You are on page 1of 5

Παρακλητικος Κανων Εις Την Υπεραγιαν Θεοτοκον, Την Επικεκλημενην Κυρια Της Ξηροκρηνης

Δι ευχών...

ΡΜΒ΄ Ψαλμοῦ (142ου)


Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνη σου• καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾷς
ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος• καί ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τὰς
χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι• ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου• μὴ
ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα• γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς
σὲ ᾖρα τὴν ψυχήν μου• ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν
τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου• τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου• καὶ ἐν τῷ ἐλέει
σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός
σου εἰμι.

Ἦχος δ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ηχος δ΄. ῾Ο ὑψωθείς.


Τὴν ἱεράν σου προσκυνοῦντες εἰκόνα,ἥτις καλεῖται Ξηροκρήνης Κυρία,πρὸς Κύριον αἰτούμεθα πρεσβείας
σου σεπτάς,ὅπως ὡς Φιλάνθρωπος,τῶν πταισμάτων τὰ πλήθη,συγχωρήσῃ Πάναγνε,καὶ φυλάττῃ
ἀτρώτους,ἐκ πονηροῦ ποικίλων πειρασμῶν,καὶ ἀξιώσῃ,οἰκῆσαι Παράδεισον.

Δόξα. Καὶ νῦν, ὅμοιον.


Οὐ σιωπήσομέν ποτε Θεοτόκε,τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνωνϗ τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρουςϗ οὐκ ἀποστῶμεν,
Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.

Ν΄(50όν) Ψαλμόν
Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά
μου• Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν
μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν
ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα
καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ
τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου• Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας
θυσίαν ἔδωκα ἂν• ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ• Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.


Κρουνοὺς ἡμῖν Χάριτος δαψιλῶς, σεπταῖς σου πρεσβείαις, πρὸς Υἱόν σου τὸν ἀγαθόν, ὑπάνοιγε Μῆτερ ἡ
Κυρία, τῆς Ξηροκρήνης προστάτις ὑπάρχουσα.

Ῥαθύμως τὸν βίον μου Ἀγαθή, τελέσας ὡς ἄφρων, ἐξαιτοῦμαι σὴν ἀρωγήν, ἐξ ὕπνου θανάτου ἐγερθῆναι, καὶ
ἐφεξῆς μετανοίᾳ πορεύσωμαι.
Ὀδύναι κυκλοῦσι ἀσθενειῶν, ψυχῶν καὶ σωμάτων, τοὺς σοὺς δούλους Μῆτερ ἁγνή, Παρθένε Κυρία
Ξηροκρήνης, ἐξ ὧν ὡς οἶδας ἡμᾶς διαφύλαξον.

Ὑπάρχουσα πλήρης στοργῆς Ἁγνή, τοὺς θλίψεσιν ὄντας, παρακάλεσαι μυστικῶς, παρέχουσα τούτοις τὴν
ἐλπίδα, καὶ τὴν χαρὰν ἀκενώτου ἀγάπης σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.


Ναοὺς ποίησον Μῆτερ, τοῦ σοῦ Υἱοῦ ἅπαντας, τοὺς ἀσπαζομένους ἐν πίστει, σεπτὴν εἰκόνα σου, παθῶν
καθαίρουσα, καὶ ἀρετὰς καθιστῶσα, θείαις ἱκεσίαις σου, πρὸς τὸν Φιλάνθρωπον.

Ὅταν ἄχθη ποικίλα, καὶ πειρασμοὶ Πάναγνε, τὰς ψυχὰς ἡμῶν ὥσπερ νέφη, κατακαλύπτουσι, τότε διάλυε,
ταῦτα, σεπταῖς σου πρεσβείαις, καὶ τὴν δρόσον πάρεχε, ἁγίου Πνεύματος.

Ὑπὲρ πόλεως ταύτης, τῷ σῷ Υἱῷ πρέσβευε, ἥτις σε Κυρίαν γνωρίζει, καὶ τὴν εἰκόνα σου, ἔχει Πανάμωμε, ὡς
ὑπερτάλαντον πλοῦτον, καὶ ἐπικαλεῖταί σου, τὸ θεῖον ὄνομα.

