You are on page 1of 9

ΑΓΙΑ ΙΣΙΔΩΡΑ ΟΣΙΑ Η ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΗ

ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς
κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν
μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ
τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ
ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου,
ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός
Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ
θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς
μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος
Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων


στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην
αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς
ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆ θεοφόρῳ Ἰσιδώρᾳ προσπέσωμεν, ἐν τῇ πανσέπτῳ αὐτῆς μνήμη
κραυγάζοντες, ἀπὸ καρδίας ἅπαντες καὶ πόνου ψυχῆς· Μῆτερ
παναοίδιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν
καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι, ἱκέτευε
πάνσεμνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι,
εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν
Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν
οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν
ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά
παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως
ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ
γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου
ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί
ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα
Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς
ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου
ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν,
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δέξαι τὸν ὕμνον μου Ἰσιδώρα.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Δόξης τῆς θείας κοινωνοῦσα πάνσεμνε καὶ τοῦ ἀΰλου φωτός, τὰς
φωτοχυσίας, δεχομένη πάντοτε, τὸν νοῦν μου καταλάμπρυνον, Ἰσιδώρα
Ὁσία, ταῖς φωτοφόροις πρεσβείαις σου, ὅπως εὐφημήσω τὸν βίον σου.
Ἐπὶ τὴν πέτραν τῆς στεῤῥᾶς ἀσκήσεως ἐρηρεισμένη στεῤῥῶς, ἔφερες
ἀνδρείως, ὀνείδη καὶ σκώμματα, καρδίᾳ οὐρανόφρονι, Ἰσιδώρα Ὁσία,
ὑπομονῇ καὶ ἁπλότητι, καὶ τρόποις χρηστοῖς διαλάμπουσα.
Ξένη τελείως τῶν ἐν κόσμῳ πέφηνας τελειοτάτῃ ψυχῇ, καὶ
προσωκειώθης, ξένοις σου παλαίσμασι, Χριστῷ τῷ πανοικτίρμονι,
Ἰσιδώρα Ὁσία, ὧ ἀνυμφεύθης ὡς ἄμωμος, καὶ χαρᾶς τῆς κρείττονος
ἔτυχες
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Χριστὸν ἐκύησας δι’ εὐσπλαγχνίαν πολλήν, ἐπ’
εὐεργεσία, τῆς βροτείας φύσεως, εὐλογημένη πάναγνε, Θεοτόκε
Παρθένε· διό Σε πάντες δοξάζομεν, τῇ Σῇ προστασίᾳ σωζόμενοι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.


