You are on page 1of 154

ΠΑΡΑΚΛΗΤΙΚΗ

Με Ολη Την Τυπικη Διαταξη Του

Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ

Σε Ολουσ Τουσ Ηχουσ

ΤΟΜΟΣ 6

Ηχος πλ. Δευτεροσ

Γεωργιος Καραγιαννακησ
Πρωτοψαλτης
Καθηγητησ Βυζαντινησ Μουσικησ
Δε υ τε ρα - π. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον
εσπερινό, ψάλλονται
α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη
τριάδα) και
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν
είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι
επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού.

3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ.
Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
 Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
 Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
 Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
 Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
 Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
 Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
 Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
 Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
 Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
 Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
 Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 111
Δε υ τε ρα - π. Β΄ Η χοσ

 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

 Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
 Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ὅλην ἀποθέμενοι
1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ὁ πάντων βουλόμενος, οὐχὶ τὸν θάνατον Λόγε, ἀλλὰ τὴν μετάνοιαν, τῶν ἡμαρτηκότων
σοι πολυεύσπλαγχνε, Χριστὲ καὶ Κύριε, καὶ ποιῶν ἔλεος, μετ΄ἐμοῦ ἀεὶ τοῦ δούλου σου,
μετανοοῦντι μοι, καὶ τὴν τῶν κακῶν μοι συγχώρησιν, δι' ὧν σε παρεπίκρανα, ἐξαιτεῖν
τολμῶντι συμπάθησον· ἐν ἐμοὶ γὰρ δείξῃς, τὴν ἄβυσσον τῶν θείων οἰκτιρμῶν, ἐὰν ἀνάξιον
ὄντα με, σώσῃς ὡς φιλάνθρωπος.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὁ μόνος Φιλάνθρωπος, ὁ πάντας θέλων σωθῆναι, καὶ καλῶν ὡς εὔσπλαγχνος, τοὺς
λελυπηκότας σε, πρὸς μετάνοιαν, μὴ μνησθῇς Δέσποτα, μηδαμῶς δέομαι, τῆς αἰσχύνης τῶν
ἀτόπων μου, ἔργων ὧν ἔπραξα, φεῦ! τῶν ὀφθαλμῶν σου ἀπέναντι, μὴ φρίξας ὁ πανάθλιος, τὸ
τῶν σῶν χειρῶν ἀναπόδραστον· ὅθεν νῦν προσπίπτω, στενάζων καὶ πενθῶν καὶ νοητῶς, τῶν
σῶν ποδῶν ἐφαπτόμενος, τοῦ λαβεῖν συγχώρησιν.
(ή στιχηρό από το Μηναίο)

Ἔτερα Στιχηρὰ, τῶν Ἀσωμάτων, ὅμοια.

3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχον ἑορτάσιμον, ἀγγελικαί σοι χορεῖαι, ἀσιγήτοις στόμασιν, αἰωνίως μέλπουσιν,
Ὑπεράγαθε, σοῦ τρανῶς βλέπουσαι, τὸ ὡραῖον κάλλος, καὶ τῆς αἴγλης ἐμφορούμεναι, τῇ πρὸς
τὰ χείρονα, νεύσει οὐδαμῶς ἐμφερόμεναι, ἀεὶ δὲ ἐν τοῖς ἔμπροσθεν, μᾶλλον ἀκλινῶς
ἀνανεύουσαι, καὶ τὰς πανολβίους, δεχόμεναι προθύμως ἀστραπάς, ἐν παῤῥησίᾳ πρεσβεύουσιν,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο.)

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον
Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς·
διὸ ὁ κόσμος σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Κυριακῇ ἑσπέρας
Ἦχος πλ. δ΄. Ψαλμὸς ρλγ΄ (133)
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 113

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ
Ἀπόστιχα Κατανυκτικὰ
Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ
τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοὶ κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ
δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν Οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα, ἐπὶ
σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν· ἀλλὰ
φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Μαρτυρικὸν
στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον
ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου· ταῖς
αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν

ἀληθῶς· Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ
Θεός· κατάβαλε Δέσποινα τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου ἄχραντε, ἡ ἐλπὶς
Χριστιανῶν.

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Θεοτόκια ἀπολυτίκια
Θεοτοκίον Ἦχος α΄
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ
ἀσπόρως καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται· αὐτὸν ἱκέτευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος β΄
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε· βλέψον εἰς λαὸν τὸν
ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί,
ὦς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.
Θεοτοκίον Ἦχος γ΄
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ
καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε· ποῖόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοί· Χαῖρε ἡ Κεχαριτωμένη.
Θεοτοκίον Ἦχος δ΄
Τὴ ἀνατραφείση ἐν τῷ ναῶ, εἰς τὰ ἅγια τῶν ἁγίων, τῇ περιβεβλημένη τὴν πίστιν καὶ τὴν
σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν
ἀσπασμόν καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη· ὁ Κύριος μετὰ σοῦ.
Θεοτοκίον Ἦχος πλ. α΄
Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε
βοώμέν σοί· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία· χαῖρε
σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.
Θεοτοκίον Ἦχος πλ. β΄
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ
Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως
ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου.
Θεοτοκίον Ἦχος Βαρὺς
Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταὶς ἄνω Δυνάμεσι, συγχώρησιν
πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοὶς πιστῶς σὲ δοξάζουσι.
Θεοτοκίον Ἦχος πλ. δ΄
Χαῖρε, ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ κόσμου δεξαμένη· χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου
καὶ Κύριον· χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων.

Ἀπολυτίκιον τῶν Ἀσωμάτων

Ἦχος δ΄
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς
ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς
προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν
ἄνω Δυνάμεων.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴ ἀνατραφείση ἐν τῷ ναῶ...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 115

Δε υ τε ρα - π. Β΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών,

επειδή στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή...

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

Ορθροσ
ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ
(Το Θεός Κύριος στον ήχο του απολυτικίου)
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.
Ἀπολυτίκιον τῶν Ἀσωμάτων
Ἦχος δ΄

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 117

Δόξα...
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι...
Καὶ νῦν... Θεοτοκίον
Τὴ ἀνατραφείση ἐν τῷ ναῶ...

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.
Ἀπολυτίκιον εἰς ἀπόστολον
Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα...
Ἀπόστολε ἅγιε...
Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τοῦ προφήτου σου...
Καὶ νῦν... Θεοτοκίον
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή...

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ στιχολογίαν

Κατανυκτικὰ
Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ
θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

στιχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα
τῆς ἡμέρας οὐκ ἐβάστασα· τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν
με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη
ἀνύμφευτε.

Μετὰ τὴν β΄ στιχολογίαν

Κατανυκτικὰ
Τὸν τάφον σου Σωτὴρ
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον· εἰς
πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς
καρδίαν· σοὶ γάρ,Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτόν σοι σῶσόν με.
118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη
Δε υ τε ρα - π. Β΄ Η χοσ

στιχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὂνομά σου.
Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ αὐτὸς Ἐλεῆμον,
προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος,
καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους
πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ
θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετὰ τὴν γ΄ στιχολογίαν

Τὸν τάφον σου Σωτὴρ
Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον,
δουλεύων τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε· ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις,
Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσόν με δέομαι.
Μαρτυρικὸν
στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ.
Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε
Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν
νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον
τὴν αἴνεσιν, παρ’ αὐτῶν δέχῃ Πάναγνε· ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ
ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 119

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α΄ - Κανὼν Κατανυκτικὸς

Ὁ Εἱρμὸς
1. Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης,
ἀνεβόα· Κύρίω τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται.
Τροπάρια
στιχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.
2. Τὸν ἐμπεσόντα Χριστέ, λῃστῶν εἰς χεῖρας πονηρῶν, καὶ πληγαῖς ψυχοφθόροις, ἡμιθανῆ
γενόμενον, συμπαθείας, ἐλαίῳ θεραπεύσας οἰκτείρησον, ἵνα δοξάζω σε.

στιχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

3. Ὡς ἁμαρτήσας πολλά, σπήλαιον γέγονα λῃστῶν, ὁ τεχθεὶς ἐν σπηλαίῳ, δακρύων ὄμβρους
δίδου μοι, καὶ καθάρισον, ὅπως τοῦ ἁγίου σου Πνεύματος, ναὸς γενήσωμαι.
Μαρτυρικὰ
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
4. Νεανικῶς τὸν ἐχθρόν, καταβαλόντες Ἀθληταί, θεοπλόκοις ἀληθῶς, στεφάνοις ἐκοσμήθητε,
καὶ Θεῷ ἐν ὑψίστοις, μετ' Ἀγγέλων παρίστασθε, δόξης πληρούμενοι.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

5. Οἱ τῶν αἱμάτων βυθῷ, τὸν Φαραὼ τὸν νοητόν, ἀποπνίξαντες ποτέ, σεπτοὶ
Μεγαλομάρτυρες, πρὸς γῆν ἐπαγγελίας, οὐρανίου μετέβητε, Χριστὸν δοξάζοντες.
Θεοτοκίον
στιχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Μετὰ Μαρτύρων Ἁγνή, μετὰ τῶν θείων Προφητῶν, μετὰ πάντων Ἀγγέλων, τὸν κτίστην
τῶν ἁπάντων, ἐκδυσώπει σωθῆναι, τοὺς σὲ δοξάζοντας, Θεοχαρίτωτε.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α΄ - Κανὼν τῶν Ἀσωμάτων

Ὡς ἐν ἠπείρῳ πεζεύσας
στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
7. Ἐπουρανίου χορείας ἀνευφημῶν, τὴν τερπνὴν εὐπρέπειαν, ταῖς αὐτῆς φωτιστικαῖς,
ἀστραπαῖς φαιδρύνεσθαι βοῶ, ἱκετεύων σε Χριστέ, τὸν μόνον εὔσπλαγχνον.

στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

8. Ἐπουρανίου χορείας ἀνευφημῶν...

στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

9. Κατακοσμήσας τῷ Λόγῳ καὶ τῷ ἐκ σοῦ, παναγίῳ Πνεύματι, τῶν Ἀγγέλων τοὺς χορούς, σὲ
τὸν πάντων αἴτιον ὑμνεῖν, παρεσκεύασας αὐτοὺς ὡς παντοδύναμος.
Θεοτοκίον
στιχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν
σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν Κατανυκτικὸς

Ὁ Εἱρμὸς
1. Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον,
Κύριε· σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Μετανοῶν Χριστῷ συνεταξάμην, καὶ τῶν κακῶν οὐδόλως ἐπαυσάμην, τίς γένωμαι
τύφλωσιν, περικείμενος πολλήν. Υἱὲ Θεοῦ σύ με, οἴκτειρον.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Ἀποσκοπῶν Θεοῦ μακροθυμίαν, ἐκδαπανῶ ζωὴν τῇ ῥαθυμίᾳ, καὶ δέδοικα πάντοτε, μὴ
ἐξαίφνης ἡ τομή, ἡ τοῦ θανάτου προφθάσῃ με.
Μαρτυρικὰ
στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
4. Τοὺς διωγμούς, τοὺς πόνους, τοὺς κινδύνους, ὥσπερ τρυφὴν οἱ Μάρτυρες ποθοῦντες,
ἠγάλλοντο βλέποντες, διανοίας ὀφθαλμοῖς, τὴν δι' αἰῶνος ἀπόλαυσιν.

στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

5. Ὡς τῇ στερρᾷ τῆς εὐσεβείας πέτρᾳ, τὸν λογισμὸν ἑδράσαντες πανσόφως, μοχλεύσεσιν ἅγιοι,
πολυτρόπων αἰκισμῶν, οὐκ ἀνετράπητε Μάρτυρες.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Νέος ἡμῖν Παράδεισος ἐδείχθης, ζωῆς ἁγνὴ τὸ ξύλον μέσον ἔχων, ἐξ οὗ φαγὼν Ἄχραντε, τῆς
νεκρώσεως Ἀδάμ, τῆς πονηρᾶς ἀπολύεται.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ γ΄ - Κανὼν τῶν Ἀσωμάτων

Οὐκ ἔστιν ἅγιος ὡς σύ
στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
7. Ἡ πᾶσαν φύσιν λογικήν, ἐκ μὴ ὄντων βουλήσει, πλαστουργήσασα Φύσις, τρισαγίαις ἐν
φωναῖς, ὑμνολογεῖται τριττοῖς, ἐν προσώποις, καὶ δοξολογεῖται πιστῶς.

στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

8. Ἡ πᾶσαν φύσιν λογικήν...

στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

9. Πηγάζων σὺ τὸ ἀγαθόν, Δέσποτα τῶν ἁπάντων, καὶ πλουσίως ἐκχέων, τῇ μεθέξει ἀγαθούς,
τοὺς ἀσωμάτων χορούς, τῶν Ἀγγέλων ἔδειξας φιλάνθρωπε.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Ἐδόθη ἄφεσις ἡμῖν, διὰ σοῦ Θεοτόκε· ὁ γὰρ νόμου Δεσπότης, ὁ ἐκ σοῦ σωματωθείς, τὰ
πάθη ὑπὲρ ἡμῶν, ὑπομείνας, πάντας ἐλυτρώσατο.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 121

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Tῇ Δευτέρα
Κοντάκιον τῶν Ἀσωμάτων
Ἦχος β΄
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ
Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων
ἀρχιστράτηγοι.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

122 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ
σωτήρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

 Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Tῇ Δευτέρα
Ἦχος γ΄ Αὐτόμελον
Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν
φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε το κάτωθι)

Θεοτοκίον ὅμοιον
Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε
μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 123

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν υπάρχουν αίνοι στο Μηναίο)

(το Πάσα πνοή στον ήχο των στιχηρών)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου)

1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.

2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.

(Δόξα... Και νυν... του Μηναίου)

124 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)

Ψαλμὸς ρμη΄ (148)

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ
Θεῷ.
 Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
 Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν.
 Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
 Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
 Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
 Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
 Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι
ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
 Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
 Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ΄ (149)

 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ
αὐτῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
 Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
 Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις
σιδηραῖς.
 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ρν΄ (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 125

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία,

η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μεγάλη
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ
καὶ ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄).
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄).
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
 Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.

(Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

126 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ,
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,

 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 127

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ

Κατανυκτικὰ
Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ
τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί,
παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν
πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν
κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς
ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με.
Μαρτυρικὸν
στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν
κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν
τοῖς Ἀγγέλοις καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον
ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου
ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν
τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του
Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα...,
και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο.

Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη
ἀνύμφευτε.
Θεοτοκίον Ἦχος β΄
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς
μεγαλύνομεν.
Θεοτοκίον Ἦχος γ΄

128 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει· καὶ ποία ἄλλη τοιαύτη καταφυγή,
ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν;
Θεοτοκίον Ἦχος δ΄
Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες
Θεοτόκε, δωρεὰν αἰτούμέν σε, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος πλ. α΄
Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας,
ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος πλ. β΄
Ἀρχαγγελικὸν λόγον ὑπεδέξω καὶ χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου
ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος Βαρὺς
Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς
τεκοῦσα Χριστόν, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος πλ. δ΄
Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην
ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἀπολυτίκιον τῶν Ἀσωμάτων

Ἦχος δ΄
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς
ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς
προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν
ἄνω Δυνάμεων.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὅτι πάντων ὑπάρχεις...

3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.
Ἀπολυτίκιον εἰς ἀπόστολον
Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἕκαστος ὅπου σώζεται...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 129

Δε υ τε ρα - π. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)
στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)
στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ
περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

130 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Δε υ τε ρα - π. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)
στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ
1. Το απολυτίκιο που είπαμε στον Όρθρο.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Δόξα... Κοντάκιον τῶν Ἀσωμάτων

Ἦχος β΄
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ
Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων
ἀρχιστράτηγοι.

4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών».

Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου

Ἦχος β΄
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ
παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα
ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

(εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε
Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου)

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος α΄ Ψαλμὸς ργ΄ (103)
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ἀλληλούια

 Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
 Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον·
 Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ·
 Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
 Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
 Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
 Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
 Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
 Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
 Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 131
Δε υ τε ρα - π. Β΄ Η χοσ

 Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
 Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
 Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
 Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν
ἄρτον ἐκ τῆς γῆς.
 Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος
καρδίαν ἀνθρώπου στηρίζει.
 Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
 Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
 Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
 Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
 Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
 Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσα, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
 Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
 Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
 Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς
σου.
 Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ
μετὰ μεγάλων.
 Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
 Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς
συλλέξουσιν.
 Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου
τὸ πρόσωπον, ταραχθήσονται.
 Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
 Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
 Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
 Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
 ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω.
 Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
 Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.
 Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

132 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον
εσπερινό, ψάλλονται
α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη τριάδα)
και
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι
λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι
επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού.

3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ,
εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν
μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

16. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
17. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
18. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
19. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν
μου.
20. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ
αὐτῶν.
21. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη
τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
22. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
23. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
24. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

18. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
19. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
20. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
21. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
22. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
23. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
24. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
25. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
26. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
27. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 111

Τ ριτη - πλ. Β΄ Η χοσ

28. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

29. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
30. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ὅλην ἀποθέμενοι
1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ὅλος ἐκ νεότητος, ταῖς ἡδοναῖς ἐδουλώθην, τῆς σαρκὸς καὶ γέγονα, παθῶν καταγώγιον
τυραννούντων με, τῆς ψυχῆς ὅλως δέ, ἀλογήσας Σῶτερ, ἐντολῶν σου κατεφρόνησα, ἀλλὰ ὁ
πλάσας με, καὶ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, ὁ μόνος ἀναμάρτητος, δός μοι τὴν συγχώρησιν
Εὔσπλαγχνε, ὧν περ ἐν ἀγνοίᾳ καὶ γνώσει αἰσθητῶς καὶ νοητῶς, ἀπὸ νεότητος ἥμαρτον, μόνε
Εὐσυμπάθητε.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τίς ἐκ τοῦ θανάτου με, τῆς ταλαιπώρου σαρκός μου, ῥύσεται καὶ σώσει μου, τὴν ψυχὴν
ἀπήμονα, καὶ ἀπείραστον; τυραννεῖ βία γάρ, εὐπαθοῦσα αὕτη, καὶ ψυχῆς κατεξανίσταται, καὶ
θλίβει πάλιν δέ, ἀσθενοῦσα, οἴμοι τῷ τάλανι! Ἀντέχειν οὖν οὐ δύναμαι, πρὸς τὴν ταύτης Σῶτερ
ἀσθένειαν· ἀλλ' ὦ Ποιητά μου, μὴ δώσῃς νικηθῆναι τῷ χοΐ, τὸ πνεῦμα, ὅ μοι ἐνέπνευσας, ὡς αὐτὸς
εὐδόκησας.
(ή στιχηρό από το Μηναίο)

Ἔτερα Στιχηρὰ, τοῦ Προδρόμου.

Ἡ ἀπεγνωσμένη
3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὁ κατεγνωσμένος ἐν ἀσωτίᾳ, σοὶ τῷ ὑπὲρ λόγον δεδοξασμένῳ, προσπίπτω καὶ δέομαι, ἐκ
βάθους τῆς καρδίας· ἴδε τὴν θλίψιν τῆς ψυχῆς μου, τῆς χαρᾶς ὁ προλάμψας· ἴδε τὰ ἕλκη τῆς
καρδίας, μετανοίας ὁ κήρυξ· καὶ παράσχου μοι τὴν σωτηρίαν, διὰ τῆς θείας πρεσβείας σου
Πρόδρομε, καθικετεύων τὸν Κύριον.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο.)

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα,
Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος
σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Δευτέρᾳ ἑσπέρας
Ἦχος δ΄. Ψαλμὸς δ΄ (4).
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαι-οσύνης μου, ἐν θλίψει ἐπλάτυνάς
με.
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 113

Τ ριτη - πλ. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ
Ἀπόστιχα Κατανυκτικὰ
Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ τέλους
ἐπιστρέψαι, καὶ δοῦναί μοὶ κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ
δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως
οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν Οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα, ἐπὶ σοὶ
τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν· ἀλλὰ
φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Μαρτυρικὸν
στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον
ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Οἱ μαρτυρήσαντες, διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν
στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε,

σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη
προστασία τῶν πιστῶν.

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου
τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ
δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς
ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε
ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ
ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό.
Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το
ομόηχο θεοτόκιο των απολυτικίων.

