You are on page 1of 2

ФРАГМЕНТ 1

(102a)   (c39, m39) Καὶ ἐλέφαντος στήλη ἵστατο φοβερὰ @1


ἐν τοῖς εὐωνύμοις μέρεσιν πλησίον τῆς μεγάλης στήλης·
ἔνθα καὶ παράδοξον ἐδείκνυτο θέαμα. Σεισμοῦ γὰρ γενο-
μένου καὶ αὐτὸς πέπτωκεν καὶ ἀπώλεσεν τὸν ἕνα πόδα τὸν
ὄπισθεν. Οἱ δὲ τοῦ ἐπάρχου ταξεῶται—ἔθος γὰρ τὸν    (5)
Φόρον παρ’ αὐτῶν φυλάττεσθαι—συνδραμόντες ἐγεῖραι
τὸν ἐλέφαντα εὗρον ἐν αὐτῷ ἀνθρώπου ὀστᾶ ἀμφότερα
ὅλου τοῦ σώματος καὶ πυξίον μικρόν, οὗ ἐν τῇ κεφαλῇ
ἔγραφεν· ‘Ἀφροδίτης παρθένου ἱέραος οὐδὲ θανοῦσα χω-
ρίζομαι.’ Ὅπερ ὁ ἔπαρχος τῷ δημοσίῳ προσέθηκεν εἰς νου-    (10)
μία τοῖς προαναδεδηλοκόσιν.
(103)   (c39 et 40, m39, et 40) Ἀλλὰ καὶ χοῖρος ἵστατο
σημαίνων τὴν κραυγὴν τῆς πανηγύρεως, καὶ γυμνὴ στήλη
σημαίνουσα τὸ ἀναίσχυντον τῶν ἀγοραζόντων καὶ τῶν πω-
λούντων· συστεμάτια δὲ μέσον τοῦ Φόρου ἔνζωδα ἐπὶ κι-
όνων ἱστάμενα καὶ ἐν αὐτοῖς δηλοῦντα τὰς ἱστορίας τῶν    (5)
μελλόντων ἐσχάτως γενέσθαι ἐπὶ τὴν πόλιν. Οἱ δὲ στηλω-
τικοὶ τῶν ἀποτελεσμάτων ταῦτα πάντα συνιᾶσι. Ἐστήλωσε
δὲ ἅπαντα ταῦτα Ἀπολλώνιος ὁ Τυανεὺς παρακληθεὶς παρὰ
Κωνσταντίνου τοῦ μεγάλου· καὶ εἰσελθὼν ἐστοιχειώσατο
ὀνόματα ἐπικρατείας ἕως τέλους αἰῶνος.    (10)

ФРАГМЕНТ 2

(53)   (c56, m57) Περὶ τοῦ Βοός. Εἰς δὲ τὸν καλού-


μενον Βοῦν κάμινος ἦν ἐκεῖσε παμμεγέθης ἐκτισμένη βοὸς
ἔχουσα κεφαλήν· ἔνθα καὶ οἱ κακοῦργοι ἐτιμωροῦντο· ὅθεν
καὶ ὁ Ἰουλιανὸς προφάσει τῶν καταδίκων πολλοὺς ἐν
αὐτῷ κατέκαυσεν Χριστιανούς. Ἦν δὲ ἡ κάμινος βοὸς τύπος    (5)
παμμεγεθεστάτου θεάματος· οὗ κατὰ μίμησιν καὶ ἐν τῷ
Νεωρίῳ βοῦς ἀπετυπώθη. Ἦν δὲ ἡ κάμινος ἕως Φωκᾶ,
ἀλλ’ ὑπὸ Ἡρακλείου ἐχωνεύθη λόγῳ φόλλεων. Ἐν αὐτῷ δὲ
τῷ τόπῳ καὶ ἀψίδες ὅμοιαι τῷ Ξηρολόφῳ, ἔχουσαι ἀγάλ-
ματα πολλὰ καὶ ἱστορίας λιθίνας· ἃς οἱ διερχόμενοι εὑρή-    (10)
σουσιν οὐκ ὀλίγας.

Περὶ λίμνης τοῦ Νεωρίου. Ἐν


τῇ λεγομένῃ λίμνῃ τοῦ Νεωρίου βοῦς ἵστατο χαλκοῦς παμ-
μεγεθέστατος πάνυ· κράζειν δὲ ἔλεγον αὐτὸν ὡς βοῦν μίαν
τοῦ ἐνιαυτοῦ· καὶ γίνεσθαι παραπτώματα ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, ἐν ᾗ ἔκραξεν· ἐπὶ δὲ Μαυρικίου τοῦ βασιλέως ἐν    (5)
αὐτῇ τῇ λίμνῃ κατεχώσθη.

