You are on page 1of 1

Plutarh, Cons. ad Apoll.

103F: Κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ
πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς.
107C-D: Τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ
εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ
θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι δι’ ἀμαθίαν;
Ὁ δὲ Σωκράτης παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ
ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς
ψυχῆς, κατ’ οὐδὲν δὲ τούτων κακὸν εἶναι.

110D-E ... ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος.
Ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος.

110F: μειζόνων ἀπολυθεὶς κακῶν

Euripide: Ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν ... / Δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων
βροτοῖς.
111A: οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλ’ ὁ σπουδαιότατος

111D: Μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος.

111E: Εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι ἐν οὐδενὶ κακῷ


τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ
παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν.
112C: Ἀλλ’ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν
ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης
ἐπελθόντων ἐλήφθης.
115B: Πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν ἀλλὰ πάλαι
κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον
συμφορὰν τὴν μεγίστην· τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ
ἀποφήνασθαι.
117A: Θεὸς δέ σοι πῆμ´ οὐδὲν ἀλλ´ αὐτὸς σὺ σοί, καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ
παραφροσύνη.

You might also like