You are on page 1of 3

Ἡ τῶν γλωσσῶν πλάσις Β΄

Ὁ λόγος διηγητικῷ χαρακτῆρι γεγραμμένος

Ἤρξαντο οὖν οἱ ἄγγελοι παρασκευάζειν τὰς τῆς ἁγίας Γραφῆς γλώσσας.


Ἐβουλήθησαν οὖν καλλίστας πλάσαι αὐτάς, κατὰ τὸ δυνατόν.
Τὴν μὲν σηρικὴν πολλοὺς αἰῶνας ἐκάλλυνε Γαβριὴλ ὁ Ἀρχάγγελος,
μέλλων ταύτῃ τῇ γλώσσῃ ἀγγέλλειν Μαρίᾳ τῇ παρθένῳ ὅτι μήτηρ Ἰησοῦ γενέσοιτο.
Τὴν δὲ ἑβραϊκὴν ἔπλασσε σεμνὴν καὶ ἁγίαν ὁ Μιχαήλ,
αὐτὸς γὰρ ἐβούλετο δωρῆσαι τῷ Μωϋσεῖ τὴν τοῦ Πεντατεύχου φωνήν.
Τίς οὖν τῶν ἀγγέλων ἔμελλε πλάσσειν τὴν ἑλληνικήν ;
Ἕκαστος αὐτῶν ἄλλον τινὰ συνίστη, οὐ δοκῶν ἄξιος εἶναι τούτου τοῦ ἔργου.
Πολὺν μὲν χρόνον περὶ τούτου τοῦ πράγματος ἐβουλεύοντο οἱ ἄγγελοι,
νομίζοντες καὶ ἐρωτῶντες τίς δύναιτο τοῦτο ποιῆσαι,
Τέλος δὲ ἔδοξε αὐτοῖς πάντας ὁμοῦ τὴν ἑλληνικὴν πλάσσειν
ἵνα κοινὴ γλῶσσα γένοιτο τοῖς ἑλληνίζειν βουλομένοις.
Πολὺν οὖν χρόνον, τοῦτ’ ἔστιν πλείονας αἰῶνας, ἔπλασσον οἱ ἄγγελοι τὴν ἑλληνικήν.
Ἐτίθεσαν μὲν τὰς καλλίστας λέξεις εἰς τὸ λεξικὸν τῶν ὀνομάτων.
Πάντα δὲ ἦν τὰ ῥήματα ἀκόλουθα, οὐδὲ ῥῆμα ἓν ἦν ἀνακόλουθον.
Πάντες οὖν οἱ ἄνθρωποι ἐδύναντο ἂν τάχιστα ἐκμανθάνειν αὐτά,
χωρὶς πόνου, ὥσπερ τὰ ῥήματα τῆς Ἐσπεράντω λεγομένης γλώσσης.
Ἀφίεσαν οἱ ἄγγελοι εἰς τὴν θήκην φωνὰς λιγείας καὶ καλλίστας.
Ἕκαστος γὰρ ἄγγελος ἐδείκνυ τοῖς ἑταίροις φανερὰ ὀνόματα
καὶ ἐποίει αὐτά, συνετίθει αὐτά, διαφόροις συλλαβαῖς.
Ἡ οὖν ἑλληνικὴ ἐγένετο γλῶσσα δήλη καὶ φανερά,
καὶ ἕκαστος τῶν ἀγγέλων ἐδύνατο παραχρῆμα συνεῖναι αὐτήν.
Πολλοὺς οὖν αἰῶνας ἠργάζοντο οἱ ἄγγελοι καὶ σχεδὸν ἐπετέλεσαν τὸ ἔργον.
Ἤδη δὲ κατάκοποι ἐγένοντο.
Κατὰ τοῦτον τὸν καιρὸν παρετίθει ὁ Ῥαφαὴλ τὴν τράπεζαν
καὶ ἀφίει τὰ βρώματα ἡδίστην ὀσμὴν ἐν τῷ ἀέρι.
Πάντες δὲ οἱ ἄγγελοι ἐξῆλθον, πεινῶντες καὶ διψῶντες.
Ἐπαύσαντο οὖν ἐργαζόμενοι. Ὁ δὲ Ῥαφαὴλ ἑκάστῳ διεδίδου εὔχυμα βρώματα.
Τότε εἰσῆλθε λάθρᾳ ὁ διάβολος εἰς τὸ ἐργαστήριον τῶν ἀγγέλων.
Ἡ τῶν γλωσσῶν πλάσις Γ΄

