You are on page 1of 1

Back

Aristophanes Comic., Nubes (0019: 003)


“Aristophanes.  Clouds”, Ed. Dover, K.J.
Oxford: Clarendon Press, 1968, Repr. 1970.
Line 56

{ΟΙΚΕΤΗΣ}
56 ἔλαιον ἡμῖν οὐκ ἔνεστ' ἐν τῷ λύχνῳ.
{Στ.} οἴμοι. τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
δεῦρ' ἔλθ' ἵνα κλάῃς.
58 {Οἰ.} διὰ τί δῆτα κλαύσομαι;
{Στ.} ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
60 μετὰ ταῦθ', ὅπως νῷν ἐγένεθ' υἱὸς οὑτοσί,  
ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
περὶ τοὐνόματος δὴ 'ντεῦθεν ἐλοιδορούμεθα.
ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,
65 ἐγὼ δὲ τοῦ πάππου 'τιθέμην Φειδωνίδην.
τέως μὲν οὖν ἐκρινόμεθ'· εἶτα τῷ χρόνῳ
κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
τοῦτον τὸν υἱὸν λαμβάνουσ' ἐκορίζετο·
“ὅταν σὺ μέγας ὢν ἅρμ' ἐλαύνῃς πρὸς πόλιν,
70 ὥσπερ Μεγακλέης, ξυστίδ' ἔχων – ” ἐγὼ δ' ἔφην·
“ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος – ”.
ἀλλ' οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
ἀλλ' ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
75 νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
ἀλλ' ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
πῶς δῆτ' ἂν ἥδιστ' αὐτὸν ἐπεγείραιμι; πῶς;
80 Φειδιππίδη, Φειδιππίδιον.
80 {Φε.} τί, ὦ πάτερ;
{Στ.} κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

Move Back Move Forward

Databases may be subject to licensing restrictions. Diogenes (version 4.0.0) is free software, © 1999‑2019 Peter
Heslin.

You might also like