Σιλωὰμ κολυμβήθραν, νόσους ψυχῆς Πάναγνε, καὶ σωματικὰς ἀσθενείας, τὴν θεραπεύουσαν,
ἐπιγινώσκοντες, τὴν ἱεράν σου εἰκόνα, Ξηροκρήνης Δέσποινα, αὐτῇ προσπίπτομεν.

Διάσωσον, ἡ Ξηροκρήνης Κυρία πάσης ἀνάγκης, τοὺς ἐν πίστει πρὸς σὲ καταφεύγοντας, καὶ πλήρου τούτων
τὰς εὐχάς, μητρικῇ σου ἀγάπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς
ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.


Κυρία σὺ εἶ, ἡμεῖς δὲ δοῦλοι Δέσποινα, διό σοι θερμῶς, προσπίπτομεν δεόμενοι, τὰς ἁγίας χεῖράς σου, πρὸς
Χριστὸν μὴ παύσῃ ἐπαίρουσα, ἐξαιτουμένη τῶν πολλῶν, ἁμαρτημάτων ἡμῶν τὴν συγχώρησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.


Χαλεπῶν περιστάσεων, ῥῦσαι τοὺς τιμῶντάς σε Παναμώμητε, καὶ εἰρήνης τούτους πλήρωσον, ἣν Υἱός σου
δίδωσιν ἀκλόνητον.

Ἀναφαίρετον χάρισαι, Ξηροκρήνης Δέσποινα χάριν Πνεύματος, ταῖς ψυχαῖς τῶν προσκυνούντων σε, καὶ ὡς
Θεοτόκον δοξαζόντων σε.

Ῥᾶνον ἄνωθεν Δέσποινα, τοῖς Ξηροκρηνίταις ὄμβρους ἀγάπης σου, καὶ αὐτοὺς ἀτρώτους τήρησον, ἐκ τῆς τῶν
δαιμόνων ἐπιθέσεων.

Ἰατρὸν ἡ κυήσασα, Ἰησοῦν ἱκέτευε τὸν φιλάνθρωπον, θεραπεῦσαι τὰ νοσήματα, τῶν σὲ προσκυνούντων
Παναμώμητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.


Τήρησον ἁγνούς, φιλοάγνους Παναμώμητε, κατασβεννύουσα ὡς ἄνθρακας, τὰς τῶν δαιμόνων, ἐπιθέσεις καὶ
τὰ βέλεμνα.

Ὅταν σκοτεινά, νέφη θλίψεων σκοτίζωσιν, τὰς τῶν ὑμνούντων σε Παρθένε ψυχάς, δίωκε ταῦτα, ὥσπερ χοῦν
τῇ θείᾳ χάριτι.

Σώματα ἡμῶν, πάσῃ νόσῳ ὑποκείμενα, ταῖς σαῖς εὐχαῖς Ἁγνή θεράπευσον, ὅπως ἐν πίστει, προσκυνῶμεν,
τὴν εἰκόνα σου.

Ἄνοιξον ἡμῖν, μετανοίας πύλας Ἄχραντε, ὅπως εἰσέλθωμεν εἰς πόλιν οὐρανοῦ, καὶ τὸν Υἱόν σου, τὸν
γλυκύτατον ὀψώμεθα.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.


Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ἡ Κυρία Ξηροκρήνης μὴ παύσῃ, βλύζειν ἀεί, τοῖς πιστῶς προσκυνοῦσι,
τὸ ἱερόν σου καὶ θεῖον ἐκτύπωμα, ἐν ᾧ ἡ χάρις κατοικεῖ, τοῦ σεπτοῦ καὶ πανάγνου προσώπου σου.

Ὀνόματι, σφραγισθέντες Δέσποινα, τοῦ Χριστοῦ Αὐτὸν τοῖς ἔργοις λυποῦμεν, τὰς ἐντολάς, τῆς ζωῆς μὴ
τηροῦντες, καὶ ἀφοβίᾳ ἀεί ἁμαρτάντες, διὸ μητρώαις σου φωναῖς, συγχωρῆσαι ἡμῖν Τούτῳ πρέσβευε.

