You are on page 1of 8

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΝΕΟΜΑΡΤΥΡΑ ΜΑΡΙΑΝ

ΤΗΝ ΜΕΘΥΜΟΠΟΥΛΑΝ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν
αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ΄ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν
τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης
εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς
ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν
ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν
χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς
γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου.
Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου,
ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός
Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ
θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς
μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος
Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων


στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι


Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος Αὐτοῦ.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου


ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς
ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ἐκ Μεραμβέλλου τῆς Φουρνῆς ἀνεδείχθη, καρπός γλυκύτατος, ἡ
μάρτυς Μαρία, σεμνοπρεπῶς παλαίσασα τόν τύραννον, νύμφη
ἀναδέδεικται ἐκλεκτή τοῦ Κυρίου καί περιπολεύει νῦν εἰς ἀφθάρτους
νυμφῶνας, ἔνθα πρεσβεύει πόθῳ πρός Χριστόν, ὑπέρ τῶν δούλων αὐτοῦ
εἰς βοήθειαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον


Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ
τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων
δεινῶν.
Ψαλμός ν΄ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος
τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με
ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν
ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά
παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως
ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ
γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου
ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί
ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα
Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς
ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου
ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν,
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:Τῆς Φουρνῆς βλαστήματι ὕμνον


ὑφαίνω. Π.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.


Τρωθείσῃ καρδίᾳ παρά Χριστοῦ, Αὐτόν ἐπεπόθεις ὡς Νυμφίον
σου ἐκλεκτόν, διό σοι τόν ὕμνον ἐξυφαίνω, ἵνα εὐχαῖς σου, Μαρία,
ῥυσθήσομαι.
Ἠράσθη σοῦ κάλλους ὁ μιαρός, εἰς μάτην Μαρία, ἑλομένης σου
τόν Χριστόν, πρός ὅν, μῆτερ, δίδου τάς δεήσεις, τῶν εὐλαβῶς
καλουμένων σόν ὄνομα.
Στεῤῥῶς ἀντιτάξασα τοῦ αἰσχροῦ, ἀνδρός τάς κινήσεις καί τοῦ
πάθους ἐπιδρομήν, ὡς πάγκαλος νύμφη τοῦ Κυρίου, ὑπέρ ἡμῶν
ἀνυστάκτως ἱκέτευε.
Θεοτοκίον.
Φουρνῆς Μεραμβέλλου γόνον κλεινόν, ὑμνοῦντες, Παρθένε, σοί
προσπίπτομεν εὐλαβῶς, βοῶντες ἐκ πόθου τῆς καρδίας, Παρθένε, ῥῦσαι
ἡμᾶς πάσης θλίψεως.

ᾨδὴ γ΄.Οὐρανίας ἁψῖδος.


Οὐρανίων θαλάμων, διηνεκῆ ἔρωτα, ἔχουσα, Μαρία, προθύμως
τοῦτον ἐπλήρωσας διά τοῦ αἵματος, ὅθεν ὡς μάρτυρα πάντες, πόθῳ
ἐξαιτούμεθα τήν σήν παράστασιν.
Ὕμνος ὅλη ἐγένου πρός τόν Θεόν, πάνσεμνε, σῶμα καί ψυχήν
παραδοῦσα Αὐτῷ ἀμόλυντον, διό προσπίπτομεν σεμνοπρεπῶς
ἐκβοῶντες· δίδου τοῖς ἱκέταις σου χάριν ἀείζωον.
Ῥυπαρώδεις ὀρέξεις τοῦ σέ δεινῶς, ἔνδοξε, καί λυσσομανῶς
πολεμοῦντος ἀνδρός διέφυγες, πίστει κρατύνασα ἥνπερ παράσχου,
Μαρία, πᾶσι τοῖς καλοῦσί σε εἰς συναντίληψιν.
Θεοτοκίον.
Νέα Εὔα δευτέρα, κόσμου παντός γέγονας, γένους τοῦ βροτείου,
Παρθένε, εἰς ἀναγέννησιν, κυοφορήσασα τόν βασιλέα τῶν πάντων, δι’οὗ
καί σῳζόμεθα ἐκ τοῦ ἀλάστορος.

Διάσωσον ἐκ ψυχοφθόρου, Μαρία, ποικίλης βλάβης, τοῦ διαβόλου


δειναῖς εἰσηγήσεσιν, τούς πόθῳ σε καλουμένους ἐν πίστει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄.Πρεσβεία θερμή.


