You are on page 1of 1

Back

Aristophanes Comic., Nubes (0019: 003)


“Aristophanes.  Clouds”, Ed. Dover, K.J.
Oxford: Clarendon Press, 1968, Repr. 1970.
Line 28

{Φε.} πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;


{Στ.} ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ' ἐλαύνεις δρόμους.
30 ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.
{Φε.} ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
{Στ.} ἀλλ' ὦ μέλ' ἐξήλικας ἐμέ γ' ἐκ τῶν ἐμῶν,
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35 ἐνεχυράσεσθαί φασιν.
35 {Φε.} ἐτεόν, ὦ πάτερ,
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ' ὅλην;
{Στ.} δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων.
{Φε.} ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
{Στ.} σὺ δ' οὖν κάθευδε. τὰ δὲ χρέα ταῦτ' ἴσθ' ὅτι
40 εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.  
φεῦ.
εἴθ' ὤφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς
42 ἥτις με γῆμ' ἐπῆρε τὴν σὴν μητέρα.
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
45 βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
ἔπειτ' ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
ταύτην ὅτ' ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
50 ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας,
ἡ δ' αὖ μύρου, κρόκου, καταγλωττισμάτων,
δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.
οὐ μὴν ἐρῶ γ' ὡς ἀργὸς ἦν, ἀλλ' ἐσπάθα,
ἐγὼ δ' ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
55 πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.

Move Back Move Forward

Databases may be subject to licensing restrictions. Diogenes (version 4.0.0) is free software, © 1999‑2019 Peter
Heslin.

You might also like