You are on page 1of 18

26 

ΣΕΠΤΕΜΒΡΙΟΥ 2021 
Κυριακὴ  ΙΔ´ 
ἡ Μετάστασις τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου Θεολόγου, Γεδεὼν τοῦ Δικαίου,  
Ἀνάμνησις Ἐπανόδου τῆς Τιμίας Κάρας Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις 

Ἦχος πλ. α´. Ἑωθινὸν Γ´. 
* * * * * 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι πρέπει σοι πᾶσα δόξα... 
Ἦχος πλ. α´. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ΑΠΟΛΥΤΙΚΙΑ 
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´. 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ‐
νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνα‐
τον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. 
Δόξα.  
Ἀπολυτίκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος β´. 
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προ‐
σπίπτοντα,  ὁ  ἐπιπεσόντα  τῷ  στήθει  καταδεξάμενος·  ὃν  ἱκέτευε  Θεολόγε,  καὶ  ἐπίμονον  νέφος 
ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 
Καὶ νῦν. Θεοτοκίον. 
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ 
παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε, σω‐
θῆναι τὰς ψυχὰς ἡμῶν. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι σὸν τὸ κράτος... 
* * * 
ΚΑΘΙΣΜΑΤΑ 
Μετὰ τὴν α´ Στιχολογίαν 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνά‐
στασιν  αὐτοῦ  ὑπερδοξάσωμεν·  ὅτι  συνήγειρε  νεκρούς,  ἐκ  τῶν  μνημάτων  ὡς  Θεός,  σκυλεύσας 
κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. 
Δόξα. 
Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνή‐
ματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξανέστησας. Παν‐
τοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. 
  1
Καὶ νῦν. Θεοτοκίον. 
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχεί‐
μαστε  λιμήν,  καὶ  ἀπειρόγαμε·  ἡ  τεκοῦσα  ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ 
ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. 
Μετὰ τὴν β´ Στιχολογίαν. 
Ἦχος πλ. α´. 
Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα 
σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε· ἆρα κα‐
λέσεις με  τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με  ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ 
Θεὸς καὶ σῶσόν με. 
Δόξα. 
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξε‐
κέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔ‐
δραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυψούμενε Σωτήρ, ὃν ὑ‐
μνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. 
Καὶ νῦν. Θεοτοκίον. 
Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ 
καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πα‐
νύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς. 
Μετὰ τὸν Πολυέλαιον 
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 
Σὺ υἱὸς ἐπεκλήθης θείας βροντῆς, ὡς τὰ ὦτα κωφεύσας τῶν δυσσεβῶν· καὶ σάλπιγγος ἡδύτερον, 
διηχήσας  ὦ  πάνσοφε,  εἰς  εὐθείας  καρδίας  τοῦ  Λόγου  τὴν  σάρκωσιν,  καὶ  ὡς  γνήσιος  φίλος,  τῷ 
στήθει  ἀνέπεσας·  ὅθεν  ἐξαντλήσας,  τὸ  τῆς  γνώσεως  βάθος,  τοῖς  πᾶσιν  ἐκήρυξας,  τοῦ  Πατρὸς 
τὸν  συνάναρχον, Ἰωάννη Ἀπόστολε, πρέσβευε  Χριστῷ  τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν  δωρή‐
σασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Δόξα.  
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 
Ἀναπεσὼν  ἐν  τῷ  στήθει  τοῦ  Ἰησοῦ,  παῤῥησίας  τυγχάνων  ὡς  μαθητής,  ἠρώτησας,  Τίς  ἐστιν,  ὁ 
προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδεί‐
χθη σοι. Ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀῤῥήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ 
πέρατα,  Θεολόγε  Ἀπόστολε,  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  τῶν  πταισμάτων  ἄφεσιν  δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Καὶ νῦν. Θεοτοκίον. 
Παναγία  Παρθένε  Μήτηρ  Θεοῦ,  τῆς  ψυχῆς  μου  τὰ  πάθη  τὰ  χαλεπά,  θεράπευσον  δέομαι,  καὶ 
συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, 
μολύνας  ὁ  ἄθλιος.  Οἴμοι!  τί  ποιήσω,  ἐν  ἐκείνῃ  τῇ  ὥρᾳ,  ἡνίκα  οἱ  Ἄγγελοι,  τὴν  ψυχήν  μου  χωρί‐
ζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότα‐
τος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου. 
* * * 
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ 
Ἦχος πλ. α´. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 
Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ‐
σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 
  2
Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος 
προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ 
μνήματος. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 
Λίαν  πρωῒ  μυροφόροι  ἔδραμον  πρὸς  τὸ  μνῆμά  σου  θρηνολογοῦσαι·  ἀλλ᾿  ἐπέστη  πρὸς  αὐτὰς  ὁ 
ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 
Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς 
αὐτὰς  φθεγγομένου·  Τί  μετὰ  νεκρῶν  τὸν  ζῶντα  λογίζεσθε;  ὡς  Θεὸς  γὰρ  ἐξανέστη  τοῦ  μνήμα‐
τος. 
Δόξα. 
Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ 
οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. 
Καὶ νῦν. 
Ζωοδότην  τεκοῦσα,  ἐλυτρώσω,  Παρθένε,  τὸν  Ἀδὰμ  ἁμαρτίας·  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  ἀντὶ  λύπης 
παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. 
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (γ´) 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι ηὐλόγηταί Σου... 
* * * 
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ 
ἡ Ὑπακοή. Ἦχος πλ. α´. 
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυρο‐
φόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, 
συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. 
οἱ Ἀναβαθμοί. Ἦχος πλ. α´. 
Ἀντίφωνον Α´. 
Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. 
Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  περικρατεῖται  πάντα  τὰ  ὁρατά  τε,  σὺν  τοῖς  ἀοράτοις·  αὐτοκρατὲς  γὰρ  ὄν,  τῆς 
Τριάδος ἕν ἐστιν ἀψεύστως. 
Ἀντίφωνον Β´. 
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. 
Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασι‐
λεύεις εἰς τοὺς αἰῶνας. 
Ἀντίφωνον Γ´. 
Ἐπὶ  τοῖς  εἰρηκόσι  μοι·  Εἰς  τὰς  αὐλὰς  προσβῶμεν  Κυρίου·  χαρᾶς  πολλῆς  πλησθείς,  εὐχὰς  ἀνα‐
πέμπω. 
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. 
Προκείμενον. 
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (δίς) 
  3
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 
Ἀνάστηθι Κύριε ὁ Θεός μου... 
* * * 
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ 
ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.    Κύριε, ἐλέησον.   ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... 
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 
ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡ‐
μῶν ἱκετεύσωμεν.   Κύριε, ἐλέησον. (γ´) 
ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. 
ὁ ἱερεύς· Εἰρήνη πᾶσι.   Καὶ τῷ Πνεύματί σου. 
ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. 
ὁ διάκονος· Πρόσχωμεν.          Δόξα σοι, Κύριε, δόξα σοι. 
ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον 
Ἑωθινὸν Γ´  
Ἐκ τοῦ κατὰ Μᾶρκον  
(ιστ´ 9‐20) 
Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πο‐
ρευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπί‐
στησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόν‐
τες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν 
ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες 
εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατα‐
κριθήσεται.  Σημεῖα  δὲ  τοῖς  πιστεύσασι  ταῦτα  παρακολουθήσει·  ἐν  τῷ  ὀνόματί  μου  δαιμόνια  ἐκβαλοῦσι·  γλώσσαις  λαλήσουσι 
καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ 
μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκή‐
ρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. 
Δόξα σοι, Κύριε, δόξα σοι. 
ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· 
Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνήσωμεν  ἅγιον  Κύριον  Ἰησοῦν,  τὸν  μόνον  ἀναμάρτη‐
τον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐
ζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πά‐
ντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυ‐
ροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐ‐
τοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. 
οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 
Ἦχος β´. 
Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ‐
ξάλειψον τὸ ἀνόμημά μου. 
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου 
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
  4
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐
σύνην σου. 
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 
Θυσία  τῷ  Θεῷ  πνεῦμα  συντετριμμένον·  καρδίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ  Θεὸς 
οὐκ ἐξουδενώσει. 
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. 
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. 
Δόξα. 
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 
Καὶ νῦν. 
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. 
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...  Κύριε, ἐλέησον. (ιβ´) Ἐλέει καὶ οἰκτιρμοῖς...  Ἀμήν. 
* * * 
ΟΙ ΚΑΝΟΝΕΣ 
ὁ Ἀναστάσιμος καὶ οἱ δύω τοῦ Μηναίου 
ᾨδὴ α´.  
ὁ Ἀναστάσιμος εἰς δ´ 
(ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 
Ἦχος πλ. α´. Ὁ Εἱρμός. 
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χρι‐
στὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 
Σὲ  ἡ  ἀκανθηφόρος,  Ἑβραίων  συναγωγή,  οὐ  στοργὴν  Εὐεργέτα,  πρὸς  σὲ  φυλάξασα  μητρικήν, 
Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 
Ἤγειράς  με  πεσόντα,  τῷ  βόθρῳ  ἐπικλυσθείς,  Ζωοδότα  ἀπτώτως·  καὶ  τῆς  ἐμῆς  δυσώδους  φθο‐
ρᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. 
Θεοτοκίον 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

