ἡµῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. µεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ
Δόξα σοι ὁ Θεός. αἰτησώµεθα, καὶ ταῖς ψυχαῖς ἡµῶν τὸ µέγα
Κοντάκιον. Ἦχος πλ. δʹ. ἔλεος.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, Ἠχος γʹ.
τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι Πάντα µαταιότης τὰ ἀνθρώπινα, ὅσα
πόνος, οὐ λύπη, οὐ στεναγµός, ἀλλὰ ζωὴ οὐχ ὑπάρχει µετὰ θάνατον, οὐ παραµένει
ἀτελεύτητος. ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν
Νεκρώσιµα Ἰδιόµελα. γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται.
Ποίηµα Ἰωάννου Μοναχοῦ (τοῦ Δαµασκηνοῦ). Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωµεν·
Ἦχος αʹ. Τοὺς µεταστάντας ἐξ ἡµῶν ἀνάπαυσον,
Ποία τοῦ βίου τρυφὴ διαµένει λύπης ἔνθα πάντων ἐστίν, εὐφραινοµένων ἡ
ἀµέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς κατοικία.
ἀµετάθετος; πάντα σκιᾶς ἀσθενέστερα,
Ἦχος δʹ. Ἔδωκας σηµείωσιν.
πάντα ὀνείρων ἀπατηλότερα, µία ῥοπή, καὶ
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου
ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν
µυστήριον! Πῶς ψυχὴ ἐκ τοῦ σώµατος,
τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ
βιαίως χωρίζεται, ἐκ τῆς ἁρµονίας, καὶ τῆς
γλυκασµῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω
συµφυΐας ὁ φυσικώτατος δεσµός, θείῳ
ἀνάπαυσον ὡς φιλάνθρωπος.
βουλήµατι ἀποτέµνεται; Διό σε ἱκετεύοµεν,
Ἦχος βʹ. τοὺς µεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς
Ὡς ἄνθος µαραίνεται, καὶ ὡς ὄναρ τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε.
παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος,
Ἕτερον ἐκτὸς Τυπικοῦ.
πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ Ἦχος δʹ.
ὡς ἐν συσσεισµῷ, πάντες ἀναστήσονται, Ποῦ ἐστιν ἡ τοῦ κόσµου προσπάθεια;
πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός. ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία;
Τότε Δέσποτα, οὓς µετέστησας ἐξ ἡµῶν, ἐν ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; ποῦ ἐστι

3
Funeral Service

τῶν οἰκετῶν ἡ πληµµύρα καὶ ὁ θόρυβος; γῆν ἐξ ἦς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν


πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.
Ἀλλὰ δεῦτε βοήσωµεν τῷ ἀθανάτῳ Βασιλεῖ. Ἦχος πλ. δʹ.
Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, Θρηνῷ καὶ ὀδύροµαι, ὅταν ἐννοήσω τὸν
τοὺς µεταστάντας ἐξ ἡµῶν, καὶ ἀνάπαυσον θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειµένην,
αὐτούς, ἐν τῇ ἀγήρῳ µακαριότητι. τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡµῖν
Ἦχος πλ. αʹ. ὡραιότητα, ἄµορφον, ἄδοξον, µὴ ἔχουσαν
Ἐµνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἶδος, ὢ τοῦ θαύµατος! τί τὸ περὶ ἡµᾶς,
εἰµι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα τοῦτο γέγονε µυστήριον, πῶς παρεδόθηµεν
ἐν τοῖς µνήµασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ τῇ φθορᾷ; πῶς συνεζεύχθηµεν τῷ θανάτῳ;
γεγυµνωµένα, καὶ εἶπα· Ἆρα τίς ἐστι; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ
Βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ παρέχοντος τοῖς µεταστᾶσι τὴν ἀνάπαυσιν.
πένης, ἢ δίκαιος, ἢ ἁµαρτωλός; ἀλλὰ Δόξα. Ἦχος πλ. δʹ.
ἀνάπαυσον, Κύριε, µετὰ δικαίων τοὺς Ὁ θάνατός σου Κύριε, ἀθανασίας
δούλους σου, ὡς φιλάνθρωπος. γέγονε πρόξενος· εἰ µὴ γὰρ ἐν µνήµατι
Ἦχος πλ. βʹ. κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο·
Ἀρχή µοι καὶ ὑπόστασις, τὸ διὸ τοὺς µεταστάντας ἀνάπαυσον, ὡς
πλαστουργόν σου γέγονε πρόσταγµα· Φιλάνθρωπος.
βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς, Καὶ νῦν. Ἦχος πλ. δʹ.
ζῶόν µε συµπῆξαι φύσεως, γῆθέν µου τὸ Ἁγνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ
σῶµα διέπλασας, δέδωκας δέ µοι ψυχήν, Θεοῦ ἡµῶν Μήτηρ, ἱκέτευε σωθῆναι ἡµᾶς.
τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐµπνεύσει. Διὸ
Προκείµενον. Ἠχος γʹ.
Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων,
Μακαρία ἡ ὁδός, ᾗ πορεύει σήµερον, ὅτι
ἐν σκηναῖς Δικαίων ἀνάπαυσον. ἡτοιµάσθη σοι τόπος ἀναπαύσεως.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόµεθα. Ο ΑΠΟΣΤΟΛΟΣ
Ἀνάπαυσον Σωτὴρ ἡµῶν ζωοδότα, ΔΙΑΚΟΝΟΣ
οὓς µετέστησας ἀδελφοὺς ἡµῶν, ἐκ τῶν Πρόσχωµεν!
προσκαίρων, κράζοντας· Κύριε δόξα σοι.
ΑΝΑΓΝΩΣΤΗΣ
Ἕτερον ἐκτὸς Τυπικοῦ.
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξοµαι,
Ἦχος βαρύς.
ὁ Θεός µου, µὴ παρασιωπήσῃς ἀπ' ἐµοῦ,
Κατ' εἰκόνα σὴν καὶ ὁµοίωσιν,
µήποτε παρασιωπήσῃς ἀπ' ἐµοῦ καὶ
πλαστουργήσας κατ' ἀρχὰς τὸν ἄνθρωπον,
ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν
κτισµάτων, φθόνῳ δὲ διαβόλου ἀπατηθείς, ΔΙΑΚΟΝΟΣ

τῆς βρώσεως µετέσχε, τῶν ἐντολῶν σου Σοφία!