Θεοτόκια ἀπολυτίκια
Θεοτοκίον Ἦχος α΄
Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον,
κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον Ἦχος β΄
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν
σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος γ΄
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου
σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Θεοτοκίον Ἦχος δ΄
Τὴ Θεοτόκω ἐκτενῶς, νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ καὶ προσπέσωμεν ἐν
μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον
ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψης σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην
ἐλπίδα κεκτήμεθα.
Θεοτοκίον Ἦχος πλ. α΄
Τὴν ταχείάν σου σκέπην καὶ τὴν βοήθειαν καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τοὺς δούλους σου· καὶ τὰ
κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν· καὶ τὴν πεσοῦσάν μου ψυχήν ἀνάστησον
Θεοτόκε, οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.
Θεοτοκίον Ἦχος πλ. β΄
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν προστασίαν
αἰτοῦμεν· σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς
ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.
Θεοτοκίον Ἦχος Βαρὺς
Τὸ χαίρέ σοὶ προσάγομεν, Θεοτόκε· τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα.
Θεοτοκίον Ἦχος πλ. δ΄
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν
Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί· Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα·
χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις· χαῖρε Νύμφη ἀνύμφευτε.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της
εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων.

Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου

Ἦχος β΄
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης
γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν
κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν
φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 115

Τ ριτη - πλ. Β΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών, επειδή

στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς
ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως...

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

Ορθροσ
ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ
(Το Θεός Κύριος στον ήχο του απολυτικίου)
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό.
Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το
ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον,
κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον Ἦχος β΄
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν
σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος γ΄
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου
σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Θεοτοκίον Ἦχος δ΄
Τὴ Θεοτόκω ἐκτενῶς, νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ καὶ προσπέσωμεν ἐν
μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον
ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψης σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην
ἐλπίδα κεκτήμεθα.
Θεοτοκίον Ἦχος πλ. α΄
Τὴν ταχείάν σου σκέπην καὶ τὴν βοήθειαν καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τοὺς δούλους σου· καὶ τὰ
κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν· καὶ τὴν πεσοῦσάν μου ψυχήν ἀνάστησον
Θεοτόκε, οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.
Θεοτοκίον Ἦχος πλ. β΄
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν προστασίαν
αἰτοῦμεν· σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς
ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.
Θεοτοκίον Ἦχος Βαρὺς
Τὸ χαίρέ σοὶ προσάγομεν, Θεοτόκε· τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα.
Θεοτοκίον Ἦχος πλ. δ΄
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν
Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί· Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα·
χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις· χαῖρε Νύμφη ἀνύμφευτε.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της
εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου

Ἦχος β΄
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 117

Τ ριτη - πλ. Β΄ Η χοσ

γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν
κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν
φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα...
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων...
Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν...

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.
Ἀπολυτίκιον εἰς ἀπόστολον
Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα...
Ἀπόστολε ἅγιε...
Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς
ψυχὰς ἡμῶν.
Δόξα...
Τοῦ προφήτου σου...
Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως...

Μικρή Συναπτή
18. Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
19. Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
20. Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
21. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α' Στιχολογίαν
Κατανυκτικὰ
Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς
ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παῤῥησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ;
Εὔσπλαγχνε Πάτερ, Υἵέ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με.

στιχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν
δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν
Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ'
ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου Θεοκυῆτορ ἄνευ ἀνδρός,
ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Μετὰ τὴν β' Στιχολογίαν

Κατανυκτικὰ
Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν
ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.

118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

στιχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὂνομά σου.
Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν
ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου
ἐπικεκλήμεθα.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν
αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς
ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν γ' Στιχολογίαν, τοῦ Προδρόμου

Κατανυκτικὰ
Ἐλπὶς τοῦ κόσμου
Ζωῆς ὡς ἔδειξας ὁδούς, τοῖς λαοῖς Ἰωάννη, βοῶν· Εὐθύνατε ὑμῶν τὰς καρδίας Κυρίῳ,
διάσωσον πολυαμάρτητον ψυχήν, κατάνυξον πεπωρωμένον λογισμόν, καὶ ῥῦσαι κολάσεως
μελλούσης σαῖς εὐχαῖς, Πρόδρομε τοῦ Σωτῆρος.
Μαρτυρικὸν
Ἀγγελικαὶ δυνάμεις
στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ.
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο
χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ Βασιλεῖς οἱ
σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Πολλὰ τὰ πλήθη τῶν ἐμῶν Θεοτόκε πταισμάτων, πρὸς σὲ κατέφυγον Ἁγνή, σωτηρίας
δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ αἴτησαι τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν,
δοθήναί μοὶ τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 119

Τ ριτη - πλ. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α' - Κανὼν Κατανυκτικὸς

Ὁ Εἱρμὸς
1. »Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς
τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Λυτρωτά μου Ἰησοῦ, ὡς ἐλυτρώσω πολλῶν πταισμάτων, πόρνην τὴν ποτέ, μεταγνοῦσαν
καλῶς, κᾀμὲ δυσωπῶ σε, τῶν ἀμέτρων μου κακῶν, ὡς ἐλεήμων λύτρωσαι.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Ὑποπλέων Ἰησοῦ, ἐν ματαιότητι διανοίας, βίου τὸ δεινόν, τοῦτο πέλαγος, φεῦ! Πολλοῖς
ναυαγίοις, περιέπεσα, ἐξ ὧν, ἀπολυτρώσας σῶσόν με.
Μαρτυρικὰ
στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
4. Τοὺς γενναίους Ἀθλητάς, τοῦ ἀλλοτρίου τοὺς καθαιρέτας, τοὺς καρτερικῶς ἐναθλήσαντας,
καὶ στέφος λαβόντας, ἐκ Θεοῦ νικητικόν, περιχαρῶς τιμήσωμεν.

στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

5. Ῥητορεύοντες σοφῶς, ἐν παρρησίᾳ Θεοῦ τὸν λόγον, ῥήτορας δεινοὺς ἐνικήσατε, καὶ πᾶσαν
ἰδέαν, ἐνεγκόντες ἀλγεινῶν, μεγάλως ἐδοξάσθητε.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
6. Ὤφθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῷ τοκετῷ σου, λύσασα Ἁγνή, ὤφθης γῆ ἐκλεκτή, δι' ἧς
ἀνυψώθη, ἀπὸ γῆς εἰς οὐρανούς, τὸ τῶν ἀνθρώπων φύραμα.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α' - Κανὼν τοῦ Προδρόμου

Ὁ αἰσθητὸς Φαραώ
στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
7. Ἄγγελος θεῖος τὴν σήν, γέννησιν Ἄγγελε Θεοῦ, προμηνύει τῷ Πατρί, μεθ' οὗ ἡμῶν μνημόνευε,
ἐν ἡμέρᾳ τῆς δίκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἅγιε Πρόδρομε.

στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

8. Βλαστὸς ὑπάρχων τερπνός, ἐρήμου Πρόδρομε Χριστοῦ, ἐν ἐμοὶ τὴν ἀπαύστως, βλαστάνουσαν
ἀμέλειαν, ἐκ ῥιζῶν ἀνασπάσας, μετανοίας προσφέρειν με, καρποὺς εὐόδωσον.

στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

9. Γαστὴρ στειρεύουσά σε, καρπογονεῖ πανευκλεῶς, γονίμους καρδίας, τὰς πρὶν ἀκάρπους
δείξαντα, ἀλλὰ πίστει βοῶ σοι· Βαπτιστὰ τοὺς ἀκάρπους μου, λογισμοὺς ἔκτιλον.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
10. Δόλῳ ἀπαύστως ὁ ἐχθρός, θηρεύει με ὁ πονηρός, τῆς αὐτοῦ με ἐνέδρας, Πανάμωμε ἐξάρπασον,
καὶ ποιεῖν τοῦ Δεσπότου, Θεοτόκε εὐόδωσον, μόνον τὸ θέλημα.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

ᾨδὴ γ' - Κανὼν Κατανυκτικὸς

Ὁ Εἱρμὸς
1. »Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος
ἅγιος, ὑπάρχεις καὶ Κύριος.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Ἱλέῳ σου ὄμματι, ἡνίκα μέλλω ἐνώπιόν σου, παραστῆναί τε καὶ κρίνεσθαι, πρόσβλεψόν μοι
μόνε, εὐδιάλλακτε Κύριε.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Στενάζοντα δέξαι με, ὡς τὸν Τελώνην ψυχῆς ἐκ βάθους, καὶ μετάνοιάν μοι δώρησαι, ἁμαρτίας
πάσης με, Σωτὴρ ἀπαλλάττουσαν.
Μαρτυρικὰ
στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
4. Τοῖς ῥεύμασιν Ἅγιοι, τῶν παναγίων ὑμῶν αἱμάτων, ἐναγῶς λύθρον φερόμενον, ἀπεπαύσατε
δαίμοσι, ποτὲ ἐπιβώμιον.

στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

5. Ἐν Πνεύματι Ἅγιοι, ἐρριζωμένοι τῷ παναγίῳ, κατεστρέψατε σεβάσματα ἀπωλείας, πάντας
πρὸς τὴν πίστιν στηρίζοντες.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
6. Συνέλαβες Ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου· διὰ τοῦτο ἱκετεύω σε, Λύτρωσαί με
πάσης, συνεχούσης κολάσεως.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ γ' - Κανὼν τοῦ Προδρόμου

Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου
στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
7. Ἐπιστροφὴν ὁδοῦ πεπλανημένης, δίδου μοι νῦν, καὶ ἔκτεινόν μοι χεῖρα, μακάριε Πρόδρομε, ἐν
πελάγει τῶν δεινῶν, διηνεκῶς θαλαττεύοντι.

στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

8. Ζῶ ἀμελῶς καὶ ἡ τομὴ ἐγγίζει, ταῖς σαῖς λιταῖς, ἀνάνευσίν μοι δίδου, ἀοίδιμε Πρόδρομε, μὴ ὡς
ἄκαρπος εἰς πῦρ, ἀποπεμφθήσωμαι ἄσβεστον.

στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

9. Ἡ φοβερὰ ἡμέρα ἐπὶ θύραις, καὶ χαλεπά, περίκειμαι φορτία, ἐξ ὧν με ἐλάφρυνον, τοῦ Κυρίου
Βαπτιστά, ταῖς καθαραῖς σου δεήσεσι.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
10. Θρόνος Θεοῦ, ἐδείχθης Θεοτόκε, ἐν ᾧ σαρκὶ καθίσας, τοῦ ἀρχαίου ἐξήγειρε πτώματος, τοὺς
ἀνθρώπους ἐν φωναῖς, χαριστηρίοις ὑμνοῦντάς σε.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 121

Τ ριτη - πλ. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
22. Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
23. Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
24. Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
25. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
26. Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
27. Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
28. Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
29. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Τῇ Τρίτῃ
Κοντάκιον τοῦ Τιμίου Προδρόμου
Ἦχος β' Τὰ ἄνω ζητῶν
Προφῆτα Θεοῦ καὶ Πρόδρομε τῆς χάριτος, τὴν κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον ἐκ τῆς
γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις
τὴν μετάνοιαν.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

122 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί
μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς
γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας
ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μικρή Συναπτή
30. Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
31. Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
32. Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
33. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Τῇ Τρίτῃ
Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις
Τὸν Πρόδρομον Ἰωάννην,καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, τὸν ἐν Προφήταις Προφήτην, καὶ τῆς
ἐρήμου τὸ θρέμμα, τῆς Ἐλισάβετ τὸν γόνον, ἀνευφημήσωμεν πάντες.

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε το κάτωθι)

Θεοτοκίον ὅμοιον
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε
Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 123

Τ ριτη - πλ. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν υπάρχουν αίνοι στο Μηναίο)

(το Πάσα πνοή στον ήχο των στιχηρών)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει
ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου)

1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.

2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.

(Δόξα... Και νυν... του Μηναίου)

124 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)

Ψαλμὸς ρμη΄ (148)

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει
ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
 Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν.
 Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
 Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
 Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
 Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
 Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι
ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
 Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
 Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ΄ (149)

 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ
αὐτῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
 Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
 Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ρν΄ (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 125

Τ ριτη - πλ. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία,

η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μεγάλη
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν
μεγάλην σου δόξαν.
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ
ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄).
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄).
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
 Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.

(Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

126 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν
μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ
Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 127

Τ ριτη - πλ. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ

Κατανυκτικὰ
Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ
τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, καὶ παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τήν συγχώρησιν ἀεί,
παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν
πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν
κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς
ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεὸς καὶ ἐλέησόν με.
Μαρτυρικὸν
στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν
κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν,
πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν
ψυχῶν ἡμῶν.

Δόξα... καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι.)

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε,
ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ
πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς
ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε
ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ
ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του
Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και
εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο.

Εἰς τὸ τέλος τοῦ Ὄρθρου Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε
ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος β΄
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν
κόλποις, τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον Ἦχος γ΄

128 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς
σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος δ΄
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες, Σὺ εἶ ἡ βᾶτος, ἐν ἢ ἀφλέκτως Μωσής, κατεῖδεν ὡς φλόγα,
τὸ πὺρ τῆς θεότητος.
Θεοτοκίον Ἦχος πλ. α΄
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥύσαι λαόν σου συνήθως, κραυγάζοντά
σοὶ ἐκτενῶς, Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί, Χαῖρε ἀειπάρθενε.
Θεοτοκίον Ἦχος πλ. β΄
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε,
ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Θεοτοκίον Ἦχος Βαρὺς
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν τῶν βοώντων σοί, Ἐλεῆμον Κύριε
δόξα σοί.
Θεοτοκίον Ἦχος πλ. δ΄
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ σου
καὶ Θεῷ ἡμῶν.

2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της
εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου

Ἦχος β΄
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης
γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν
κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν
φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα
ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἀδύτου φωτὸς νεφέλη ...
3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή
στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἕκαστος ὅπου σώζεται...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς
ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 129

Τ ριτη - πλ. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)

στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)

στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα
ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

130 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ριτη - πλ. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)

στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ

1. Το απολυτίκιο που είπαμε στον Όρθρο.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Δόξα... Κοντάκιον τοῦ Τιμίου Προδρόμου

Ἦχος β' Τὰ ἄνω ζητῶν
Προφῆτα Θεοῦ καὶ Πρόδρομε τῆς χάριτος, τὴν κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον ἐκ τῆς
γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις
τὴν μετάνοιαν.

4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών».

Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου

Ἦχος β΄
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ
παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα
ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

(εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε
Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου)

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος βαρύς Ψαλμὸς ρια΄ (111)
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια

 Μακάριος ἀνὴρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
 Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.
 Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
 Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
 Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· ὅτι εἰς τὸν
αἰῶνα οὐ σαλευθήσεται,
 Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος· ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία
αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον.
 Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ·
 Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 131

Τ ριτη - πλ. Β΄ Η χοσ

κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.

 Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία
ἁμαρτωλοῦ ἀπολεῖται.

132 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον
εσπερινό, ψάλλονται
α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη
τριάδα) και
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν
είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι
επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού.

3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ.
Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
 Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
 Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
 Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
 Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
 Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
 Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
 Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
 Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
 Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
 Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
 Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 111
Τ ε ταρτη - πλ. Β΄ Η χοσ

 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

 Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
 Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικά.

Ἡ ἀπεγνωσμένη
1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ὁ Θεὸς ὁ θέλων σωθῆναι πάντας, ἐπίβλεψον ἴδε τὴν προσευχήν μου, καὶ μή μου τὰ
δάκρυα, ὡς μάταια ἀπώσῃ· τίς γὰρ προσῆλθέ σοι προσπίπτων, καὶ εὐθὺς οὐκ ἐσώθη; τίς δὲ
ἐβόησε θερμῶς σοι, καὶ εὐθὺς οὐκ ἠκούσθη; καὶ γὰρ Δέσποτα ταχὺς εὑρίσκῃ, εἰς σωτηρίαν πᾶσι
τοῖς αἰτοῦσί σε, ἐκ πίστεως τὸ μέγα σου ἔλεος.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τὸν ταῖς ἁμαρτίαις καταποθέντα, καὶ φιληδονίαις καταρραγέντα, ἀνάστησον
Εὔσπλαγχνε, τῇ σῇ φιλανθρωπίᾳ· μή με ἐπίχαρμα δαιμόνων, συγχωρήσῃς γενέσθαι, μηδὲ
ἀνάξιον ἐάσῃς, τῶν φρικτῶν σου μυστηρίων· ἀλλὰ πρόσδεξαι ὡς ἐλεήμων, πρὸ τῆς ἐξόδου
στεναγμούς μου καὶ δάκρυα, καὶ τῶν παθῶν με ἐλευθέρωσον.
(ή στιχηρό από το Μηναίο)

Ἔτερα Στιχηρὰ,τῆς Θεοτόκου.

Ὅλην ἀποθέμενοι
3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὁ γάμος ηὐτρέπισται, τοῦ οὐρανίου Νυμφίου, οἱ κήρυκες κράζουσι· τί βραδύνεις μέλαινα,
ἑκουσίως ψυχὴ; ῥυπαρὰ πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείαις τὰ ἱμάτια, καὶ πῶς
ταλαίπωρε, μέλλεις εἰσελθεῖν, δεῦρο πρόσπεσον, πρὸ τέλους ἐκ καρδίας σου, τῇ Ἀειπαρθένῳ
κραυγάζουσα. Ὑσσώπῳ πρεσβείας, ῥαντίσασα καθάρισον Ἁγνή, καὶ τοῦ νυμφῶνος ἀξίωσον,
ὅπως μεγαλύνω σε.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

(Από το Μηναίο.)

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον
Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς·
διὸ ὁ κόσμος σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Τρίτῃ ἑσπέρας
Ἦχος α΄. Ψαλμὸς κβ΄ (22).
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 113

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ
Στιχηρὰ Σταυρώσιμα
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ' αὐτῷ πεποιθότες,
σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ
δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς
λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον
ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους
ὑπέμειναν· πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὃ ὁρῶ, μυστήριον

Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Θεοτόκια ἀπολυτίκια
Σταυροθεοτοκίον Ἦχος α΄
Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν
ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες
εὐσεβῶς μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος β΄
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ
Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς
ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες
δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον.
Σταυροθεοτοκίον Ἦχος γ΄
Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ
καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.
Σταυροθεοτοκίον Ἦχος δ΄
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν,
ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα
μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.
Σταυροθεοτοκίον Ἦχος πλ. α΄
Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν
δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ
εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος πλ. β΄
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν
κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος Βαρὺς
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος,
ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος πλ. δ΄
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα,
ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου
φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων.

Ἀπολυτίκιον τοῦ Σταυροῦ

Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα... Καὶ νῦν... ΣταυροΘεοτοκίον

Οἱ τὴν σὴν προστασίαν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 115

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών,

επειδή στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις...

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

Ορθροσ
ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ
(Το Θεός Κύριος στον ήχο του απολυτικίου)
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Σταυροθεοτοκίον Ἦχος α΄
Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν
ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες
εὐσεβῶς μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος β΄
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ
Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς
ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες
δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον.
Σταυροθεοτοκίον Ἦχος γ΄
Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ
καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.
Σταυροθεοτοκίον Ἦχος δ΄
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν,
ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα
μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.
Σταυροθεοτοκίον Ἦχος πλ. α΄
Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν
δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ
εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος πλ. β΄
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν
κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος Βαρὺς
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος,
ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος πλ. δ΄
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα,
ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου
φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.
Ἀπολυτίκιον τοῦ Σταυροῦ
Ἦχος α΄

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 117

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Σῶσον, Κύριε, τὸν λαόν σου...
Καὶ νῦν... Σταυροθεοτοκίον
Οἱ τὴν σὴν προστασίαν...

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.
Ἀπολυτίκιον εἰς ἀπόστολον
Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα...
Ἀπόστολε ἅγιε...
Καὶ νῦν... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τοῦ προφήτου σου...
Καὶ νῦν... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις...

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α΄ Στιχολογίαν
Σταυρώσιμα
Ἦχος πλ. β'
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ, τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου
Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ. Ἐδειξας ἡμῖν τὸ σωτήριόν σου ἅγιε, καὶ
δοξολογοῦμέν σε Υἱὲ Θεοῦ· ἐλέησον ἡμᾶς.

στιχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι
ἅγιός ἐστι.
Κύριε κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων· οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ
πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν· καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι
προσήνεγκαν· ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ· Χριστὲ ὁ
Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἡ σὲ κυήσασα Χριστέ, ἀειπάρθενος Κόρη, ἐν τῷ Σταυρῷ σὲ δι' ἡμᾶς ὑψωθέντα ὁρῶσα,
ἐτέτρωτο λύπης ῥομφαίᾳ τὴν ψυχήν, καὶ ἔκλαιε θρηνῳδοῦσα μητρικῶς. Αὐτῆς ταῖς
παρακλήσεσιν, ἐλέησον ἡμᾶς, Κύριε τοῦ ἐλέους.

Μετὰ τὴν β΄ Στιχολογίαν

Σταυρώσιμα
Σήμερον τὸ προφητικὸν, πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ
ἔστησαν οἱ πόδες σου Κύριε· καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν
ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη
Τ ε ταρτη - πλ. Β΄ Η χοσ

στιχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν
ἁμαρτίαις· δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθή
Ἐν ξύλῳ βλέπουσα νεκρόν, κρεμάμενον ἡ Παρθένος, Θεόν ὃν ἔτεκε σαρκί, θρηνῳδοῦσα
ἐβόα· Τὴν ἄφατον μακροθυμίαν σου Υἱὲ, ἐκπλήττομαι· πῶς ὡς κατάκριτον Σταυρῷ,
προσήλωσαν οἱ ἄνομοι, τὸν δίκαιον Κριτήν, καὶ μόνον σε Δεσπότην;

Μετὰ τὴν γ΄ Στιχολογίαν

Σταυρώσιμον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Τὸ ξύλον ἤνεγκε φθοράν, ἐν Ἐδὲμ τῷ γενάρχῃ· Σταυροῦ δὲ ξύλον τὴν ζωήν, ἤνθησεν ἐν
Κρανίῳ· πεπάτηται καὶ γὰρ κακία τοῦ ἐχθροῦ· ἠλέηται τῇ προσηλώσει τοῦ Χριστοῦ, καὶ εὗρε
τὸν Παράδεισον, κραυγάζων ὁ Ἀδάμ· Ὦ ξύλον εὐλογημένον.
Μαρτυρικὸν
στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ.
Ἀθλητικὸν ἀγῶνα, ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης, παρὰ σοῦ
κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο τοὺς στεφάνους τῆς
ἀφθαρσίας. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... καὶ νῦν... Σταυροθεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν
κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 119

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α΄ - Κανὼν Σταυρώσιμος

Ὁ Εἱρμὸς
1. »Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν
ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Σὺ τὰς παλάμας ἁπλώσας ἐπὶ Σταυροῦ, ἠγκαλίσω Δέσποτα, ἀπωσθέντας τοὺς βροτούς, καὶ
τῷ σῷ προσήγαγες Πατρί, ὡς Υἱὸς ἀγαπητός, καὶ ὁμοούσιος.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Ὥσπερ ἀμνὸς ἀνηρτήθης ἐπὶ Σταυροῦ, τὸ σὸν Λόγε πρόβατον, ἐκζητῶν τὸ πλανηθέν, καὶ
εὑρὼν συνέταξας αὐτό, ἀπλανέσιν Ἰησοῦ· δόξα τῷ κράτει σου.
Μαρτυρικὰ
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
4. Ζωὴν ποθοῦντες τὴν ἄνω οἱ εὐκλεεῖς, ἀθλοφόροι Μάρτυρες, ἐνεκρώθησαν ἐν γῇ,
ὑποστάντες βάσανα πολλά, καὶ ποικίλους πειρασμούς, οἱ ἀξιάγαστοι.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

5. Ἐπὶ βημάτων ἀδίκων διὰ Χριστόν, τὸν ἐν πᾶσι δίκαιον, παρεστῶτες Ἀθληταί, κρίσιν
πᾶσαν ἄδικον ὑμᾶς, δικαιοῦσαν ἐν Θεῷ, καθυπεμείνατε.
Σταυροθεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Ἵνα ἀπάθειαν πᾶσι τοῖς ἐξ Ἀδάμ, προξενήσῃς Δέσποτα, πάθος φέρεις ἐν Σταυρῷ, καὶ
ὁρῶσα σείεται ἡ γῆ, θρηνῳδοῦσα μητρικῶς, ἐβόας Δέσποινα.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α΄ - Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
7. Ἐκ πονηρᾶς συμβουλίας τοῦ δυσμενοῦς, ἡ προμήτωρ θάνατον, ἐπεισῆξεν· ἀλλ' αὐτή, τὴν
ζωὴν κυήσασα Ἁγνή, νεκρωθέντας τῇ φθορᾷ, ἡμᾶς ἐζώωσας.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

8. Ἐκ πονηρᾶς συμβουλίας τοῦ δυσμενοῦς...

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

9. Καὶ λογισμοῖς ὀλισθαίνων καὶ μολυσμοῖς, σαρκικοῖς σπιλούμενος, ἐπὶ σὲ τὴν καθαράν,
ἀληθῶς καὶ ἄσπιλον Ἁγνήν, καταφεύγω· Βοηθός, γενοῦ τῷ δούλῳ σου.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

10. Τὰ τῆς καρδίας μου πάθη τὰ χαλεπά, Θεοτόκε ἴασαι· τῶν ἀστάτων λογισμῶν, τὸ δεινὸν
κλυδώνιον τῇ σῇ, μεσιτείᾳ πρὸς Θεόν, κόπασον Δέσποινα.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ᾨδὴ α΄ - Κανὼν Σταυρώσιμος

Ὁ Εἱρμὸς
1. »Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ
στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Σταυρὸς ἐπήγνυτο ἐν γῇ, καὶ κατέστραπτο πλάνη, καὶ ἐσείετο κτίσις, καὶ καρδίαι
στηριγμόν, σεσαλευμέναι ἐχθροῦ, ἐπηρείᾳ, πίστιν ὑπεδέχοντο.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Μανεὶς ὁ ἄδικος λαός, σὲ τὸν δίκαιον μόνον, κατακρίνει θανάτῳ, δικαιοῦντα τοὺς βροτούς,
καὶ ἐξ ἀδίκου χειρός, τοῦ δολίου, τούτους ἐξαιρούμενον.
Μαρτυρικὰ
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
4. Ἐκίνει πᾶσαν ἑαυτοῦ, τὴν κακίαν ὁ πλάνος, τοῖς Ἁγίοις παλαίων, ἀλλ' ἡττᾶτο καθορῶν,
ἀταπεινώτους αὐτούς, καὶ τῆς θείας, κοινωνοὺς λαμπρότητος.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

5. Σωμάτων ὥρα ταῖς σφοδραῖς, ἠλλοιοῦτο αἰκίαις, ἀλλ' ἐπέλαμπε μᾶλλον, ἡ φαιδρότης τῆς
ψυχῆς, τῶν Ἀθλοφόρων Χριστοῦ, ἐνεργείᾳ, τοῦ ἁγίου Πνεύματος.
Σταυροθεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Ὡραῖον κάλλει σὲ Υἱέ, ὑπὲρ πάντας ἀνθρώπους, ἐν τῷ τίκτειν ἐπέγνων· καὶ πῶς
σταυρούμενος νῦν, κάλλος οὐκ ἔχεις Χριστὲ; ἡ Παρθένος, ἔλεγε δακρύουσα.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α΄ - Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
7. Ὁ μόνος φύσει συμπαθής, ὁ τὸ αἷμά σου Λόγε, διὰ σπλάγχνα ἐλέους, δι' ἐμὲ ἐπὶ Σταυροῦ,
κενώσας διὰ τῆς σέ, κυησάσης, οἴκτειρον καὶ σῶσόν με.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

8. Ὁ μόνος φύσει συμπαθής...

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

9. Ναὸς γενόμενος Θεοῦ, τῷ άχράντῳ σου τόκῳ, ἑκουσίως εἰς πάθη, ὠλίσθησα χαλεπά· διό σε
Θεοῦ ναέ, ἱκετεύω· Δέσποινα βοήθει μοι.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

10. Παστὰς Κυρίου ἐκλεκτή, οὐρανίου παστάδος, ποίησον κληρονόμον, τὸν τῇ θείᾳ σκέπῃ σου,
ὡς ἐν παστάδι σεπτῇ, καθ' ἑκάστην, πόθῳ σε γεραίροντα.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 121

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Tῇ Τετάρτη
Κοντάκιον τοῦ Σταυροῦ
Αὐτόμελον Ἦχος δ΄
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου
δώρησαι, Χριστὲ ὁ Θεὸς· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον
τρόπαιον.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

122 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ
σωτήρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Tῇ Τετάρτη
Ἦχος β΄ Τῶν Μαθητῶν ὁρώντων σε
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός,
Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν
δαιμόνων τὸ τραῦμα.

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε το κάτωθι)

Σταυροθεοτοκίον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι!
γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 123

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν υπάρχουν αίνοι στο Μηναίο)

(το Πάσα πνοή στον ήχο των στιχηρών)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου)

1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.

2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

(Από το Μηναίο)

124 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)

Ψαλμὸς ρμη΄ (148)

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ
Θεῷ.
 Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
 Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν.
 Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
 Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
 Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
 Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
 Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι
ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
 Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
 Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ΄ (149)

 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ
αὐτῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
 Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
 Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις
σιδηραῖς.
 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ρν΄ (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 125

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία,

η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μεγάλη
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ
καὶ ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄).
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄).
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
 Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.

(Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

126 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ,
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 127

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ

Σταυρώσιμα
Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε,
τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.

στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν
πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν
κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας
καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ
προσπαγέντος Χριστοῦ.
Μαρτυρικὸν
στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν
κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μνήμη Μαρτύρων ἀγαλλίαμα, τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ
Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο· καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπερ τῶν
ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα θρηνῳδοῦσα μητρικῶς· Υἱέ μου
καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν
τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του
Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα...,
και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο.

Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια

Σταυροθεοτοκίον Ἦχος α΄
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε, Νύμφη
ἀνύμφευτε.
Σταυροθεοτοκίον Ἦχος β΄
Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Χαῖρε, ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας
ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Σταυροθεοτοκίον Ἦχος γ΄

128 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

Καταφυγὴ καὶ δύναμις ἡμῶν, Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις
σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Σταυροθεοτοκίον Ἦχος δ΄
Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος καὶ πύλας
τοῦ ἄδου συνέτριψεν.
Σταυροθεοτοκίον Ἦχος πλ. α΄
Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας,
ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον Ἦχος πλ. β΄
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ'
ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ
ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Σταυροθεοτοκίον Ἦχος Βαρὺς
Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ
ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.
Σταυροθεοτοκίον Ἦχος πλ. δ΄
Ὁ καρπὸς τῆς κοιλίας σου, Ἄχραντε, τῶν προφητῶν ὑπάρχει καὶ τοῦ νόμου τὸ πλήρωμα·
διὸ σὲ Θεοτόκον ἐν ἐπιγνώσει δοξάζοντες εὐσεβῶς μεγαλύνομεν.

2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἀπολυτίκιον τοῦ Σταυροῦ

Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Ἄχραντε Θεοτόκε...

3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 129

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)

στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)

στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ

περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

130 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)

στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ

1. Το απολυτίκιο που είπαμε στον Όρθρο.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Δόξα... Κοντάκιον τοῦ Σταυροῦ

Αὐτόμελον Ἦχος δ΄
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου
δώρησαι, Χριστὲ ὁ Θεὸς· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον
τρόπαιον.
4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών».
Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου
Ἦχος β΄
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ
παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα
ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
(εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε
Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου)

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος δ΄ Ψαλμὸς ριε΄ (115)
Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούια

 Ἐπίτευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.
 Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;
 Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
 Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
 Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς
δεσμούς μου,
 Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 131

Τ ε ταρτη - πλ. Β΄ Η χοσ

 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου
Κυρίου, ἐν μέσῳ σου, ῾Ιερουσαλήμ.

132 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον
εσπερινό, ψάλλονται
α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη
τριάδα) και
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν
είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι
επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού.

3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ.
Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
 Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
 Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
 Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
 Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
 Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
 Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
 Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
 Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
 Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
 Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
 Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 111
Π ε μπτη - π. Β΄ Η χοσ

 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

 Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
 Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Ἀποστολικά

Ὅλην ἀποθέμενοι
1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Δύναμιν οὐράνιον, τοῦ Παρακλήτου λαβόντες, τῶν ἐχθρῶν τὰς φάλαγγας, οἱ Χριστοῦ
Ἀπόστολοι, ἐτροπώσαντο· βασιλεῖς ἤλεγξαν, καὶ σοφοὺς ᾔσχυναν, ἰδιῶται καὶ ἀγράμματοι,
γυμνοὶ καὶ ἄοπλοι, εὐαγγελικῶς παρετάξαντο· τῷ λόγῳ δὲ τῆς χάριτος, τὰς τερατουργίας
εἰργάσαντο· καὶ οὕτω τὰ ἔθνη, ὑπήκοα ποιούμενοι Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Σὲ ἐπιποθήσαντες, οἱ εὐκλεεῖς Μαθηταί σου, καὶ ἀπαρνησάμενοι, ἑαυτοὺς προθύμως σοι,
ἠκολούθησαν· καὶ Σταυρὸν ἄραντες, σοῦ αὐτοῦ ὀπίσω, πειθαρχοῦντες τῇ προστάξει σου, τὴν
γῆν κατέλιπον, καὶ τοὺς οὐρανοὺς ἐκληρώσαντο, τὰ ἔθνη ἐπιστρέφοντες, εἰς τὴν ἀληθῆ σου
ἐπίγνωσιν· καὶ νῦν διὰ πάντων, ὑπήκοοι γενόμενοι ἀεί, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
(ή στιχηρό από το Μηναίο)

Ἔτερα Στιχηρὰ, τοῦ ἁγίου Νικολάου

Τριήμερος ἀνέστης Χριστέ
3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Νικόλαε μακάριε προσπίπτοντά βοήθησον, δέομαί σου καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς
ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν Φωτοδότην καὶ Οἰκτίρμονα.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο.)

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον
Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς·
διὸ ὁ κόσμος σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Τετάρτη ἑσπέρας
Ἦχος πλ. α΄. Ψαλμὸς νγ΄ (53).
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 113

Π ε μπτη - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ
Στιχηρὰ Ἀποστολικά
Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων· Διδάσκαλε, σῶσον ἡμᾶς,
ἀπολλύμεθα· καὶ νῦν ἡμεῖς κραυγάζομεν· Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἐκ τῶν
ἀναγκῶν, ἡμῶν δεόμεθα.

στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ
δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ
ὕψος τῆς Βασιλείας διὰ δογμάτων· καὶ τῇ μὲν τέχνῃ, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν τῇ δὲ
πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῷ κόσμῳ ἐκήρυξαν τὸν ἄχρονον Υἱόν
σου· αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον
ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν
προκείμενον θάνατον, ἀλλὰ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ
ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν·

Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν υπάρχουν δύο άγιοι με δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και
νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν
Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον Ἦχος β΄
Θείας γεγόναμεν κοινωνοὶ φύσεως διὰ σοῦ, Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν
σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος γ΄
Προφῆται προεκήρυξαν, ἀπόστολοι ἐδίδαξαν, μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς
ἐπιστεύσαμεν Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν τὸν τόκον σου τὸν
ἄφραστον.
Θεοτοκίον Ἦχος δ΄
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε
Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σέ ἀνυμνοῦντες μεγαλύνομεν.
Θεοτοκίον Ἦχος πλ. α΄
Τὸ ξένον τῆς Παρθένου μυστήριον τῶ κόσμω ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθης
ἄνευ σπορᾶς καὶ σαρκὶ ἀνεδείχθης δίχα φθοράς· ἡ πάντων χαρά, Κύριε, δόξασοι.
Θεοτοκίον Ἦχος πλ. β΄
Ἁγία Δέσποινα, ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως
τεκοῦσα, ἱκέτευε σὺν ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς
λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.
Θεοτοκίον Ἦχος Βαρὺς
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα·
διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος πλ. δ΄
Ἠ νοητὴ πύλη τῆς ζωῆς, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς λύτρωσαι τῶν
κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων.

Ἦχος γ΄
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.

Δόξα... Ἦχος δ΄
Κανόνα πίστεως καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ανέδειξέ σε τῇ ποίμνῃ
σου ἡ τῶν πραγμάτων ἀλήθεια· διά τοὺτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ
πλούσια, πάτερ ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 115

Π ε μπτη - π. Β΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών,

επειδή στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Προφῆται προεκήρυξαν...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν..

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

Ορθροσ
ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ
(Το Θεός Κύριος στον ήχο του απολυτικίου)
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν
Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον Ἦχος β΄
Θείας γεγόναμεν κοινωνοὶ φύσεως διὰ σοῦ, Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν
σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος γ΄
Προφῆται προεκήρυξαν, ἀπόστολοι ἐδίδαξαν, μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς
ἐπιστεύσαμεν Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν τὸν τόκον σου τὸν
ἄφραστον.
Θεοτοκίον Ἦχος δ΄
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε
Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σέ ἀνυμνοῦντες μεγαλύνομεν.
Θεοτοκίον Ἦχος πλ. α΄
Τὸ ξένον τῆς Παρθένου μυστήριον τῶ κόσμω ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθης
ἄνευ σπορᾶς καὶ σαρκὶ ἀνεδείχθης δίχα φθοράς· ἡ πάντων χαρά, Κύριε, δόξασοι.
Θεοτοκίον Ἦχος πλ. β΄
Ἁγία Δέσποινα, ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως
τεκοῦσα, ἱκέτευε σὺν ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς
λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.
Θεοτοκίον Ἦχος Βαρὺς
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα·
διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος πλ. δ΄
Ἠ νοητὴ πύλη τῆς ζωῆς, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς λύτρωσαι τῶν
κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἦχος γ΄
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 117

Π ε μπτη - π. Β΄ Η χοσ

Δόξα... Ἦχος δ΄
Κανόνα πίστεως καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ανέδειξέ σε τῇ ποίμνῃ
σου ἡ τῶν πραγμάτων ἀλήθεια· διά τοὺτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ
πλούσια, πάτερ ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν...

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Προφῆται προεκήρυξαν...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν..

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ Στιχολογίαν

Ἀποστολικὰ
Ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ'
ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
στιχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
αὐτῶν.
Ὡς φῶς σταλέντες ἐπὶ γῆς, ἐφωτίσατε πάντας, σοφοῖς διδάγμασιν ὑμῶν, καὶ ἐν δόγμασι
θείοις, διώξαντες πολυθεΐας σκοτασμόν, καὶ λάμψαντες τὸν τῆς Τριάδος φωτισμόν, καὶ
σώσαντες λαοὺς πολλούς, ἐκ πλάνης ἀφεγγοῦς, Ἀπόστολοι τοῦ Σωτῆρος.
Δόξα... καὶ νῦν ... Θεοτοκίον
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ
ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν
Χριστιανῶν.

Μετα τὴν β΄ Στιχολογίαν

Ἀποστολικὰ
Τῶν Ἀποστόλων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ
ἀγάλλεται ἡ οἰκουμένη· διὸ δίδου ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

στιχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Ἡ δωδεκὰς τῶν Ἀποστόλων Κύριε, δωδεκάπυρσος ὡς ἥλιος, ὤφθη τῇ γῇ· δι' αὐτῶν γὰρ
ἐμάρανας πλάνης τὴν βλάβην, δι' αὐτῶν καταυγάζεις ψυχάς, τῶν σῶν δούλων· δι' ὧν καὶ ἡμᾶς
118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη
Π ε μπτη - π. Β΄ Η χοσ

σῶσον εὔσπλαγχνε.
Δόξα... καὶ νῦν ... Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Ἁγία Δέσποινα ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων Ποιητήν, ἀπορρήτως
τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς
λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Μετὰ τὴν γ΄ Στιχολογίαν

Ἀποστολικόν
Τῇ σαγήνῃ τῆς ἐνθέου πίστεως, τὰς διπλόας ἀνατρέψαντες οἱ ἁλιεῖς, ἐκ βυθοῦ
ματαιότητος εἵλκυσαν πάντας, καὶ παρέσχον αὐτοὺς τῷ Θεῷ εὐσεβοῦντας, καὶ τοῦτον ἀεὶ
μεγαλύνοντας.
Μαρτυρικὸν
στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ.
Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ
ἀγάλλεται πᾶσα ἡ κτίσις· διὸ παράσχου ἡμῖν τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα... καὶ νῦν ... Θεοτοκίον
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη
ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 119

Π ε μπτη - π. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α΄ - Κανὼν τῶν ἁγίων Ἀποστόλων

Ὁ Εἱρμὸς
1. »Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν
ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

2. »Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ...

