You are on page 1of 1

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου πόλεως

Κωνσταντίας τῆς Κύπρου περὶ τῶν ἀρίθμων μυστηρίων

Δ᾿. Ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὸν κόσμον κατεσκεύασεν. Ἕκτην ἡμέραν ἔπλασε τὸν
Ἀδάμ. Ἕκτην ὥραν γυμνωθέντα 1 παρὰ τῆς ἁμαρτίας δήλης ἐζήτησεν. Ἕκτον ὤφθη 2 τῷ
Ἀβραάμ· ἅπαξ εἰς Χαῤῥὰν τρίτον καθ' ὕπνους 3· τέταρτον ἐπὶ τῆς προσθήκης4 τοῦ γράμματος
τοῦ ὀνόματος· πέμπτον ἐπὶ τῆς Μαμβρῆ μεσημβρίας, ἕκτην ὥραν· ἕκτον ἐπὶ τῆς θυσίας τοῦ
μονογενοῦς5 ἐν τῷ ὄρει6. Ἓξ ἔτη7 δουλεύειν Ἑβραίοις παρήγγειλεν. Ἕκτῳ μηνὶ τὸν Γαβριὴλ
πρὸς τὴν Παρθένον ἀπέστειλεν. Εἰς ἓξ ὑδρείας τὸ ὕδωρ οἶνον πεποίηκε. Ἕκτην ὥραν τῇ
Σαμαρείτιδι παρὰ τὸ φρέαρ ὡμίλησε. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τὸν Λάζαρον ἤγειρεν.
Ἕκτην ὥραν τῷ λῃστῇ σταυρούμενος 8 ἐφιλιώθη9. Ἕκτον ὤφθη μετὰ τὸ ἀπὸ νεκρῶν
ἐγερθῆναι10· ταῖς γυναιξὶν, τῷ Κλεώπᾳ, τοῖς μαθηταῖς χωρὶς τοῦ Θωμᾶ, τοῖς μαθηταῖς μετὰ
τοῦ Θωμᾶ, Πέτρῳ καὶ Ἰωάννῃ τὸ δίκτυον ἐλοῦσιν 11, τῇ τελευταίᾳ τῆς ἀναλήψεως12. Ἕκτον,
ὡς λέγει Παῦλος, ἐφάνη13 τοῖς ἀδελφοῖς· τῷ Κηφᾷ, τοῖς δέκα, τοῖς πεντακοσίοις, ἐφ 14' ἅπαξ
Ἰακώβῳ, τοῖς ἀποστόλοις πᾶσιν, αὐτῷ τῷ Παύλῳ τελευταῖον. Ἓξ ἑνὶ αὐτῶν μεγάλα μυστήρια
ἐποίησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς λέγει Παῦλος· Ἐπληρώθη 15 ἐν σαρκὶ,
ἐδικαιώθη16 ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη 17 ἐν ἔθνεσιν18, ἐπιστεύθη19 ἐν κόσμῳ,
ἀνελήφθη20 ἐν δόξῃ. Δι' ἓξ γραμμάτων τὰ μεγάλα ὀνόματα γράφεται· ἀδωναῒ 21, σαβαὼθ22,
Ἰησοῦς, Κύριος, ἰατρὸς, ἀγαθὸς, νεφέλη, Μαριάμ. Ὅτι καὶ ὁ ἑπτὰ τέλειος ἀριθμός.

1
(Când) a fost lipsit / dezbrăcat
2
S-a văzut / a fost văzut;
3
G, sg de la ὕπνος;
4
Înmulțirea / sporirea;
5
Μονογενἠς, -οῦς;
6
Vezi ὄρoς, -ους;
7
N/Ac pl. de la ἔτος, -ους;
8
Răstignit fiind;
9
S-a împrietenit;
10
Infinitiv aorist pasiv de la ἐγείρω. Tratează-l ca pe un infinitiv obișnuit;
11
Când au apucat / prins;
12
(a/al) înălțării;
13
Vezi φαίνω;
14
ἐπί;
15
S-a plinit;
16
S-a îndreptat;
17
A fost vestit;
18
Vezi ἔθνος, -ους;
19
A fost crezut;
20
S-a înălțat;
21
Adonai;
22
Savaot;

You might also like