You are on page 1of 6

[1302a]

εὐγενεῖς γὰρ καὶ ἀγαθοὶ οὐδαμοῦ ἑκατόν, εὔποροι δὲπολλαχοῦ. τὸ δὲ ἁπλ
ῶς πάντῃ καθ᾽ ἑκατέραν τετάχθαι τὴνἰσότητα φαῦλον. φανερὸν δ᾽ ἐκ τοῦ 
συμβαίνοντος: οὐδεμίαγὰρ μόνιμος [5] ἐκ τῶν τοιούτων πολιτειῶν. τούτου 
δ᾽ αἴτιονὅτι ἀδύνατον ἀπὸ τοῦ πρώτου καὶ τοῦ ἐν ἀρχῇ ἡμαρτημένουμὴ ἀ
παντᾶν εἰς τὸ τέλος κακόν τι. διὸ δεῖ τὰ μὲν ἀριθμητικῇἰσότητι χρῆσθαι, τ
ὰ δὲ τῇ κατ᾽ ἀξίαν.

ὅμως δὲ ἀσφαλεστέρα καὶ ἀστασίαστος μᾶλλον ἡδημοκρατία τῆς ὀλιγαρχ
ίας. ἐν μὲν [10] γὰρ ταῖς ὀλιγαρχίαιςἐγγίνονται δύο, ἥ τε πρὸς ἀλλήλους σ
τάσις καὶ ἔτι ἡ πρὸςτὸν δῆμον, ἐν δὲ ταῖς δημοκρατίαις ἡ πρὸς τὴν ὀλιγαρχ
ίανμόνον, αὐτῷ δὲ πρὸς αὑτόν, ὅ τι καὶ ἄξιον εἰπεῖν, οὐκἐγγίνεται τῷ δήμ
ῳ στάσις: ἔτι δὲ ἡ ἐκ τῶν μέσων πολιτείαἐγγυτέρω τοῦ δήμου ἢ ἡ τῶν ὀλίγ
ων: [15] ἥπερ ἐστὶνἀσφαλεστάτη τῶν τοιούτων πολιτειῶν.

