You are on page 1of 10

LXT

Psalms of Solomon 9:1 [τῷ Σαλωμων εἰς ἔλεγχον] ἐν τῷ ἀπαχθῆναι Ισραηλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν ἐν τῷ ἀποστῆναι αὐτοὺς ἀπὸ κυρίου
τοῦ λυτρωσαμένου αὐτοὺς ἀπερρίφησαν ἀπὸ κληρονομίας ἧς ἔδωκεν αὐτοῖς κύριος
2
ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ Ισραηλ κατὰ τὸ ῥῆμα τοῦ θεοῦ ἵνα δικαιωθῇς ὁ θεός ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις ἡμῶν ὅτι σὺ κριτὴς
δίκαιος ἐπὶ πάντας τοὺς λαοὺς τῆς γῆς

LXT
Sirach 24:1ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται
2
ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
3
ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν
4
ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης
5
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα
6
ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην
7
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι
(Sir 24:1-7 LXT)

LXT Exodus 34:10 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς τοῦ λαοῦ σου ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ ἔθνει
καὶ ὄψεται πᾶς ὁ λαός ἐν οἷς εἶ σύ τὰ ἔργα κυρίου ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι
LXT Judith 14:7 ὡς δὲ ἀνέλαβον αὐτόν προσέπεσεν τοῖς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ
ἔθνει οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται
LXT Jeremiah 26:28 μὴ φοβοῦ παῖς μου Ιακωβ λέγει κύριος ὅτι μετὰ σοῦ ἐγώ εἰμι ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἐξῶσά σε ἐκεῖ
σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθῷον οὐκ ἀθῳώσω σε