Ἰσχὺν θείαν θεμένη ἐν τῇ ψυχῇ πάνσεμνε, τὴν τοῦ οὐρανίου Νυμφίου,
θερμὴν ἀγάπησιν, σαρκὸς ἐκράτησας, καὶ τῶν γηΐνων τὸν πόθον, ὁλικῶς
ἀπέῤῥιψας, στεῤῥῷ φρονήματι.
Τῶν Ἀγγέλων τὸν βίον ὁλοσχερῶς στέρξασα, Ἄγγελος καθάπερ ἐν
μέσῳ, Μῆτερ ἐβίωσας, μοναζουσῶν εὐλαβῶν, καὶ τὴν ἰσάγγελον δόξαν,
Ἰσιδώρα ἔπαθλον, εὗρες τῶν πόνων σου.
Ὁλικῇ διανοίᾳ τὸ τοῦ Χριστοῦ ἄχραντον, κάλλος θεωροῦσα Ὁσία
καρδίας ὄμμασι, σοφῶς διέδραμες, ἐν ὑποκρίσει μωρίαν, δι’ ἧς
ἀπεμώρανας, ἐχθροῦ βουλεύματα.
Θεοτοκίον.
Νᾶμα θεῖόν μοι βλῦσον ζωοποιὸν ἄὑλον, οἷα ζωοδώρητος κρήνη
Παρθένε ἄχραντε, καὶ καταδρόσισον, τὴν φλεγομένην ψυχήν μου,
ἁμαρτίας ἄνθραξι, καθικετεύω Σε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰσιδώρα, ὅτι σὲ ἐν
πειρασμοῖς ἀεὶ προβαλλόμεθα, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν
τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὑπομονῇ, καὶ ταπεινώσει θεόληπτε, κοσμουμένη, καὶ φόβῳ τῷ
κρείττονι, στοιχειουμένη ὡς ἀληθῶς, ἔφερες ἀνδρείως, ἀποσιωποῦσα τὰ
μέλλοντα, τὰς θλίψεις καὶ τὰς σκώψεις, καὶ πικρὰς παροινίας, Ἰσιδώρα
Χριστὸν μεγαλύνουσα.
Μνήμη ἀεί, ἐν τῇ καρδίᾳ σου ἔχουσα, τοῦ θανάτου, Ἰσιδώρα
πάνσεμνε, πρὸς τὴν ζωὴν τὴν ἀληθινήν, ἣν Χριστὸς παρέχει, τοῖς ἑαυτὸν
ἀγαπήσασι, κατέσπευδες Ὁσία, ἐγκρατείᾳ συντόνῳ, καὶ λοιποῖς ἱερεῖς
ἀγωνίσμασι.
Νοῦν καθαρόν, καὶ πλήρη θείας φρονήσεως, καὶ καρδίαν, εὐθυτάτην
ἔχουσα, διακονεῖς ὅλῇ τῇ ψυχῇ, Μῆτερ Ἰσιδώρα, καὶ προθυμίας
θερμότητι, ταῖς σαῖς συμμοναστρίαις, τὸ μετέωρον ὄμμα, τοῦ ἐχθροῦ
ταπεινοῦσα τοῖς τρόποις σου.
Θεοτοκίον.
Ὁλολαμπές, τοῦ Ζωοδότου παλάτιον, ἀνεδείχθης, μόνη ἀειπάρθενε,
ἐν τῇ γαστρί Σου ὑπερφυῶς, τοῦτον δεξαμένη, καὶ μετὰ σώματος τέξασα·
διὸ κἀμὲ δοχεῖον, τῆς Αὐτοῦ ἐπιπνοίας, διὰ βίου τελείου ἀνάδειξον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.


Νεκρωθεῖσα τῷ κόσμῳ, οὐδαμῶς λελόγισαι γνώμῃ θεόφρονι, τὰς
προσγινομένας, ἐπηρεία ἐχθροῦ τοῦ ἀλάστορος, θλίψεις σοι Ὁσία, δι’ ὧν
χαρᾶς ἀνεκλαλήτου, ἀντελάβου καὶ θείας ἐλλάμψεως.
Μυηθεὶς τὴν σὴν χάριν, ταῖς συνασκητρίαις σου ταύτην ἐγνώρισεν,
Πιτηροὺμ ὁ θεῖος, ἀγνοούσαις τὸν τρόπον τοῦ βίου σου, αἵτινες
συγγνώμην, ἐν μεταγνώσει ἥτουν Μῆτερ, τῶν κακῶν ὧν ἀφρόνως σοι
ἔπραξαν.
Ὁ ἐχθρὸς ὁ βελίαρ, ὁ μεγαλαυχῶν καὶ πάλαι καυχώμενος, τῇ πολλῇ
σου Μῆτερ, ταπεινώσει εἰς χοῦν τεταπείνωται, καὶ γέλως ὁρᾶται, ὁ
ἀλαζὼν πρὸ τῶν ποδῶν σου· οὗ τῆς λύμης ἡμᾶς ἀπολύτρωσαι.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, κεχαριτωμένη ἁγνὴ ἀειπάρθενε, ῥῦσαι τὴν ψυχήν
μου, τυραννίδος παθῶν τῶν θλιβόντων με, καὶ πρὸς μετανοίας, τὰς
ἐπιδόσεις θέρμανόν με, ὡς ἂν εὕρω πταισμάτων συγχώρησιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.