  5
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξα‐
νέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι. 
ὁ α´ Κανὼν τοῦ τοῦ Εὐαγγελιστοῦ 
οὗ ἡ Ἀκροστιχίς· Βροντῆς τὸν υἱὸν χριστοτερπῶς. Θεοφάνους. 
Ἦχος β´. Ἐν βυθῷ κατέστρωσε ποτέ. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Βασιλείαν τὴν τῶν οὐρανῶν, Μάκαρ ἦν ἐκήρυξας, ἀπολαβὼν καὶ τῷ Λόγῳ συνόμιλος, γεγονὼς 
οὐράνιος, τοὺς πιστεύοντας τῷ σεπτῷ σου κηρύγματι, καὶ θεολογία, ταῖς σαῖς ἱκεσίαις διαφύλα‐
ξον. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ῥωμαλέον φρόνημα δείκνυς, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς καὶ δεσμῶν τῶν τῆς φύσεως, 
καὶ τῷ Λόγῳ Πάνσοφε, λογικῶς τε καὶ νουνεχῶς συγγινόμενος, ἐκ τῆς ἀλογίας, τοὺς ἀλογωθέ‐
ντας ἠλευθέρωσας. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Οὐρανίων γνῶσιν εἰληφώς, θεολογικώτατα, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον ἐκήρυξας, Ἐν ἀρχῇ ὁ Λό‐
γος ἦν, καὶ ὁ Λόγος ἦν πρὸς τὸν αὐτοῦ Γεννήτορα, καὶ Θεὸς ὁ Λόγος, εὐαγγελιζόμενος Θεόσοφε. 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Νεανίδων θείων  ὁ  χορός, ἐνθεαστικώτατα, ἐν γυναιξὶ σε καλὴν ἀσματίζουσι, Θεοτόκε  Δέσποι‐
να, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γάρ, Λόγον ὑπὲρ λόγον ἀπεκύησας. 
Ἕτερος Κανὼν τοῦ Ἁγίου,  
οὗ ἡ Ἀκροστιχίς· Ἕκτην δέησιν τῷ Θεοῦ Μύστῃ φέρω. Ὁ Ἰωσήφ. 
Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Εἰς  τὰ  τοῦ  Πνεύματος  βάθη  τὸν  λογισμόν,  ἐλλαμφθεὶς  ἐνέκυψας,  καὶ  τὴν  γέννησιν  ἡμῖν,  τὴν 
φρικτὴν ἐτράνωσας βοῶν, Θεολόγε· Ἐν ἀρχῇ, ὁ Λόγος ἦν τοῦ Θεοῦ. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Κατακαμπτόμενοι πλήθει τῶν πειρασμῶν, καὶ παθὼν καὶ θλίψεων, καὶ  δεινῶν ἐπαγωγαῖς,  πί‐
στει καταφεύγομεν πρὸς σέ, Θεολόγε, βοηθός, γενοῦ τοῖς δούλοις σου. 
Δόξα. 
Τὰ  τῶν  ψυχῶν  ἡμῶν  πάθη  τὰ  χαλεπά,  ἰατρὸς  ὡς  ἄριστος,  ἰασάμενος  σοφέ,  αἰωνίου  λύτρωσαι 
ἡμᾶς, καταδίκης καὶ πυρός, τῇ μεσιτείᾳ σου. 
Καὶ νῦν.  
Θεοτοκίον 
Ἡ τὸν Θεὸν συλλαβοῦσα τὸν δι᾿ ἡμᾶς, γεγονότα ἄνθρωπον, τοῦτον αἴτησαι Ἁγνή, ἐν ἡμέρᾳ κρί‐
σεως ἡμᾶς, οἰκτειρῆσαι τοὺς πολλά, ἡμαρτηκότας αὐτῷ. 
ᾨδὴ γ´.  
ὁ Ἀναστάσιμος 
Ἦχος πλ. α´. Ὁ Εἱρμός. 
Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀ‐
σάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φι‐
λάνθρωπε. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνό‐
χασι Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτεξουσί‐
  6
ως  ἀναστάς,  πᾶσι  πιστοῖς  παρέσχε,  τὴν  μυστικῶς  ἐπισκιάζουσαν,  ἄνωθεν  τοῦ  Πνεύματος  ἔλ‐
λαμψιν. 
Θεοτοκίον 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδί‐
νων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν. 
ὁ α´ τοῦ Εὐαγγελιστοῦ  
Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τριάδος ἐφανέρωσας, θεολόγῳ γλώττῃ σου, τὸ ὑπὲρ νοῦν μυστήριον, Ἰωάννη θεομακάριστε, ἐν 
ᾗ ἐστερεώθη ἡ καρδία μου. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ἡ γλῶσσά σου γεγένηται, γραμματέως κάλαμος, τοῦ Παναγίου Πνεύματος, θεογράφως ὑποση‐
μαίνουσα, τὸ σεπτόν τε καὶ θεῖον Εὐαγγέλιον. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Σοφίας σὺ τὴν ἄβυσσον, ἀνυμνήσω Πάνσοφε, ἀναπεσὼν θεόφρονι, παῤῥησίᾳ τῇ τῆς σοφίας πη‐
γῇ, καὶ ταύτης Θεοκήρυξ ἐχρημάτισας. 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Τὴν  μόνην  παρθενεύουσαν, καὶ Μητέρα σέβομεν, ὡς σωτηρίας πρόξενον, γενομένην ἡμῖν  Πα‐
νάμωμε, καὶ κόσμον ῥυομένην ταῖς πρεσβείαις σου. 
ὁ Ἕτερος τοῦ Ἁγίου 
Ἦχος πλ. β´. Οὐκ ἐστὶν ἅγιος ὡς σύ. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Νοῒ λαμπρῷ καὶ καθαρῷ, ὁμιλήσας τῷ Λόγῳ, Θεολόγε τρισμάκαρ, ἐμυήθης παρ᾿ αὐτοῦ, τὰ ὑπὲρ 
λόγον σαφῶς, καὶ τὴν κτίσιν, πᾶσαν κατεφώτισας. 
Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Δεσμῶν  με  ῥῦσαι  χαλεπῶν,  ἁμαρτίας  Τρισμάκαρ,  τῇ  στοργῇ  συνδεσμῶν  με,  τοῦ  Δεσπότου  καὶ 
Θεοῦ, ὃν ἀγαπήσας θερμῶς, θεολόγος, τούτου ἐχρημάτισας. 
Δόξα. 
Ἐδόθης  πρόμαχος  ἡμῖν,  καὶ  μεσίτης  καὶ  ῥύστης,  καὶ  πρὸς  Κύριον  πρέσβυς,  καὶ  θαυμάτων  αὐ‐
τουργός, καὶ ἰαμάτων πηγή, Θεολόγε· ὅθεν σε γεραίρομεν. 
Καὶ νῦν.  
Θεοτοκίον 
Ἡνίκα Λόγος ὁ ἐκ σοῦ, σαρκωθεὶς ἀποῤῥήτως, Θεοτόκε ἐν ξύλῳ, ἀνυψοῦτο τοῦ Σταυροῦ, παρθέ‐
νῳ τῷ Μαθητῇ, ὡς παρθένον, Κόρην σε παρέθετο. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... 
* * * 
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ 
τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α´. Μιμητὴς ὑπάρχων. 
Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς 
θανόντας  ὡς  κτίστης  συνεξανέστησας,  καὶ  θανάτου  τὸ  κέντρον  Χριστὲ  συνέτριψας,  καὶ  Ἀδὰμ 
τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. 
ὁ Οἶκος 
Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμε‐
ναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαί‐

  7
ρετε· θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην· σπουδάσατε οὖν πρὸς 
τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ 
πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. 
ἐκ τοῦ Μηναίου 
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 
Τῆς  σοφίας  τῷ  στήθει  ἀναπεσών,  καὶ  τὴν  γνῶσιν  τοῦ  Λόγου  καταμαθών,  ἐνθέως  ἐβρόντησας· 
Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ καταγγείλας πᾶσι, τοῦ 
Λόγου τὴν σάρκωσιν· ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδι‐
δάσκεις τοῖς πέρασι. Θεολόγε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δω‐
ρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Δόξα. Καὶ νῦν. Θεοτοκίον. 
Ἐλεήμονα  Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον  ἅπαντας,  τοὺς  εἰς 
σὲ  καταφεύγοντας,  πειρασμῶν  καὶ  νόσων,  καὶ  πάσης  κακώσεως,  καὶ  τῆς  αἰωνιζούσης  φλογὸς 
ἐλευθέρωσον,  ὅπως  εὐχαρίστως,  τῶν  πολλῶν  οἰκτιρμῶν  σου,  τὸν  πλοῦτον  δοξάζωμεν,  καὶ  τὸ 
ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δω‐
ρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Σὺ γὰρ εἶ ὁ Βασιλεύς... 
* * * 
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 
Κοντάκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος β´. 
Τὰ μεγαλεῖα σου Παρθένε, τίς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρε‐
σβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς θεολόγος καὶ φίλος Χριστοῦ. 
ὁ Οἶκος 
Ὕψη  οὐράνια  ἐκμανθάνειν,  καὶ  θαλάσσης  τὰ  βάθη  ἔρευναν,  τολμηρὸν  ὑπάρχει  καὶ  ἀκατάλη‐
πτον· ὥσπερ οὖν ἄστρα ἐξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἐστὶν ὅλως, οὕτως οὔτε τὰ τοῦ 
Θεολόγου  εἰπεῖν  ἱκανόν·  τοσούτοις  αὐτὸν  στεφάνοις  ὁ  Χριστός,  ὃν  ἠγάπησεν  ἔστεψεν!  οὗ  τῷ 
στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ. 
Συναξάριον 
Τῇ ΚΣΤ´ τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, Φί‐
λου,  Παρθένου,  Ἐπιστηθίου,  Ἠγαπημένου,  Ἰωάννου  τοῦ  Θεολόγου,  υἱοῦ  Ζεβεδαίου  καὶ  Σαλώ‐
μης, ἐν ἔτει ἑκαστοστῷ καὶ πρώτῳ (101) ἐν Ἐφέσῳ κοιμηθέντος. 
Στίχοι 
Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ, 
Πάντων μαθητῶν, Ἠγαπημένε, πλέον. 
Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Δικαίου Γεδεών, Κριτοῦ ἐν τῷ Ἰσραὴλ ἀναδειχθέντος καὶ θεοφιλῶς 
λειτουργήσαντος,  προειδότος  δὲ  τὸν  ἄφραστον  τόκον  τῆς  Ἀειπαρθένου  διὰ  τοῦ  θαύματος  τοῦ 
πόκου  ‐τοῦ  θεασαμένου  τὸν  θαυμαστὸν  πόκον  ἐν  τῇ  ἅλωνι,  ἐν  ἔτει  χιλιοστῷ  διακοσιοστῷ  καὶ 
ἐννάτῳ (1209) πρὸ Χριστοῦ κοιμηθέντος. 
Στίχοι 
Κἂν οὐ κατεῖδε Γεδεὼν τὸν σὸν τόκον, 
Προεῖδε, Χριστέ, τοῦ τόκου σου τὸν τύπον. 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἔνδοξος μάρτυς Χήρα, μαχαίρᾳ τελειοῦται. 
Στίχοι 
Σφαγεῖσα Χήρα, Σοί νενύμφευται, Λόγε, 