Ἱκέται σου, Ξηροκρήνης Δέσποινα, σοὺς ἀχράντους ἀσπαζόμεθα πόδας, καὶ ἐκ ψυχῆς, προβαλλόμεθα
πρέσβιν, πρὸς Ἰησοῦν τὸν φιλάνθρωπον Κύριον, ἵνα χαρίσηται ἡμῖν, τῶν ἀπείρων πταισμάτων τὴν ἄφεσιν.
Γαλήνην, τὴν τοῦ Ἁγίου Πνεύματος, Ξηροκρήνῃ Θεοτόκε παράσχου, τοὺς πειρασμούς, πονηροῦ πόῤῥω
ταύτης, ἀποδιώκουσα θείαις πρεσβείαις σου, καὶ οἴκους πάντας τοὺς πιστούς, τῆς εἰρήνης Κυρίου ἀνάδειξον.

Διάσωσον, ἡ Ξηροκρήνης Κυρία πάσης ἀνάγκης, τοὺς ἐν πίστει πρὸς σὲ καταφεύγοντας, καὶ πλήρου τούτων
τὰς εὐχάς, μητρικῇ σου ἀγάπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄.Προστασία τῶν Χριστιανῶν.


Ξηροκρήνης Κυρία Πανάμωμε,τοῖς ποσί σου προσπίπτοντες κράζομεν· κλῖνον οὖς σου,καὶ τὰς αἰτήσεις
πλήρωσον ἡμῶν,πολλὴν ἔχεις γὰρ ἰσχύν,καὶ παῤῥησίαν πρὸς Χριστόν,τὸ γλυκύτατον τέκνον σου.

Ὅθεν τεθαῤῥηκότες, σὲ πρὸς Αὐτὸν μεσῖτιν, οἱ προσκυνοῦντες σου μορφήν, Θεοτόκε προβαλλόμεθα.

Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾶ.

Στίχ. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός
σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.


Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ
εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν
ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ
καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας
σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ
ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ
πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή
μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν
τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ
δυνατὸς καὶ ἅγιον τὸ ὄνομα
αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς

Δόξα Πατρί. Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός...

Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.


Δέσποινα Πανάμωμε, τῆς Ξηροκρήνης Κυρία,κλῖνον οὖς ἀγάπης σου,καὶ ἡμῶν ἐπάκουσον δεομένων
σου·ἀσθενοῦντας ἴασαι,κλονουμένους ῥῦσαι,ἐκ ποικίλων περιστάσεων, καὶ πάντας λύτρωσαι, τῶν
δαιμονικῶν ἐπιθέσεων. Μετάνοιαν δὲ δώρησαι, πᾶσι τοῖς πιστῶς προσκυνοῦσί σε, ὅπως κληρονόμοι,
γενώμεθα εὐχαῖς σου μητρικαῖς,τοῦ Παραδείσου Πανάχραντε,σὺν Ἁγίοις ἅπασι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἐλευθέρωσον Πάναγνε, τοὺς ὑπὸ δουλείας ζυγὸν τυγχάνοντας, παραισθησιογόνων, καὶ ἀγωνιζομένους,
μακρυνθῆναι τῆς χρήσεως, καὶ ἐφεξῆς φυσικήν, βαδίσωσι πορείαν.

Ἡ ἑνώσασα τόκῳ σου, τὰ πρὶν διεστῶτα Παρθένε ἕνωσον, οἰκίας κλονουμένας, τῷ φθόνῳ διαβόλου, καὶ
εἰρήνην ἀσάλευτον, δίδου εὐχαῖς σου σεπταῖς, πρὸς τὸν γλυκὺν Υἱόν σου.

Μήτηρ οὖσα Πανάμωμε, τοῦ Δεσπότου τῶν πάντων μητέρων πρόσδεξαι, δάκρυα καὶ δεήσεις, ὑπὲρ ἀσώτων
τέκνων, μακρυνθέντων τῆς χάριτος, ὅπως ταχέως ὁδόν, εὕρωσι σωτηρίας.

Ἱκεσίας σου πλήθυνον, ὑπὲρ τῶν πασχόντων ἐκ νόσου Ἄχραντε, καρκίνου δυσιάτου, καὶ χάρισαι εὐχαῖς σου,
ταχυτάτην τὴν ἴασιν, ἵν’ ἀντιδώρως Θεῷ, εὐχαριστίας δῶσι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.


Νίκην παράσχου, κατὰ παθῶν ψυχοφθόρων, Ξηροκρήνης Κυρία Θεοτόκε, πᾶσι τοῖς τιμῶσι, τὴν πάνσεπτον
μορφήν σου.