Ἰδοῦσα, τιμᾶς σοι Μῆτερ νεμούσας, γνωρισθείσης τῆς κρυπτῆς
ἀρετῆς σου, τὰς ἀδελφάς, τῆς Μονῆς σου λαθραίως, ἀπεμακρύνθης εἰς
τόπον ἀγνώριστον, ἔνθα ἀσκήσει καθαρᾷ, Ἰσιδώρα Χριστῷ εὐηρέστησας.
Συνέσει, κεκοσμημένη Ὁσία, τὴν μωρίαν κατὰ Παῦλον τὸν μέγαν,
προσεποιήσω σοφῶς Ἰσιδώρα, καὶ σοφιστὴν τὸν ἀρχαῖον κατήσχυνας,
καὶ σοφωτάτων ἐννοιῶν, ἀληθῶς ἐπληρώθης ἐν Πνεύματι.
Ἰσχύϊ, τῇ τοῦ Χριστοῦ νευρουμένῃ, τὰ φερέπονα γενναίως ὑπέστης,
καὶ τρεφομένη μελέταις Ἁγίοις, εὐτελεστάτοις σιτίοις ἐτρέφεσο, ὦ
Ἰσιδώρα θαυμαστή, ἀσκουσῶν ἀληθὴς ὑποτύπωσις.
Θεοτοκίον.
Δοχεῖον, τῆς τοῦ Υἱοῦ Σου ἀγάπης, τὴν καρδίαν μου ἀπέργασαι Κόρη,
πεπληρωμένην ἁπάσης κακίας, καὶ προσκειμένην τοῖς ῥέουσι πράγμασι,
καὶ ἴασαί μου τὴν ψυχήν, τὴν νοσοῦσαν δεινοῖς ἁμαρτήμασι.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰσιδώρα, ὅτι σὲ ἐν
πειρασμοῖς ἀεὶ προβαλλόμεθα, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Ὁ ὑψωθείς.


Τῇ τοῦ Χριστοῦ πυρπολουμένη ἀγάπῃ, τῶν ἐν τῷ κόσμῳ ὁλοτρόπως
ἀπέστης, καὶ πολιτείαν ἔζησας ἰσάγγελον· ὅθεν πρὸς οὐράνιον, μετετέθης
νυμφῶνα, ἄσβεστον τηρήσασα, τὴν λαμπάδα σου Μῆτερ· ἀλλ’
ἐκδυσώπει πάντοτε Χριστόν, ὦ Ἰισδώρα, ὑπὲρ τῶν τιμώντων σε.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ


εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου
ΕΥΑΓΓΕΛΙΟΝ. Ἒκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν
οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν,
ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι
καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ
ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς
ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου
ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού,
ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν
πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ
μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ
λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι·
Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς
πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι,
ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ
ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι·
Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ
οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν
ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν
με ὁ Θεός...
Ὅλην τὴν καρδίαν σου, ἐν μεγαλόφρονι γνώμῃ, καὶ ψυχῇ θεόφρονι,
καὶ πάσῃ χρηστότητα καὶ στεῤῥότητι, τὴν πικρὰν κάκωσιν, τὰς
καταφρονήσεις, τὰ ὀνείδη καὶ τὰ σκώμματα, ἅ σοι ἐπήγαγον, Μῆτερ μὴ
εἰδυῖαι ὃ πράττουσιν, αἱ μετὰ σοῦ μονάζουσαι, ὑπὸ τοῦ βελίαρ
κινούμεναι· ὅθεν ὡς ἀδάμας, τὰ πάντα ὑποστάσα καρτερῶς, πάσας ἐν
τέλει κατέπληξας, τοῖς ἐν σοὶ χαρίσμασι.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.


Ὥσπερ στολὴν ἁγίαν Μῆτερ, περιφέρουσα τὰ ῥάκη τῇ σαρκί σου
ἀφθαρσίας λαμπρόν, χιτῶνα ἠμφιάσω, καὶ Νύμφη ὤφθης ἄμωμος,
Ἰσιδώρα τοῦ Σωτῆρος.
Ῥήμασι τῶν συνασκουσῶν σοι, ἐν ἁπλότητι διακονοῦσα Μῆτερ,
ὑπηρέτεις ἀεί, προθύμως Ἰσιδώρα, ταῖς εὐτελέσι πράξει, τῆς Μονῆς σου
θεοφρόνως.
Ἄνω τὸν νοῦν καὶ τὴν καρδίαν, πρὸς τὸ ἄχραντον τοῦ Χριστοῦ
ἔχουσα κάλλος, ἐν ῥακίῳ τὴν σήν, καλύπτεις σεπτὴν κάραν, ὠς θείῳ
διαδήματι, Ἰσιδώρα μακαρία.
Θεοτοκίον.
Γέγονας γέλως τῷ βελίαρ, τοῖς θελήμασιν αὐτοῦ καθυπακούων, ἀλλ’
ὦ Κόρη ἁγνή, ἐλπὶς ἀπηλπισμένων, τῆς τούτου με ἀπάλλαξον, καὶ μανίας
καὶ αἰσχύνης.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.