  8
Γράψασα συμβόλαιον ἐκ τῶν αἱμάτων. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Νέου, τοῦ Καλαβροῦ, τοῦ ἐν Ροσσά‐
νῳ τῆς Καλαβρίας, κτίτορος τῆς Μονῆς Κρυπτοφέρης, τῆς ἄλλως Γκρότα Φεῤῥάτα καλουμένης, 
ἐν Ρώμῃ, ἐν ἔτει χιλιοστῷ καὶ τετάρτῳ (1004) κοιμηθέντος. 
Στίχοι 
Νεῖλος νοητὸς ἐδείχθη Καλαβρίᾳ, 
Ὅσιος Νεῖλος ταύτην θαυμάτων πλήσας. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ θαυματουργοῦ, ἡγουμένου τῆς ἐν 
Περεκὸμ Μονῆς, ἐν Ῥωσσίᾳ. (+1492) 
Στίχοι 
Εὐφραίνεται φαιδρῶς, Ἐφραίμ, ἡ Μονή σου, 
Σχοῦσά σε πρέσβυν ἐνώπιον Κυρίου. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Σπηλαιώτου, τοῦ καὶ Ποταμίτου 
ἐπονομαζομένου, τοῦ παρὰ τὸν χείμαῤῥον Μερσίνην, πλησίον τῆς Λευκωσίας ἐν Κύπρῳ ἀσκή‐
σαντος.  Τὸ  δὲ  σπήλαιον  τῶν  αὐτοῦ  κατορθωμάτων  προσκυνοῦντες  εὐλαβῶς  χάριτος  πάντες 
πληροῦνται καὶ νόσων ἀπαλλάττονται. Ἡ τιμία δὲ αὐτοῦ κάρα ἀποθησαυρίζεται ἐν τῇ Ἱερᾷ Μο‐
νῇ Κύκκου, πᾶσι παρέχουσα ἀενάως ἰάματα. 
Στίχοι 
Χαρίτων ἐπλήσθης πολλῶν, Ἰωάννη, 
Ὡς ὑπὲρ τὴν φύσιν ἀσκήσας ἐν ἄντρῳ. 