LXT Genesis 18:18 Αβρααμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς
LXT Genesis 22:18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ᾽ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς
LXT Genesis 26:4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ
ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς
LXT Exodus 23:27 καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς
ὑπεναντίους σου φυγάδας
LXT Exodus 33:16 καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ᾽ ἢ συμπορευομένου σου μεθ᾽ ἡμῶν καὶ
ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν
LXT Deuteronomy 7:6 ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα
ἐπὶ προσώπου τῆς γῆς
LXT Deuteronomy 7:7 οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ
ἔθνη
LXT Deuteronomy 7:14 εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσίν σου
LXT Deuteronomy 10:15 πλὴν τοὺς πατέρας ὑμῶν προείλατο κύριος ἀγαπᾶν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾽ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ
ἔθνη κατὰ τὴν ἡμέραν ταύτην
LXT Deuteronomy 11:23 καὶ ἐκβαλεῖ κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ
ὑμεῖς
LXT Deuteronomy 28:10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε
LXT Deuteronomy 28:64 καὶ διασπερεῖ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις
ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου
LXT Deuteronomy 29:23 καὶ ἐροῦσιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος
LXT Joshua 4:24 ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ
χρόνῳ
LXT Joshua 23:4 ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔθνη
ἃ ἐξωλέθρευσα καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου
LXT Joshua 24:18 καὶ ἐξέβαλεν κύριος τὸν Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν
κυρίῳ οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν
LXT 1 Samuel 8:20 καὶ ἐσόμεθα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν
πόλεμον ἡμῶν
LXT 1 Chronicles 14:17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη
LXT 2 Chronicles 33:9 καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ
ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
LXT 1 Esdras 5:49 καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ ὅτι ἐν ἔχθρᾳ ἦσαν
αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ
δειλινὸν
LXT Nehemiah 6:16 καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν
ὀφθαλμοῖς αὐτῶν καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο
LXT Esther 3:8 καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου οἱ δὲ νόμοι
αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς
LXT Judith 3:8 καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς
ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη καὶ πᾶσαι αἱ γλῶσσαι καὶ αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν
LXT Tobit 14:6 καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν καὶ εὐλογήσουσιν πάντα τὰ
ἔθνη τὸν κύριον
LXT Tobit (S) 14:6 καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα
αὐτῶν τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ
LXT 1 Maccabees 1:42 καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως
LXT 1 Maccabees 2:18 νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ
καταλειφθέντες ἐν Ιερουσαλημ καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ
ἀποστολαῖς πολλαῖς
LXT 1 Maccabees 2:19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ
ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ
LXT 1 Maccabees 4:11 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ
LXT 1 Maccabees 5:38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα
τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν δύναμις πολλὴ σφόδρα
LXT 1 Maccabees 5:43 καὶ διεπέρασεν ἐπ᾽ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ
ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν
LXT 1 Maccabees 12:53 καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς εἶπον γάρ οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα νῦν οὖν
πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν
LXT 1 Maccabees 13:6 πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν ὅτι συνήχθησαν πάντα τὰ
ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν
LXT 3 Maccabees 7:4 προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δι᾽ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν μέχρι ἂν
συντελεσθῇ τοῦτο
LXT Psalm 9:18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ
LXT Psalm 46:2 πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
LXT Psalm 48:2 ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην
LXT Psalm 58:6 καὶ σύ κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους
τὴν ἀνομίαν διάψαλμα
LXT Psalm 58:9 καὶ σύ κύριε ἐκγελάσῃ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη
LXT Psalm 71:11 καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ
LXT Psalm 71:17 ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ
φυλαὶ τῆς γῆς πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν
LXT Psalm 85:9 πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
LXT Psalm 112:4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ
LXT Psalm 116:1 αλληλουια αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτόν πάντες οἱ λαοί
LXT Psalm 117:10 πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
LXT Odes 7:37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν
LXT Sirach 36:1 ἐλέησον ἡμᾶς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη
LXT Psalms of Solomon 9:9 ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Αβρααμ παρὰ πάντα τὰ ἔθνη καὶ ἔθου τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς κύριε καὶ οὐκ ἀπώσῃ εἰς τὸν
αἰῶνα
LXT Psalms of Solomon 17:34 κύριος αὐτὸς βασιλεὺς αὐτοῦ ἐλπὶς τοῦ δυνατοῦ ἐλπίδι θεοῦ καὶ ἐλεήσει πάντα τὰ ἔθνη ἐνώπιον αὐτοῦ ἐν φόβῳ
LXT Amos 9:12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς λέγει κύριος ὁ θεὸς
ὁ ποιῶν ταῦτα
LXT Joel 4:2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς
κληρονομίας μου Ισραηλ οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν καὶ τὴν γῆν μου καταδιείλαντο
LXT Joel 4:11 συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεῖ ὁ πραῢς ἔστω μαχητής
LXT Joel 4:12 ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ιωσαφατ διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν
LXT Obadiah 1:15 διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν
σου
LXT Obadiah 1:16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ
ὑπάρχοντες
LXT Habakkuk 2:5 ὁ δὲ κατοινωμένος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζών οὐδὲν μὴ περάνῃ ὃς ἐπλάτυνεν καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ οὗτος ὡς
θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ᾽ αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς
LXT Haggai 2:7 καὶ συσσείσω πάντα τὰ ἔθνη καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης λέγει κύριος παντοκράτωρ
LXT Zechariah 7:14 καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ
ἀναστρέφοντος καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν
LXT Zechariah 12:3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν
ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς
LXT Zechariah 12:9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ
LXT Zechariah 14:2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι καὶ αἱ γυναῖκες
μολυνθήσονται καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεθρευθῶσιν ἐκ τῆς πόλεως
LXT Zechariah 14:18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ
ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας
LXT Malachi 2:9 κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ᾽ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ
ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ
LXT Malachi 3:12 καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμεῖς γῆ θελητή λέγει κύριος παντοκράτωρ
LXT Isaiah 2:2 ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν
βουνῶν καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔθνη
LXT Isaiah 14:12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη
LXT Isaiah 14:26 αὕτη ἡ βουλή ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης
LXT Isaiah 25:7 ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη
LXT Isaiah 34:2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν
LXT Isaiah 40:15 εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται
LXT Isaiah 40:17 καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν
LXT Isaiah 43:9 πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν τίς ἀναγγελεῖ ταῦτα ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν
ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ
LXT Isaiah 66:18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας καὶ ἥξουσιν καὶ
ὄψονται τὴν δόξαν μου
LXT Jeremiah 3:17 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα
τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς
LXT Jeremiah 9:25 ἐπ᾽ Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ
πρόσωπον αὐτοῦ τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί καὶ πᾶς οἶκος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτῶν
LXT Jeremiah 25:9 ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν
καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον
LXT Jeremiah 32:13 ὅσα ἐπροφήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔθνη
LXT Jeremiah 32:15 οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς
ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς
LXT Jeremiah 43:2 λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ᾽ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν
καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ᾽ ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ᾽ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης
LXT Ezekiel 25:8 τάδε λέγει κύριος ἀνθ᾽ ὧν εἶπεν Μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ισραηλ καὶ Ιουδα
LXT Ezekiel 38:16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου ἵνα
γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν
LXT Ezekiel 39:21 καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπ᾽ αὐτούς
LXT Ezekiel 39:23 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ισραηλ ἀνθ᾽ ὧν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα
τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσαν πάντες μαχαίρᾳ
LXT Daniel 3:2 καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ
γλώσσας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ᾽ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς
τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς
LXT Daniel 3:7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πίπτοντα πάντα τὰ ἔθνη
φυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ κατέναντι τούτου
LXT Daniel 3:37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν
LXT Daniel 7:14 καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ πάντα τὰ ἔθνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα αὐτῷ λατρεύουσα καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος
ἥτις οὐ μὴ ἀρθῇ καὶ ἡ βασιλεία αὐτοῦ ἥτις οὐ μὴ φθαρῇ
LXT Daniel (TH) 3:37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν

ΚΕΦΑΛΑΙΟ 39- Η ΚΑΤΑΣΤΡΟΦΗ ΤΟΥ ΓΩΓ - ΕΠΑΝΑΦΟΡΑ ΤΩΝ ΙΣΡΑΗΛΙΤΩΝ ΣΤΗΝ ΠΑΤΡΙΔΑ ΤΟΥΣ
                             Προαναγγελία φοβερής καταστροφής εναντίον του Γωγ
Ιεζ. 39,1            Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ῥώς, Μοσὸχ καὶ
Θοβὲλ
Ιεζ. 39,1                     Συ, υιέ ανθρώπου, προφήτευσε εναντίον του Γωγ και ειπέ· αυτά λέγει ο Κυριος· Ιδού, εγώ επέρχομαι εναντίον σου,
Γωγ, άρχοντος των Ρως, Μοσόχ και Θοβέλ.
Ιεζ. 39,2            καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπ᾿ ἐσχάτου τοῦ βοῤῥᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τὰ Ἰσραήλ.
Ιεζ. 39,2                    Θα σε περιμαζεύσω και θα σε συγκλείσω, θα σε οδηγήσω και θα σε πάρω από τας ακραίας χώρας του βορρά και θα σε
εισαγάγω εις τα όρη της περιοχής του Ισραήλ.
Ιεζ. 39,3            καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ
καταβαλῶ σε
Ιεζ. 39,3                    Θα καταστρέψω το τόξον, που κρατείς με το αριστερό σου χέρι, και τα βέλη, τα οποία κρατείς στο δεξιόν σου χέρι, και
θα σε συντρίψω
Ιεζ. 39,4            ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ
καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι.
Ιεζ. 39,4                    επάνω εις τα όρη της χώρας του Ισραήλ. Εκεί θα πέσης συ και όλοι οι γύρω από σε πολεμισταί σου. Και όλα τα έθνη,
που θα είναι μαζή σου, θα παραδοθούν εις πλήθη ορνέων· εις κάθε σαρκοβόρον πτηνόν, εις όλα τα θηρία της υπαίθρου
έχω παραδώσει σε και τους γύρω σου, δια να καταφαγωθήτε από αυτά.
Ιεζ. 39,5            ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.
Ιεζ. 39,5                    Επάνω εις την πεδιάδα του Ισραήλ θα πέσης νεκρός. Εγώ ελάλησα, λέγει ο Κυριος, και έτσι θα γίνη.
Ιεζ. 39,6            καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ᾿ εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
Ιεζ. 39,6                    Θα αποστείλω φωτιάν εναντίον του Γωγ, θα τον εξολοθρεύσω και έτσι αι νήσοι θα κατοικούνται με ειρήνην και θα
μάθουν όλοι, ότι εγώ είμαι ο Κυριος.
Ιεζ. 39,7            καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ
γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν Ἰσραήλ.
Ιεζ. 39,7                    Το άγιον Ονομά μου θα γίνη γνωστόν στον ισροηλιτικόν λαόν και δεν θα βεβηλωθή ποτέ πλέον το άγιον Ονομά μου. Και
θα μάθουν τα έθνη, ότι εγώ είμαι Κυριος, ο άγιος του ισραηλιτικού λαού.
Ιεζ. 39,8            ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει Κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα, ἐν ᾗ ἐλάλησα.
Ιεζ. 39,8                    Ιδού, έχει φθάσει πλέον ο καιρός της πραγματοποιήσεως των προφητειών αυτών και θα μάθης, ότι ετσι θα γίνη, λέγει ο
Κυριος Κυριος. Αυτή είναι η ημέρα, δια την οποίαν εγώ εχα ομιλήσει.
Ιεζ. 39,9            καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ
τοξεύμασι καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη.
Ιεζ. 39,9                    Τοτε θα εξορμήσουν οι κάτοικοι των πόλεων του ισραηλιτικού λαού και θα καύσουν τα όπλα των εχθρών των, τας
ασπίδας, τα τόξα και τα βέλη και τα ρόπαλα των χειρών και τας λόγχας. Θα τα καίουν επί επτά έτη.
Ιεζ. 39,10           καὶ οὐ μὴ λάβωσι ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ᾿ ἢ τὰ ὅπλα κατακαύσουσι πυρί· καὶ
προνομεύσουσι τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσι τοὺς σκυλεύσαντας αὐτούς, λέγει Κύριος.
Ιεζ. 39,10                  Και δεν θα πάρουν κατά το διάστημα αυτό ως καύσιμον ύλην ξύλα από την πεδιάδα, ούτε θα κόψουν δένδρα από τα
δάση, άλλα θα χρησιμοποιούν ως καύσιμον ύλην τα όπλα των εχθρών. Και θα λεηλατήσουν οι Ιουδαίοι εκείνους, από
τους οποίους είχον λεηλατηθή. Θα πάρουν λάφυρα από εκείνους, οι οποίοι τους είχαν λαφυραγωγήσει, λέγει ο Κυριος.
Ιεζ. 39,11           καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ἰσραήλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς
τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος.
