Professional Documents
Culture Documents
Typikon - Typika
Typikon - Typika
Καὶ νῦν...
ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ
Ἦχος πλ. δ'
Ἐν τῇ βασιλείᾳ σου μνήσθητί ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ
σου,
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν
οὐρανῶν,
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται,
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν,
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ
χορτασθήσονται,
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται,
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ
βασιλεία τῶν οὐρανῶν.
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν
πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Μεθ' ὃ:
1. Εἰ μὲν ἐστι ∆εσποτικὴ ἑορτή, λέγομεν τὸ ταύτης Κοντάκιον. Εἰ δὲ
τύχῃ καὶ Ἅγιος ἑορταζόμενος ἐν ταυτῷ, λέγεται πρῶτον τὸ τοῦ Ἁγίου
Κοντάκιον, εἶτα ∆όξα... Καὶ νῦν... τὸ τῆς Ἑορτῆς.
Τῇ Μεγάλῃ Τρίτῃ
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς
δειλιάσασα, τὸ δοθέν σοι τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε,
γρηγοροῦσα καὶ κράζουσα· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
Τῇ Μεγάλῃ Τετάρτῃ
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομησας, δακρύων ὄμβρους οὐδαμῶς σοι
προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς
ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς ∆εσπότης παράσχῃς,
τῶν ὀφλημάτων κράζοντι Σωτήρ· Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου
ῥῦσαί με.
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος
καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ
πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς
ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν
μελλόντων ἀγαθῶν , αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ
τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς
ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον,
τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ
ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν
φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της
πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς
εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Καὶ ἐὰν μὲν δὲν τελεσθῇ
Προηγιασμένη, ἀμέσως ὁ Προεστὼς ἀναγινώσκει τὸν Προοιμιακὸν καὶ
οὕτως ἄρχεται ὁ Ἑσπερινός.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος (ἐκ
γ').
Εἰ δ' οὐκ ἔστι Τεσσαρακοστή, μετὰ τό, Κύριε ἐλέησον (μ' ), εὐθὺς τό, Εἴη
τὸ ὄνομα Κυρίου... ἐκ γ', ∆όξα... Καὶ νῦν... Εἶτα τὸν ἑπόμενον ψαλμὸν τῆς
Τραπέζης.
ΑΝΤΙΦΩΝΟΝ Α'
Ἦχος πλ. α'
Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί
σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου
κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
∆όξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ΑΝΤΙΦΩΝΟΝ Β'
Ἦχος πλ. α'
Στίχ. α'. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ,
Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
Στίχ. β'. καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου...
Στίχ. γ'. τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου...
∆όξα...
Πρεσβείαις τῶν ἁγίων σου...
Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ
καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας,
σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς
ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον
ἡμᾶς.
ΑΝΤΙΦΩΝΟΝ Γ'
Ἦχος β'
Στίχ. α'. ∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ
Σωτῆρι ἡμῶν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι,
Ἀλληλούϊα.
Στίχ. β'. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογησει, καὶ ἐν
ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας
ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...
Στίχ. γ'. Ὅτι ἐν, τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων
αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ
τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...