Ἐγκρατείᾳ νεκρώσασα τὴν σάρκα, τῆς ἀλήκτου ζωῆς ἐδείχθης
κληρονόμος, σὺν ταῖς Ὁσίαις Μῆτερ πάσαις ψάλλουσα· τὸν Κύριον
ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥείθροις θείων δακρύων ἀρδευθεῖσα, ἀφθαρσίας καρποὺς ἐξήνθησας
πλουσίους, δι’ ὧν ἐκτρέφεις Μῆτερ τὴν διάνοιαν, τῶν ὑμνολογοῦντων,
τῆς σῆς πολιτείας, τὰς ἐναρέτους πράξεις.
Ἀνωτέραν πολλῷν πλεῖόν σε Μῆτερ, Πιτηροὺμ ὁ σοφός, τῶν
συμμοναστριῶν σου, τὴν πρότερον λανθάνουσαν τοὺς ἅπαντας, χαίρων
ὠμολόγει, καὶ Χριστὸν ἀνύμνει, τὸν σὲ ἐνισχυκότα.
Θεοτοκίον.
Συντριβεὶς ταῖς ἀμέτροις πλημμελείαις, καταφεύγω τῇ Σῇ Παρθένε
προστασία· θεράπευσόν μοι δέομαι τὸν τάλανα, καὶ τῆς μετανοίας,
καταύγασον τῷ φέγγει, τὴν ζοφερὰν ψυχήν μου.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.