Ιεζ. 39,11                   Κατά την ημέραν εκείνην θα δώσω στον Γωγ ονομαστόν τόπον ως τάφον, μνημείον εις την χώραν του Ισραήλ, ευρύ
Νεκροταφείον πλησίον της Νεκράς Θαλάσσης, νεκροταφείον των πολλών ανδρών, οι οποίοι θα έχουν φονευθή. Οι δε
Ιουδαίοι θα φράξουν την είσοδον της φάραγγος εκείνης.
Ιεζ. 39,12           καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ.
Ιεζ. 39,12                  Εκεί θα σκάψουν και θα θάψουν τον Γωγ και όλον το πλήθος των στρατιωτών του. Και θα ονομασθή η φάραγξ αυτή·
“Γαι, πολυάνδριον νεκροταφείον του Γωγ”.
Ιεζ. 39,13           καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραήλ, ἵνα καθαρισθῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς,
καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθη, λέγει Κύριος.
Ιεζ. 39,13                  Οι Ισραηλίται θα σκάψουν και θα τους θάψουν και θα απαιτηθούν επτά μήνες, δια να καθαρισθή η χώρα. Ολοι οι
κάτοικοι της χώρας Ισραήλ θα εργασθούν, δια να θάψουν όλους εκείνους τους εχθρούς. Αυτή δε η ημέρα, κατά την
οποίαν εδοξάσθη ο Κυριος, θα είναι ονομαστή, λέγει ο Κυριος.
Ιεζ. 39,14           καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς,
καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσι.
Ιεζ. 39,14                  Θα εκλέξουν δε άνδρας, δια να διατρέχουν αδιακόπως την χώραν και να θάπτουν εκείνους, που έχουν απομείνει άταφοι
εις την γην και να καθαρισθή έτσι η χώρα. Επί επτά μήνας θα αναζητούν και θα θάπτουν τους νεκρούς αυτούς.
Ιεζ. 39,15           καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ᾿ αὐτῷ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ
θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ·
Ιεζ. 39,15                  Και κάθε διαβάτης εις την χώραν αυτήν, όταν βλέπη ένα κόκκαλο ανθρώπου, θα στήση κοντά εις αυτό ένα σημείον, έως
ότου έλθουν οι αναλαβόντες το έργον της ταφής των νεκρών και το θάψουν στο νεκροταφείον Γωγ.
Ιεζ. 39,16           καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ.
Ιεζ. 39,16                  Εις ανάμνησιν δε της συντριβής του Γωγ και της δυνάμεώς του θα πάρη η πόλις εκείνη το όνομα “Πολυάνδριον
Νεκροταφείον”. Και έτσι θα καθαρισθή η χώρα από τους νεκρούς της στρατιάς του Γωγ.
Ιεζ. 39,17           καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος· εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου· συνάχθητε
καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν, θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη
Ἰσραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.
Ιεζ. 39,17                  Και συ, υιέ ανθρώπου, ειπέ· αυτά λέγει ο Κυριος· Ειπέ εις κάθε σαρκοβόρον πτηνόν και προς όλα τα θηρία της
υπαίθρου, συγκεντρωθήτε και ελάτε· συγκεντρωθήτε από όλας τας γύρω περιοχάς εις την θυσίαν μου, την οποίαν σας
παραθέτω, θυσίαν μεγάλην επάνω στο όρος του Ισραήλ. Φαγετε κρέατα φονευθέντων στρατιωτών, πίετε το αίμα των.
Ιεζ. 39,18           κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι
πάντες.
Ιεζ. 39,18                  Φαγετε σάρκας γιγάντων, πίετε αίμα αρχόντων της γης. Αυτοί είναι ωσάν κριοι και μόσχοι και τράγοι, όλοι ωσάν παχείς
μόσχοι γεμάτοι λίπος.
Ιεζ. 39,19           καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν.
Ιεζ. 39,19                  Φαγετε λίπος, έως ότου κορεσθήτε. Πιετε αίμα, έως ότου μεθύσετε από την θυσίαν μου, την οποίαν εγώ παραθέτω εις
σας.
Ιεζ. 39,20           καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.
Ιεζ. 39,20                 Θα χορτάσετε από τας σάρκας ιππέων και ίππων, από τας σάρκας γιγάντων και όλων των πολεμιστών, λέγει ο Κυριος.
Ιεζ. 39,21           καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον
ἐπ᾿ αὐτούς.
Ιεζ. 39,21                  Και θα παραδώσω την ένδοξον νίκην μου εις σας και θα ιδούν όλα τα έθνη την δίκαιον κρίσιν, την οποίαν εγώ έκαμα,
και την τιμωρόν χείρα μου, την οποίαν επέφερα εναντίον των εχθρών του Ισραήλ.
 