Ἁγνείας στεῤῥόν κατέχομεν προτείχισμα, Μαρίαν σεμνήν,
Φουρνῆς τό θεῖον βλάστημα, ὡς αὐτῆς θαυμάζοντες ἀνδρείαν κατά τοῦ
πολεμήτορος, προθύμως μιμούμεθα τήν ἔφεσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Φουρνή ἡ σέ τέξασα, κώμη Μεραμβέλλου, μῆτερ, κραυγάζει
σοι· ὦ Μαρία νύμφη ἔνδοξε, Κρήτην πᾶσαν φύλαττε τῇ σκέπῃ σου.
Στηριγμόν σε κατέχοντες, στήλην τε ἁγνείας, ὄντως ὑπέρλαμπρον,
καθ’ἡμέραν ἀντεχόμεθα τῆς σῆς ὀξυτάτης ἀντιλήψεως.
Βορβορώδη νῦν ἔφεσιν καί παθῶν ὁμίχλην τήν ἀπειλοῦσάν με,
δαψιλῶς, μῆτερ, διάλυσον, ὦ σεμνή Μαρία παμμακάριστε.
Θεοτοκίον.
Λαμπηδών πανυπέρλαμπρος, μόνη Θεοτόκε, τῷ κόσμῳ ἔλαμψας,
ὅθεν φώτισον διάνοιαν τῶν πρός σέ φευγόντων, Μῆτερ Ἄχραντε.
ᾨδὴ ε΄.Φώτισον ἡμᾶς.
Ἅγνισον ἡμῶν τήν διάνοιαν καί φώτισον τοῦ νοός τούς
πολυτρόπους κραδασμούς, μῆτερ ἔνδοξε Μαρία παναοίδιμε.
Στήριξον ἡμῶν τήν καρδίαν τήν ταλαίπωρον, δωρουμένη
παῤῥησίαν σου πολλήν, πρός τόν θρόνον τοῦ Δεσπότου, μῆτερ πάνσεμνε.
Τείνασα θερμῶς τήν σήν χεῖραν εἰς βοήθειαν, μή ἀπώσῃ τῆς φωνῆς
μου τῆς οἰκτρᾶς, τάς δεήσεις, ὦ Μαρία πανσεβάσμιε.
Θεοτοκίον.
Ἤκουσας φωνῆς ἱκετῶν σου, Παναμώμητε, καί δεήσεως σῶν
τέκνων ποθεινῆς, τῶν καλούντων σε, Παρθένε, εἰς βοήθειαν.

ᾨδὴ στ΄.Τήν δέησιν ἐκχεῶ.


Μαράνασα, τής σαρκός κινήματα καί νοός καταβαλοῦσα τά
θράση, τοῦ τε δεινοῦ ἀχθοφόρου τόν πόθον παραδραμοῦσα, Μαρία,
ἠξίωσαι ἐν οὐρανοῖς διηνεκῶς μετ’Ἀγγέλων οἰκεῖν, παναοίδιμε.
Ἀναίσχυντον βιοτήν διώξασα καί παθῶν τήν σκοτοδίνην, Μαρία,
ὑπέρ Χριστοῦ σοῦ Νυμφίου προθύμως, τοῦ μαρτυρίου ὁδόν ἐπεπόθησας,
διό σοι σπεύδομεν πιστῶς, τῆς πρεσβείας σου, μῆτερ, δεόμενοι.
Τά τραύματα τοῦ δεινοῦ μαράνασα, σκοτασμόν τε τοῦ νοός, ὦ
Μαρία, κἄν ὡς νεᾶνις τε σώφρων μετῆλθες εἰς τοῦ Κυρίου νυμφῶνα τόν
ἄφθαρτον, ἔνθα καί μέμνησο ἡμῶν, τῶν ἐν πίστει βαθείᾳ ὑμνούντων σε.
Θεοτοκίον.
Ἰάτρευσον τῆς σαρκός μου, Δέσποινα, καί ψυχῆς τάς ἀσθενείας
ταχέως, καταφυγήν γάρ κατέχομεν μόνην, σέ τήν Παρθένον καί ἄσπιλον,
Ἄχραντε, βοήθησον, Μῆτερ, θερμῶς τοῖς σοῖς τέκνοις βοῶσιν ἑκάστοτε.

Διάσωσον ἐκ ψυχοφθόρου, Μαρία, ποικίλης βλάβης, τοῦ


διαβόλου δειναῖς εἰσηγήσεσιν, τούς πόθῳ σε καλουμένους ἐν πίστει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄.Τοῖς τῶν αἱμάτων σου.