(47)   (c48, m49) Περὶ τοῦ Ταύρου. Ὅτι ἐν τῷ Ταύρῳ


στήλη τοῦ μεγάλου Θεοδοσίου ἵσταται· ἦν δὲ πρώην ἀργυρᾶ· @1
ἔνθα τοὺς ἀπὸ τῶν ἐθνῶν ἥκοντας ἐδέχετο· ἐκεῖσε δὲ
πρώην παλάτια ὑπῆρχον καὶ ξενοδοχεῖον τῶν Ῥωμαίων,
δηλονότι εἰς τὸ καλούμενον Ἁλωνίτζιν. Ἐπάνω δὲ τοῦ   (5)
μεγάλου κίονος ἐστήλωται Θεοδόσιος· οἱ δὲ υἱοὶ αὐτοῦ, ὁ
μὲν Ὁνώριος ἐπάνω τῆς λιθίνης ἀψίδος τῆς πρὸς δυσμάς,
ὁ δὲ Ἀρκάδιος ἐν τῇ πρὸς ἀνατολὰς λιθίνῃ ἀψίδι ὕπερθεν
τῶν περιβλέπτων μεγάλων κιόνων τῶν τετραδησίων. Μέσον
δὲ τῆς αὐλῆς ἐστιν ἔφιππος μεγαλιαῖος, ὃν οἱ μὲν λέγουσιν   (10)
Ἰησοῦν τὸν υἱὸν τοῦ Ναυῆ, ἕτεροι δὲ τὸν Βελλεροφόντην·

ἤχθη δὲ ἀπὸ τῆς μεγάλης Ἀντιοχείας. Τὸ δὲ τετράπλευρον


τοῦ ἐφίππου τὸ λιθόξεστον ἔχει ἐγγεγλυμμένας ἱστορίας τῶν
ἐσχάτων τῆς πόλεως, τῶν Ῥῶς τῶν μελλόντων πορθεῖν
αὐτὴν τὴν πόλιν. Καὶ τὸ † ἐμπόδιον, ὅπερ ἀνθρωποειδὲς χαλ-    (15)
κούργημα βραχὺ παντελῶς καὶ δεδεμένον γονυκλινὲς ἔχει ὁ
ποὺς ὁ εὐώνυμος τοῦ ἵππου τοῦ μεγαλιαίου, καὶ αὐτὸ ση-
μαίνει, τί ἐστιν ἐκεῖσε γεγραμμένον. Ὁμοίως καὶ ὁ κοῦφος
κίων ὁ μεγαλιαῖος ὁ ἐκεῖσε καὶ ὁ Ξηρόλοφος τὰς ἐσχάτας @1
ἱστορίας τῆς πόλεως καὶ τὰς ἁλώσεις ἔχουσιν ἐνίστορας ἐγ-   (20)
γεγλυμμένας.
(48)   (c51, m52) Περὶ τοῦ Φιλαδελφίου. Ὅτι τὸ
καλούμενον Φιλαδέλφιον υἱοί εἰσιν τοῦ μεγάλου Κωνσταν-
τίνου. Ὁπόταν δὲ ὁ μέγας Κωνσταντῖνος ἐτελεύτησεν, τοῦ
Κωνσταντίου ὄντος ἐν τοῖς ἀνατολικοῖς μέρεσιν, Κώνσταντος
δὲ ἀπὸ δύσεως καὶ τῶν Γαλλιῶν ἐρχομένου, συνήφθησαν   (5)
ἐκεῖσε καὶ ἀσπάζονται ἀλλήλους· οὐχ ὅτι ἐκεῖ συνήφθησαν,
ἀλλὰ τῆς ὑπαντῆς αὐτῶν ἐκεῖσε ἀναστηλωθείσης. Ὡς δὲ
ἕτεροί φασιν, ὅτι νῦν τὸ καλούμενον Φιλαδέλφιον, ἐν ᾧ
ἐστὶ βόρροθεν ἀψίς, προτείχισμα ἦν καὶ χερσαία πόρτα τὸ
παλαιόν, ὑπὸ Κάρου κατασκευασθεῖσα.    (10)

50)   (c52, m53) Περὶ τοῦ σταυροῦ τοῦ Φιλαδελ-


φίου. Τὸν δὲ εἰς τὸ Φιλιαδέλφιον ὄντα σταυρὸν ἀν-
έστησεν ὁ ἅγιος Κωνσταντῖνος ἐπὶ κίονος κεχρυσωμένον διὰ
λίθων καὶ ὑέλων κατὰ τὸν σταυροειδῆ τύπον, ὃν εἶδεν ἐν
τῷ οὐρανῷ. Καὶ ἐκ τοῦ κίονος ἐκείνου τοῦ πορφυροῦ    (5)

 ἐποίησεν στήλας τῶν υἱῶν αὐτοῦ καὶ ἀνετύπωσεν ἐπὶ


θρόνου καθέζεσθαι. Ἐποίησεν δὲ εἰς τὸν κίονα ἐκεῖνον
ἱστορίας τὰς ἑαυτοῦ ἐνζώδους καὶ γράμματα Ῥωμαῖα τὰ
ἔσχατα σημαίνοντα. Ἵσταται δὲ ἀντικρὺ τῶν δύο υἱῶν
αὐτοῦ τῶν ἐπὶ θρόνου καθεζομένων καὶ τῶν ἄλλων τῶν   (10)
ἀσπαζομένων. @1

You might also like