You are on page 1of 2

The small things sections

—ἔτι διὰ τὸ παρὰμικρόν. λέγω δὲ παρὰ μικρόν, ὅτι πολλάκις λανθάνει μεγάληγινομένη με
τάβασις τῶν νομίμων, ὅταν παρορῶσι τὸ μικρόν,ὥσπερ ἐν Ἀμβρακίᾳ μικρὸν ἦν τὸ τίμημα, τ
έλος δ᾽ ἀπ᾽ οὐθενὸςἦρχον, ὡς ἔγγιον ἢ μηθὲν διαφέρον τοῦ [25] μηθὲν τὸ μικρόν.

5.3.1303a22-25
5.4.1303b17-a17

[1303β17] .Γίγνονται μὲν οὖν αἱ στάσεις οὐ περὶ μικρῶν ἀλλ᾽ ἐκ μικρῶν,στασιάζουσι δὲ περὶ 
μεγάλων. μάλιστα δὲ καὶ αἱ μικραὶἰσχύουσιν, ὅταν ἐν τοῖς κυρίοις [20] γένωνται, οἷον συνέβ
η καὶ ἐνΣυρακούσαις ἐν τοῖς ἀρχαίοις χρόνοις. μετέβαλε γὰρ ἡ πολιτείαἐκ δύο νεανίσκων σ
τασιασάντων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων, περὶἐρωτικὴν αἰτίαν. θατέρου γὰρ ἀποδημοῦντος 
ἅτερος ὤν τὸνἐρώμενον αὐτοῦ ὑπεποιήσατο, πάλιν δ᾽ ἐκεῖνος τούτῳ χαλεπήναςτὴν γυναῖκ
α [25] αὐτοῦ ἀνέπεισεν ὡς αὑτὸν ἐλθεῖν: ὅθενπροσλαμβάνοντες τοὺς ἐν τῷ πολιτεύματι διε
στασίασαν πάντας.διόπερ ἀρχομένων εὐλαβεῖσθαι δεῖ τῶν τοιούτων, καὶ διαλύειντὰς τῶν 
ἡγεμόνων καὶ δυναμένων στάσεις: ἐν ἀρχῇ γὰρ γίνεταιτὸ ἁμάρτημα, ἡ δ᾽ ἀρχὴ λέγεται ἥμι
συ εἶναι παντός, [30] ὥστεκαὶ τὸ ἐν αὐτῇ μικρὸν ἁμάρτημα ἀνάλογόν ἐστι πρὸς τὰ ἐν τοῖςἄ
λλοις μέρεσιν. ὅλως δὲ αἱ τῶν γνωρίμων στάσεις συναπολαύεινποιοῦσι καὶ τὴν ὅλην πόλιν, 
οἷον ἐν Ἑστιαίᾳ συνέβη μετὰ τὰΜηδικά, δύο ἀδελφῶν περὶ τῆς πατρῴας νομῆς διενεχθέντ
ων: ὁμὲν γὰρ ἀπορώτερος, [35] ὡς οὐκ ἀποφαίνοντος τὴν οὐσίαν οὐδὲτὸν θησαυρὸν ὃν εὗρε
ν ὁ πατήρ, προσηγάγετο τοὺς δημοτικούς, ὁδ᾽ ἕτερος ἔχων οὐσίαν πολλὴν τοὺς εὐπόρους. κ
αὶ ἐν Δελφοῖς ἐκκηδείας γενομένης διαφορᾶς ἀρχὴ πασῶν ἐγένετο τῶν στάσεωντῶν ὕστερ
ον: [1304α] ὁ μὲν γὰρ οἰωνισάμενός τι σύμπτωμα, ὡς ἦλθεν ἐπὶ τὴν νύμφην, οὐ λαβὼν
ἀπῆλθεν, οἱ δ᾽ ὡς ὑβρισθέντες ἐνέβαλον τῶν ἱερῶν χρημάτων θύοντος, κἄπειτα ὡς
ἱερόσυλον ἀπέκτειναν. καὶ περὶ Μυτιλήνην δὲ ἐξ ἐπικλήρων [5] στάσεως γενομένης
πολλῶν ἐγένετο ἀρχὴ κακῶν καὶ τοῦ πολέμου τοῦ πρὸς Ἀθηναίους, ἐν ᾧ Πάχης ἔλαβε τὴν
πόλιν αὐτῶν: Τιμοφάνους γὰρ τῶν εὐπόρων τινὸς καταλιπόντος δύο θυγατέρας, ὁ
περιωσθεὶς καὶ οὐ λαβὼν τοῖς υἱέσιν αὑτοῦ Δέξανδρος ἦρξε τῆς στάσεως καὶ τοὺς
Ἀθηναίους παρώξυνε, [10] πρόξενος ὢν τῆς πόλεως. καὶ ἐν Φωκεῦσιν ἐξ ἐπικλήρου
στάσεως γενομένης περὶ Μνασέαν τὸν Μνάσωνος πατέρα καὶ Εὐθυκράτη τὸν Ὀνομάρχου,
ἡ στάσις αὕτη ἀρχὴ τοῦ ἱεροῦ πολέμου κατέστη τοῖς Φωκεῦσιν. μετέβαλε δὲ καὶ ἐν
Ἐπιδάμνῳ ἡ πολιτεία ἐκ γαμικῶν: ὑπομνηστευσάμενος [15] γάρ τις θυγατέρα, ὡς
ἐζημίωσεν αὐτὸν ὁ τοῦ ὑπομνηστευθέντος πατήρ, γενόμενος τῶν ἀρχόντων, ἅτερος
συμπαρέλαβε τοὺς ἐκτὸς τῆς πολιτείας ὡς ἐπηρεασθείς.

You might also like