                               Επαναφορά των Ισραηλιτών στην πατρίδα τους
Ιεζ. 39,22           καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.
Ιεζ. 39,22                 Και θα μάθουν όλοι οι Ισραηλίται από την ημέραν αυτήν και στο μέλλον, ότι εγώ είμαι ο Κυριος ο Θεός των.

Ιεζ. 39,23           καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν
ᾐχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθ᾿ ὧν ἠθέτησαν εἰς ἐμέ,
καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ παρέδωκα αὐτοὺς
εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.
Ιεζ. 39,23                  Θα μάθουν τότε όλα τα έθνη, ότι εξ αιτίας των αμαρτιών των ωδηγήθησαν εις αιχμαλωσίαν οι Ισραηλίται, επειδή με
παρήκουσαν. Δια τούτο εγώ απέστρεψα το πρόσωπόν μου από αυτούς και τους παρέδωκα εις τα χέρια των εχθρών των
και έπεσαν όλοι εν στόματι μαχαίρας.
Ιεζ. 39,24           κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν.
Ιεζ. 39,24                 Εξ αιτίας των ακαθάρτων ειδωλολατρικών των έργων και των παρανομιών, τας οποίας διέπραξαν, εγώ έστειλα την
τιμωρίαν εναντίον αυτών και απέστρεψα το πρύσωπόν μου από αυτούς.

νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ καὶ


Ιεζ. 39,25           διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος·

ἐλεήσω τὸν οἶκον Ἰσραὴλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.
Ιεζ. 39,25                  Δια τούτο αυτά λέγει ο Κυριος Κυριος· Τωρα εγώ θα επαναφέρω τους αιχμαλώτους Ισραηλίτας και θα ελεήσω τον
ισραηλιτικόν λαόν και θα φανώ ζηλότυπος υπέρ αυτών δια το άγιόν μου Ονομα.
Ιεζ. 39,26           καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ᾿ εἰρήνης,
καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν.
Ιεζ. 39,26                 Και θα συναισθανθούν την ενόχην των δια τον εξευτελισμόν, τον οποίον υπέστησαν, ενθυμούμενοι τας παρανομίας των
και τας αδικίας, τας οποίας διέπραξαν, όταν θα έχουν εγκατασταθή εις την χώραν των και θα ζουν ειρηνικώς και δεν θα
υπάρχη κανείς να τους εκφοβίζη,
Ιεζ. 39,27           ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς
ἐνώπιον τῶν ἐθνῶν,
Ιεζ. 39,27                  όταν εγώ θα επαναφέρω αυτούς από τα έθνη, όπου υπήρξαν αιχμάλωτοι, και θα τους συγκεντρώσω από τας διαφόρους
ειδωλολατρικάς χώρας και θα καταστήσω γνωστήν την αγιότητά μου δια μέσω αυτών ενώπιον όλων των εθνών.
Ιεζ. 39,28           καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι.
Ιεζ. 39,28                 Και θα μάθουν τα έθνη τότε, ότι εγώ είμαι Κυριος ο Θεός των Ισραηλιτών, όταν θα φανώ ενώπιον των εθνών ως
λυτρωτής εκείνων.
Ιεζ. 39,29           καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, ἀνθ᾿ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει Κύριος
Κύριος.
Ιεζ. 39,29                 Και δεν θα αποστρέψω πλέον το πρόσωπόν μου από αυτούς, διότι ήδη έχω εκδηλώσει τον θυμόν μου εναντίον των
Ισραηλιτών”, λέγει ο Κυριος Κυριος.
 

You might also like