Τῇ αὐτῇ ἡμέρᾳ, συνέπεσε κατὰ τὸ ἔτος 1964 καὶ ἡ πανηγυρικὴ ὑποδοχὴ εἰς τὴν μεγαλούπολιν 
τῶν Πατρῶν τῆς τιμίας Κάρας τοῦ Πρωτοκλήτου Ἀποστόλου Ἀνδρέου, ἐπιστρεφούσης ἀπὸ μα‐
κροχρονίου ξενιτείας καὶ αἰχμαλωσίας εἰς τὴν οἰκείαν πόλιν αὐτοῦ. Ἔτι δὲ καὶ μετὰ δεκαετίαν, 
τὴν αὐτὴν ἡμέραν, ἐτελέσθησαν καὶ τὰ Ἐγκαίνια τοῦ νέου μεγαλοπρεποῦς Ναοῦ τοῦ τῶν Πα‐
τρέων Πολιούχου. 
Στίχοι 
Ἐν Ῥώμῃ Κάρα πρὸς καιρὸν φυλαχθεῖσα, 
Ἡ τοῦ Ἀνδρέου, ἤδη Πάτραζε ἧκεν. 
Ἐκκλησίας διαλλάσσων νῦν ὑπέστρεψας, Ἀνδρέα. 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 
* * * 

ΚΑΤΑΒΑΣΙΑΙ 
τῆς Θεοτόκου 
ᾨδὴ α´. Ἦχος δ´. 
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί· καὶ 
ὀφθήσομαι  φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος  ταύτης τὰ θαύματα. 
ᾨδὴ γ´. 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματι‐
κόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου ...  
…στεφάνων δόξης ἀξίωσον. 
ᾨδὴ δ´. 
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης 
Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε·  Δόξα τῇ δυνάμει σου, Κύριε. 
ᾨδὴ ε´. 
Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ 
πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. 

  9
ᾨδὴ Ϛ´. 
Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖ‐
ρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. 
ᾨδὴ ζ´. 
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πα‐
τήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. 
ᾨδὴ η´. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐ‐
νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπε‐
ρυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 
ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. 

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 
Ἦχος δ´. 
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί 
μου. 
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν 
Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί 
με πᾶσαι αἱ γενεαί. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς 
γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ 
πλουτοῦντας ἐξαπέστειλε κενούς. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  Ϛ´.  Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐
ρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Καταβασία. ᾨδὴ θ´. 
Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, 
γεραίρουσα  τὴν  ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις, παμμακάριστε  Θεοτόκε 
ἁγνή, ἀειπάρθενε. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· 
 Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... 
* * * 
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 
Ἦχος β´. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,  
  10
… ὅτι ἅγιός ἐστιν. 
Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´. 
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀ‐
γρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρα‐
νούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.  
τοῦ Εὐαγγελιστοῦ  
Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. 
Βροντῆς υἱὸς γενόμενος, βροτοῖς ἐθεολόγησας, τό, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, ἐπι‐
πεσὼν τῷ στήθει γάρ, πιστῶς τῷ τοῦ Δεσπότου σου, κακεῖθεν ἀρυσάμενος, θεολογίας τὰ ῥεῖθρα, 
τὴν κτίσιν πᾶσαν ἀρδεύεις. 
ΣταυροΘεοτοκίον 
Σταυρῷ τῷ τοῦ Κυρίου σου, παρισταμένη Πάναγνε, σὺν Μαθητῇ τῷ Παρθένῳ, Γύναι Ἰδοὺ ὁ υἱός 
σου, ἀκήκοας τοῦ πλάσαντος· τῷ Μαθητῇ ὠσαύτως δέ, Ἰδού φησιν ἡ μήτηρ σου, μεθ᾿ οὗ σε πά‐
ντες ὑμνοῦμεν, ..  
.. Θεογεννῆτορ Παρθένε. 
* * * 
ΑΙΝΟΙ 
Ἦχος πλ. α´. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐
στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐
μνος τῷ Θεῷ. 
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´. 
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέ‐
χθης  ἐκ  τῆς  Θεοτόκου·  οὐκ  ἔγνωσαν  πῶς  ἐσαρκώθης,  οἱ  ἀσώματοί  σου  Ἄγγελοι·  οὐκ  ᾔσθοντο 
πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφα‐
νέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν 
ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. 
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, κα‐
ταλιπών  σου  τὰ  ἐντάφια,  εἰς  μαρτύριον  τῆς  ἀληθοῦς,  τριημέρου  ταφῆς σου·  καὶ  προῆγες  ἐν τῇ 
Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. 
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐
νης αὐτοῦ. 
Κύριε,  αἱ  γυναῖκες  ἔδραμον  ἐπὶ  τὸ  μνῆμα,  τοῦ  ἰδεῖν  σε  τὸν  Χριστόν,  τὸν  δι᾿  ἡμᾶς  παθόντα·  καὶ 
προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς 
ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυ‐
χὰς ἡμῶν. 
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, 
πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακρο‐
θυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέ‐
ρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. 
καὶ Στιχηρὰ Προσόμοια τοῦ Εὐαγγελιστοῦ 

