You are on page 1of 10

 

 
 
 
     

   , 
  


  

  
  ,
ἤ ὑὲ ἐῆ ῶ ἱ !ῶ ἰ ὴ    ,     ,        
 
   (


  # $  )       .

 ß() *+ῦ  !ῆ, # .,


 , -*Ý* ῦ ἰ!*) !ῦ ü*
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ
ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΦΙΛΟΘΕΟΥ ΤΟΥ ΚΟΚΚΙΝΟΥ,
ΠΑΤΡΙΑΡΧΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΥΠΕΡ ΕΝΩΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ,


ἤτοι ὑπὲρ ἐπιστροφῆς τῶν αἱρετικῶν εἰς τὴν
ΜΙΑΝ, ΑΓΙΑΝ, ΚΑΘΟΛΙΚΗΝ ΚΑΙ
ΑΠΟΣΤΟΛΙΚΗΝ (ΤΟΥΤΕΣΤΙΝ ΟΡΘΟΔΟΞΟΝ)
ΕΚΚΛΗΣΙΑΝ.

Ποίημα ΣΤΥΛΙΑΝΟΥ ΜΑΚΡΗ, Δρος Θ.,


Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
(ΤΗΡΟΥΝΤΑΙ ΠΝΕΥΜΑΤΙΚΑ ΔΙΚΑΙΩΜΑΤΑ)
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, µεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς
συνήθως καὶ τὰ ἑξῆς τροπάρια.

Ἧχος δ΄. Τῇ Θεοτόκῳ

Ὀρθοδοξίας σὲ θερµὸν ἀντιλήπτορα, καὶ τῶν αἱρέσεων δεινὸν πολέµήτορα, ἡ


Ἐκκλησία ἔγνωκε διὸ σοῦ πιστῶς, δέεται Φιλόθεε, ὅπως τὴν µὲν κρατύνῃς, τὰς δὲ
τῶν ῥηµάτων σου, καταργήσῃς δυνάµει, ἵνα λιταῖς σου πάτερ εἷς ποιµήν, καὶ µία
ποίµνη, πανένδοξε γένηται.

∆όξα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Ὡς θεώσεως κήρυκα καὶ διδάσκαλον, τῆς κατ’ ἐνέργειαν θείαν ἐν τῷ Θεῷ µετοχῆς,
ἀνυµνοῦµέν σε λαµπρῶς, πάτερ Φιλόθεε, ὅτι µετείληφας φωτός, ἀϊδίου καθαρθείς,
ἀσκήσει καὶ ἡγιάσθης, καὶ νῦν Τριάδι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡµῶν.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωµεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ µὴ γὰρ σὺ


προΐστασο πρεσβεύουσα, τίς ἡµᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ
διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶµεν ∆έσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ Ψαλµὸς καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς:

Εὔχου, ἅγιε, ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως. (Στυλιανοῦ).

Στίχος: Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἑνώσεως πόθῳ οἱ εὐσεβεῖς, φλεγόµενοι πάτερ, σοὶ βοῶσιν µετὰ ψυχῆς, εὔχου ὑπὲρ
ταύτης θεηγόρε, ἐν τῷ κοινῷ ποτηρίῳ τῆς πίστεως.

Ὑπέρµαχος πάτερ τῶν ἀληθῶν, δογµάτων ὑπάρχων, τὸν τῆς πίστεως θησαυρόν,
ἄσυλον εὐχαῖς σου διατήρει, καὶ ἐκ χειρῶν θεοµάχων ἀµόλυντον.

Χωρίσαι ἀνθρώπους ἀπὸ Θεοῦ, ὁ δαίµων τεχνάζει, σὺ δὲ ἅγιε τὰ αὐτοῦ, κάθελε


τεχνάσµατα πρεσβεύων, τοῦ ἑνωθῆναι Χριστῷ πάντα ἄνθρωπον.

Θεοτοκίον.

