You are on page 1of 19

ΑΚΟΛΟΤΘΙΑ

ΣΗ΢ ΑΓΙΑ΢ ΕΤΠΡΕΠΕΙΑ΢

Ἧς ἡ Μνήμη τῇ Πέμπτῃ τῆς Διακαινησίμου.

Ποιηθεῖσα
ὑπὸ τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς ἁγιωτάτης Μητροπόλεως Ῥόδου.

ΕΙ΢ ΣΟΝ ΜΙΚΡΟΝ Ε΢ΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως ψάλλομεν τὸ Φριστὸς Ἀνέστη τρίς, καὶ εἶτα,


Ἀπὸ φυλακῆς πρωῒας... καὶ τὰ ἑξῆς Προσόμοια τῆς Ἁγίας.

Ἦχος α’. Σῶν οὐρανίων ταγμάτων.

Ε᾿ν τῇ παμφώτῳ ἡμέρᾳ, τῆς Ἀναστάσεως, χορεύσωμεν συμφώνως, τῶν


πιστῶν αἱ χορεῖαι, Φριστὸν δοξολογοῦντες καὶ εὐσεβῶς, τὴν Ἁγίαν
Εὐπρέπειαν, ὡς ὡραιόμορφον νύμφην ὄντως αὐτοῦ, ἐγκωμίοις
καταστέφοντες.

Ε᾿ν τῇ φωσφόρῳ ἡμέρᾳ, τῆς Ἀναστάσεως, τ῵ κόσμῳ συνεκλάμπει, φῶς


φωτὶ ἀνεσπέρῳ, Ἁγίας Εὐπρεπείας τῆς θαυμαστῆς, ἡ ἁγία πανήγυρις,
τοὺς ἐν αὐτῇ συναχθέντας μαρμαρυγαῖς, θείας χάριτος φωτίζουσα.

Ε᾿ν τῇ μεγίστῃ ἡμέρᾳ, τῆς Ἀναστάσεως, Φριστὸν δοξολογοῦντες, τὸν ἐκ


τάφου φανέντα, Εὐπρέπειαν ἐν ὕμνοις οἱ εὐσεβεῖς, τὴν Ἁγίαν τιμήσωμεν,
τὴν ὡς στρουθίον ἀνίσχυρον ἀληθῶς, τὸν ἐχθρὸν καταπατήσασαν.

Ε᾿ν τῇ ἁγίᾳ ἡμέρᾳ, τῆς Ἀναστάσεως, Φριστὸν τὸν ἀναστάντα,


προσκυνήσωμεν πάντες, Εὐπρέπειαν ὑμνοῦντες χαρμονικῶς, τὴν Ἁγίαν
κραυγάζοντες· Ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς τὸν Λυτρωτήν, ἱκετεύουσα
πανεύφημε.

Δόξα. Καὶ νῦν. Ἦχος β’.

Δεῦτε πιστοί, τὴν φερωνύμως ἐν κόσμῳ, ταῖς εὐαγγελικαῖς ἀρεταῖς


διαπρέψασαν, Εὐπρέπειαν τὴν Ἁγίαν τιμήσωμεν, καὶ τὸν ἐκ τάφου
ἀναστάντα, Φριστὸν τὸν Θεὸν δοξολογήσωμεν, ψάλλοντες εὐλαβῶς·
Φριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ ΢ωτὴρ τοῦ κόσμου, καταργήσας τὸν
θάνατον, καὶ τὴν αἰώνιον ζωήν, τ῵ κόσμῳ δωρησάμενος.

1
Υῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀπόστιχα. Πρῶτον τὸ
Ἀναστάσιμον, ΢ὲ τὸν σαρκωθέντα... καὶ εἶτα τὰ ἑξῆς τῆς Ἁγίας.

Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

΢τίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Φαίροις νύμφη Φριστοῦ, Εὐπρέπεια Ὁσία, τῆς Μυτιλήνης δόξα· μὴ παύσῃ


δυσωποῦσα, ὑπὲρ ἡμῶν τὸν Κύριον.

΢τίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.

Η῎σχυνας τὸν ἐχθρόν, μεθόδοις εὐσεβείας, Εὐπρέπεια θεόφρον· διὸ Ἁγίων


ὤφθης, ἐν οὐρανοῖς συμμέτοχος.

΢τίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Κρίνον ἐν ταῖς αὐλαῖς, ἀνθήσασα Κυρίου, Εὐπρέπεια θεόφρον, χαρίτων


εὐωδίᾳ, εὐφραίνεις τοὺς τιμῶντάς σε.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α’.

Α᾿ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει· Φριστοῦ ἀμνάδος


μνήμη, καὶ ἀγαλλιασώμεθα τ῵ πνεύματι. Δεῦτε εὐφραινόμενοι, τὴν
ἁγιωσύνης τοῖς ἔργοις, διαπρέψασαν ἐπαινέσωμεν, Εὐπρέπειαν τὴν
πανθαύμαστον, καὶ τὸν αὐτὴν στεφανώσαντα δοξολογήσωμεν,
χαρμοσύνως ψάλλοντες· Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον
πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωήν, χαρισάμενος.

Καὶ εὐθὺς τὸ Φριστὸς ἀνέστη χῦμα ἐκ γ’, τὸ Ἀπολυτίκιον τῆς Ὁσίας ἅπαξ,
ὅπερ ὅρα ἐν τ῵ Μεγάλῳ Ἑσπεριν῵ καὶ Ἀπόλυσις.

ΕΙ΢ ΣΟΝ ΜΕΓΑΝ Ε΢ΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Φριστὸς ἀνέστη μετὰ τῶν στίχων αὐτοῦ ὡς


συνήθως. Μεθ᾿ ὃ ΢υναπτὴ Μεγάλη καὶ τὸ Κύριε ἐκέκραξα, ἔνθα ἱστῶμεν
στίχ. η’ καὶ ψάλλομεν ΢τιχηρὰ Ἀναστάσιμα τοῦ πλ. α’ ἤχου δ’ καὶ τῆς
Ἁγίας δ’, τὰ κάτωθι.

Ἦχος πλ. δ’. ῍Ω τοῦ παραδόξου θαύματος.