Οἱ μὲν ἄγγελοι ἤρξαντο ἑορτάζοντες. Ἐσθίοντες οὖν καὶ πίνοντες, ἐκάλουν τοὺς διακόνους
ἵνα πλείονα ὄψα προσφέροιεν, ἐκεῖνοι δὲ παρὰ τὰς τραπέζας περιεπάτουν κρέα καὶ λάχανα
τοῖς ἀνακειμένοις παρατιθέντες. Ἡδόμενοι δ’ ὡμίλουν οἱ μακάριοι περὶ τῶν συμβεβηκότων
πραγμάτων. Μάλιστά γε ἐλάλει τὰ Χέρουβιμ ἅτε σεμνότερα ὄντα, ἐκίνει δ’αὐτὰ τὰ Σέραφιμ
ἀδιαλείπτως διερωτῶντα. Οἱ δὲ λοιποὶ ἄγγελοι κατενόουν τὰ πρόσωπα τῶν λεγόντων, ἡδέως
μεμνημένοι τῶν γεγονότων. Διηγεῖτο οὖν τὰ Χέρουβιμ πῶς καλὰς λέξεις πολὺν χρόνον ἐζήτει
καὶ ποίοις ἐπιθέτοις τὴν ἑλληνικὴν ἐκόσμει, Γαβριὴλ δὲ προσετίθει πῶς τὰ τοῦ παρθενικοῦ
εἰσαγγελισμοῦ ῥήματα ἐπενόει.
Ἐκείνων δ’οὕτως εὐωχουμένων, λάθρᾳ ἠργάζετο ὁ διάβολος ἐν τῷ ἐργαστηρίῳ.

Ἡ τῶν γλωσσῶν πλάσις Δ΄

Πολὺν μὲν χρόνον συνέμεινε τὸ δεῖπνον. Πόρρω οὖν τῶν νυκτῶν ἔτι ἤσθιον καὶ ἔπινον οἱ
μακάριοι, ἐπείνων γὰρ καὶ ἐδίψων πολὺ τοσούτους αἰῶνας ἐργασάμενοι. Μάλιστα ἠγαλλία ὁ
Ῥαφαὴλ ἰδὼν τοὺς λοιποὺς ἀγγέλους ἡδομένους τῷ σίτῳ. Ἄλλος μὲν ἄλλον ἠρώτα, ἕκαστος
δ’ἐγέλα, πάντες δ’ἐβόων, οὐδεὶς δ’ἐσίγα ὅτι μὴ ἐλάχιστον χρόνον.
Τοσούτου δὲ θορύβου γιγνομένου, οὐκ ἠκούσθη τὰ τῷ διαβόλῳ πεπραγμένα ἐν τῷ πρὸς αὐτοὺς
οἰκήματι.

Ἡ τῶν γλωσσῶν πλάσις Ε΄

Τῶν οὖν μακαρίων οὕτως ἑορταζόντων, ἐπλήρου ὁ διάβολος τὸν ὀνομάτων θησαυρὸν
ἀνακολούθων τε λέξεων καὶ χαλεπωτάτων ῥημάτων. Τὰ δὲ ἀκόλουθα ἐπανώρθου ὁ πονηρὸς
ἵνα μηκέτι δύναιτό τις ταχέως μανθάνειν αὐτά. Πᾶσαν δὲ τάξιν καὶ εὐλογίαν ἐξερρίζου ἐκ τῶν
χρόνων καὶ κλίσεων ὥστε μηκέτι μηδένα τῶν ἐσομένων μαθητῶν οἷόν τε εἶναι ὀρθῶς γράψαι
ταύτῃ τῇ διαλέκτῳ. Κακίστην γὰρ προνοίαν ἔχων τῶν ταλαιπώρων μαθητῶν, ἤδη ἐμαστίγου
αὐτοὺς καὶ πάντας ἐσταύρου ἐπὶ τῷ σταυρῷ τῆς ἑλληνικῆς γραμματικῆς ἀλόγοις σχήμασι καὶ
νόμοις. Ἔμελλε τοίνυν τὴν Ἑλληνικὴν ποιῆσαι καὶ δύσφωνον καὶ πολλῷ αἰσχροτέραν τῆς τῶν
δαιμόνων διαλέκτου. Ἤδη γὰρ ἐτελείου τὸ ἑαυτοῦ ἔργον ὁ πανοῦργος, ὅτε εἰσῆλθεν Χέρουβ
τις εἰς τὸ ἐργαστήριον ἀρῶν τὴν λύραν αὐτοῦ.
Εὐθὺς δέ, παραβαλὼν τὴν Ἑλληνικὴν εἰς κιβωτὸν ἔφυγε ὁ διάβολος. Τὰ δὲ Χέρουβιμ καὶ οἱ
λοιποὶ ἄγγελοι, ἰδόντες τὸ γεγονὸς ἐπέγραψαν ἐπὶ τὸ πῶμα·
Ἑλληνικὴ γλῶσσα,
διὰ μὲν τὸν διάβολον χαλεπωτάτη,
διὰ δὲ τοὺς ἀγγέλους πασῶν καλλίστη
τῶν πάλαι καὶ ἐνεστώτων καὶ ἐσομένων διαλέκτων.

Τὸ ῥῆμα ἔρχομαι
Παρατατικός
ᾖα ᾖμεν
ᾔεισθα ᾖτε
ᾔει ᾔεσαν

You might also like