Ὥσπερ ἡ ὄρνις, τοὺς νεοσσοὺς σκέπει Μῆτερ, οὕτω σκέπε πιστοὺς τῆς Ξηροκρήνης, ἀνυμνολογοῦντας, ἀεὶ
σὴν θείαν δόξαν.
Μέγιστον δῶρον, τῇ Ξηροκρήνῃ παρέσχες, τὴν εἰκόνα σου Κεχαριτωμένη, βλύζουσαν θαυμάτων, τὰ ῥεῖθρα
ἀενάως.

Ἡμαρτηκότας, ἐκ τοῦ βυθοῦ ἀπωλείας, τῇ χειρί σου ἀνάστησον Κυρία, ὅπως εὐγνωμόνως, τιμῶμεν τὴν
μορφήν σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Τὴν πόλιν Ξηροκρήνης, ἧς περ εἶ Κυρία, διὰ παντὸς Παναμώμητε φύλαττε, ταῖς πρὸς Θεὸν ἀκοιμήτοις,
σεπταῖς δεήσεσιν.

Ἐν ὥραις σκαιωρίας, ἔρχου Θεοτόκε, τοῖς προσκυνοῦσιν ἁγίαν εἰκόνα σου, συμπαραστάτις ταχεῖα, καὶ
ἀπολύτρωσις.

Ῥεύμασι χαρισμάτων, πλούτισον τοὺς ὅσοι, σὲ εὐλαβῶς προσκυνοῦσι καὶ δέονται, σῆς φιλοστόργου ἀγάπης,
Ἁγνὴ θεόνυμφε.

Ἁγίαις σου πρεσβείαις, πύλας Παραδείσου, τῆς Ξηροκρήνης πιστοῖς Μῆτερ ἄνοιγε, ἔνθα προσώπου Κυρίου,
φωτὸς πλησθήσονται.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως,
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια
Χαίροις Ξηροκρήνη θεοφιλής, ἔχεις γὰρ εἰκόνα, τῆς Κυρίας τῶν οὐρανῶν, ἐξ ἧς ἀναβλύζει, ἡ χάρις τῶν
θαυμάτων, τοῖς ταύτην προσκυνοῦσι, καὶ μεγαλύνουσι.

Κρήνη ζωοδόχος ἡ σὴ εἰκών, πέφυκε Παρθένε, ὅτι χάρις σκηνοῖ αὐτῇ, Πνεύματος ἁγίου, παρέχουσα τοῖς
πίστει, λύσιν τῶν αἰτημάτων, καὶ τῶν δεήσεων.

Ξηροκρήνην φύλαττε ἐκ παντός, κινδύνου Παρθένε, τὴν τιμῶσάν σου εὐλαβῶς, τὴν σεπτὴν εἰκόνα, καὶ σοὶ
ἀνατεθεῖσαν, ὥσπερ αὑτῆς Κυρίᾳ, ἐλπίδα ἅπασαν. Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (χ3).


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν,
Άγιε επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε, ελέησον.
Κύριε, ελέησον. Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων.
Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά σου
ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα
οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά
ρύσαι ημάς από του πονηρού. Αμήν.

Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς. Πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ
οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν·
ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ
ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσαιμεν·
ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.


Πόθῳ προσκυνοῦντες τὴν σεπτήν, καὶ ἱερωτάτην εἰκόνα, δεόμεθά σου θερμῶς, Ξηροκρήνης Δέσποινα, μὴ
διαλίπῃς αἰτεῖν, τῶν πταισμάτων συγχώρησιν, σωμάτων

τὴν ῥῶσιν, καὶ ψυχῶν ὡς ἔχουσα, τὴν παῤῥησίαν πολλήν, πρὸς τὸν Ὃν βαστάζεις χερσί σου, Ἰησοῦν Δεσπότην
ἁπάντων, τόν σε ὑπὲρ λόγον μεγαλύναντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν
ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς
μόνος οἰκτίρμων.

Δι’ εὐχῶν.

Στίχοι
Ὡς Κυρία Ἄχραντε τῆς Ξηροκρήνης, Ταύτην ἄρδευε νάμασι σῶν χαρίτων.

You might also like