Οὐνία ὡς λέων Ἁγνὴ ζητεῖ, τίνα καταπίῃ, ὅθεν φίµωσον τὸ αὐτῆς, στόµα ὀρθοδόξους
ψευδωνύµου, µετὰ λατίνων ἑνώσεως σώζουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὑφαρπάσασαι δόλῳ, τὰ λογικὰ πρόβατα, ἐκ τοῦ ὀρθοδόξου ποιµνίου, εἰς τὴν


ἀπώλειαν, ταῦτα ὡδήγησαν, αἱ δαιµονόπνευστοι πλάναι, ὧν ταχὺ τὸ φρύαγµα, πάτερ
κατάλυσον.
Ἀοράτου συνθλάσαι, τὴν κεφαλὴν ὄφεως, πλάνην τοῦ εἰσάγοντος κόσµῳ, µάκαρ
Φιλόθεε, καὶ ἀδιαίρετον πίστιν τηρῆσαι λιταῖς σου, τὸ µικρὸν ἀξίωσον, ἅγιε
ποίµνιον.

Γνῶσιν οὐχ ἱκανοῦνται, αἱρετικοὶ κτήσασθαι, τοῦ Θεοῦ ὡς οὐ µυστηρίων,


µεταλαµβάνουσιν, Σωτῆρος πάντιµε, διὸ αὐτοὺς ἐπιστρέψαι, πρέσβευε εἰς σῴζουσαν,
µάνδραν ὀρθόδοξον.

Θεοτοκίον.

Ἵνα πάντες ἓν ὦσιν, ὁ σὸς Υἱὸς ∆έσποινα, τοῦ Ἐπουρανίου Παρθένε, Πατρὸς ἐδέετο,
ᾯ οὖν καὶ πρέσβευε, τὴν µετ’ ἀλλήλων ἐν πίστει, καὶ ἀγάπῃ ἕνωσιν, τοῦ
ἀπεργάσασθαι.

∆ιάσωσον, τὴν οἰκουµένην ἐκ πλάνης καὶ ταύτην µάκαρ, πρὸς τὴν µίαν καθολικὴν
ἁγίαν ὀρθόδοξον, ὁδήγησον ἅγιε Ἐκκλησίαν.

Ἐπίβλεψον, ἐν εὐµενείᾳ Πανύµνητε Θεοτόκε, ἐπὶ τὴν ἐµὴν χαλεπὴν τοῦ σώµατος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς µου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισµα

Ἦχος β΄. Πρεσβεία θερµή.

Ὡς λύχνος φωτός, ἀκτίστου φωταγώγησον, τὸν νοῦν τῶν πιστῶν, τῶν πόθῳ
γεραιρόντων σε, καὶ ἡµῶν τὴν δέησιν, ὑπὲρ πάντων ἑνώσεως ἅγιε, προσαγαγὼν
Τριάδι δυσσεβῶν, αἱρέσεων κλύδωνα κατεύνασον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἐπιστρέψαι τὰ πρόβατα, τὰ ἀπολωλότα Χριστοῦ δεήθητι, εἰς τὴν ποίµνην τὴν


ὀρθόδοξον, ἔνθα σωτηρία τούτοις ἅγιε.

Ὑπὲρ πάντων ἑνώσεως, τῇ ὁµοφωνίᾳ δογµάτων ἅγιε, εὔχου µάκαρ καὶ τῆς πίστεως,
ἵνα σὲ γεραίρωµεν Φιλόθεε.

Πολυκέφαλον δράκοντα, τὸν τῆς ἀληθείας πάτερ ἀντίδικον, καὶ αἱρέσεις τὸν
ἐµπνέοντα, Πνεύµατος µαχαίρᾳ καρατόµησον.

Θεοτοκίον.

Ἑνωθεῖσα θεότητι, ᾅµα τῇ συλλήψει Λόγου ἐν µήτρᾳ σου, εἰς Αὐτοῦ τὸ Σῶµα
Ἄχραντε, πάντας τῇ πρεσβείᾳ σου συνένωσον.

ᾨδὴ ε΄. Φώτισον ἡµᾶς.