παραβάτης γεγονώς· διὸ πάλιν αὐτὸν εἰς

4
Funeral Service

ΑΝΑΓΝΩΣΤΗΣ ΔΙΑΚΟΝΟΣ
Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου
Παύλου τὸ ἀνάγνωσµα. τὸ ἀνάγνωσµα.
ΔΙΑΚΟΝΟΣ ΙΕΡΕΥΣ
Πρόσχωµεν! Πρόσχωµεν!
ΑΝΑΓΝΩΣΤΗΣ (Δόξα σοι, Κύριε, δόξα σοι.)
(4:13-18)
ΔΙΑΚΟΝΟΣ
Ἀδελφοί, οὐ θέλοµεν ὑµᾶς ἀγνοεῖν περὶ
(5:24-30)
τῶν κεκοιµηµένων, ἵνα µὴ λυπῆσθε καθὼς Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας
καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πρὸς αὐτὸν Ἰουδαίους· Ἀµήν, ἀµὴν λέγω
πιστεύοµεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, ὑµῖν ὅτι ὁ τὸν λόγον µου ἀκούων καὶ
οὕτω καὶ ὁ Θεὸς τοὺς κοιµηθέντας διὰ πιστεύων τῷ πέµψαντί µε, ἔχει ζωὴν
τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑµῖν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ
λέγοµεν ἐν λόγῳ Κυρίου, ὅτι ἡµεῖς οἱ ζῶντες µεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ Ἀµήν, ἀµὴν λέγω ὑµῖν ὅτι ἔρχεται ὥρα,
Κυρίου οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας· καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς
ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσµατι, ἐν φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες
φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ζήσονται· ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν
καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν
Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡµεῖς ἔχειν ἐν ἑαυτῷ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ
οἱ ζῶντες οἱ περιλειπόµενοι ἅµα σὺν αὐτοῖς καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστι.
ἁρπαγησόµεθα ἐν νεφέλαις εἰς ἀπάντησιν Μὴ θαυµάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα, ἐν
τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε ᾖ πάντες οἱ ἐν τοῖς µνηµείοις ἀκούσονται
σὺν Κυρίῳ ἐσόµεθα. [Ὥστε παρακαλεῖτε τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ
ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.] τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς,
ΙΕΡΕΥΣ οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν
Εἰρήνη σοι τῷ ἀναγινώσκοντι. κρίσεως, οὐ δύναµαι ἐγὼ ποιεῖν ἀπ' ἐµαυτοῦ
οὐδέν. Καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ
ΧΟΡΟΣ
ἐµὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέληµα τὸ
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ἐµὸν ἀλλὰ τὸ θέληµα τοῦ πέµψαντός µε
ΤΟ ΘΕΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
Πατρός.
ΔΙΑΚΟΝΟΣ
Σοφία! Ὀρθοί! Ἀκούσωµεν τοῦ ἁγίου ΙΕΡΕΥΣ
Εὐαγγελίου. Εἰρήνη σοι τῷ εὐαγγελιζοµένῳ.

ΙΕΡΕΥΣ ΧΟΡΟΣ
Εἰρήνη πᾶσι. Δόξα σοι, Κύριε, δόξα σοι.
(Καὶ τῷ πνεύµατί σου.)

5
Funeral Service

ΔΙΑΚΟΝΟΣ (τοῦδε), Χριστέ ὁ Θεός ἡµῶν, καὶ σοὶ τὴν


Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ µέγα δόξαν ἀναπέµποµεν, σὺν τῷ ἀνάρχῳ σου
ἒλεός Σου, δεόµεθά Σου, ἐπάκουσον καὶ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ἐλέησον. ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεί καὶ εἰς
τοὺς αἰῶνας τῶν αιώνων.
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,
ἐλέησον.) (Ἀµήν.)

Ἐτι δεόµεθα ὑπὲρ ἀναπαύσεως τῆς ΙΕΡΕΥΣ


ψυχῆς τοῦ κεκοιµηµένου δούλου (τῆς Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡµῶν,
κεκοιµηµένης δούλης) τοῦ Θεοῦ (τοῦδε), καὶ δόξα σοι.
ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν
Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν
πληµµέληµα ἑκούσιόν τε καὶ ἀκούσιον.
ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς
ἐλέησον.) ἡµῶν, ταῖς πρεσβείαις τῆς παναχράντου
καὶ παναµώµου ἁγίας αὐτοῦ Μητρός,
Ὅπως Κύριος ὁ Θεός τάξῃ τὴν ψυχὴν
αὐτοῦ (αὐτῆς), ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήµων
τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων
οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) Πατέρων ἡµῶν· τῶν ἁγίων καὶ ἐνδόξων
ἁµαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ προπατόρων Ἀβραάµ, Ἰσαάκ, καὶ Ἰακώβ,
Βασιλεῖ καὶ Θεῷ ἡµῶν αἰτησώµεθα. τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου
τοῦ τετραηµέρου, καὶ πάντων τῶν Ἁγίων,
(Παράσχου, Κύριε.) τὴν ψυχὴν τοῦ ἐξ ἡµῶν µεταστάντος δούλου
ΙΕΡΕΥΣ αὐτοῦ (τοῦ δεῖνος) ἐν σκηναῖς δικαίων
τάξαι, ἐν κόλποις Ἀβραὰµ ἀναπαύσαι, καὶ
Ὁ Θεὸς τῶν πνευµάτων καὶ πάσης
µετὰ ἁγίων συναριθµήσαι, ἡµᾶς δὲ ἐλεήσαι
σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσµῳ
Αἰωνία σου ἡ µνήµη, ἀξιοµακάριστε καὶ
σου δωρησάµενος, αυτός, Κύριε, ἀνάπαυσον
ἀείµνηστε ἀδελφὲ ἡµῶν. (ἐκ γʹ)
τὴν ψυχὴν τοῦ κεκοιµηµένου δούλου σου
ΛΑΟΣ
(τοῦδε) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ,
ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, Αἰωνία ἡ µνήµη· αἰωνία ἡ µνήµη· αἰωνία
λύπη καὶ στεναγµός. Πᾶν ἁµάρτηµα τὸ αὐτοῦ ἡ µνήµη.
παρ' αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ ΧΟΡΟΣ
διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.
συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς Δεῦτε τελευταῖον ἀσπασµόν, δῶµεν
ζήσεται καὶ οὐχ ἁµαρτήσει· σὺ γὰρ µόνος ἀδελφοὶ τῷ θανόντι (τῇ θανούσῃ),
ἐκτὸς ἁµαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου εὐχαριστοῦντες Θεῷ· οὗτος (αὗτη) γὰρ
δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόµος σου ἐξέλιπε τῆς συγγενείας αὐτοῦ (αὐτῆς), καὶ
ἀλήθεια. πρὸς τάφον ἐπεὶγεται, οὐκ ἔτι φροντίζων
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ (φροντίζουσα), τὰ τῆς µαταιότητος καὶ
ἀνάπαυσις τοῦ κεκοιµηµένου δούλου σου πολυµόχθου σαρκός. Ποῦ νῦν συγγενεῖς τε

