Professional Documents
Culture Documents
ΑΡΧΙΑ Επιγράμματα
ΑΡΧΙΑ Επιγράμματα
58
Νήπι' ῎Ερως, πορϑεῖς με, τὸ κρήγυον· εἴς με κένωσον
πᾶν σὺ βέλος, λοιπὴν μηκέτ' ἀφεὶς γλυφίδα,
ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων
ἄλλον ὀιστεῦσαι μηκέτ' ἔχοις ἀκίδα.
4. ΑΡΧΙΟΥ 6.16
Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι
τρίζυγες ἐκ τρισσῆς ϑέντο λινοστασίης·
δίκτυα μὲν Δᾶμις ϑηρῶν, Πίγρης δὲ πετηνῶν
λαιμοπέδας, Κλείτωρ δ' εἰναλίφοιτα λίνα·
ὧν τὸν μὲν καὶ ἐσαῦϑις ἐν ἠέρι, τὸν δ' ἔτι ϑείης
εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.
5. ΑΡΧΙΟΥ 6.39
Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ,
ϑυγατέρες Ξούϑου καὶ Μελίτης, Σάμιαι·
ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν,
ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,
ἁ δὲ πολυσπαϑέων μελεδήμονα κερκίδα πέπλων
εὔϑροον, ἁ τριτάτα δ' εἰροχαρῆ τάλαρον,
οἷς ἔσχον χερνῆτα βίον δηναιόν, ᾿Αϑάνα
πότνια, ταῦϑ' αἱ σαὶ σοὶ ϑέσαν ἐργάτιδες.
6. ΑΡΧΙΟΥ 6.179
᾿Αγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ' ἄλλης
αὔϑαιμοι τρισσοὶ δῶρα λινοστασίης,
Πίγρης μὲν δειραχϑὲς ἐύβροχον ἅμμα πετηνῶν,
Δᾶμις δ' ὑλονόμων δίκτυα τετραπόδων,
ἄρκυν δ' εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι' αἴϑρας
καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.
7. ΤΟΥ ΑΥΤΟΥ 6.180
Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας
τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔϑεσαν·
ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης
οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·
οἷς ἅμα χερσαίαισιν, ἅμ' ἠερίῃσιν ἐν ἄγραις,
᾿Αγρεῦ, ἅμ' ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴϑι.
9. ΑΡΧΙΟΥ 6.192
Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ
λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν
καὶ γαμψὸν Χαίτῃσιν ἐφ' ἱππείῃσι πεδηϑὲν
ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,
καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καϑ' ὕδωρ
φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·
οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ' ἐπιαύει
ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.
37. ΑΡΧΙΟΥ
῾Ηράκλεια πατρίς, Ζεῦξις δ' ὄνομ'· εἰ δέ τις ἀνδρῶν
ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,
δείξας νικάτω ...
δοκῶ δ' ἡμᾶς οὐχὶ τὰ δεύτερ' ἔχειν.