Ῥώµη παλαιά, τοῦ Χριστοῦ διεῖλε ἅγιε, τὸν χιτῶνα οὗ τὰ µέρη σαῖς λιταῖς, ἐσαεὶ
συνυφανθῆναι καταξίωσον.
Τήρησον ἡµᾶς, ἀπειράστους διαιρέσεων, καὶ σχισµάτων Ἱεράρχα τοῦ Χριστοῦ, ὡς ἂν
βίον ὀρθοδόξως τελευτήσωµεν.

Ἦθος ἀληθοῦς, εὐσεβείας πατροδίδακτον, γνῶναι τοὺς ἑτεροδόξους θαυµαστέ, διὰ


τῆς θεολογίας σου εὐδόκησον.

Θεοτοκίον.

Σύµπνοιαν Ἁγνή, ἐν τῇ πίστει καὶ ὁµόνοιαν, καὶ ἑνότητα τῷ γένει τῶν βροτῶν, ἐν
Χριστῷ διὰ πρεσβείας σου ἐκπόρισον.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τὴν δέησιν, Ἐκκλησίας ἅγιε, ἵνα πάντες ὦσιν ἓν µὴ βραδύνῃς, προσαγαγεῖν τῇ


πανσέπτῳ Τριάδι, τῇ ἐν ἀγάπῃ τελείᾳ Φιλόθεε, ὅπως βροτῶν ὁµοιωθῇ, Ταύτῃ ἅπαν τὸ
γένος πανεύφηµε.

Ὠλίσθαινον, ἀνοήτοις πάθεσιν, οἱ ἡγέται τῶν αἱρέσεων πάτερ, καὶ ἀπωλείας


ὀρύξαντες φρέαρ, συντετριµµένον εἰς τοῦτο συνέπεσον, ὅθεν λιταῖς σου τῆς αὐτῶν,
ῥύου πάντας µερίδος Φιλόθεε.

Νοθεύσαντες, οἱ λατίνοι ἅγιε, ἀληθείας τὸν γλυκύτατον οἶνον, διὰ τοῦ ὄξους τῆς
πλάνης τὴν θείαν, µετὰ Χριστοῦ κοινωνίαν ἀπώλεσαν, εἰς Ὃν πρεσβείαις σου ταχύ,
ἐπιστρέψαι αὐτοὺς σοῦ δεόµεθα.

Θεοτοκίον.

Παράδεισον, οὐκ οἰκοῦσιν ἕτεροι, πλὴν Ἀγνὴ τῶν ὀρθοδόξων ὡς πάντες, περὶ Θεοῦ
µιᾷ γνώµῃ φρονοῦσιν, µιᾷ καρδίᾳ τε Τοῦτον δοξάζουσιν, οὗ καὶ τυχεῖν χριστιανούς,
ὁµοδόξως φρονήσαντας πρέσβευε.

∆ιάσωσον, τὴν οἰκουµένην ἐκ πλάνης καὶ ταύτην µάκαρ, πρὸς τὴν µίαν καθολικὴν
ἁγίαν ὀρθόδοξον, ὁδήγησον ἅγιε Ἐκκλησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερµηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡµερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα µητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον

Ἦχος β΄. Τοῖς τῶν αἱµάτων σου.

Ὡς θεοφόροις πατράσιν ὁµόφωνος, καὶ θεηλάτων δογµάτων ἀντίπαλος, τῶν


ὀρθοδόξων τὴν πίστιν κραταίωσον, τῷ στηριγµῷ τῆς ἀλήκτου πρεσβείας σου,
Φιλόθεε ἅγιε δεόµεθα.

Προκείµενον

Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Στίχος:Τίµιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.


Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

(Κεφ. 10, 9-16)

Εἶπεν ὁ Κύριος· Ἐγὼ εἰµὶ ἡ θύρα· δι’ ἐµοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νοµὴν εὑρήσει...

∆όξα.

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν


ἐγκληµάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν


ἐγκληµάτων.

Στίχος: Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρµῶν Σου ἐξάλειψον τὸ ἀνόµηµά µου.

Προσόµοιον

Ἦχος πλ. β΄. Ὅλην ἀποθέµενοι.