  11
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος. 
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Μάκαρ,  Ἰωάννη  πάνσοφε,  περιουσίᾳ  θερμῇ,  τῆς  Χριστοῦ  ἀγαπήσεως,  πλέον  πάντων  πέφηνας, 
Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτῃ Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυ‐
γοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι καταυγασθείς, σῶμα καὶ διάνοιαν θεομακάριστε. 
Στίχ.  Ϛ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  κυμβάλοις  εὐήχοις·  αἰνεῖτε  αὐτὸν  ἐν  κυμβάλοις  ἀλαλαγμοῦ.  Πᾶσα 
πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευ‐
σας,  Ἰωάννη  πανάριστε,  τῇ  τῆς  Τριάδος  γνώσει  τὴν  θάλασσαν,  καταξηράνας  τῆς  ἀθεότητος, 
στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς. 
Στίχ. ζ´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥή‐
ματα αὐτοῦ. 
Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτῶν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ 
τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας τὸ φαεινότατον, ὄμμα 
τὸν πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ. 
Στίχ. η´. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 

Εὐαγγελιστὰ  θεσπέσιε,  τῶν  ἀγαθῶν  τὴν  πηγήν,  βασιλείαν  ἀσάλευτον,  καὶ  ζωὴν  αἰώνιον,  καὶ 
χαρὰν ἀνεκλάλητον, καὶ θεωρίας θείας ἀπόλαυσιν, καὶ πλουτοδότως Χριστοῦ χαρίσματα, νοῦν 
ὑπερβαίνοντα, καὶ βροτῶν διάνοιαν, γόνε βροντῆς, εὐαγγελιζόμενος, τῷ κόσμῳ ἔλαμψας. 
Δόξα. Ἦχος πλ. δ´. 
Εὐαγγελιστὰ  Ἰωάννη,  Ἰσάγγελε  Παρθένε,  Θεολόγε  θεοδίδακτε,  ὀρθοδόξως  τῷ  κόσμῳ,  τὴν  ἄ‐
χραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωήν, ποριζόμε‐
θα ταῖς ψυχαῖς ἡμῶν. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμα‐
λώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτω‐
ται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕ‐
τως εὐδοκήσας, δόξα σοι. 
* * * 
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. 
Ὑμνοῦμέν  σε,  εὐλογοῦμέν  σε,  προσκυνοῦμέν  σε,  δοξολογοῦμέν  σε,  εὐχαριστοῦμέν  σοι  διὰ  τὴν 
μεγάλην σου δόξαν. 
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγι‐
ον Πνεῦμα. 
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον 
ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. 
Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 
Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  καὶ  αἰνέσω  τὸ  ὄνομά  σου  εἰς  τὸν  αἰῶνα  καὶ  εἰς  τὸν  αἰῶνα 
τοῦ αἰῶνος. 
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς 
  12
τοὺς αἰῶνας. Ἀμήν. 
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. (γ´) 
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυ‐
χήν μου, ὅτι ἥμαρτόν σοι. 
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. 
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 
Δόξα. Καὶ νῦν. 
Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ· 
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´. 
Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, 
Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου 
ἐξαπέστειλας  αὐτοὺς  ἐπὶ  τὸ  κήρυγμα  καὶ  δι᾿  αὐτῶν  τὴν  εἰρήνην  παρέσχες  τῇ  οἰκουμένῃ,  μόνε 
πολυέλεε. 
ἢ 
τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ‐
μῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. 
* * * * * 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 
Ἀντίφωνα τῶν Κυριακῶν 
Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´) 
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπό‐
ζει. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Δόξα. Καὶ νῦν. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´) 
Στίχ. α´.  Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑ‐
πάρχω. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. 
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. 
  13
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Δόξα. Καὶ νῦν. 
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐
ραν  σωτηρίαν  σαρκωθῆναι  ἐκ  τῆς  ἁγίας  Θεοτόκου  καὶ  ἀειπαρθένου  Μαρίας,  ἀτρέπτως  ἐναν‐
θρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, 
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 
Ἀντίφωνον Γ´. Ἦχος πλ. α´.  (Ψαλμὸς ριζ´) 
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α´. 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ‐
νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνα‐
τον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. 
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος 
αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 
* * * 

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 
Εἰσοδικόν. Ἦχος β´.  
(ὲὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…       
… ψάλλοντάς σοι, Ἀλληλούϊα. 
* * * 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α´. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) 
Τὸν Συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ‐
νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνα‐
τον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. 
Ἀπολυτίκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος β´. 
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προ‐
σπίπτοντα,  ὁ  ἐπιπεσόντα  τῷ  στήθει  καταδεξάμενος·  ὃν  ἱκέτευε  Θεολόγε,  καὶ  ἐπίμονον  νέφος 
ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) 
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ‐
μαρτωλῶν  δεήσεων  φωνάς,  ἀλλὰ  πρόφθασον  ὡς  ἀγαθὴ  εἰς  τὴν  βοήθειαν  ἡμῶν,  τῶν  πιστῶς 
κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεο‐
τόκε, τῶν τιμώντων σε. 
* * * 
‐‐‐‐‐‐‐‐  ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ  ‐‐‐‐‐‐‐‐ 
* * * 
  14
ΑΠΟΣΤΟΛΟΣ 
Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Εὐαγγελιστοῦ 
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς ιη´) 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐ‐
τοῦ. 
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. 

Καθολικῆς Α´ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα.   
(δ´12‐19)   
Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐ‐
τοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅ‐
τι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀ‐
πέσταλκε  τὸν  υἱὸν σωτῆρα  τοῦ  κόσμου. Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ,  ὁ 
Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην 
ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς 
ἐν αὐτῷ. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παῤῥησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρί‐
σεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, 
ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετε‐
λείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. 
Ἀλληλούϊα. (γ´) 
Ἦχος α´. (Ψαλμὸς πη´) 
Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 
Στίχ. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 
* * * 

ΕΥΑΓΓΕΛΙΟΝ 
Ἐκ τοῦ κατὰ Ἰωάννην 
(ιθ´ 25‐27, κα´ 24‐25). 
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν δὲ παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ͵ Μαρία ἡ τοῦ Κλωπᾶ 
καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα͵ λέγει τῇ μητρί αὐτοῦ· Γύναι͵ ἰδοὺ 
ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ 
μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅ‐
σα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.  
Δόξα σοι, Κύριε, δόξα σοι. 
* * * 
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου 
* * * 