Ἰλύος λυτρωθεῖσα τὴν τῶν φθαρτῶν, καὶ λιποῦσα τὸν κόσμον τὸν
πρόσκαιρον, μετὰ χαρᾶς, πρὸς ὑπερκοσμίους διαμονάς, καὶ πρὸς ζωὴν
ἀΐδιον, Μῆτερ μετετέθης χαρμονικῶς, μὴ διαλίπῃς μνημονεύουσα.
Μονὰς καταβαλοῦσα φωτοειδεῖς, καὶ τῆς δόξης τυχοῦσα τῆς
κρείττονος, τρανῶς ὁρᾶς, Μῆτερ τοῦ Νυμφίου Ἰησοῦ, τῆν θέαν τὴν
ὑπέρλαμπρον, καὶ τὴν ἀκατάληπτον καλλονήν, ἧς πρώην τὰς ἐμφάσεις,
ἐκέκτησο ἐν βίῳ, ὡς ἐν ἐσόπτρῳ και αἰνίγματι.
Ὁσίως διανύσασα τὴν ζωήν, καὶ καλῶς τὸν Χριστὸν θεραπεύσασα,
ἀσκητικῶς, οἷάπερ θεράπαινα νουνεχής, αὐτοῦ ἀξιοθαύμαστε, εἴληφας
καμάτων σου τὸν μισθόν, ὦ πρέσβευε Ὁσία, σὺν Πιτηροὺμ τῷ θείῳ, ἡμᾶς
σωθῆναι τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Ὑπείκων καθ’ ἑκάστην τῷ δυσμενεῖ, ἐκτελῶν τῆς σαρκὸς τὰ
θελήματα, ἄφρονι νῷ, ὅλος ἐδουλώθην ταῖς ἡδοναῖς, καὶ τῷ πυρὶ
ὑπόκειμαι, δίκης αἰωνίου καὶ φοβερᾶς, ἀλλ’ ὦ Θεογεννῆτορ, σῶσόν με
παρ’ ἐλπίδα, τῶν προσφυγόντα τῷ ἐλέει Σου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίρουσαι ἠγώνισαι καρτερῶς, Μῆτερ Ἰσιδώρα, ἐν ἀσκήσει θεοφιλεῖ·
ὅθεν τῆς ἀλήκτου, τυχοῦσα εὐφροσύνης, ὑπὲρ ἡμῶν δυσώπει, τῶν
εὐφημούντων σε.
Σοῦ ἡ ὑπὲρ ἄνθρωπον βιοτή, ἐξέπληξεν νόας, καὶ δαιμόνων τοὺς
ζοφερούς, πῶς γυμνὴ Ὁσία, καὶ ἔξησχον τὸν τρόπον, λαθὼν ἐπολιτεύσω·
διὸ τιμῶμέν σε.
Ἄστρον ἐν ἐρήμῳ θεῖον λαμπρόν, ἐν Μοναστηρίῳ, διαλάμπουσα
ἀσκητικῶς· ὅθεν καὶ στολίζεις, Χριστοῦ τὴν Ἐκκλησίαν, θεόφρων
Ἰσιδώρα, τοῖς σοῖς παλαίσμασι.
Κάλλος εὐσεβείας ὑπερφερές, Ὁσία Ἰσιδώρα, ἐν μωρίᾳ καρποφορεῖς,
πρὸς θεογνωσίας, τὴν καλλονὴν ἰθύνεις, ἀσκητικὴν χορείαν, μεθ’ ἧς
τιμῶμέν σε.
Ἀδούλωτον σώζουσα τὴν ψυχήν, ἐδούλωσας Μῆτερ, δι’ ἀγώνων τὸν
δυσμενῆ, καὶ τῆς ἐλευθέρας, Σιὼν πολίτης ὤφθης, ἐν ἡ ὦ Ἰσιδώρα, ἡμῶν
μνημόνευε.
Πνεύματος Ἁγίου ταῖς ἀστραπαῖς, ὅλη καλὴ ὤφθης, ὅλη ἄμωμος τῷ
Χριστῷ, Μῆτερ Ἰσιδώρα, ὑπερφυέσιν πόνοις, ὧν φαίδρυνον τῇ δόξῃ,
τοὺς σὲ γεραίροντας.
Ἔχοντες ἐξάρχουσαν σὲ σεπτή, Μῆτερ Ἰσιδώρα, σὺν τῷ πάνυ καὶ
θαυμαστῷ, Πιτηροὺμ τῶ θείῳ, τελοῦμέν σου τὴν μνήμην, αἰτοῦντες
λυτρωθῆναι, πάσης κακώσεως.
Τίς σου τῆς ἀσκήσεως τὸ στεῤῥόν, καὶ τῆς μετανοίας ἀνυμνήσει τὸ
καρτερόν, σὺ γὰρ Ἰσιδώρα, ὑπερφυέσι πόνοις, τὸν παλαμναῖον ὄφιν,
κατετραυμάτισας.
Χαίροις τῆς Μονῆς σου θεῖος βλαστός, χαίροις ἡ ζηλώσασα τὴν
μωρίαν διὰ Χριστόν· διὸ καὶ ἐδοξάσθης, νῦν παρ’ Αὐτοῦ ἀξίως, θεόφρον
Ἰσιδώρα· ὅθεν τιμῶμέν σε.
Χαίροις Ἰσιδώρα πανευκλεής, ταπεινοφροσύνης καταγώγιον ἱερόν, σὺ
γὰρ τοῦ βελίαρ, τὰς ἐνεδρας φυγοῦσα, ὑπὲρ ἡμῶν πρεσβεύεις,
ἀειμακάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ
δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό
σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.


Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν
σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός
ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν
περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν·


Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν
ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ
παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, ἡμᾶς οἴκτειρον σεμνή, Μῆτερ Ἰσιδώρα θεόφρον,
προσπεφευγότας ἐν σοί, καὶ σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς,
συμπρέσβιν προβάλλοντες, Πιτηροὺμ τὸν θεῖον, τὸν ἀειμακάριστον, μεθ
οὗ ἱκέτευε, λύσιν τῶν πταισμάτων δοθῆναι, καὶ τῆς οὐρανῶν Βασιλείας,
καταξιωθῆναι τοὺς ὑμνοῦντάς σε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι
ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν
με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

You might also like