ἐπεὶ δὲ σκοποῦμεν ἐκ τίνων αἵ τε στάσεις γίνονται καὶ αἱμεταβολαὶ περὶ τ
ὰς πολιτείας, ληπτέον καθόλου πρῶτον τὰςἀρχὰς καὶ τὰς αἰτίας αὐτῶν. εἰ
σὶ δὴ σχεδὸν ὡς εἰπεῖν τρεῖςτὸν ἀριθμόν, ἃς διοριστέον καθ᾽ αὑτὰς τύπῳ [
20] πρῶτον. δεῖγὰρ λαβεῖν πῶς τε ἔχοντες στασιάζουσι καὶ τίνων ἕνεκεν,κ
αὶ τρίτον τίνες ἀρχαὶ γίνονται τῶν πολιτικῶν ταραχῶν καὶτῶν πρὸς ἀλλή
λους στάσεων. τοῦ μὲν οὖν αὐτοὺς ἔχειν πωςπρὸς τὴν μεταβολὴν αἰτίαν κ
αθόλου μάλιστα θετέον περὶ ἧςἤδη τυγχάνομεν εἰρηκότες. οἱ μὲν [25] γὰρ 
ἰσότητος ἐφιέμενοιστασιάζουσιν ἂν νομίζωσιν ἔλαττον ἔχειν ὄντες ἴσοι το
ῖςπλεονεκτοῦσιν, οἱ δὲ τῆς ἀνισότητος καὶ τῆς ὑπεροχῆς ἂνὑπολαμβάνωσι
ν ὄντες ἄνισοι μὴ πλέον ἔχειν ἀλλ᾽ ἴσον ἢἔλαττον (τούτων δ᾽ ἔστι μὲν ὀρ
έγεσθαι δικαίως, ἔστι δὲ καὶἀδίκως): ἐλάττους τε γὰρ ὄντες [30] ὅπως ἴσοι 
ὦσιστασιάζουσι, καὶ ἴσοι ὄντες ὅπως μείζους. πῶς μὲν οὖνἔχοντες στασιάζ
ουσιν, εἴρηται: περὶ ὧν δὲ στασιάζουσιν ἐστὶκέρδος καὶ τιμὴ καὶ τἀναντία 
τούτοις. καὶ γὰρ ἀτιμίανφεύγοντες καὶ ζημίαν, ἢ ὑπὲρ αὑτῶν ἢ τῶν φίλων,
στασιάζουσιν ἐν ταῖς πόλεσιν. αἱ δ᾽ αἰτίαι καὶ ἀρχαὶ [35] τῶνκινήσεων, ὅθε
ν αὐτοί τε διατίθενται τὸν εἰρημένον τρόπονκαὶ περὶ τῶν λεχθέντων, ἔστι 
μὲν ὡς τὸν ἀριθμὸν ἑπτὰτυγχάνουσιν οὖσαι, ἔστι δ᾽ ὡς πλείους. ὧν δύο μέ
ν ἐστιταὐτὰ τοῖς εἰρημένοις, ἀλλ᾽ οὐχ ὡσαύτως: διὰ κέρδος γὰρ καὶδιὰ τιμ
ὴν καὶ παροξύνονται πρὸς ἀλλήλους οὐχ ἵνακτήσωνται [40] σφίσιν αὐτοῖς, 
ὥσπερ εἴρηται πρότερον,
[1302b]
ἀλλ᾽ ἑτέρους ὁρῶντες τοὺς μὲν δικαίως τοὺς δ᾽ἀδίκως πλεονεκτοῦντας το
ύτων: ἔτι διὰ ὕβριν, διὰ φόβον,διὰ ὑπεροχήν, διὰ καταφρόνησιν, διὰ αὔξησ
ιν τὴν παρὰ τὸἀνάλογον: ἔτι δὲ ἄλλον τρόπον δι᾽ ἐριθείαν, δι᾽ ὀλιγωρίαν,δ
ιὰ μικρότητα, [5] διὰ ἀνομοιότητα. Τούτων δὲ ὕβρις μὲν καὶκέρδος τίνα ἔχο
υσι δύναμιν καὶ πῶς αἴτια, σχεδόν ἐστιφανερόν: ὑβριζόντων τε γὰρ τῶν ἐν 
ταῖς ἀρχαῖς καὶπλεονεκτούντων στασιάζουσι καὶ πρὸς ἀλλήλους καὶ πρὸς
τὰς πολιτείας τὰς διδούσας τὴν ἐξουσίαν: ἡ δὲ πλεονεξίαγίνεται ὁτὲ μὲν ἀ
πὸ τῶν [10] ἰδίων ὁτὲ δὲ ἀπὸ τῶν κοινῶν. —
δῆλον δὲ καὶ ἡ τιμή, καὶ τί δύναται καὶ πῶς αἰτία στάσεως:καὶ γὰρ αὐτοὶ ἀ
τιμαζόμενοι καὶ ἄλλους ὁρῶντες τιμωμένουςστασιάζουσιν: ταῦτα δὲ ἀδίκ
ως μὲν γίνεται ὅταν παρὰ τὴνἀξίαν ἢ τιμῶνταί τινες ἢ ἀτιμάζωνται, δικαί
ως δὲ ὅταν κατὰτὴν ἀξίαν. [15] —δι᾽ ὑπεροχὴν δέ, ὅταν τις ᾖ τῇ δυνάμε
ιμείζων (ἢ εἷς ἢ πλείους) ἢ κατὰ τὴν πόλιν καὶ τὴνδύναμιν τοῦ πολιτεύ
ματος: γίνεσθαι γὰρ εἴωθεν ἐκ τῶντοιούτων μοναρχία ἢ δυναστεία: διὸ ἐνι
αχοῦ εἰώθασινὀστρακίζειν, οἷον ἐν Ἄργει καὶ Ἀθήνησιν: καίτοι βέλτιον ἐξ
ἀρχῆς ὁρᾶν ὅπως μὴ ἐνέσονται [20] τοσοῦτον ὑπερέχοντες, ἢἐάσαντας γεν
έσθαι ἰᾶσθαι ὕστερον. —
διὰ δὲ φόβονστασιάζουσιν οἵ τε ἠδικηκότες, δεδιότες μὴ δῶσι δίκην, καὶ οἱ
μέλλοντες ἀδικεῖσθαι, βουλόμενοι φθάσαι πρὶν ἀδικηθῆναι,ὥσπερ ἐν Ῥόδ
ῳ συνέστησαν οἱ γνώριμοι ἐπὶ τὸν δῆμον διὰτὰς ἐπιφερομένας δίκας. [25] 
—διὰ καταφρόνησιν δὲ καὶστασιάζουσι καὶ ἐπιτίθενται, οἷον ἔν τε ταῖς ὀλι
γαρχίαις,ὅταν πλείους ὦσιν οἱ μὴ μετέχοντες τῆς πολιτείας(κρείττους γὰ
ρ οἴονται εἶναι), καὶ ἐν ταῖς δημοκρατίαις οἱεὔποροι καταφρονήσαντες τῆ
ς ἀταξίας καὶ ἀναρχίας, οἷονκαὶ ἐν Θήβαις μετὰ τὴν ἐν Οἰνοφύτοις [30] μά
χην κακῶςπολιτευομένων ἡ δημοκρατία διεφθάρη, καὶ ἡ Μεγαρέων δι᾽ἀτ
αξίαν καὶ ἀναρχίαν ἡττηθέντων, καὶ ἐν Συρακούσαις πρὸτῆς Γέλωνος τυρ
αννίδος, καὶ ἐν Ῥόδῳ ὁ δῆμος πρὸ τῆςἐπαναστάσεως.