Εἰς τό· Ἐξαιρέτως… 
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ 
μητέρα  τοῦ  Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν  Σερα‐
φίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 
* * * 

Κοινωνικόν. 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐ‐
τοῦ. Ἀλληλούϊα. 
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. 
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον 
Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 

  15
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… 
Ἦχος β´. 
Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δό‐
ξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρησον ἡμᾶς ἐν 
τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλλη‐
λούϊα. 
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. 
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 
Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... 
Δι᾿ εὐχῶν... Ἀμήν. 
* * * * * 

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
http://akolouthies.wordpress.com 
Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 
Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 
 
Μεγαλυνάρια τοῦ Εὐαγγελιστοῦ. 
Τῆς Θεολογίας τὸν ἀρχηγόν, τὸν ἠγαπημένον Ἰωάννην καὶ μαθητήν, τὸν ἐπὶ τὸ στῆθος Χριστοῦ 
ἀναπεσόντα, τὸν μέγαν Θεολόγον πάντες ὑμνήσωμεν. 
Νικοδήμου 
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ὁμόνοιαν σκέπην· μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν 
τοῖς σοῖς οἰκέταις, εἰς δόξαν τοῦ Κυρίου θεῖε Ἀπόστολε. 
Θεοδωρήτου 
Σάλπιγγα τοῦ Λόγου τὴν φαεινήν, μύστην τε καὶ φίλον καὶ ἀγάπης ὑπογραμμὸν καὶ τῆς παρθε‐
νίας τὸ καθαρὸν δοχεῖον, πιστοὶ μεγαλοφώνως ἀνευφημήσωμεν. 
Γόνον τῆς ἐξ ὕψους θείας βροντῆς, ὑπὸ τοῦ Δεσπότου τὸν καλούμενον μαθητήν, τὸν ἐπιπεσόντα 
τῷ στήθει τοῦ Κυρίου, καὶ τῶν πιστῶν δειχθέντα, θερμότατον προστάτην δοξολογήσωμεν. 
Ἔχεις παῤῥησίαν πρὸς τὸν Θεόν, ὡς ἠγαπημένος, ἐπιφάνηθι βοηθός, ῥύστης καὶ προστάτης, ἡ‐
μῶν τοῖς ἐν ἀνάγκαις, καὶ λύτρωσαι κινδύνων καὶ περιστάσεων. 
Ῥύπον τῶν παθῶν μου τῶν χαλεπῶν, σκότος διανοίας, καὶ πταισμάτων μου τὰς οὐλάς, ἐξάλει‐
ψον μάκαρ ταῖς λιταῖς σου, καὶ κάθαρόν με τούτων, ὅπως δοξάζω σε. 
 

 
Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 
Ἕτερον Ἀπολυτίκιον τοῦ Θεολόγου. 
(ὑπὸ Σεβ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) 
Ἦχος γ´. Θείας πίστεως. 

  16
Χαίρει  σήμερον  ἡ νῆσος  Πᾶτμος,  ἐν  τῇ μνήμῃ σου, Ἠγαπημένε, καὶ σκιρτᾷ κατὰ χρέος  ἑόρτια, 
ὅτι σαγήνῃ τῶν θείων λογίων σου πρὸς θεϊκὴν ἐζωγρήθη ἐπίγνωσιν. Ὅθεν φύλαττε αὐτὴν ταῖς 
εὐχαῖς σου πάντοτε, ἐχθρῶν ἐπιβουλῆς ἀνεπηρέαστον. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Θεολόγου εἰς Στάσιμον καὶ Εἴραν Μεσσηνίας. 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Ἰωάννη,  Στασίμου  λαμπρὸν  καλλώπισμα  καὶ  δήμου  εὖχος  Εἰρέων,  σῇ  ὑποδείξει  ναὸς  ἐρειπίων 
παλαιοῦ  ναοῦ  σου  ὕπερθεν  ἀνεδομήθη  θαυμαστῶς,  Θεολόγε,  οὗ  χερσὶν  ἰδίοις  σου  ἐν  ἐσχάτοις 
ὅρια ἔθηκας χρόνοις, πιστῶν φρουρὲ καὶ φύλαξ ἄγρυπνε. 
Ἀπολυτίκιον Ὁσίου Νείλου Καλαβροῦ. 
Ἦχος β´. Ἠλιοὺ ἐμιμήσω. 
Μωϋσέως, Δαυΐδ τε, πάτερ, τὸ πρᾷον, Φινεὲς καὶ Ἠλιοὺ τὸν θεῖον ζῆλον, τοῦ Ἀβραὰμ δὲ τὴν πί‐
στιν  κτησάμενος·  νῦν  σὺν  ἐκείνοις  χορεύεις  γηθόμενος·  Νεῖλε,  ὁσίων  καύχημα,  διὸ  ὑπὲρ  ἡμῶν 
δυσώπει τὸν Κύριον.  
Ἕτερον Ἀπολυτίκιον.  
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Τὸν  ἡσύχιον  βίον,  πάτερ,  ἑλόμενος,  καὶ  ψυχὴν  ἀναφλέξας  πρὸς  θεῖον  ἔρωτα,  ἀπεσείσω  κοσμι‐
κὴν πᾶσαν προσπάθειαν, καὶ τὸν σταυρὸν ἀναλαβὼν ἠκολούθησας θερμῶς Θεῷ τῷ πάντων δε‐
σπότῃ, πρὸς ὃν μετέβης ἀξίως πράξεσι θείαις καταλαμπόμενος.  
Ἀπολυτίκιον Ὁσίου Ἰωάννου τοῦ Ποταμίτου 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Ἀφανῶς, Ἰωάννη, πολιτευσάμενος, ἐν ἄντρῳ λελαξευμένῳ ταῖς σαῖς ὁσίαις χερσὶ ποταμοῦ παρ᾿ 
ὄχθας  ὤφθης  ἰσουράνιος  μέροψ·  διόπερ  ἐμφανῶς  ἐδοξάσθης,  ἀσκητά,  θεόθεν  καὶ  χάριν  εὗρες, 
γενέσθαι πάντων προστάτης καὶ ἀρωγὸς τῶν εὐφημούντων σε.  
 