Πνεύµατος Φιλόθεε, θεοκινήτῳ σφενδόνῃ, καὶ θεολογίας σου, βέλει τῶν αἱρέσεων,
πᾶσαν ἔφοδον, ἀπωθῶν ἅγιε, ὡς αἱρεσιµάχος, τὸ πατρῷον ῥύου πάντοτε, σέβας
πρεσβείαις σου, ὡς τῶν ὀρθοδόξων ὑπέρµαχος, δογµάτων θεοφόρητε, καὶ τῶν
εὐσεβῶν παραδόσεων, ὅπως οἰκουµένη, φωτὶ τῆς ἀληθείας σου σοφέ, καταυγασθεῖσα
εἰς Κύριον, ἐπιστρέψῃ ἅπασα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀσυγχύτως ἀτρέπτως, ἀχωρίστως αἱ φύσεις ἀδιαιρέτως τε, ἡνώθησαν τοῦ Λόγου, ἐν


ὑποστάσει Τούτου, τῇ µιᾷ ᾯ καὶ πρέσβευε, οὕτως ἑνοῦσθαι ἡµᾶς, πάντας ἀλλήλοις
πάτερ.

Ναυαγοὺς ἐν πελάγει, τῶν αἱρέσεων πάτερ τοὺς κινδυνεύοντας, πνιγµῷ ἀπωλεσθῆναι,


ἐκτείνας βοηθείας, χεῖρα σὴν περισύλλεξον, ἐπιβιβάσας αὐτούς, εἰς ναῦν τῆς
σωτηρίας.

Τεκµηρίοις πιστοῦται, ἡ τῶν ὄντων ἀλήθεια ὅθεν ἅγιε, τὴν ἕνωσιν τῶν πάντων, τὴν
ἀληθῆ ἐν πίστει, εὔχου τεκµηριώσασθαι, αἱρετικῶν µὴ ψευδῇ, θεόφρον µετανοίᾳ.
Θεοτοκίον.

Ὦ θρυλούµενον θαῦµα, ὀρθοδόξων Ἁγνὴ τοὺς ἐξαµαρτάνοντας, διαµαρτυροµένους,


Παρθένε καὶ λατίνους, ἐπιστρέψαι ἀξίωσον, εἰς τὴν ἁγίαν Σεµνή, ποίµνην
Ὀρθοδοξίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νόστιµον ἥµαρ, τῆς ἐπανόδου εἰς ποίµνην, ἀδιαίρετον µὴ παύσῃ Τριάδι, ἅγιε
πρεσβεύων, ἐν κόσµῳ ἀνατεῖλαι.

Ἐκ τοῦ συµβόλου, πίστεως µὴ µόνον φθόγγους, δυσσεβείας ἀφελεῖν τοὺς λατίνους,


πρέσβευε παµµάκαρ, ἀλλὰ καὶ µὴ διδάσκειν.

Νῦν τοῦ θριάµβου, τῶν ὀρθοδόξων δογµάτων, ὦ Φιλόθεε ἐλήλυθεν ὥρα, ὧν φωτὶ τὸν
κόσµον, λαµπρῦναι µὴ ἐλλίπῃς.

Θεοτοκίον.

Ὢ τῆς ἰσχύος, τῆς σῆς πρεσβείας Παρθένε, ὁµοιεῖς τὸ πρεσβεύειν τῷ σῴζειν, ὅθεν
ὑπὲρ κόσµου, πρέσβευε τῷ Υἱῷ σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Σχισµάτων θεῖε πάτερ, τὸν λοιµὸν καθήρας, εἰς ἰατρεῖον τοὺς πίστιν νοσήσαντας,
Ὀρθοδοξίας προνοίᾳ σου καθοδήγησον.

Ἐξ Αἵµατος οὐκ Εὔας, συγγενεῖς οἱ πάντες, ἀλλὰ Σωτῆρος τοῦ δόντος ἀντίλυτρον,
Τοῦτο ᾯ πάτερ τὸν κόσµον ἑνοῦσθαι πρέσβευε.