Ω῍ τοῦ παραδόξου θαύματος! ὑπὲρ ἡλίου αὐγάς, μυστικῶς ἐξανέτειλεν,
Εὐπρεπείας σήμερον, ἡ ἁγία πανήγυρις, τὰς διανοίας πιστῶς φωτίζουσα,

2
τῶν ἐκβοώντων αὐτῇ ἐκ πίστεως· Φαίροις πανεύφημε, ἡ Φριστὸν
δοξάσασα τὸν ἐκ νεκρῶν, ἀναστάντα Κύριον, τῇ πολιτείᾳ σου.

Νύμφη τοῦ Φριστοῦ Εὐπρέπεια, σὺ ὁλοτρόπως αὐτόν, ὡς Νυμφίον


ποθήσασα, τῶν προσκαίρων ἔλιπες, τὴν ματαίαν ἀπόλαυσιν, καὶ
εὐσεβείας τοῖς ἀγωνίσμασιν, αὐτ῵ προφρόνως κατηκολούθησας· οὗ καὶ
ἠξίωσαι, τῆς χαρᾶς πανεύφημε ἐν οὐρανοῖς, πάντων μνημονεύουσα, τῶν
εὐφημούντων σε.

Νύμφη τοῦ Φριστοῦ Εὐπρέπεια, σὺ ὡς θυσία αὐτ῵, καθαρὰ προσενήνεξαι,


ἔργοις ἁγιότητος, εὐσεβῶς διαπρέψασα, καὶ ἐκομίσω στέφος ἀμάραντον,
ἐν Παραδείσου τ῵ πλάτει φθάσασα. Ὅθεν ἱκέτευε, ἵνα χάριν λάβωμεν οἱ
ἐπὶ γῆς, σήμερον τὴν μνήμην σου, πανηγυρίζοντες.

Νύμφη τοῦ Φριστοῦ Εὐπρέπεια, χοροβατοῦσα λαμπρῶς, ἐν αὐλαῖς τοῦ


Κυρίου σου, καὶ καταπολαύουσα, τοῦ φωτὸς τῆς θεώσεως, τῶν ἐν να῵ σου
ἁγίῳ σήμερον, συναθροισθέντων καὶ εὐφημούντων σε, ταῖς ἱκεσίαις σου,
πάντοτε προστάτευε νόσων αὐτούς, λυτρουμένη ἔνδοξε, καὶ περιστάσεων.

Δόξα. Ἦχος πλ. β’.

΢ήμερον τῇ τοῦ Φριστοῦ Ἀναστάσει, ἡ τῆς Ἁγίας Εὐπρεπείας μνήμη, ὡς


φωστὴρ λαμπρὸς συνεξανέτειλε, τῶν εὐσεβῶν τὰς ψυχὰς καταυγάζουσα,
τῶν πρὸς αὐτὴν ἀναβοώντων· Φαίροις ἡ Εὐαγγελίου τὴν ὁδόν, ἐπὶ τῆς γῆς
πορευθεῖσα, καὶ ἐν τοῖς ὑψίστοις καταπαύσασα· χαίροις ἡ τὸν ἀρχέκακον
ἐχθρόν, ἐν ἀσθενείᾳ φύσεως νικήσασα, καὶ ἀθανασίας στέφει
καταστεφθεῖσα· χαίροις ἡ τ῵ ἀθανάτῳ Νυμφίῳ, μυστικῶς ἁρμοσθεῖσα,
καὶ τούτῳ ἐν οὐρανοῖς παρεστῶσα. Αὐτ῵ οὖν πρέσβευε πανεύφημε, ὑπὲρ
εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α´.

Ε᾽ν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ.


Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος· ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ
θαύματος. Σότε, τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ· νῦν δέ, τὸν
Φριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον
τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος, μετὰ τὴν κύησιν τοῦ
Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος
Θεός, ἐλέησον ἡμᾶς.

Εἴσοδος, Υῶς ἱλαρὸν καὶ τὸ Προκείμενον. Ἦχος βαρύς.

Ὁ Θεὸς ἡμῶν ἐν τ῵ οὐραν῵ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

3
΢τίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
΢τίχ. Σί σοι ἐστὶ θάλασσα, ὅτι ἔφυγες καὶ σὺ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ
ὀπίσω.

Εἴσοδος, τὸ Υῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα,


ἃ ζήτει ἐν τῇ σελίδι... τοῦ παρόντος, ἐν τῇ Μνήμῃ Ὁσίας Μητρὸς ἡμῶν
Θεοκτίστης τῆς Λεσβίας.

ΕΙ΢ ΣΗΝ ΛΙΣΗΝ, Ἰδιόμελα.

Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἁγιόβλαστος Λέσβος, κρῖνον εὐωδέστατον


ἁγιότητος, Εὐπρέπειαν τὴν Ἁγίαν ἐξανθήσασα, τὴν Φριστὸν
ἀγαπήσασαν, καὶ κόσμου καταφρονήσασαν, τὴν ἐν σκηναῖς τῶν
ἐκλεκτῶν κατασκηνώσασαν, καὶ πάντων προστατεύουσα, τῶν ἐκ ψυχῆς
ἀναβοώντων· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ θαυμαστὸς ὥσπερ
γέγραπται, ἐν τοῖς Ἁγίοις αὐτοῦ πάντοτε.

Ἦχος β’.

Δεῦτε ἅπαντες πιστοί, Εὐπρέπειαν τὴν πανεύφημον, ταῖς ὑμνῳδίαις


καταστέψωμεν, ὅτι ἐν γυναικείῳ σώματι, τὸν πτερνιστὴν τῆς Προμήτορος,
ἀῤῥενόφρονι γνώμῃ καταπατήσασα, ἀπρόσκοπτον τὴν ἄνοδον, πρὸς
ούρανῶν βασιλείας, τ῵ ὕψει ἐκτήσατο, Φριστ῵ παρισταμένη, καὶ αὐτ῵
πρεσβεύουσα, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ’ .

Σῆς ψυχῆς τὴν εὐπρέπειαν, φερωνύμως ἀλώβητον τηρήσασα, ἀκηράτῳ


συναφείᾳ, τ῵ ἀθανάτῳ Νυμφίῳ Φριστ῵, νενύμφευσαι Εὐπρέπεια
πανεύφημε. Ὅθεν ἐν παῤῥησίᾳ αὐτ῵, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ
εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν, τῶν τελούντων τὴν μνήμην
σου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α’.

Πανηγύρεως ἡμέρα, ἡ μνήμη σου σήμερον, τῇ Ἐκκλησίᾳ ἐπεδήμησεν,


Εὐπρέπεια παμμακάριστε· διὸ ἐν αὐτῇ συναθροισθέντες, ὡς θυγατέρα σε
φωτόμορφον, τῆς Ἀναστάσεως μακαρίζομεν, ψάλλοντες ἐκ ψυχῆς·
Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, ὁ ταῖς πρεσβείαις
σου δωρούμενος ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

4
ΕΙ΢ ΣΟΝ ΢ΣΙΦΟΝ, πρῶτον τὸ Ἀναστάσιμον, ΢ὲ τὸν σταυρωθέντα... καὶ
εἶτα τὰ ἑξῆς τῆς Ἁγίας.

Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

΢τίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Πανήγυρις σήμερον φαιδρά, μνήμη ἡ ὑπέρλαμπρος, τῆς Εὐπρεπείας


ἐξέλαμψε, αὐγαῖς τῆς χάριτος, τὰς χοροστασίας, τῶν πιστῶν φωτίζουσα,
ἐν ᾗ συναθροισθέντες βοήσωμεν· Εὔσπλαγχνε Κύριε, τῆς Ἁγίας ταῖς
δεήσεσι, τ῵ λα῵ σου, δίδου τὰ ἐλέη σου.

΢τίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.

Εὐφραίνεται σήμερον λαμπρῶς, Λέσβος ἡ περίφημος, νύμφη Κυρίου


Εὐπρέπεια, πανηγυρίζουσα, τὴν σεπτήν σου μνήμην, ἐν να῵ ἁγίῳ σου,
καὶ δόξαν ἀναπέμπει ἐκ πίστεως, τ῵ σὲ δοξάσαντι, καὶ πρεσβείαις σου
παρέχοντι, τὴν εἰρήνην, τοῖς ὑμνολογοῦσί σε.

΢τίχ. ΢τίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Φριστὸν ἀγαπήσασα θερμῶς, ἔνδοξε Εὐπρέπεια, τῶν γεηρῶν


κατεφρόνησας, καὶ τὰ οὐράνια, εἰς κληρονομίαν, ἔσχες ἀναφαίρετον,
Ἁγίων συναφθεῖσα τοῖς τάγμασι, μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς
ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α’.

Ω῾ς ἐρασθεῖσα θερμῶς, τὸν ἐκ νεκρῶν τριήμερον ἀναστάντα, εἰς ὀσμὴν


μύρων αὐτοῦ, δαυϊτικῶς ἠκολούθησας, καὶ εἰς τὸν οὐράνιον νυμφῶνα,
πεποικιλμένη εἰσελήλυθας, Εὐπρέπεια παναοίδιμε. Ὅθεν ἐν αὐτ῵
χοροβατοῦσα, καὶ ἐκλεκτῶν τῆς χαρᾶς ἀπολαύσουσα, πρέσβευε ὑπὲρ
ἡμῶν, τῶν τελούντων ἐν ὕμνοις, τὴν σεβασμίαν μνήμην σου.

Καὶ νῦν. Σῆς Ἑορτῆς. Ὁ αὐτός.

Α᾿ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους


περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
΢υγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Φριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος.

5
Ἐν τέλει ψάλλομεν τὸ Φριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ
Ἰδιομέλου) καὶ εὐθὺς τὸ Ἀπολυτίκιον τῆς Ἁγίας.

Ἦχος πλ. α’. Σὸν συνάναρχον Λόγον.

Εὐπρεπείας τὴν μνήμην, πανηγυρίσωμεν, τὸν ἐκ νεκρῶν ἀναστάντα,


δοξολογοῦντες Φριστόν, τὸν στεφάνῳ τῆς ζωῆς, αὐτὴν κοσμήσαντα, καὶ
ἀνακράξωμεν ὁμοῦ· Σῶν ἐν να῵ σου τ῵ σεπτ῵, ἐκ πόθου
συναθροισθέντων, προστάτευε τῇ δυνάμει, τῆς χάριτός σου
παμμακάριστε.

Πάλιν τὸ Φριστὸς Ἀνέστη καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.

ΕΙ΢ ΣΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Ἐκφώνησιν, Δόξα τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ... ψάλλεται τὸ Φριστὸς


Ἀνέστη μετὰ τῶν στίχων κατὰ τὸν συνήθη τύπον. Ἡ Μεγάλη ΢υναπτὴ
μεθ᾿ ἣν ὁ Πολυέλεος τῆς Ἁγίας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.


Ἦχος α’. Σὸν τάφον σου.

΢υνδράμωμεν πιστοί, εὐσεβοῦς ἐκτελοῦντες, τὴν νύμφης τοῦ Φριστοῦ,


Εὐπρεπείας τὴν μνήμην, καὶ πάντες ἐκβοήσωμεν, πρὸς αὐτὴν μετὰ
πίστεως· Παμμακάριστε, τὸν ἀναστάντα ἐκ τάφου, καθικέτευε, ὑπὲρ
ἡμῶν τῶν ὑμνούντων, πιστῶς σε ἐν ᾄσμασι.

Δόξα. Ὅμοιον.

Λυχνία χρυσαυγής, διαυγάζουσα πᾶσι, τῆς χάριτος Θεοῦ, τὸ σωτήριον


φέγγος, ὑπάρχεις Εὐπρέπεια, τοῦ Φριστοῦ νύμφη πάντιμε. Ὅθεν σήμερον,
τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, δοξολογοῦμεν συμφώνως, τὸν σὲ
θαυμαστώσαντα.

Καὶ νῦν. Ὅμοιον.

Α᾿νέστης ἐκ νεκρῶν, ὁ ΢ωτὴρ τῶν ἁπάντων, καὶ ἔπλησας φωτός,


ἀνεσπέρου τὴν κτίσιν, καὶ θάνατον ἐπάτησας, ὡς Θεὸς παντοδύναμος.
Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμπομεν τῇ δυναστείᾳ σου
Λόγε, δι᾿ ἧς ἐλυτρώθημεν.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου καὶ τὸ


Προκείμενον.

6
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
΢τίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.

Εὐαγγέλιον κατὰ Ματθαῖον, ὅπερ ζήτει τ῵ ιζ´ ΢αββάτῳ Ματθαίου.

Ἀντὶ τοῦ Ν’ λέγομεν τὸ Ἀνάστασιν Φριστοῦ θεασάμενοι. Δόξα. Σαῖς τῆς


σῆς Ἁγίας... Καὶ νῦν. Σαῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β’.


΢τίχ. Ἐλέησόν με, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Νόμον θεῖον ἐκπληρώσασα, θεϊκῶν δωρεῶν κατηξίωσαι, Εὐπρέπεια


παναοίδιμε· Φριστὸν γὰρ ἀγαπήσασα, τῶν ἐπιγείων ἠλόγησας, καὶ ἐν
ἀσθενεία φύσεως, κατηγωνίσω στεῤῥῶς τὸν ἀντίπαλον. Αὐτοῦ οὖν τῆς
κακίας, ἀνωτέρους φύλαττε καὶ ἡμᾶς, τῇ δυνάμει τῆς δοθείσης σοι
χάριτος.

΢ῶσον, ὁ Θεός τὸν λαόν σου...

Εἶτα ψάλλομεν τὸν Κανόνα τοῦ Πάσχα εἰς στ’ καὶ τὸν Κανόνα τῆς Ἁγίας
ὁμοίως εἰς στ’.

Κανὼν τοῦ Πάσχα. Ὠιδὴ α’. Ἦχος α’. Ὁ Εἱρμός.

Α᾿ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί. Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ


θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Φριστὸς ὁ Θεός, ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Σροπάρια.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τ῵ ἀπροσίτῳ φωτὶ τῆς


Ἀναστάσεως, Φριστὸν ἐξαστράπτοντα, καὶ Φαίρετε, φάσκοντα, τρανῶς
ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ


κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Φριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη
αἰώνιος.

Σῆς Ἁγίας, ὁ αὐτός, ἔχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε·


«Κυρίλλου».

7
Εὐπρεπείας τὴν ἁγίαν, δεῦτε μνήμην πιστοί, ἄγοντες χαρμοσύνως, τὸν
ἀναστάντα ἐκ νεκρῶν, προσκυνήσωμεν Φριστόν, τὸν χάριν ἡμῖν, αὐτῆς
ταῖς δεήσεσι, φιλανθρώπως παρέχοντα.

Ε᾽ρασθεῖσα τὸν ἐκ τάφου, ἀναστάντα Φριστόν, ὡς ποθητὸν νυμφίον,


σεμνὴ Εὐπρέπεια αὐτ῵, συνηρμόσθης μυστικῶς, καὶ ὤφθης φωτός, τοῦ
θείου ἀνάπλεως· διὰ τοῦτο τιμῶμέν σε.

Ο῾ Ναός σου ἀνεδείχθη, ἰατρεῖον παθῶν, χάριτι τοῦ Κυρίου· διὸ


προστρέχοντες αὐτ῵, οἱ ἐν Λέσβῳ εὐσεβεῖς, κροτοῦμεν τανῦν, φαιδράν
σοι πανήγυριν, θεοφόρε Εὐπρέπεια.

Θεοτοκίον.

Κυριώνυμε Παρθένε, Θεοτόκε Ἁγνή, χαῖρε καὶ πάλιν χαῖρε· ὁ γὰρ ἐκ σοῦ
σωματωθείς, ἀναστὰς ἐκ τῶν νεκρῶν, θανάτου πικρῶν, κευθμώνων
ἐλύτρωσεν, ὡς Θεὸς τὸ ἀνθρώπινον.

Καταβασία, Ἀναστάσεως ἡμέρα, τὸ Φριστὸς ἀνέστη ἐκ γ’, τὸ Ἀναστὰς ὁ


Ἰησοῦς ἅπαξ καὶ ΢υναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως. Οὕτω ποιοῦμεν εἰς
ἑκάστην Ὠιδὴν κατὰ τὸν τύπον τῆς Κυριακῆς τοῦ Πάσχα.

Σοῦ Πάσχα. Ὠιδὴ γ’. Ὁ Εἱρμός.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον,


ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Φριστοῦ, ἐν ᾧ
στερεούμεθα.

Σροπάρια.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια·


ἑορταζέτω γοῦν πᾶσα κτίσις, τῆν Ἔγερσιν Φριστοῦ, ἐν ᾗ ἐστερέωται.

Φθὲς συνεθαπτόμην σοι Φριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι·


συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον ΢ωτήρ, ἐν τῇ Βασιλείᾳ
σου.

Σῆς Ἁγίας. Ὁ αὐτός.

Δεῦτε πάντες ᾄσωμεν πιστοί, τὸν ἐκ τάφου φανέντα, Φριστὸν δοξάζοντες,


καὶ ἀνυμνοῦντες φαιδρῶς, Εὐπρέπειαν νύμφην τὴν αὐτοῦ, γυναίων τὸ
καύχημα.

8
Ζήλῳ ἀγαπήσασα Φριστόν, τῶν ἡδέων τοῦ κόσμου, σεμνὴ ἠλόγησας, καὶ
ἀρετῶν τ῵ φωτί, Εὐπρέπεια κόσμῳ ὡς φωστήρ, ἀνέτειλας χάριτος.

Ρ῾όδον ἐξανθήσασα τερπνόν, νοητ῵ ἐν λειμῶνι, Φριστοῦ τῆς πίστεως,


εὐωδιάζεις ἀεί, Εὐπρέπεια πάντων τὰς ψυχάς, τῶν ὑμνολογούντων σε.

Θεοτοκίον.

Τ῞μνοις μεγαλύνομεν Φριστόν, τὸν ἐκ σοῦ ἀποῤῥήτως ἐνανθρωπήσαντα,


καὶ τῇ Ἐγέρσει αὐτοῦ, θανάτου λυτρώσαντα δεσμῶν, τοὺς σὲ
μακαρίζοντας.

Καταβασία. Δεῦτε πόμα πίωμεν.

Εἶτα τὸ Κοντάκιον καὶ ὁ Οἶκος τοῦ Πάσχα καὶ εὐθὺς ψάλλομεν τὸ ἑξῆς τῆς
Ἁγίας Κάθισμα.

Ἦχος γ’. Θείας πίστεως.

Φαίρει σήμερον, ἡ νῆσος Λέσβος, τὴν ὑπέρτιμον, ἐπιτελοῦσα, γηθοσύνως


Εὐπρέπεια μνήμην σου· σὺ γὰρ Φριστ῵ τ῵ Θε῵ ἀγαπήσασα, τῶν
ἐκλεκτῶν τῆς χαρᾶς κατηξίωσαι. Ἀλλὰ πρέσβευε, αὐτ῵ ἐκτενῶς
πανεύφημε, δωρήσασθαι πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Αι῎δου ἔλυσας, τὴν δυναστείαν, καὶ ἐσκύλευσας, τὴν ἐξουσίαν, τῇ ἐκ


τάφου ἐνδόξῳ Ἐγέρσει σου, καὶ ἐχαρίσω ζωὴν τὴν αἰώνιον, τῆς ἐξ Ἀδὰμ
ὡς Δεσπότης φιλάνθρωπος. Ὅθεν αἶνόν σοι, καὶ δόξαν συμφώνως
ᾄδομεν, κροτοῦντες ἑόρτια οἱ δοῦλοί σου.

Σοῦ Πάσχα. Ὠιδὴ δ’. Ὁ Εἱρμός.

Ε᾿πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ
δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· ΢ήμερον σωτηρία
τ῵ κόσμῳ, ὅτι ἀνέστη Φριστὸς ὡς παντοδύναμος.

Σροπάρια.

Α῎ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Φριστός· ὡς


βρωτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δὲ, ὡς ἄγευστος κηλῖδος, τὸ
ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

9
Ω῾ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως,
ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου
ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ο῾ Θεοπάτωρ μὲν Δαυῒδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ


λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν ὁρῶντες,
εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Φριστὸς ὡς παντοδύναμος.

Σῆς Ἁγίας. Ὁ αὐτός.

Δοξολογοῦντες τὸν Φριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν, ὕμνον τῇ σεμνῇ


Εὐπρεπείᾳ, οἱ πιστοὶ προσοίσωμεν, καὶ ἐκ καρδίας κράξωμεν· χαῖρε τῆς
εὐσεβείας ἡ δόξα, τῆς Ἐκκλησίας χαρά, καὶ Λέσβου καύχημα.

Σὸν παλαμναῖον πτερνιστήν, ἀῤῥενωθεῖσα ταῖς φρεσί, πίστει ἀῤῥαγεῖ


καθελοῦσα, θαυμαστὴ Εὐπρέπεια, δικαιοσύνης ἄφθαρτον, στέφανον
ὑπεδέξω θεόθεν, καὶ εἰσωκίσθης αὐλήν, εἰς τὴν βασίλειον.

Ω῾ς κεκτημένη ἐκ Θεοῦ, χάριν Εὐπρέπεια πολλήν, δεῦρο πρὸς ἡμᾶς


ἀοράτως, τοὺς ἐπιτελοῦντάς σου, τὴν ἱερὰν πανήγυριν, νόσων,
πειρατηρίων, κινδύνων, ἐκλυτρουμένη ἡμῶν, τὸν βίον πάνσεμνε.

Θεοτοκίον.

Ρ῾εύσεως θέλων τοὺς βροτούς, ἐπανορθῶσαι ὁ ἐκ σοῦ, Μῆτερ σαρκωθεὶς


ἀποῤῥήτως, τ῵ ΢ταυρ῵ προσπήγνυται, καὶ ἐν μνημείῳ τέθηται· ἀλλ᾿ ὅμως
αὐτεξουσίως ἀνέστη, τριήμερος ὡς Θεός, σῴζων τὰ σύμπαντα.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.

Σοῦ Πάσχα. Ὠιδὴ ε’. Ὁ Εἱρμός.

Ο᾿ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τ῵


Δεσπότῃ, καὶ Φριστὸν ὀψόμεθα, δικαιοσύνης Ἥλιον, πᾶσι ζωὴν
ἀνατέλλοντα.

Σροπάρια.

Σὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἄδου σειραῖς, συνεχόμενοι


δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Φριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα
κροτοῦντες αἰώνιον.

10
Προσέλθωμεν λαμπαδηφόροι, τ῵ προϊόντι Φριστ῵, ἐκ τοῦ μνήματος, ὡς
νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ
σωτήριον

Σῆς Ἁγίας. Ὁ αὐτός.

Ο᾿ρθρίσωμεν πάντες πρὸς ὕμνον, τοῦ Ἀναστάντος ἐκ τάφου, Εὐπρέπειαν


τὴν Ἁγίαν, εὐσεβῶς γεραίροντες, καὶ πρὸς αὐτὴν κραυγάζοντες· Φαίροις
Ἀγγέλων ἡ σύσκηνος.

Εὐπρέπεια νύμφη Κυρίου, τὸν ἐκ νεκρῶν ἀναστάντα, ποθήσασα


ἀκορέστως, τὰ τῆς γῆς παρέδραμες, καὶ πρὸς αὐτὸν κατέσπευσας· ὢ τῆς
στεῤῥᾶς καρτερίας σου!

Προσέλθωμεν πάντες πρὸς ὕμνον, τῆς θαυμαστῆς Εὐπρεπείας, βοῶντες


ἐν εὐφροσύνῃ· χαίροις παμμακάριστε, τῶν γυναικῶν εὐπρέπεια, καὶ
εὐσεβῶν περιτείχισμα.

Θεοτοκίον.

Ι῾λέωσαι Μῆτερ Παρθένε, τὸν σαρκωθέντα ἀφράστως, αἱμάτων σου ἐξ


ἁγίων, τοῖς πιστῶς σοι ψάλλουσι· Φαῖρε Ἁγνὴ Μητρόθεε, θαῦμα τὸ μέγα
τῆς κτίσεως.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου.

Σοῦ Πάσχα. Ὠιδὴ στ’. Ὁ Εἱρμός.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους,


κατόχους πεπεδημένων Φριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς,
ἐξανέστης τοῦ τάφου.

Σροπάρια.

Υυλάξας τὰ σήμαντρα σ῵α Φριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς
Παρθένου μὴ λυμηνάμενος ἐν τ῵ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν,
Παραδείσου τὰς πύλας.

