Professional Documents
Culture Documents
ΕΣΠΕΡΙΝΟΣ ΚΥΡ. ΠΡΟ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ+ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ (Αρχιερέως μόνου) 20 12 2021
ΕΣΠΕΡΙΝΟΣ ΚΥΡ. ΠΡΟ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ+ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ (Αρχιερέως μόνου) 20 12 2021
Ὁ Ἀρχιερεύς ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή καί προσκύνησις, ...
Ὁ ψάλτης· Ἀμήν
Καί εὐθύς ἀναγινώσκεται τό Α΄ Κάθισμα τοῦ Ψαλτηρίου.
Εἶτα ὁ Ἀρχιερεύς τήν μικράν συναπτήν.
Ἔτι καί ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Ὅτι σόν τό κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ
δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί
εἰς τούς αἰῶνας, τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καί εὐθύς ψάλλει τό Κύριε ἐκέκραξα εἰς ἦχον γ΄.
Ψαλμός ΡΜ΄ (140).
Kύριε ἐκέκραξα πρός σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε.
Κύριε, ἐκέκραξα πρός σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεή-
σεώς μου ἐν τῷ κεκραγέναι με πρός σέ. Εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις
τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακήν τῷ στόματί μου, καί θύραν περιοχῆς περί τά
χείλη μου.
[Τούς ἐν συνεχείᾳ στίχους ἰδέ Μέγα Ὡρολόγιον σελ. 148].
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στιχηρά ἀναστάσιμα δ΄, μετά τῶν στίχων αὐτῶν. Ἦχος γ΄.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι
τῷ ὀνόματί σου.
Tῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ
διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον,
ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Καί τοῦ Ἁγίου Ἰγνατίου τοῦ θεοφόρου ἐπισκόπου Ἀντιοχείας 3
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Πα-
ράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι
καθ' ἑκάστην προσφέρει.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φω-
νῆς μου.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος
ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα
ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεή-
σεώς μου.
Στιχηρὰ Ἀνατολικὰ.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνά-
στασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ
πάντες ἰάθημεν.
Στιχηρά Προεόρτια Ἰδιόμελα γ΄.
Ἦχος α΄. Ἀνατολίου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι
παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν
νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρ-
θένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν
τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ
μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον,
ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς
ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ
ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν
νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν
Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου ἁγνῆς
Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ
4 Ἀκολουθία Ἑσπερινοῦ Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως
Τὰ κατ' Ἀλφάβητον.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐνεδύσατο ὁ
Κύριος δύναμιν, καὶ περιεζώσατο.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε,
καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ,
ἀπαλλαγέντες βοῶμεν· Παντοδύναμε Κύριε δόξα σοι.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις
μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει
τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ
κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε εἰς μακρότητα ἡμερῶν.
Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον
ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας,
τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.
Δόξα... Τοῦ Ἁγίου Ἱερομάρτυρος. Ἦχος α΄. Τοῦ Στουδίτου.
Ὦ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνά-
τιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν,
ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ
λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα· ὅθεν θείῳ
Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας κόσμου σε θᾶττον χωρίσαι,
καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν· ὃν ἱκέτευε, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Τῶν Προφητῶν. Ἦχος β΄. Κυπριανοῦ.
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου, καλῶς διαταξά-
μενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ
μεσῖται ὤφθητε τῆς Νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς
οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς
ψυχὰς ἡμῶν. (Κατάληξις πρός παῦσιν).
Καί εὐθύς ὁ Ἀρχιερεύς.
Νῦν ἀπολύεις τόν δοῦλόν σου, Δέσποτα, ...
Καί τοῦ Ἁγίου Ἰγνατίου τοῦ θεοφόρου ἐπισκόπου Ἀντιοχείας 11
Εἶτα ὁ ἀναγνώστης.
Ἀμήν. Εἰς πολλά ἔτη Δέσποτα.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (3).
Καί τά λοιπά τοῦ Τρισαγίου.
Ὁ Ἀρχιερεύς. Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καί ἡ δύναμις...
Ὁ ψάλτης. Ἀμήν.
Καί εὐθύς τά Ἀπολυτίκια κατά σειράν.
Τό Ἀναστάσιμον. Ἦχος γ΄.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον,
πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ
παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῶν Πατέρων. Ἦχος β΄.
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς
ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ
Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς
αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. Ἦχος δ΄.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γε-
νόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο
τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις
αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καί νῦν ... Προεόρτιον Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ ...
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ,
ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου.
Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον
φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα.
Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. (Κατάληξις
πρός παῦσιν).
12 Ἀκολουθία Ἑσπερινοῦ Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως