You are on page 1of 4

ΕΥΧΑΙ ΥΠΕΡ ΤΩΝ ΚΕΚΟΙΜΗΜΕΝΩΝ

Τροπάρια Κεκοιμημένων. Ἦχος δ´.


Μετὰ πνευμάτων δικαίων τετελειωμένων τὴν ψυχὴν τοῦ δούλου σου,
Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοί,
φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται,
ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.


Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ καταβὰς εἰς ᾍδην καὶ τὰς ὀδύνας λύσας τῶν
πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε
ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Τροπάριον. Ἦχος πλ. δ´.


Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν καὶ τὸ συμφέρον πᾶσιν
ἀπονέμων, μόνε δημιουργέ· ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου·
ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Κάθισμα. Ἦχος πλ. α´.
Ἀνάπαυσον, Σωτὴρ ἡμῶν, μετὰ δικαίων τοὺς δούλους σου καὶ τούτους
κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν, ὡς ἀγαθός,
τὰ πλημμελήματα αὐτῶν τὰ ἑκούσια καὶ τὰ ἀκούσια καὶ πάντα τὰ ἐν
ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

Κάθισμα. Ἦχος πλ. β´.


Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον καὶ γὰρ
μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή· ὅτε τὸν κόσμον
κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσομεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί· διό,
Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Ἦχος πλ. δ´.


Μνήσθητι, Κύριε, ὡς ἀγαθός τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον
συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς
μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν.

Κοντάκιον. Ἦχος πλ. δ´.


Μετὰ τῶν ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου ἔνθα οὐκ
ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος.
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ
βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς
ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ὅπου
πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδήν, τό·
Ἀλληλούϊα.

Παναγία παρθένε ἀνύμφευτε, ἡ τεκοῦσα τὸ φῶς τὸ ἀπρόσιτον, δυσωπῶ,


ἱκετεύω καὶ δέομαι, δυσωποῦσα μὴ παύσῃ τὸν Κύριον, ὑπὲρ τῶν
κοιμηθέντων δούλων σου, ἄχραντε, ὅπως εὕρωσιν ἐκεῖ ἄφεσιν πταισμάτων
ἐν ἡμέρᾳ τῆς κρίσεως, ὡς παῤῥησίαν ἔχεις δυσωπεῖν τὸν υἱόν σου, τό·
Ἀλληλούϊα.

Καὶ πάλιν· Μετὰ τῶν ἁγίων ἀνάπαυσον…

Τροπάρια εἰς τοὺς ἐν πολέμοις καὶ δεινοῖς θανέντας.


Ἦχος πλ. β´. Τοῦ βίου τὴν θάλασσαν.
Δέσποτα Χριστέ, ἀνάπαυσον τοὺς δούλους σου.
Μετόχους ἀνάδειξον σκηνωμάτων φωταυγῶν, ἁμαρτιῶν ἀφέσεως τοὺς ἐν
πολέμοις, Σῶτερ, καὶ ἐν εἱρκταῖς πιστῶς τελευτήσαντας εὐλαβούμενος
τούτων τὴν εὐσέβειαν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.


Ἀνάλωτος πάθει μόνος εἶ, δημιουργέ· ὡς οὖν εἰδὼς τῆς φύσεως τὸ σφαλερὸν
καὶ πάθεσιν ἁλωτόν, τοῖς ἐν παρατάξεσι τεθνηκόσι παράσχου τὴν
ἀνάπαυσιν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
Θεοτοκίον.
Χρηστότητος πέλαγος ἀκατάληπτον τῆς σῆς! πῶς ὢν Θεὸς ἀόρατος δούλου
μορφὴν ὑπέδυς ταπεινωθεὶς ἐκ μήτρας τικτόμενος ἀπειράνδρου παρθένου
ὑπὲρ ἔννοιαν.

You might also like