Ἀπολυτίκιον Ἐπανακομιδῆς τῆς Κάρας τοῦ Ἁγίου Ἀνδρέου. 
(ποίημα ἐπισκόπου Νικοδήμου Βαλληνδρᾶ) 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Ὡς  θεῖον  θησαύρισμα  καταπιστεῦσαι  ποθῶν,  εἰς  Ῥώμην  ἐκόμισε  Παλαιολόγων  βλαστός,  δου‐
λείας ἐν ἔτεσι, Κάραν σου τὴν ἁγίαν ἐκ Πατρῶν, ὦ Ἀνδρέα, Σὺ δὲ τῷ Κορυφαίῳ ἀδελφῷ ἐκοινώ‐
νεις. Διὸ ἐπιστραφεῖσαν ἡμῖν προστάτιν κεκτήμεθα. 
Ἕτερον Ἀπολυτίκιον Ἐπανακομιδῆς. 
(Γεωργίου Γαλανόπουλου) 
Ἦχος γ´. Θείας πίστεως. 
Χαίρει σήμερον, μιμνησκομένη, ἡ φιλόθεος, Πατρέων πόλις, τῇ ἐπανόδῳ σῆς κάρας Ἀπόστολε, 
σὺν  ἐγκαινίοις  ναοῦ  σου  Πρωτόκλητε,  μάκαρ  Ἀνδρέα,  Χριστὸν  μεγαλύνουσα.  Ὅθεν  ἅπαντες, 
τοῖς σοῖς λειψάνοις προσπίπτομεν, πιστῶς τούτοις ἀσπαζόμενοι, καὶ χάριν ἐξ αὐτῶν, θείαν λαμ‐
βάνομεν. 
Ἕτερον 
(Γεωργίου Γαλανόπουλου) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Χαρμοσύνως πανήγυριν ἑορτάζομεν, τῆς Ἐπανόδου τῆς κάρας Ἀνδρέου τοῦ Μαθητοῦ, καὶ ναοῦ 
ἐγκαινισμὸν ἐν Πάτραις σήμερον. Ὅθεν συστήματα πιστῶν, μνείαν ἄγοντες ἀδύτων, προστρέ‐
χουσιν ἀσπασθῆναι, σὺν σταυρῷ καὶ λειψάνοις ταύτην, χάριν πλουσίαν ἀρυόμενοι. 
Ἕτερον 
(Γεωργίου Γαλανόπουλου) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  

  17
Τὸν ναόν σου τὸν θεῖον σκέπε, φρούρει καὶ φύλαττε, ἐκ παντοίας βλάβης Ἀνδρέα, εἰς αἰῶνας ἀ‐
σάλευτον, καὶ σῶσον σαῖς πρεσβείαις πρὸς Θεόν, τοὺς πίστει ἐσίοντας ἐν αὐτῷ, καὶ τὴν κάραν, 
σὺν  λειψάνοις  σου  καὶ  σταυρῷ,  ἀσπαζομένοις  κράζοντας·  Δόξα  τῷ  σὲ  δοξόσαντι  Χριστῷ,  δόξα 
τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, πᾶσι τὰ κρείττονα. 
Ἕτερον Ἀπολυτίκιον εἰς τὴν ἀνακομιδὴν τῆς Τιμίας Κάρας.  
(Ἠλίας Μπογδανόπουλος) 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Ἀνδρέου τοῦ μάκαρος περιχαρῶς, ἀδελφοί, ἀξίως τιμήσωμεν, ὑπερορίαν ποτέ, Κάραν τὴν πάν‐
σεπτον. Ταύτην, μετ᾿ εὐφροσύνης, τῷ Ναῷ προσιόντες, χείλεσιν ἀῤῥυπώτοις, ἀσπασώμεθα πά‐
ντες, λύτρωσιν αἰτούμενοι παθῶν καὶ μέγα ἔλεος. 
 
 
Τῇ κστ´ Σεπτεμβρίου, ἔτι μνείαν ποιούμεθα τῶν θαυμάτων τῆς ἐνδόξου καὶ θαυματουργοῦ 
Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς ἐπονομαζομένης Δωρεοδοτίσσης. 
Στίχ. Γαστρὶ ἀφθόρῳ τῆς Δωρεοδοτίσσης 
σαρκοῦται ὁ Λόγος, τὸν θάνατον λύων. 
Εἰκάδιτε ἕκτῃ Ἄνασσαν Κούρην Δωρεοδότιν μέλπω. 
Ἀπολυτίκιον. 
Ἦχος δ´. Ταχὺ προκατάλαβε 
Παρθένον κυήσασαν, τὸν Ποιητὴν ἐν σαρκί, καὶ νέμουσαν Πνεύματος, τὰς δωρεὰς τοῖς πιστοῖς, 
ὑμνήσωμεν λέγοντες· Χαίροις τῆς Ἐκκλησίας, ἡ θεόῤῥυτος κρήνη, βρύουσα Θεοτόκε, εὐστοργίᾳ 
ἀῤῥήτῳ, ἐλέους θεουργοὺς ἀστραπάς, Δωρεοδότισσα. 
 

  18

You might also like