γίνονται δὲ καὶ δι᾽ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογονμεταβολαὶ τῶν πολιτει
ῶν. ὥσπερ [35] γὰρ σῶμα ἐκ μερῶνσύγκειται καὶ δεῖ αὐξάνεσθαι ἀνάλογο
ν ἵνα μένῃ ἡσυμμετρία, εἰ δὲ μή, φθείρεται, ὅταν ὁ μὲν ποὺς τεττάρωνπηχ
ῶν ᾖ τὸ δ᾽ ἄλλο σῶμα δυοῖν σπιθαμαῖν, ἐνίοτε δὲ κἂν εἰςἄλλου ζῴου μετα
βάλοι μορφήν, εἰ μὴ μόνον κατὰ τὸ ποσὸνἀλλὰ καὶ κατὰ τὸ ποιὸν [40] αὐξ
άνοιτο παρὰ τὸ ἀνάλογον,οὕτω καὶ πόλις σύγκειται ἐκ μερῶν,

[1303a]
ὧν πολλάκις λανθάνει τι αὐξανόμενον, οἷον τὸ τῶνἀπόρων πλῆθος ἐν ταῖ
ς δημοκρατίαις καὶ πολιτείαις.συμβαίνει δ᾽ ἐνίοτε τοῦτο καὶ διὰ τύχας, οἷο
ν ἐν Τάραντιἡττηθέντων καὶ ἀπολομένων πολλῶν γνωρίμων ὑπὸ τῶν [5]Ἰ
απύγων μικρὸν ὕστερον τῶν Μηδικῶν δημοκρατία ἐγένετοἐκ πολιτείας, κ
αὶ ἐν Ἄργει τῶν ἐν τῇ ἑβδόμῃ ἀπολομένων ὑπὸΚλεομένους τοῦ Λάκωνος ἠ
ναγκάσθησαν παραδέξασθαιτῶν περιοίκων τινάς, καὶ ἐν Ἀθήναις ἀτυχού
ντων πεζῇ οἱγνώριμοι ἐλάττους ἐγένοντο διὰ τὸ ἐκ καταλόγου [10]στρατε
ύεσθαι ὑπὸ τὸν Λακωνικὸν πόλεμον. συμβαίνει δὲτοῦτο καὶ ἐν ταῖς δημοκ
ρατίαις, ἧττον δέ: πλειόνων γὰρ τῶνεὐπόρων γινομένων ἢ τῶν οὐσιῶν αὐ
ξανομένωνμεταβάλλουσιν εἰς ὀλιγαρχίας καὶ δυναστείας. —
μεταβάλλουσι δ᾽ αἱ πολιτεῖαι καὶ ἄνευ στάσεως διά τε τὰςἐριθείας, ὥσπερ 
[15] ἐν Ἡραίᾳ (ἐξ αἱρετῶν γὰρ διὰ τοῦτοἐποίησαν κληρωτάς, ὅτι ᾑροῦντο 
τοὺς ἐριθευομένους), καὶδι᾽ ὀλιγωρίαν, ὅταν ἐάσωσιν εἰς τὰς ἀρχὰς τὰς κ
υρίαςπαριέναι τοὺς μὴ τῇ πολιτείᾳ φίλους, ὥσπερ ἐν Ὠρεῷκατελύθη ἡ ὀλι
γαρχία τῶν ἀρχόντων γενομένουἩρακλεοδώρου, ὃς ἐξ ὀλιγαρχίας [20] πο
λιτείαν καὶδημοκρατίαν κατεσκεύασεν. —
ἔτι διὰ τὸ παρὰ μικρόν. λέγωδὲ παρὰ μικρόν, ὅτι πολλάκις λανθάνει μεγά
λη γινομένημετάβασις τῶν νομίμων, ὅταν παρορῶσι τὸ μικρόν, ὥσπερ ἐν
Ἀμβρακίᾳ μικρὸν ἦν τὸ τίμημα, τέλος δ᾽ ἀπ᾽ οὐθενὸς ἦρχον,ὡς ἔγγιον ἢ μ
ηθὲν διαφέρον τοῦ [25] μηθὲν τὸ μικρόν.