Παρθενικοῖς σου, Μαρία, δή αἵμασι, τοῦ Παραδείσου θαλάμους
ἐπότισας, ὁμολογίᾳ στεῤῥᾷ τόν Νυμφίον σου, ἐκλεξαμένη θερμῶς
ἠκολούθησας, διό σοι γοργῶς καταφεύγομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.


Προκείμενον. :Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ζ΄ 12 – 21).
Εἶπεν ὁ Κύριος· πάντα ὅσα δ’ ἄν θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ
ἄνθρωποι, οὕτω καί ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ Νόμος καί οἱ
Προφῆται. Εἰσέλθετε διά τῆς στενῆς πύλης. Ὅτι πλατεία ἡ πύλη καί
εὐρύχωρος ἡ ὁδός ἡ ἀπάγουσα εἰς τήν ἀπώλειαν καί πολλοί εἰσίν οἱ
εἰσερχόμενοι δι’ αὐτῆς. Ὅτι στενή ἡ πύλη καί τεθλιμμένη ἡ ὁδός ἡ
ἀπάγουσα εἰς τήν ζωήν καί ὀλίγοι εἰσίν οἱ εὑρίσκοντες αὐτήν. Οὐ πᾶς ὁ
λέγων μου Κύριε, Κύριε, εἰσελεύσεται εἰς τήν Βασιλείαν τῶν Οὐρανῶν,
ἀλλ’ ὁ ποιῶν τό θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

Δόξα: Ταῖς τῆς Άθληφόρου...


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄.Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...


Ὅλην τήν διάνοιαν τείνασα, μῆτερ, εἰς ἄνω, οὐδόλως τά
πρόσκαιρα βίου καί ἐπίκηρα ἐπεπόθησας, θεϊκῷ ἔρωτι τετρωμένη πόθῳ,
ὦ Μαρία παναοίδιμε, Φουρνῆς τό κύημα, σκεῦος δέ ἁγνείας εὐάρεστον
καί μαρτυρίου στέφανον, εἴληφας διό ἱκετεύομεν· ἐπάκουσον πάντων,
τῶν πίστει ἐκβοώντων σοι θερμῶς, ῥύου σκανδάλων τοῦ ὄφεως καί
παντοίων θλίψεων.

ᾨδὴ ζ΄.Οἱ ἐκ τῆς Ἰουδαίας.


Ὑμνῳδίας συντόνου καί δεήσεως, μῆτερ, μή ὑπερίδῃς νῦν, ἐκ
πόθου τῆς καρδίας, κἄν χείλεσιν ἀνάγνοις, ἐξιούσης πανθαύμαστε, ὅθεν
τῶν σῶν ἱκετῶν, Μαρία, μή ἀπώσῃ.
Μυστικῶς τῇ καρδίᾳ τόν Νυμφίον ποθήσασα ἐπουράνιον, ἐπίγειον
παρεῖδες, βουλόμενον ἀχρείως μιανθῆναί σε, πάνσεμνε, διό ἡμῶν τῶν
παθῶν μιάσματα ἀπώθου.
Νοερῶς νῦν, Μαρία, σόν ἰσάγγελον βίον διεξερχόμενοι,
θαυμάζομεν συντόνως, σήν φρόνησιν, Μαρία, καί ἀνδρείαν τήν
ἄτεγκτον, ἅτινα πόθῳ ψυχῆς αἰτούμεθα δοθῆναι.
Θεοτοκίον.
Ὄρος θεῖον ἐδείχθης, προφητῶν ταῖς προῤῥήσεσιν, ἀλατόμητον
καί γέφυρα καί κλῖμαξ, πανεύοσμόν τε ῥόδον καί λυχνία καί τράπεζα· διό
προσπίπτομεν σοί, Παρθένε, γηθοσύνως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.


Νύμφη Κυρίου, μαρτυρικῶς ἀνεδείχθης, ὡς ποθήσασα θερμῶς τόν
σόν Νυμφίον, μνήσθητι, Μαρία, τῶν σέ ὑμνολογούντων.
Ὕμνοις προθύμως καταστέφομεν, μῆτερ, τήν σήν ἄθλησιν ὁμοῦ τε
καί ἀνδρείαν, ἥνπερ ταῖς εὐχαῖς σου δεόμεθα λαμβάνειν.
Φουρνή ἡ κώμη, εὐφροσύνως γεραίρει τήν σήν ἄθλησιν, Μαρία
θεοφόρε, ὅθεν τῶν κινδύνων αὐτήν ῥύου προθύμως.
Θεοτοκίον.
Ἀνερμηνεύτως παρθενεύουσα μένεις πρό τοῦ τόκου καί ἐν τόκῳ,
Παρθένε, καί μετά τόν τόκον εἰς σωτηρίαν πάντων.