΢ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως,


προσαγαγὼν τ῵ Πατρὶ, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ
τοῦ τάφου.

11
Σῆς Ἁγίας. Ὁ αὐτός.

Αἰνοῦντες νῦν τὸν ἀναστάντα Φριστόν, τὸν λυτρώσαντα ἡμᾶς τοῦ


θανάτου, τιμήσωμεν τὴν Ἁγίαν αὐτοῦ, τὴν συντρίψασαν, δι᾿ ἀγώνων
ἀρετῆς, τοῦ βελίαρ τὰς πάγας.

Θυσία ὡς τελεσθεῖσα Θε῵, ἁγιότητος Εὐπρέπεια ἔργοις, παρίστασαι μετὰ


δόξης αὐτ῵, ὃν ἱκέτευε, διασῴζεσθαι κακῶν, τοὺς πιστούς σου ἱκέτας.

Προστάτις Εὐπρέπεια ἔσο ἀεί, τῶν τὴν μνήμην σου χαρᾷ ἐκτελούντων, ἐκ
θλίψεων ῥυομένη αὐτούς, καὶ κακώσεων, εὐπροσδέκτοις σου λιταῖς, πρὸς
Φριστὸν τὸν ΢ωτῆρα.

Θεοτοκίον.

Λαός σου ἡμεῖς Θεομῆτορ ἐσμέν, διὰ τοῦτό σοι πιστῶς ἐκβοῶμεν·
Πανύμνητε μὴ ἀπώσῃ ἡμᾶς, δεομένους σου, καὶ αἰτοῦντας σὴν θερμήν,
πρὸς Θεὸν μεσιτείαν.

Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Εὐπρεπείας σήμερον, τὴν θείαν μνήμην, οἱ πιστοὶ τελέσωμεν,


ἀνακραυγάζοντες αὐτῇ· Φριστὸν δυσώπει τὸν Κύριον, ἐλεηθῆναι, ἡμᾶς
τοὺς τιμῶντάς σε.

Ὁ Οἶκος.

Εὐπρεπείας ἐξέλαμψε σήμερον, ὡς φωστὴρ ἡ φωσφόρος πανήγυρις,


τηλαυγῶς ταῖς ἀκτῖσι τῆς χάριτος, τὰς καρδίας πιστῶν σελαγίζουσα·
δεῦτε οὖν πάντες συνδράμωμεν, αἰσίως αὐτὴν μακαρίζοντες, ὡς
πάγκαλον νύμφην, τοῦ οὐρανίου Βασιλέως Φριστοῦ, καὶ θυγατέρα
ὡραιόμορφον, τῆς αὐτοῦ Ἀναστάσεως, πεποικιλμένην, ὡραϊσμένην, τ῵
κάλλει τῶν ἔργων τῆς πίστεως· διὸ καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν, ἐνώπιον
τῆς πανσέπτου Εἰκόνος αὐτῆς, ψυχῆς καὶ σώματος γόνατα ὑποκλίνοντες·
Μὴ διαλλίπῃς Ἁγία, ἐκδυσωποῦσα τὸν Κύριον, ἐλεηθῆναι ἡμᾶς τοὺς
τιμῶντάς σε.

Μηνολόγιον καὶ ΢υναξάριον τοῦ Μηναίου καὶ ἀκολούθως τὸ ἑξῆς.

Σῇ Πέμπτῃ τῆς Διακαινησίμου, Μνήμη τῆς Ἁγίας Εὐπρεπείας.

12
΢τίχοι.
Εὐπρεπῶς βιώσασα Θεοῦ τ῵ νόμῳ,
Σῆς αὐτοῦ ἐπέτυχες, Ἁγία, δόξης.

΢υναξάριον.

Περὶ τῆς Ἁγίας ταύτης Εὐπρεπείας οὐδὲν γνωρίζομεν, τ῵ μοδίῳ τῆς


σιγῆς τὰ κατ᾿ αὐτὴν παραδοθέντα τῇ τῶν χρόνων παρολκῇ. Ἡ Εἰκὼν
αὐτῆς σῴζεται ἐν τ῵ ἐν Λέσβῳ ὑπάρχοντι Να῵ ἐπ᾿ ὀνόματι αὐτῆς,
κειμένῳ ἐν τόπῳ καλουμένῳ «Ἄργαλα», ἐπὶ τῶν ἐρειπίων
παλαιοχριστιανικῆς Βασιλικῆς. Σελεῖται δὲ ἐκ παραδόσεως ἐκεῖ ἡ μνήμη
αὐτῆς τῇ Πέμπτῃ τῆς Διακαινησίμου.

Σαῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Φριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.


Ἀμήν.

Καὶ εὐθὺς, Ἀνάστασιν Φριστοῦ θεασάμενοι... ἐκ γ’, τὸ Ἀναστὰς ὁ


Ἰησοῦς... ἐκ γ’ καὶ τὰς λοιπὰς Ὠιδὰς τῶν Κανόνων.

Σοῦ Πάσχα. Ὠιδὴ ζ’. Ὁ Εἱρμός.

Ο῾ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς


θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος
εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σροπάρια.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν,


μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ
Πάσχα τὸ μυστικόν, σοῖς Φριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς


αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον
εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ω῾ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς
λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον
φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Σῆς Ἁγίας. Ὁ αὐτός.


Θανάτου ὁ νεκρώσας τὴν δύναμιν, Εὐπρέπεια πάνσεμνε, καὶ ἐξαναστάς,
ἐκ τοῦ μνημείου ὡς Θεός, ἐν τῇ δόξῃ αὐτοῦ σε εἰσήγαγεν, ἐκλάμπουσαν
τ῵ φωτὶ ὑπὲρ λόγον, αὐτοῦ τῆς Ἀναστάσεως.

13
Ω῾ς κρῖνον ἐν κοιλᾶσι τῆς πίστεως, Εὐπρέπεια ἤνθησας, θείων ἀρετῶν, τῇ
γεωργίᾳ τῇ καλῇ, εὐωδίᾳ ἀπλέτῳ τῆς χάριτος, εὐφραίνουσα μυστικῶς τὰς
καρδίας, ἡμῶν τῶν εὐφημούντων σε.

