You are on page 1of 1

εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, ἃ δ’ ἂν

(5) αὐτὸς ἐπαγγείλαιθ’ ἡδέως, ῥᾷστα μέν ἐστιν Φιλίππῳ δοῦναι


(194) καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ. κελεύσαντος δ’ ἐκείνου λέγειν καί τι καὶ
νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν ὅ τι οὐ ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ
Ἀπολλοφάνης ὁ Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος,
φοβηθέντες οἱ συγγενεῖς aὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδί’ ὄντ’ εἰς Ὄλυνθον.

‘αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι (195) καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν
ἔχουσαι γάμου. ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σ’ ἀκοῦσαι καὶ μαθεῖν
οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς· ἀφ’ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ
προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθ’ ἡμῶν οὔτε τοῦ    (5)
πατρός.’ ὡς δ’ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ,τοσοῦτον κρότον καὶ θόρυβον καὶ
ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι. καίτοι τῶν
ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν (196) Φιλίππου οὗτος ὁ Ἀπολλοφάνης.

ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ
θεάσασθ’ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν
Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο· ἐγὼ δ’ οὐκ ἐπορεύθην.    (5)

ἐπειδὴ δ’ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τιν’ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ
σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν. (197) ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν
ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτ’ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ
διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾄδειν ἐκέλευον. ἀδημονούσης δὲ
τῆς ἀνθρώπου καὶ οὔτ’ ἐθελούσης οὔτ’ ἐπισταμένης, ὕβριν τὸ (5)πρᾶγμ’ ἔφασαν οὑτοσὶ καὶ ὁ
Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν
τρυφᾶν· καὶ ’κάλει παῖδα,’ καὶ ‘ἱμᾶντά τις φερέτω.’ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων,
οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης (10)
περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου 198) πολλάς. ἔξω δ’ αὑτῆς οὖσ’ ὑπὸ
τοῦ κακοῦ καὶ τοῦ πράγματος ἡ γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ,
καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ’κεῖνοςἀφείλετο, ἀπώλετ’ ἂν παροινουμένη· καὶ γὰρ ἡ
παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου (5) καὶ ἐν Ἀρκαδίᾳ
λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω,
καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

(199) Καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς,
καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλ’ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφ’ οἷς ἔγωγ’
ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ
τελούσῃ, καὶ παῖδ’ ὄντ’ (200) ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον; μετὰ
ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα;

You might also like