ᾨδὴ θ΄.Κυρίως Θεοτόκον.


Ἰόν τόν τοῦ Βελίαρ, τῆς ἀκολασίας συντόνως, μῆτερ, καθεῖλες
δι’αἵματος, πᾶσιν ἡμῖν γεγονυῖα θεῖον ὑπόδειγμα.
Νυμφῶνα τοῦ Κυρίου, μάρτυς ἑλομένη, σεμνή προθύμως Αὐτῷ
ἠκολούθησας, ὅθεν ἡμῶν διανοίας νῦν ποδηγέτησον.
Ὡς ῥόδον τῆς ἁγνείας, εὔοσμον καί θεῖον, τῶν εὐσεβῶν τάς
καρδίας νῦν μύρισον, Φουρνῆς ἐκβλάστημα θεῖον καί εὐωδέστατον.
Θεοτοκίον.
Πρυτάνευσον, Παρθένε, ἔχουσα ἀξίως, ἐν Παραδείσῳ πρεσβείαν
ἀκλόνητον, ὑπέρ ἡμῶν τῶν σῶν δούλων τῶν ἐξυμνούντων σε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.

Τῆς Φουρνῆς τό καύχημα τό τερπνόν, τήν σεμνήν Μαρίαν


ἐπαινέσωμεν, ἀδελφοί, καλούμενοι πόθῳ αὐτήν ἐν ταῖς τοῦ βίου
ποικίλαις δυσκολίαις θείαν προστάτιδα.

Τῆς ἁγνείας ῥόδον τό εὐθαλές, μυρίσωμεν πάντες τήν Μαρίαν


νύμφην Χριστοῦ, ἀρεταῖς ποικίλαις νῦν κατηγλαϊσμένην, ἐν οὐρανῶν
θαλάμοις περιπολεύουσαν.
Μεραμβέλλου κώμης ἐκ τῆς Φουρνῆς, ἐξῆλθεν ὡς ῥόδον
εὐωδέστατον ἀρετῶν, ἡ σεμνή Μαρία ἡ καί Μεθυμοπούλα, πρέσβυς πρός
τόν Δεσπότην ἀκαταπόνητος.
Σπεῦσον ὡς ἁγνείας σκεῦος τερπνόν, ἅγνισον, Μαρία, διαθέσεις
καί λογισμούς, ὅπως ἐπαξίως τόν δρόμον ἐκτελέσω καί κρίσεως Κυρίου,
μῆτερ, σωθήσωμαι.
Τρόπον καί διάθεσιν τῆς ψυχῆς παράσχου, Μαρία, τοῖς ἱκέταις σου
δαψιλῶς, ὅπως διά βίου ἐχθρόν τόν παλαμναῖον, μακράν ταῖς προσευχαῖς
σου ἀποβαλώμεθα.
Δίδου, ὦ Μαρία, πᾶσιν ἡμῖν δαψιλῶς εὐχάς σου καί τήν σκέπην
τήν ἱεράν, τῆς σῆς προστασίας ὁμοῦ καί τῆς πρεσβείας, ὅτι κατέχομέν σε
θείαν προστάτιδα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ


δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό
σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τό Ἀπολυτίκιον.Ἦχος πλ. α΄.Τόν Συνάναρχον


Λόγον.
Τῆς ἁγνείας τό ῥόδον τό εὐωδέστατον καί Φουρνῆς κώμης θεῖον
ὄντως ἐκβλάστημα, τήν Μαρίαν, ἀδελφοί, νῦν ἐπαινέσωμεν, ὅτι
προθύμως τόν Χριστόν ἑλομένη, εἰς Αὐτοῦ θεῖον νυμφῶνα εἰσῆλθεν, τοῦ
μαρτυρίου ταῖς τρίβοις· διό αὐτήν ἐκμιμησώμεθα.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν·


Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν
ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ
παρόντα Τροπάρια:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.


Ὅτε συμβουλίᾳ τοῦ ἐχθροῦ, μῆτερ, μιαρός ἀρχιφύλαξ σέ
παρηνώχλησε, τότε παναοίδιμε τήν παρθενίας στολήν καί ἁγνείας τό
κάλυμμα καλῶς ἐφυλάξω, νυμφῶνα τόν ἄφθαρτον ἐκλεξαμένη σεμνή,
ἔνθα, ὑπέρ πάντων δεήσεις, τάχυνον, Μαρία, τῷ θρόνῳ τοῦ Νυμφίου, ὅν
καί ἐπεπόθησας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι


ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,


φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

You might also like