You are on page 1of 4

Esquilo, Coéforas 973-982

{Ορ.} ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα

πατροκτόνους τε δωμάτων πορθήτορας ᐧ

σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ' ἥμενοι, 975

φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη

πάρεστιν, ὅρκος τ' ἐμμένει πιστώμασιν ᐧ

ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ

καὶ ξυνθανεῖσθαι· καὶ τάδ' εὐόρκως ἔχει.

ἴδεσθε δ' αὖτε, τῶνδ' ἐπήκοοι κακῶν, 980


τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,

πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδας.

Esquilo, Euménides 657-673

{Απ.} καὶ τοῦτο λέξω, καὶ μάθ' ὡς ὀρθῶς ἐρῶ·

οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου

τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου·

τίκτει δ' ὁ θρῴσκων, ἡ δ' ἅπερ ξένῳ ξένη 660

ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου·


πατὴρ μὲν ἂν γείναιτ' ἄνευ μητρός· πέλας

μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

οὐδ' ἐν σκότοισι νηδύος τεθραμμένη, 665

ἀλλ' οἷον ἔρνος οὔτις ἂν τέκοι θεά.

ἐγὼ δέ, Παλλάς, τἄλλα θ' ὡς ἐπίσταμαι,

τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

καὶ τόνδ' ἔπεμψα σῶν δόμων ἐφέστιον,

ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου 670

καὶ τόνδ' ἐπικτήσαιο σύμμαχον, θεά,


καὶ τοὺς ἔπειτα, καὶ τάδ' αἰανῶς μένοι

στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

You might also like