You are on page 1of 2

Lezione 55

1. προφήτευσον ἡμῖν, χριστέ; (Mat 26:68)

2. ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ

ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν,

καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. (Mar 9:31)

3. καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν

ἡγεμόνα λίαν (Mat 27:14)

4. ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽

αὐτοῦ. (Mar 4:25)

5. κύριε, ἐλέησόν μου τὸν υἱόν (Mat 17:15)

6. ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν (Rom 13:14)

7. εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν

σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. (Mat 16:24)

8. νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε (2Co 8:11)

9. κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ

τῶν ἐσχάτων ἕως τῶν πρώτων. (Mat 20:8)

10. ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ

γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· (Luk 18:31)


11. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ]· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ

ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. (Mat 19:10)

12. καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ

διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

(Mar 10:45)

13. ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, (Mat 2:6)

14. οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. (Mar 6:18)

15. καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου (Luk 4:17)

16. ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν. (Mar 14:42)

17. ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι

κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς.

(Mat 10:33)

18. καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον (Luk 23:8)

You might also like