Α᾽γάπῃ πρὸς τὸν Κτίστην ἠρίστευσας, Εὐπρέπεια ἔνδοξε, καὶ ἐν τ῵ φωτί,


περιεπάτησας αὐτοῦ, καὶ φωτὸς ἐν θαλάμοις ἐσκήνωσας, πρεσβεύουσα
ἐκτενῶς ὑπὲρ πάντων, ἡμῶν τῶν ὑμνολόγων σου.

Θεοτοκίον.

Λόγος σε οὐκ ἰσχύει ἀνθρώπινος, ὑμνῆσαι Πανύμνητε· σὺ γὰρ τοῦ


Πατρός, τὸν Λόγον ἔτεκες φρικτῶς, τὸν διδόντα Ἁγνὴ τὴν Ἀνάστασιν, καὶ
σῴζοντα ἐκ φθορᾶς τοῦ θανάτου, πιστοὺς τοὺς ἀνυμνοῦντάς σε.

Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου.

Σοῦ Πάσχα. Ὠιδὴ η’. Ὁ Εἱρμός.

Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἡ μία τῶν ΢αββάτων, ἡ βασιλὶς καὶ κυρία,
ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Φριστὸν
εἰς τοὺς αἰῶνας.

Σροπάρια.

Δεῦτε τοῦ καινοῦ, τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ


εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, Βασιλείας τε Φριστοῦ κοινωνήσωμεν,
ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.

Α῏ρον κύκλῳ τοὺς ὀφθαλμούς σου ΢ιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι,
θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας
τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Φριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν


ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ
εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σῆς Ἁγίας. Ὁ αὐτός.

Δεῦτε οἱ πιστοί, Εὐπρεπείας τὴν μνήμην, τελέσωμεν αἰνοῦντες, τὸν


Ἀναστάντα ἐκ τάφου· τ῵ φωτὶ γὰρ αὐτοῦ, λαμπρυνθεῖσα τὴν ψυχὴν
κατεφρόνησεν, αὕτη ὁλοτρόπως, τερπνῶν τῶν ἐπιγείων.

14
Πτέρυγας χρυσάς, ἀρεταῖς κεκτημένη, πρὸς ὕψος ἐπετάσθης, περιστερὰ
ὡς ἁγία, καὶ καλὴν καλλιάν, βασιλείας τοῦ Θεοῦ τὰ σκηνώματα,
Εὐπρέπεια εὗρες, ἀεὶ δοξαζομένη.

Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, Σριὰς ἡ παναγία, ταῖς


δραστικαῖς ἱκεσίας, Εὐπρεπείας τῆς σῆς, θεραπαίνης τὸν λαόν σου
κυβέρνησον, τοῦ θελήματός σου, ὁδὸν πρὸς τὴν εὐθεῖαν.

Θεοτοκίον.

Ο῎μβρισον ἡμῖν, τὸ ζωήῤῥυτον ὕδωρ, Θεόνυμφε Παρθένε, τῆς μητρικῆς


χάριτός σου, τὰς καρδίας ἡμῶν, ἁμαρτίας φλογισμοῦ ἀπαλλάτουσα·
πιστῶν γὰρ σὺ πέλεις, ἐλπὶς καὶ προστασία.

Καταβασία. Αὕτη ἡ κλητή.

Σοῦ Πάσχα. Ὠιδὴ θ’. Ὁ Εἱρμός.

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ


ἐξαναστάντα, τριήμερον ἐκ τάφου.

Υωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε.


Φόρευε νῦν, καὶ ἀγάλλου ΢ιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ
Ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Φριστὸν τὸν


Ζωοδότην.

Υωτίζου, φωτίζου...

Σροπάρια.

Φριστὸς τὸ καινόν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων, τὴν


ἁμαρτίαν κόσμου...

Ω῍ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ,


ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Φριστέ· ἣν οἱ πιστοί, ἄγκυραν
ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

΢ήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Φριστὸς ἀνέστη, καὶ Ἅιδης
ἐσκυλεύθη.

Ω῍ θείας, ὢ φίλης...

15
Μαγδαληνὴ Μαρία, προσέδραμε τ῵ τάφῳ, καὶ τὸν Φριστὸν ἰδοῦσα, ὡς
κηπουρὸν ἠρώτα.

Ω῏ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Φριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ
δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ,
τῆς Βασιλείας σου.

Φαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ


Τἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.

Ω῏ Πάσχα τὸ μέγα...

Σῆς Ἁγίας. Ὁ αὐτός.

Μεγάλυνον ψυχή μου, Εὐπρέπειαν τὴν θείαν, τὴν πανωραῖαν νύμφην,


Φριστοῦ τοῦ Ἀναστάντος.

Α᾽γάλλου, λαμπρύνου, ἡ νῆσος Λέσβος εὐσεβῶς, Εὐπρεπείας τὴν μνήμην,


ἐκτελοῦσα σήμερον· αἴνει Θεόν, ἐν μεγάλῃ φωνῇ, τὸν δι᾿ αὐτῆς, πᾶσι
χορηγοῦντα, τὰς δωρεὰς τῶν ἰάσεων.

Μεγάλυνον ψυχή μου, Εὐπρέπειαν τὴν θείαν, τὸ καύχημα τῆς Λέσβου, καὶ
τῶν πιστῶν προστάτιν.

΢υνοῦσα ἐν πόλῳ, Ἁγίων πάντων τοῖς χοροῖς, καὶ χαρᾶς ἐντρυφῶσα, τῆς
ὑπὲρ κατάληψιν, αἴτει ἡμῖν, δυναταῖς σου εὐχαῖς, παρὰ Θεοῦ, ἄφεσιν
τελείαν, παραπτωμάτων Εὐπρέπεια.

Δόξα.

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ


κράτος.

Εύπρέπεια νύμφη, τοῦ Ἀναστάντος ἐκ νεκρῶν, Ἐκκλησίας ἡ δόξα,


εὐσεβῶν τὸ στήριγμα, τοὺς ἐπὶ σοί, πεποιθότας πιστῶς, ῥύου τῇ σῇ, χάριτι
κινδύνων, καὶ πειρασμῶν καὶ κακώσεων.

Καὶ νῦν.

Μεγάλυνον ψυχή μου, τὴν μόνην Θεοτόκον, δι᾿ ἧς ἡ σωτηρία, ἀνέτειλε τ῵


κόσμῳ.

