You are on page 1of 1

ΕΥΧΗ

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΠΑΡΑΣΚΕΥΗΝ

Ἁγία ὁσιομάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ Παρασκευή, ἡ τὸ χαῦ-


νον τοῦ θήλεος πατήσασα καὶ τὸ γαῦρον τοῦ ὄφεως συντρίψασα·
ἡ ἀσκητικῶς τὸν βίον ἀνύσασα καὶ μαρτυρικῶς τὸν δρόμον τελέ-
σασα· ἡ μέχρις αἵματος στεῤῥῶς ἀγωνισαμένη καὶ νῦν ἐν οὐρα-
νοῖς μακαρίως ἀγαλλομένη· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ
ταπεινῶν ἱκετῶν σου, πανεύφημε· καὶ πρόσδεξαι τὴν δέησιν ἡ-
μῶν, ἀξιάγαστε κόρη, καὶ πλήρωσον τὰ πρὸς σωτηρίαν αἰτήματα.
Σὺ γὰρ ὑπὲρ Χριστοῦ παθοῦσα, παρ’ αὐτοῦ εἴληφας τὴν χάριν τῶν
ἰαμάτων· διὸ καὶ ἡμεῖς, τῇ σῇ θεοπειθεῖ παῤῥησίᾳ καταφεύγομεν,
καὶ ὑπὸ τὴν σκέπην σου προστρέχομεν, εἰ καὶ ἀνάξιοι τυγχάνομεν
πάσης παρὰ σοῦ εὐεργεσίας, ὅτι ἑκόντες τὸ Πνεῦμα τὸ Ἅγιον λυ-
ποῦμεν ἐν τοῖς ἔργοις ἡμῶν, καὶ οὐ θέλομεν διορθωθῆναι διὰ τὴν
σκληροκαρδίαν ἡμῶν. Ἀλλ’ ἁγία ὁσιομάρτυς Παρασκευή, ἡ θαυ-
μαστὴ καὶ συμπαθής, ὡς δούλη εὐκλεὴς ὑπάρχουσα τοῦ ἐλεήμο-
νος Θεοῦ, τοῦ ἐλθόντος εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι καὶ
τοὺς συντετριμμένους ἰάσασθαι, θερμῶς ἱκετεύομέν σε πρέσβευε
τῷ Κυρίῳ ὑπὲρ ἡμῶν καὶ τὰ ποικίλα πάθη ἀποδίωξον· τὰς νόσους
ἀπέλασον· τῆς ἁμαρτίας τὰ ζιζάνια καῦσον· τὰς ἐπιθέσεις τοῦ πο-
νηροῦ ματαίωσον· τὰς θλίψεις ἀποσόβησον· τοὺς πειρασμοὺς λῦ-
σον· τὰς ἀσθενείας θεράπευσον· τὸν πόνον κούφισον· τοὺς κινδύ-
νους ἀναχαίτισον· τὴν ἀθυμίαν διασκέδασον· τὰς ὀδύνας κοίμη-
σον· τὰ ἀῤῥωστήματα πράϋνον. Ἔτι δὲ καὶ τοὺς σωματικοὺς
ὀφθαλμοὺς ἡμῶν ὑγίωσον καὶ πᾶσαν βλάβην καὶ λύμην ἰάτρευ-
σον, ἵνα τὸ αἰσθητὸν βλέποντες φῶς δοξάζωμεν τὸν Πατέρα τῶν
φώτων καὶ Θεὸν ἡμῶν· περισσοτέρως ὅμως δεόμεθα, ὅπως ταῖς
ἱκεσίαις σου τὰ τῆς ψυχῆς ἡμῶν ὄμματα διανοίξῃς, καὶ τὸν νοῦν
ἡμῶν φωτίσῃς ἵνα ἐν τῇ πίστει στερεώμεθα· οὐδὲν γὰρ ὠφέλησε
τοὺς τοῦ Κυρίου σταυρωτὰς τὸ βλέπειν, ὅτι τυφλοὶ ἦσαν τῇ καρ-
δίᾳ καὶ πεπωρωμένοι τῇ διανοίᾳ. Ἀλλ’ ἡμῖν μὴ γένοιτο οὕτως, ἁγί-
α μεγαλομάρτυς Παρασκευή, ἀλλὰ ταῖς εὐπροσδέκτοις μεσιτείαις
σου εἰρήνευσον ἡμῶν τὴν ζωήν, καὶ δίδαξον ἡμᾶς πῶς δεῖ ἀρέσειν
τῷ Θεῷ, ἵνα τὰ ἄνω φρονοῦντες καὶ ποθοῦντες καὶ σὲ μεγαλύνον-
τες, εὐσεβῶς καὶ ὀρθοδόξως λατρεύωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

You might also like