You are on page 1of 3

Αλκμάν, Κείμενο

1.
[ ] Πωλυδεύκης· [ οὐκ ἐγὼ]ν Λύκαισον ἐν καμοῦσιν ἀλέγω [
’Ενα]ρσϕόρον τε καὶ Σέβρον ποδώκη [ ]ν τε τὸν βιατὰν [ ]. τε τὸν
κορυστὰν [Εὐτείχη] τε ςάνακτά τ' ’Αρήιον [#6 ]ά τ' ἔξοχον ἡμισίων· [ ]ν
τὸν ἀγρόταν [ ] μέγαν Εὔρυτόν τε
1.1.10
[ ]πώρω κλόνον [ ]. τε τὼς ἀρίστως [ ] παρήσομες [
]αρ Αἶσα παντῶν [ ] γεραιτάτοι [ ἀπ]έδιλος ἀλκὰ [μή τις ἀνθ]ρώπων
ἐς ὠρανὸν ποτήσθω [ μηδὲ πη]ρήτω γαμῆν τὰν ’Αϕροδίταν [ ς]άν[α]σσαν ἤ
τιν' [ ] ἢ παίδα Πόρκω
1.1.20
[ Χά]ριτες δὲ Διὸς δ[ό]μον [#6 ]σιν ἐρογλεϕάροι· [ ]τάτοι [
]τ̣α δαίμων [ ]ι ϕίλοις [ ]ωκε δῶρα [ ]γαρέον [ ]ώλεσ'
ἥβα [ ]ρονον [ ].ταίας
1.1.30
[ ]έβα· τῶν δ' ἄλλος ἰῶι [ ] μαρμάρωι μυλάκρωι [ ].εν ’Αΐδας [
]αυτοι [ ]́πον· ἄλαστα δὲ #6ςέργα πάσον κακὰ μησαμένοι· ἔστι τις σιῶν τίσις·
ὁ δ' ὄλβιος, ὅστις εὔϕρων ἁμέραν [δι]απλέκει ἄκλαυτος· ἐγὼν δ' ἀείδω
1.1.40
’Αγιδῶς τὸ ϕῶς· ὁρῶ ς' ὥτ' ἄλιον, ὅνπερ ἇμιν ’Αγιδὼ μαρτύρεται ϕαίνην· ἐμὲ δ' οὔτ'
ἐπαινῆν οὔτε μωμήσθαι νιν ἁ κλεννὰ χοραγὸς οὐδ' ἁμῶς ἐῆι· δοκεῖ γὰρ ἤμεν αὔτα
ἐκπρεπὴς τὼς ὥπερ αἴτις ἐν βοτοῖς στάσειεν ἵππον παγὸν ἀεθλοϕόρον καναχάποδα
#6τῶν ὑποπετριδίων ὀνείρων·
1.1.50
ἦ οὐχ ὁρῆις; ὁ μὲν κέλης ’Ενετικός· ἁ δὲ χαίτα τᾶς ἐμᾶς ἀνεψιᾶς ‘Αγησιχόρας
ἐπανθεῖ χρυσὸς [ὡ]ς ἀκήρατος· τό τ' ἀργύριον πρόσωπον, διαϕάδαν τί τοι λέγω;
‘Αγησιχόρα μὲν αὕτα· ἁ δὲ δευτέρα πεδ' ’Αγιδὼ τὸ ςεῖδος ἵππος ’Ιβηνῶι Κολαξαῖος
δραμήται·
1.1.60
ταὶ Πεληάδες γὰρ ἇμιν ὀρθρίαι ϕᾶρος ϕεροίσαις νύκτα δι' ἀμβροσίαν ἅτε σήριον
#6ἄστρον ἀυηρομέναι μάχονται· οὔτε γάρ τι πορϕύρας τόσσος κόρος ὥστ' ἀμύναι,
οὔτε ποικίλος δράκων παγχρύσιος, οὐδὲ μίτρα Λυδία, νεανίδων ἰανογ[λ]εϕάρων
ἄγαλμα,
1.1.70
οὐδὲ ταὶ Ναννῶς κόμαι, ἀλλ' οὐ[δ'] ’Αρέτα σιειδής, οὐδὲ Σύλακίς τε καὶ Κλεησισήρα,
οὐδ' ἐς Αἰνησιμβρ[ό]τας ἐνθοῖσα ϕασεῖς· ’Ασταϕίς [τ]έ μοι γένοιτο καὶ ποτιγλέποι
Φίλυλλα Δαμαρ[έ]τα τ' ἐρατά τε ςιανθεμίς· ἀλλ' ‘Αγησιχόρα με τείρει. οὐ γὰρ ἁ
κ[α]λλίσϕυρος ‘Αγησιχ[ό]ρ[α] πάρ' αὐτεῖ,
1.1.80
’Αγιδοῖ .... αρμένει θωστήρ[ιά τ'] ἅμ' ἐπαινεῖ. ἀλλὰ τᾶν [..]... σιοὶ δέξασθε· [σι]ῶν
γὰρ ἄνα καὶ τέλος· [χο]ροστάτις, είποιμί δ', [ἐ]γὼν μὲν αὐτὰ παρσένος μάταν ἀπὸ
θράνω λέλακα γλαύξ· ἐγὼ[ν] δὲ τᾶι μὲν ’Αώτι μάλιστα ςανδάνην ἐρῶ· πόνων γὰρ
ἇμιν ἰάτωρ ἔγεντο·
1.1.90
ἐξ ‘Αγησιχόρ[ας] δὲ νεάνιδες ἰρ]ήνας ἐρατ[ᾶ]ς ἐπέβαν· τῶ]ι τε γὰρ σηραϕόρωι ..]τῶς
εδ........... τ[ῶι] κυβερνάται δὲ χρὴ κ[ἠ]ν νᾶϊ μάλιστ' ἀκούην· ἁ δὲ τᾶν Σηρην[ί]δων
ἀοιδοτέρα μ[ὲν οὐχί, σιαὶ γάρ, ἀντ[ὶ δ' ἕνδεκα παίδων δεκ[ὰς ἅδ' ἀείδ]ει·
1.1.100
ϕθέγγεται δ' [ἄρ'] ὥ[τ' ἐπὶ] Ξάνθω ῥοαῖσι κύκνος· ἁ δ' ἐπιμέρωι ξανθᾶι κομίσκαι [
] [ ] [ ] [
]
3.
[ ’Ολ]υμπιάδες περί με ϕρένας [ ]ς ἀοιδας [ ]ω δ' ἀκούσαι [
]ας ὀπός [ ]..ρα καλὸν ὑμνιοισᾶν μέλος [ ].οι [ὕπνον ἀ]πὸ γλεϕάρων
σκεδ[α]σεῖ γλυκύν [ ]ς δέ μ' ἄγ̣ει πεδ' ἀγῶν̣' ἴμεν [ἇχι μά]λ̣ιστα κόμ[αν ξ]ανθὰν
τινάξω·
3."1+3".10
[ ].σχ[ ἁπ]αλοὶ πόδες
3."1+3".10
<desunt vv. 20>
3."1+3".31
[ ] [ ]λ̣ος· [ ] <κρυερὰ>
] [ ]α [ ].ας· [ ]
3."1+3".37
<desunt vv. 23>
3."1+3".61
λυσιμελεῖ τε πόσωι, τακερώτερα δ' ὕπνω καὶ σανάτω ποτιδέρκεται· #6οὐδέ τι μαψιδίως
γλυκ..ήνα· ’Α[σ]τυμέλοισα δέ μ' οὐδὲν ἀμείβεται ἀλλὰ τὸ]ν πυλεῶν' ἔχοισα [ὥ] τις
αἰγλά[ε]ντος ἀστήρ ὠρανῶ διαιπετής ἢ χρύσιον ἔρνος ἢ ἁπαλὸ[ν ψίλ]ον [ .̃.]ν
3."1+3".70
[ ]. διέβα ταναοῖς πο[σί·] [ -κ]ομος νοτία Κινύρα χ[άρ]ις [ ἐπὶ
π]αρσενικᾶν χαίταισιν ἵσδει· [ ’Α]στυμέλοισα κατὰ στρατόν [ ] μέλημα
δάμωι [ ]μ̣αν ἑλοῖσα [ ]λέγω· [ ]εναβαλ' α[ἰ] γὰρ
ἄργυριν [ ].[.]ία [ ]α ἴδοιμ' αἴ πως με̣..ο̣ν ϕιλοι
3."1+3".80
ἆσ]σ̣ον̣ [ἰο]ῖ̣σ' ἁπαλᾶς χηρὸς λάβοι, αἶψά κ' [ἐγὼν ἱ]κ̣έτις κήνας γενοίμαν· νῦν δ' [
]δα παίδα βα[.]ύϕρονα παιδι.[ ]μ' ἔχοισαν [ ].·ε̣[ ].ν ἁ παίς [
] χάριν·

You might also like