στασιωτικὸν δὲ καὶ τὸ μὴ ὁμόφυλον, ἕως ἂν συμπνεύσῃ:ὥσπερ γὰρ οὐδ᾽ ἐ
κ τοῦ τυχόντος πλήθους πόλις γίγνεται,οὕτως οὐδ᾽ ἐν τῷ τυχόντι χρόνῳ: δ
ιὸ ὅσοι ἤδη συνοίκουςἐδέξαντο ἢ ἐποίκους, οἱ πλεῖστοι διεστασίασαν: οἷον
Τροιζηνίοις Ἀχαιοὶ συνῴκησαν Σύβαριν, εἶτα πλείους οἱ [30]Ἀχαιοὶ γενόμε
νοι ἐξέβαλον τοὺς Τροιζηνίους, ὅθεν τὸ ἄγοςσυνέβη τοῖς Συβαρίταις: καὶ ἐ
ν Θουρίοις Συβαρῖται τοῖςσυνοικήσασιν (πλεονεκτεῖν γὰρ ἀξιοῦντες ὡς σ
φετέρας τῆςχώρας ἐξέπεσον): καὶ Βυζαντίοις οἱ ἔποικοι ἐπιβουλεύοντεςφ
ωραθέντες ἐξέπεσον διὰ μάχης: καὶ Ἀντισσαῖοι τοὺς Χίων[35] φυγάδας εἰσ
δεξάμενοι διὰ μάχης ἐξέβαλον: Ζαγκλαῖοιδὲ Σαμίους ὑποδεξάμενοι ἐξέπε
σον αὐτοί: καὶ Ἀπολλωνιᾶταιοἱ ἐν τῷ Εὐξείνῳ πόντῳ ἐποίκους ἐπαγαγόμε
νοι ἐστασίασαν:καὶ Συρακούσιοι μετὰ τὰ τυραννικὰ