Ὧν ὄµµα ἐκακώθη, τῆς ψυχῆς ἐκ πλάνης, θεολογίας φωτί σου διάνοιξον, ἵνα σοφὲ
ἐπιγνῶσιν πάντες τὴν δόξαν σου.

∆όξα. Τριαδικόν.

Σοὶ δόξαν ἀναπέµψαι, ὦ Τριὰς Ἁγία, ἐν συµφωνίᾳ δογµάτων ἀξίωσον, τὴν


οἰκουµένην πρεσβείαις τοῦ Ἱεράρχου σου.

Καὶ νῦν. Θεοτοκίον.

Σοῦ δέεται Παρθένε, ἐκτενῶς ὁ κλῆρος, καὶ ὁ λαὸς τοῦ Υἱοῦ σου Πανάµωµε, ὅπως
τὸν κόσµον λυτρώσῃ ἐκ τῶν αἱρέσεων.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Χαίροις ὦ Φιλόθεε ἱερέ, τῆς Ὀρθοδοξίας, ἀντιλήπτωρ καὶ ἀρωγός, καὶ τῆς ἀληθείας,
ὑπέρµαχος καὶ πάσης, αἱρέσεως καὶ πλάνης, ὁ ἀντικείµενος.

Τῆς θεογνωσίας σου τῷ φωτί, λάµπρυνον τὴν κτίσιν, ἀξιώσας τοὺς γηγενεῖς, διὰ τῶν
εὐχῶν σου, καλῶς ὁδηγηθῆναι, εἰς Ἐκκλησίαν πάντας, πάτερ ὀρθόδοξον.
Ἐκ βυθοῦ τῆς πλάνης λυτρωτικῶς, τοὺς περιπεσόντας, εἰς αἱρέσεις τῇ σῇ χειρί, πάτερ
ἀναδύσας, καὶ εἰς τῆς σωτηρίας, τὴν ναῦν ἐπιβιβάσας, τούτους διάσωσον.

Ὥσπερ κόρην ἅγιε ὁφθαλµοῦ, τὰ σεπτὰ τηρῆσαι, θεία δόγµατα καὶ ἡµᾶς, ἀξιώσας
πάντας, διάνοιξον τὸ ὄµµα, ψυχῆς ἑτεροδόξων, θεῖε Φιλόθεε.

Σπεῦσον ἀπεργάσασθαι ποθεινήν, ἕνωσιν τῶν πάντων, ἐν τῷ Σώµατι τοῦ Χριστοῦ,


ἵνα µετ’ ἀλλήλων, ἐν ὁµονοίᾳ πάντες, ζήσωµεν καὶ ἀγάπῃ, πάτερ θεσπέσιε.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Ὡς θεώσεως κήρυκα καὶ διδάσκαλον, τῆς κατ’ ἐνέργειαν θείαν ἐν τῷ Θεῷ µετοχῆς,
ἀνυµνοῦµέν σε λαµπρῶς, πάτερ Φιλόθεε, ὅτι µετείληφας φωτός, ἀϊδίου καθαρθείς,
ἀσκήσει καὶ ἡγιάσθης, καὶ νῦν Τριάδι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡµῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, µεθ’ ἣν ψάλλοµεν τὸ ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ζόφον ἀγνωσίας τοῦ Θεοῦ, πλάνης τε σκοτόµαιναν πάτερ, φωτὶ διάλυσον, τῆς
θεολογίας σου, ἑτεροδόξοις δεικνύς, ἀλλοθρήσκοις ἀθέοις τε, ὁδὸν σωτηρίας, µέσην
τε Φιλόθεε, βασιλικὴν πρὸς Χριστόν, ἧς ἀφετηρία καὶ τέλος, ἡ τῶν ὀρθοδόξων
ὑπάρχει, µόνη Ἐκκλησία ἡ ἀείφωτος.

∆έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡµᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα µου, εἰς σὲ ἀνατίθηµι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν
σκέπην σου.

∆ι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,
ἐλέησον ἡµᾶς.

Αµήν.

You might also like