16
Τ῾ψίστου ἐδείχθης, καθέδρα Μῆτερ ὑψηλή, καὶ πυρίμορφος θρόνος, τοῦ τὰ
πάντα φέροντος· τοῦτον ἀεί, ἐκδυσώπει θερμῶς, ἵνα ἡμᾶς, ῥύσηται
γεέννης, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καταβασία. Ὁ Ἄγγελος ἐβόα... Υωτίζου φωτίζου.

Ἐξαποστειλάριον τοῦ Πάσχα. Ἦχος β’.

΢αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης,


Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον. Πάσχα τῆς
ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Σῆς Ἁγίας. Γυναῖκες ἀκουτίσθητε.

Ζωῆς τῆς ὑπὲρ ἔννοιαν, ἐν πόλῳ ἀπολαύουσα, σὺν τῶν Ἁγίων ἁπάντων,
Εὐπρέπεια ταῖς χορείαις, τοὺς ἐν να῵ ἁγίῳ σου, ᾀσματικῶς τιμῶντάς σε,
τῶν πρεσβειῶν σου χάριτι, ἐκ πειρασμῶν καὶ κινδύνων, διάσωσον
πολυτρόπων.

Καὶ πάλιν τὸ τοῦ Πάσχα.

ΕΙ΢ ΣΟΤ΢ ΑΙΝΟΤ΢

Ἱστῶμεν στίχ. η’ καὶ ψάλλομεν ΢τιχηρὰ Ἀναστάσιμα τοῦ πλ. α’ ἤχου δ’


καὶ τῆς Ἁγίας δ’, τὰ κάτωθι.

Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Σοῦ Φριστοῦ τὴν Ἀνάστασιν, οἱ πιστοὶ ἑορτάζοντες, γηθοσύνως δεῦτε


πανηγυρίσωμεν, τῆς Εὐπρεπείας τῆς σώφρονος, τὴν μνήμην τὴν
πάντιμον, καὶ βοήσωμεν αὐτῇ, ἐν καρδίας εὐθύτητι· Φαῖρε πάνσεμνε, ἡ τὰ
κόσμου φθαρτὰ παρωσαμένη, καὶ τυχοῦσα ἐν ὑψίστοις, τῶν ἐκλεκτῶν τῆς
μεθέξεως.

Σὴν καρδίαν ὑψώσασα, πρὸς Θεὸν διὰ πίστεως, τῶν γηΐνων ἔνδοξε
κατεφρόνησας, καὶ ἁγιότητος ἤνθησας, τὴν χάριν Εὐπρέπεια,
καταθέλγουσα ἀεί, τὰς ψυχὰς τῶν τιμώντων σε, καὶ βοώντων σοι· Φαῖρε
νύμφη Κυρίου πανωραῖα, ἡ ζωῆς εἰς τὸν νυμφῶνα, χοροβατοῦσα αἰώνια.

΢τίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Εὐπρεπείᾳ τῆς χάριτος, φερωνύμως Εὐπρέπεια, ἐν τ῵ στερεώματι


διαλάμπουσα, τῆς Ἐκκλησίας ὡς ἥλιος, φωτίζεις ἀοίδιμε, τὰς καρδίας τῶν

17
πιστῶν, τῶν ἐκ πόθου βοώντων σοι· Φαῖρε θύγατερ, τῆς Φριστοῦ
Ἀναστάσεως ὀλβία, ἡ πατήσασα τὸ θράσος, τοῦ πτερνιστοῦ τῆς
Προμήτορος.

΢τίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.

Ε᾽ν αὐλαῖς τοῦ Κυρίου σου, μετ᾿ Ἁγίων χορεύουσα, εὐκλεῶς Εὐπρέπεια
παμμακάριστε, τῶν ἐν να῵ τ῵ πανσέπτῳ σου, τελούντων ἐκ πίστεως, τὴν
σεπτήν σου ἑορτήν, ταῖς εὐχαῖς σου προστάτευε, διασῴζουσα, ἐκ
παντοίων αὐτοὺς πειρατηρίων, συμφορῶν τε νοσημάτων, καὶ τῆς κακίας
τοῦ δράκοντος.

Καὶ τὰ τοῦ Πάσχα, Πάσχα ἱερὸν... μετὰ τῶν στίχων αὐτῶν.

Δόξα. Ἦχος πλ. α’.

Α᾽ντεχομένη εὐσεβῶς, Εὐαγγελίου τοῦ λόγου, ὡς κρῖνον πανεύοσμον, ἐν


Ἐκκλησίας Θεοῦ, τ῵ μυστικ῵ λειμῶνι ἐξήνθησας, Εὐπρέπεια
παμμακάριστε. Ὅθεν σήμερον οἱ πιστοί, τῆς δοθείσης σοι χάριτος, τῇ
εὐωδίᾳ εὐφραινόμενοι, ἐκ πόθου σοι κροτοῦμεν τὴν πανήγυριν, καὶ ὡς ἐξ
ἑνὸς στόματος, ἱκετικῶς ἀναβοῶμέν σοι· Πρέσβευε πανεύφημε, τ῵
Ἀναστάντι ἐκ τάφου Φριστ῵, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.

Α᾿ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους


περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
΢υγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Φριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος.

Ἐν τέλει ψάλλομεν τὸ Φριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ


Ἰδιομέλου) καὶ εὐθὺς τὸ Ἀπολυτίκιον τῆς Ἁγίας. Πάλιν τὸ Φριστὸς Ἀνέστη
καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.

ΕΙ΢ ΣΗΝ ΛΕΙΣΟΤΡΓΙΑΝ

Κατὰ τὴν τάξιν τοῦ Πάσχα. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας.
Κοινωνικόν τοῦ Πάσχα.

18
Μεγαλυνάριον.
Εὐπρέπειαν δεῦτε οἱ εὐσεβεῖς, τὴν πάγκαλον νύμφην, τοῦ ΢ωτῆρος ἡμῶν
Φριστοῦ, τιμήσωμεν πάντες, αὐτόν δοξολογοῦντες, τὸν χάριτι θαυμάτων,
αὐτὴν δοξάσαντα.

Στίχοι.
Κυρίλλῳ Ῥόδου ἀθλίῳ Ἐπισκόπῳ,
Σὴν χάριν δίδου, Εὐπρέπεια ὀλβία.

19

You might also like