6
Funeral Service

καὶ φίλοι; Ἄρτι χωριζόµεθα ὅνπερ (ἥνπερ),


ἀναπαῦσαι Κύριος εὐξώµεθα.
Ποῖος χωρισµός, ὦ ἀδελφοί, ποῖος
κοπετός, ποῖος θρῆνος, ἐν τῇ παρούσῃ
ῥοπῇ ! Δεῦτε οὖν ἀσπάσασθε τόν (τήν)
πρὸ µικροῦ µεθ' ἡµῶν· παραδίδοται τάφῳ
γάρ, καλύπτεται λίθῳ, σκότει κατοικίζεται,
νεκροῖς συνθάπτεται· πάντες συγγενεῖς τε
καὶ φίλοι, ἄρτι χωριζόµεθα ὅνπερ (ἥνπερ),
ἀναπαῦσαι Κύριος εὐξώµεθα.
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Σῷζε τοὺς ἐλπίζοντας εἰς σέ, Μήτηρ
τοῦ ἀδύτου Ἡλίου, Θεογεννήτρια,
αἴτησαι πρεσβείαις σου τὸν Ὑπεράγαθον,
ἀναπαῦσαι δεόµεθα, τὸν νῦν µεταστάντα
(τὴν νῦν µεταστᾶσαν), ἔνθα ἀναπαύονται
αἱ τῶν δικαίων ψυχαί, θείων ἀγαθῶν
κληρονόµον, δεῖξον ἐν αὐλαῖς τῶν δικαίων
εἰς µνηµόσυνον, Πανάµωµε, αἰώνιον.

ΙΕΡΕΥΣ
Ῥαντιεῖς µε ὑσσώπῳ, καὶ
καθαρισθήσοµαι, πλυνεῖς µε, καὶ ὑπὲρ
χιόνα λευκανθήσοµαι.

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς,


ἡ οἰκουµένη καὶ πάντες οἱ κατοικοῦντες ἐν
αὐτῇ. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ
ἀνάπαυσις τοῦ κεκοιµηµένου δούλου σου
(τοῦδε), Χριστέ ὁ Θεός ἡµῶν, καὶ σοὶ τὴν
δόξαν ἀναπέµποµεν, σὺν τῷ ἀνάρχῳ σου
Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεί καὶ εἰς
τοὺς αἰῶνας τῶν αιώνων.
(Ἀµήν.)
Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡµᾶς.

You might also like