[1303b]
τοὺς ξένους καὶ τοὺς μισθοφόρους πολίταςποιησάμενοι ἐστασίασαν καὶ εἰ
ς μάχην ἦλθον: καὶἈμφιπολῖται δεξάμενοι Χαλκιδέων ἐποίκους ἐξέπεσον 
ὑπὸτούτων οἱ πλεῖστοι αὐτῶν. στασιάζουσι δ᾽ ἐν μὲν ταῖςὀλιγαρχίαις οἱ π
ολλοὶ ὡς ἀδικούμενοι, ὅτι [5] οὐ μετέχουσιτῶν ἴσων, καθάπερ εἴρηται πρότ
ερον, ἴσοι ὄντες, ἐν δὲ ταῖςδημοκρατίαις οἱ γνώριμοι, ὅτι μετέχουσι τῶν ἴσ
ων οὐκ ἴσοιὄντες. στασιάζουσι δὲ ἐνίοτε αἱ πόλεις καὶ διὰ τοὺς τόπους,ὅτα
ν μὴ εὐφυῶς ἔχῃ ἡ χώρα πρὸς τὸ μίαν εἶναι πόλιν, οἷον ἐνΚλαζομεναῖς οἱ 
ἐπὶ Χύτρῳ πρὸς τοὺς [10] ἐν νήσῳ, καὶΚολοφώνιοι καὶ Νοτιεῖς: καὶ Ἀθήνησ
ιν οὐχ ὁμοίως εἰσὶνἀλλὰ μᾶλλον δημοτικοὶ οἱ τὸν Πειραιᾶ οἰκοῦντες τῶν τ
ὸἄστυ. ὥσπερ γὰρ ἐν τοῖς πολέμοις αἱ διαβάσεις τῶν ὀχετῶν,καὶ τῶν πάνυ 
σμικρῶν, διασπῶσι τὰς φάλαγγας, οὕτως ἔοικεπᾶσα διαφορὰ ποιεῖν διάστ
ασιν. [15] μεγίστη μὲν οὖν ἴσωςδιάστασις ἀρετὴ καὶ μοχθηρία, εἶτα πλοῦτο
ς καὶ πενία, καὶοὕτως δὴ ἑτέρα ἑτέρας μᾶλλον, ὧν μία καὶ ἡ εἰρημένη ἐστί.
Γίγνονται μὲν οὖν αἱ στάσεις οὐ περὶ μικρῶν ἀλλ᾽ ἐκ μικρῶν,στασιάζουσι 
δὲ περὶ μεγάλων. μάλιστα δὲ καὶ αἱ μικραὶἰσχύουσιν, ὅταν ἐν τοῖς κυρίοις [
20] γένωνται, οἷον συνέβηκαὶ ἐν Συρακούσαις ἐν τοῖς ἀρχαίοις χρόνοις. με
τέβαλε γὰρ ἡπολιτεία ἐκ δύο νεανίσκων στασιασάντων τῶν ἐν ταῖςἀρχαῖς 
ὄντων, περὶ ἐρωτικὴν αἰτίαν. θατέρου γὰρἀποδημοῦντος ἅτερος ὤν τὸν ἐρ
ώμενον αὐτοῦ ὑπεποιήσατο,πάλιν δ᾽ ἐκεῖνος τούτῳ χαλεπήνας τὴν γυναῖ
κα [25] αὐτοῦἀνέπεισεν ὡς αὑτὸν ἐλθεῖν: ὅθεν προσλαμβάνοντες τοὺς ἐντ
ῷ πολιτεύματι διεστασίασαν πάντας. διόπερ ἀρχομένωνεὐλαβεῖσθαι δεῖ τ
ῶν τοιούτων, καὶ διαλύειν τὰς τῶνἡγεμόνων καὶ δυναμένων στάσεις: ἐν ἀ
ρχῇ γὰρ γίνεται τὸἁμάρτημα, ἡ δ᾽ ἀρχὴ λέγεται ἥμισυ εἶναι παντός, [30] ὥ
στεκαὶ τὸ ἐν αὐτῇ μικρὸν ἁμάρτημα ἀνάλογόν ἐστι πρὸς τὰ ἐντοῖς ἄλλοις 
μέρεσιν. ὅλως δὲ αἱ τῶν γνωρίμων στάσειςσυναπολαύειν ποιοῦσι καὶ τὴν 
ὅλην πόλιν, οἷον ἐν Ἑστιαίᾳσυνέβη μετὰ τὰ Μηδικά, δύο ἀδελφῶν περὶ τῆ
ς πατρῴαςνομῆς διενεχθέντων: ὁ μὲν γὰρ ἀπορώτερος, [35] ὡς οὐκἀποφαί
νοντος τὴν οὐσίαν οὐδὲ τὸν θησαυρὸν ὃν εὗρεν ὁπατήρ, προσηγάγετο τοὺ
ς δημοτικούς, ὁ δ᾽ ἕτερος ἔχωνοὐσίαν πολλὴν τοὺς εὐπόρους. καὶ ἐν Δελφο
ῖς ἐκ κηδείαςγενομένης διαφορᾶς ἀρχὴ πασῶν ἐγένετο τῶν στάσεων τῶν
ὕστερον:

[1304a]
ὁ μὲν γὰρ οἰωνισάμενός τι σύμπτωμα, ὡς ἦλθεν ἐπὶτὴν νύμφην, οὐ λαβὼν 
ἀπῆλθεν, οἱ δ᾽ ὡς ὑβρισθέντεςἐνέβαλον τῶν ἱερῶν χρημάτων θύοντος, κἄ
πειτα ὡςἱερόσυλον ἀπέκτειναν. καὶ περὶ Μυτιλήνην δὲ ἐξ ἐπικλήρων[5] στ
άσεως γενομένης πολλῶν ἐγένετο ἀρχὴ κακῶν καὶ τοῦπολέμου τοῦ πρὸς 
Ἀθηναίους, ἐν ᾧ Πάχης ἔλαβε τὴν πόλιναὐτῶν: Τιμοφάνους γὰρ τῶν εὐπό
ρων τινὸς καταλιπόντοςδύο θυγατέρας, ὁ περιωσθεὶς καὶ οὐ λαβὼν τοῖς υἱ
έσιν αὑτοῦΔέξανδρος ἦρξε τῆς στάσεως καὶ τοὺς Ἀθηναίους παρώξυνε,
[10] πρόξενος ὢν τῆς πόλεως. καὶ ἐν Φωκεῦσιν ἐξ ἐπικλήρουστάσεως γενο
μένης περὶ Μνασέαν τὸν Μνάσωνος πατέρακαὶ Εὐθυκράτη τὸν Ὀνομάρχο
υ, ἡ στάσις αὕτη ἀρχὴ τοῦἱεροῦ πολέμου κατέστη τοῖς Φωκεῦσιν. μετέβαλε 
δὲ καὶ ἐνἘπιδάμνῳ ἡ πολιτεία ἐκ γαμικῶν: ὑπομνηστευσάμενος [15]γάρ τι
ς θυγατέρα, ὡς ἐζημίωσεν αὐτὸν ὁ τοῦὑπομνηστευθέντος πατήρ, γενόμεν
ος τῶν ἀρχόντων, ἅτεροςσυμπαρέλαβε τοὺς ἐκτὸς τῆς πολιτείας ὡς ἐπηρε
ασθείς.

μεταβάλλουσι δὲ καὶ εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εἰςπολιτείαν ἐκ τοῦ 
εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢμόριον τῆς πόλεως, [20] οἷον ἡ ἐν 
Ἀρείῳ πάγῳ βουλὴεὐδοκιμήσασα ἐν τοῖς Μηδικοῖς ἔδοξε συντονωτέραν π
οιῆσαιτὴν πολιτείαν, καὶ πάλιν ὁ ναυτικὸς ὄχλος γενόμενος αἴτιοςτῆς περ
ὶ Σαλαμῖνα νίκης καὶ διὰ ταύτης τῆς ἡγεμονίας διὰτὴν κατὰ θάλατταν δύν
αμιν τὴν δημοκρατίαν ἰσχυροτέρανἐποίησεν, [25] καὶ ἐν Ἄργει οἱ γνώριμοι 
εὐδοκιμήσαντες περὶτὴν ἐν Μαντινείᾳ μάχην τὴν πρὸς Λακεδαιμονίουςἐπ
εχείρησαν καταλύειν τὸν δῆμον, καὶ ἐν Συρακούσαις ὁδῆμος αἴτιος γενόμ
ενος τῆς νίκης τοῦ πολέμου τοῦ πρὸςἈθηναίους ἐκ πολιτείας εἰς δημοκρατ
ίαν μετέβαλεν, καὶ ἐνΧαλκίδι Φόξον [30] τὸν τύραννον μετὰ τῶν γνωρίμω
ν ὁδῆμος ἀνελὼν εὐθὺς εἴχετο τῆς πολιτείας, καὶ ἐν Ἀμβρακίᾳπάλιν ὡσαύ
τως Περίανδρον συνεκβαλὼν τοῖς ἐπιθεμένοις ὁδῆμος τὸν τύραννον εἰς ἑα
υτὸν περιέστησε τὴν πολιτείαν.καὶ ὅλως δὴ δεῖ τοῦτο μὴ λανθάνειν, ὡς οἱ 
δυνάμεως αἴτιοιγενόμενοι, [35] καὶ ἰδιῶται καὶ ἀρχαὶ καὶ φυλαὶ καὶ ὅλωςμ
έρος καὶ ὁποινοῦν πλῆθος, στάσιν κινοῦσιν: ἢ γὰρ οἱτούτοις φθονοῦντες τι
μωμένοις ἄρχουσι τῆς στάσεως, ἢ οὗτοιδιὰ τὴν ὑπεροχὴν οὐ θέλουσι μένει
ν ἐπὶ τῶν ἴσων. κινοῦνταιδ᾽ αἱ πολιτεῖαι καὶ ὅταν τἀναντία εἶναι δοκοῦντα 
μέρη τῆςπόλεως ἰσάζῃ ἀλλήλοις,

You might also like