Τροπάρια
στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
3. Φῶς πεφυκότες τοῦ κόσμου φωτιστικαῖς, Θεηγόροι λάμψεσι, καταυγάσατε ἡμᾶς, καὶ παθῶν
λυτρώσατε νυκτός, καὶ ὁμίχλης πειρασμῶν, θεομακάριστοι.

στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

4. Ἄρχοντας γῆν ἐπὶ πᾶσαν Πνεῦμα ὑμᾶς, τὸ σεπτὸν κατέστησε, τοῦ Κυρίου Μαθηταί· τοῦ
ἀέρος ἄρχοντας· διό, ἐτροπώσασθε πιστούς, ἐκλυτρωσάμενοι.

στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

5. Ἐκ τοῦ πυρὸς τοῦ ἀΰλου ὡς φωταυγεῖς, ἀναφθέντες ἄνθρακες, τὰ ὑλώδη μου Σοφοί, πάθη
καταφλέξατε πρὸς φῶς, ἀπαθείας καὶ ζωῆς, καθοδηγοῦντές με.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Τῶν Ἀποστόλων πρεσβείαις καὶ Προφητῶν, καὶ Μαρτύρων Κύριε Ἰησοῦ παμβασιλεῦ, καὶ
τῆς κυησάσης σε Ἁγνῆς, κατοικτείρησον λαόν, ἡμαρτηκότα σοι.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α΄ - Κανὼν τοῦ ἁγίου Νικολάου

Ὁ αἰσθητὸς Φαραώ,
στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
7. Ἐν οὐρανοῖς κατοικῶν, χαρμονικῶς Πάτερ σοφέ, ἐπὶ γῆς τῶν ἐν πίστει, συμφώνως
ἀνυμνούντων σε, πᾶσαν λύπην καρδίας, πονηρὰν διασκέδασον, τῇ μεσιτείᾳ σου.

στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

8. Κατὰ παθῶν βλαβερῶν, κατὰ ἐχθρῶν φθοροποιῶν, κατὰ πάσης τοῦ πλάνου, κακίας νῦν
ἐνίσχυσον, τοὺς τῇ σκέπῃ σου πάτερ, τῇ ἁγίᾳ Νικόλαε, πίστει προστρέχοντας.

στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

9. Τραυματισθέντας ἡμᾶς, ὑπ' ἀοράτων τοξευτῶν, τῇ μοτώσει τῆς σῆς, Νικόλαε πρεσβείας,
περιποίησαι ὅπως, ὑγιῶς βηματίζωμεν, τὰς τοῦ Κυρίου ὁδούς.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Ὁ συνυπάρχων Πατρί, ὁ συναΐδιος Υἱός, ἐπ' ἐσχάτων βουληθείς, κατῴκησε τὴν μήτραν
σου, εἰς ἡμῶν Θεοτόκε, τῶν πιστῶν ἀναγέννησιν· ὅθεν ὑμνοῦμέν σε.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν τῶν ἁγίων Ἀποστόλων

Ὁ Εἱρμὸς
1. »Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ
στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

2. »Οὐκ ἔστιν ἅγιος ὡς σύ...

στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

3. Τὸ θεῖον Πνεῦμα ταῖς ὑμῶν, γλώσσαις ἀναχωνεῦσαν, ἐπελεύσει φρικώδει, συντριβέντας
πρὸς ζωήν, καινοποιεῖ δι' ὑμῶν, τοὺς ἀνθρώπους, ἔνδοξοι Ἀπόστολοι.

στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

4. Ἐν γνώσει Λόγε πλημμελῶν, ποίαν ἔξω συγγνώμην, ἐν ἡμέρᾳ τῆς δίκης; διὰ τοῦτό σοι βοῶ·
Διὰ τῶν σῶν Μαθητῶν, οἴκτειρόν με, τὸν αὐτοκατάκριτον.

στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

5. Οἱ μιμησάμενοι Χριστοῦ, τὰ σωτήρια πάθη, τῆς ψυχῆς μου τὰ πάθη, τὰ χρόνια καὶ δεινά,
ἰάσασθε ἰατροί, πεφυκότες, ἔνδοξοι Ἀπόστολοι.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Ἡμαρτηκότα με Χριστέ, διὰ τῆς Θεοτόκου, καὶ τῶν σῶν Ἀποστόλων, ἐπιστρέψας ὡς Θεός,
ἐλέησον καὶ πυρός, αἰωνίου, Σῶτερ ἐλευθέρωσον.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ γ΄ - Κανὼν τοῦ ἁγίου Νικολάου

Ἐν τῇ στερρᾷ, τῆς πίστεώς σου
στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
7. Νίκην σαφῶς κατὰ τῶν ψυχοφθόρων, ᾖρας παθῶν Νικόλαε παμμάκαρ· ὑφ' ὧν ἡμᾶς
πάντοτε, πορθουμένους χαλεπῶς, σαῖς προσευχαῖς ἀπολύτρωσαι.

στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

8. Μέλη σαρκός, νεκρώσας ἐγκρατείᾳ, πρὸς τὴν ζωήν μετέβης τὴν ἀγήρω· ἣν καὶ ἡμᾶς
πρέσβευε, ἀπολήψεσθαι Σοφέ, χαρμονικῶς εὐφημοῦντάς σε.

στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

9. Ἐπισκοπῶν ἡμᾶς ἐξ οὐρανίου, περιωπῆς μὴ παύσῃ Ἱεράρχα, ἀποσοβῶν ἅπαντα, τὰ τοῦ
βίου δυσχερῆ, σαῖς πρὸς Θεὸν παρακλήσεσι.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Λύσιν ἡμῖν Ἁγνὴ ἁμαρτημάτων, τὸν Λυτρωτήν δοθῆναι ἐκδυσώπει, τὸν σκοτασμὸν
ἅπαντα, τῶν ψυχῶν ἡμῶν ἀεί, ταὶς σαῖς πρεσβείαις σκεδάζουσα.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 121

Π ε μπτη - π. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Τῇ Πέμπτῃ
Κοντάκιον τῶν Ἁγίων Ἀποστόλων
Ἦχος β΄ Αὐτόμελον
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν μαθητῶν σου, Κύριε,
προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν
θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Καί τοῦ Ἁγίου Νικολάου

Ἦχος γ΄ Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις, ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γάρ, ὅσιε, τὸ Εὐαγγέλιον
πληρώσας ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ
τοῦτο ἡγιάσθης ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

122 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ
σωτήρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια
Τῇ Πέμπτῃ
Ἦχος β΄ Γυναῖκες, ἀκουτίσθητε
Εἰς πᾶσαν τὴν ὑφήλιον, δραμόντες ἐκηρύξατε, τὴν τοῦ Χριστοῦ ἐκ Παρθένου, ἁγίαν
σάρκωσιν ὄντως, ἐκ πλάνης ἐπιστρέφοντες, τὰ ἔθνη καὶ φωτίζοντες, καὶ πάντας ἐκδιδάσκοντες,
Τριάδα σέβειν ἁγίαν, Ἀπόστολοι τοῦ Σωτῆρος.
Ὅμοιον
Τὸν μέγαν ἀρχιποίμενα, καὶ ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον
εὐφημοῦμεν· πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνῄσκειν μέλλοντας, καὶ Βασιλεῖ ὀπτάνεται,
σὺν Ἀβλαβίῳ κατ' ὄναρ, λύων τὴν ἄδικον ψῆφον.

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε το κάτωθι)
Θεοτοκίον Ὅμοιον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη,
ἐν ᾦ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη,
ἀνέδειξε Θεοτόκον.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 123

Π ε μπτη - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν υπάρχουν αίνοι στο Μηναίο)

(το Πάσα πνοή στον ήχο των στιχηρών)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου)

1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.

2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.

(Δόξα... Και νυν... του Μηναίου)

124 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)

Ψαλμὸς ρμη΄ (148)

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ
Θεῷ.
 Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
 Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν.
 Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
 Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
 Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
 Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
 Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι
ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
 Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
 Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ΄ (149)

 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ
αὐτῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
 Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
 Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις
σιδηραῖς.
 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ρν΄ (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 125

Π ε μπτη - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία,

η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μεγάλη
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ
καὶ ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄).
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄).
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
 Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.

(Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

126 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ,
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 127

Π ε μπτη - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ

Ἀποστολικὰ
Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων· Διδάσκαλε σῶσον ἡμᾶς,
ἀπολλύμεθα· καὶ νῦν ἡμεῖς κραυγάζομεν· Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἐκ τῶν
ἀναγκῶν, ἡμῶν δεόμεθα.

στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν
πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν
κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ
ὕψος τῆς Βασιλείας διὰ δογμάτων· καὶ τῇ μὲν τέχνῃ, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τῇ δὲ
πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῷ κόσμῳ ἐκήρυξαν τὸν ἄχρονον Υἱόν
σου, αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν
κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τοὺς Ἁγίους ἐθαυμάστωσε, καὶ Ἁγίας ὁ Θεὸς ἡμῶν· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες
οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν,
καὶ ἡμῶν μὴ ἐπιλάθησθε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Τριήμερος ἀνέστης Χριστὲ

Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε θεομῆτορ σεμνή, ἠξιώθης ὅτι ἔτεκες σαρκί, τὸν ἕνα
τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν
τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του
Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα...,
και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο.

Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Τὸν ἀμήτορα ἐν οὐρανῷ ὑπὲρ ἔννοιαν καὶ ἀκοήν ἐπὶ γῆς ἀπάτορα ἔτεκες· αὐτὸν,
Θεοτόκε, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

128 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

Θεοτοκίον Ἦχος β΄
Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Χαῖρε, ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν
κόλποις τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον Ἦχος γ΄
Ἕκαστος, ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει· καὶ ποία ἄλλη τοιαύτη καταφυγή,
ὡς σὺ, Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν;
Θεοτοκίον Ἦχος δ΄
Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες,
Θεοτόκε, δωρεὰν, αἰτούμέν σε, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος πλ. α΄
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥύσαι λαόν σου συνήθως κραυγάζοντά
σοὶ ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί· Χαῖρε, ἀειπάρθενε.
Θεοτοκίον Ἦχος πλ. β΄
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σὺ ἠξιώθης, ὅτι ἔτεκες σαρκί τὸν ἕνα τῆς
Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος Βαρὺς
Ὁ καρπὸς τῆς γαστρός σου Θεονύμφε, τοὶς ἀνθρώποις ἐδείχθη σωτηρίας πρόξενος· διὸ σὲ
Θεοτόκον, γνώμη καὶ γλώσση δοξάζοντες, οἱ πιστοὶ μεγαλύνομεν.
Θεοτοκίον Ἦχος πλ. δ΄
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά τῶ Υἱῶ
σου καὶ Θεῷ ἡμῶν.

2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἦχος γ΄
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.

Δόξα... Ἦχος δ΄
Κανόνα πίστεως καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ανέδειξέ σε τῇ ποίμνῃ
σου ἡ τῶν πραγμάτων ἀλήθεια· διά τοὺτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ
πλούσια, πάτερ ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα...
3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή
στερούνται δοξαστικού.
Ἀπολυτίκιον εἰς ἀπόστολον
Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἕκαστος ὅπου σώζεται...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ μεγαλύνομεν, Θεοτόκε...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 129

Π ε μπτη - π. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)

στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)

στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ

περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

130 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π ε μπτη - π. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)

στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ

1. Το απολυτίκιο που είπαμε στον Όρθρο.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Κοντάκιον τῶν Ἁγίων Ἀποστόλων

Ἦχος β΄ Αὐτόμελον
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν μαθητῶν σου, Κύριε,
προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν
θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Δόξα... τοῦ Ἁγίου Νικολάου

Ἦχος γ΄ Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις, ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γάρ, ὅσιε, τὸ Εὐαγγέλιον
πληρώσας ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ
τοῦτο ἡγιάσθης ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών».
Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου
Ἦχος β΄
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ
παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα
ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
(εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε
Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου)

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος πλ.δ΄ Ψαλμὸς ιη΄ (18)
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
αὐτῶν. Ἀλληλούια

 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

 Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
 Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·
 Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 131

Π ε μπτη - π. Β΄ Η χοσ

αὐτῶν.
 Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ
αὐτοῦ.
 Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ
κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης
αὐτοῦ.
 Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα
νήπια.
 Τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγής,
φωτίζουσα ὀφθαλμούς.
 Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινά,
δεδικαιωμένα ἐπὶ τὸ αὐτό.
 Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
 Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
 Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι
τοῦ δούλου σου.
 Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας
μεγάλης.
 Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν
σου διὰ παντός.
 Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

132 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον
εσπερινό, ψάλλονται
α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη
τριάδα) και
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν
είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι
επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού.

3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ.
Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

7. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
8. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
9. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
10. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
11. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
12. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
13. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
14. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
15. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

5. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
6. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
7. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
8. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
9. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
10. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
11. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
12. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
13. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
14. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 111

Π αρασκε υη - π. Β΄ Η χοσ

15. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

16. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
17. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Σταυρώσιμα

Τριήμερος ἀνέστης Χριστὲ
1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Μακρόθυμε Φιλάνθρωπε, Θεέ μου Πολυέλεε, καὶ Οἰκτίρμον πῶς ὑπήνεγκας σφαγήν, καὶ
νέκρωσιν ἐν ξύλῳ, ὑπὲρ ἀνθρώπων γένους; δοξολογοῦμέν σου τὸ εὔσπλαγχνον.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη θέλων πάντας ἐκ χειρός,
λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πάντα φέρεις ὑπεράγαθε.
(ή στιχηρό από το Μηναίο)

Ἔτερα Στιχηρὰ τῆς Θεοτόκου

Ἡ ἀπεγνωσμένη
3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Κατακαμπτομένην δυσφορωτάτῳ, βάρει τὴν ψυχήν μου, τῷ τῶν πταισμάτων, καὶ
κατασυγκύπτουσαν, ἀνόρθωσον Παρθένε· σὺ γὰρ τὸν τοὺς κατεῤῥαγμένους, ἀνορθοῦντα
Σωτῆρα, ἔχεις πειθόμενον εὐκόλως, μητρικῇ παῤῥησίᾳ, καὶ διάρρηξον σῇ μεσιτείᾳ, τῆς
ἁμαρτίας τὸ χειρόγραφον δέομαι, διὰ τὸ μέγα σου ἔλεος.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

(Από το Μηναίο.)

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον
Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς·
διὸ ὁ κόσμος σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Πέμπτῃ ἑσπέρας
Ἦχος πλ. β΄. Ψαλμός ρκ΄ (120).
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 113

Π αρασκε υη - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ
Στιχηρὰ Σταυρώσιμα
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες,
σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ
δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς
λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον
ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς
αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν...Σταυροθεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Τριήμερος ἀνέστης Χριστὲ

Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ Μαθητῇ,
καὶ κλαίουσα ἐβόα· Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Θεοτόκια ἀπολυτίκια
Σταυροθεοτοκίον Ἦχος α΄
Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν
ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες
εὐσεβῶς μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος β΄
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ
Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς
ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες
δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον.
Σταυροθεοτοκίον Ἦχος γ΄
Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ
καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.
Σταυροθεοτοκίον Ἦχος δ΄
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν,
ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα
μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.
Σταυροθεοτοκίον Ἦχος πλ. α΄
Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν
δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ
εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος πλ. β΄
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν
κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος Βαρὺς
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος,
ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος πλ. δ΄
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα,
ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου
φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων.

Ἀπολυτίκιον τοῦ Σταυροῦ

Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα... Καὶ νῦν... ΣταυροΘεοτοκίον

Οἱ τὴν σὴν προστασίαν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 115

Π αρασκε υη - π. Β΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών,

επειδή στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις...

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

Ορθροσ
ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ
(Το Θεός Κύριος στον ήχο του απολυτικίου)
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το
απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Σταυροθεοτοκίον Ἦχος α΄
Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν
ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες
εὐσεβῶς μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος β΄
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ
Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς
ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες
δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον.
Σταυροθεοτοκίον Ἦχος γ΄
Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ
καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.
Σταυροθεοτοκίον Ἦχος δ΄
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν,
ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα
μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.
Σταυροθεοτοκίον Ἦχος πλ. α΄
Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν
δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ
εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν.
Σταυροθεοτοκίον Ἦχος πλ. β΄
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν
κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος Βαρὺς
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος,
ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον Ἦχος πλ. δ΄
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα,
ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου
φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἀπολυτίκιον τοῦ Σταυροῦ

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 117

Π αρασκε υη - π. Β΄ Η χοσ

Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Σῶσον, Κύριε, τὸν λαόν σου...
Καὶ νῦν... Σταυροθεοτοκίον
Οἱ τὴν σὴν προστασίαν...

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.
Ἀπολυτίκιον εἰς ἀπόστολον
Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα...
Ἀπόστολε ἅγιε...
Καὶ νῦν... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τοῦ προφήτου σου...
Καὶ νῦν... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις...

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ στιχολογίαν

Σταυρώσιμα
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ, τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου
Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ. Ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ
δοξολογοῦμέν σε Υἱὲ Θεοῦ· ἐλέησον ἡμᾶς.

στιχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι
ἅγιός ἐστι.
Κύριε κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων· οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ
πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν· καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι
προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ· Χριστὲ ὁ
Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Ἡ μόνη ἄμωμος ἀμνάς, Θεοτόκε Παρθένε, τὸν ἐξ αἱμάτων σου ἁγνῶν, σαρκωθέντα
ὁρῶσα, κρεμάμενον ἐθελουσίως ἐν Σταυρῷ, ἐκραύγαζες Κόρη ἐν δάκρυσι πικροῖς· Υἱέ μου
ἀνεξίκακε, ὑμνῶ σου τὴν φρικτήν, πᾶσαν οἰκονομίαν.

Μετα τὴν β΄ Στιχολογίαν

Σταυρώσιμα
118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη
Π αρασκε υη - π. Β΄ Η χοσ

Σήμερον τὸ προφητικόν, πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ
ἔστησαν οἱ πόδες σου Κύριε· καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν
ἐλευθερίας ἐτύχομεν, πρεσβείαις της Θεοτόκου μόνε φιλάνθρωπε.

στιχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν
ἁμαρτίαις· δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Παρισταμένη τῷ Σταυρῷ, ἡ Παρθένος καὶ Μήτηρ, τοῦ ἄνευ πάθους ἐξ αὐτῆς, ὑπὲρ νοῦν
σαρκωθέντος, ἐκραύγαζε δακρυρροοῦσα μητρικῶς· Οὐ φέρω σε νεκρὸν κρεμάμενον ὁρᾷν,
πνοὴν τὸν παρεχόμενον, τοῖς ζῶσιν ἐπὶ γῆς, ὦ Υἱὲ καὶ Θεέ μου.

Μετὰ τὴν γ΄ Στιχολογίαν

Σταυρώσιμα
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Σταυρὲ δαιμόνων ὀλετήρ, ἰατρὲ τῶν νοσούντων, ἰσχὺς καὶ φύλαξ τῶν πιστῶν, βασιλέων
τὸ νῖκος, τὸ καύχημα τῶν Ὀρθοδόξων ἀληθῶς, τὸ στήριγμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ,
γενοῦ ἡμῖν ἀσφάλεια, καὶ τεῖχος καὶ φρουρός, ξύλον εὐλογημένον.
Μαρτυρικὸν
στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ.
Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς
φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες· ὧν ταῖς εὐχαῖς Σωτὴρ ἡμῶν, σὺ φωτιεῖς λύχνον μου
Κύριε, καὶ σῶσόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με· ἀνθρωπίνη προστασία,
μὴ καταπιστεύσῃς με, ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 119

Π αρασκε υη - π. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α΄ - Κανὼν Σταυρώσιμος

Ὁ Εἱρμὸς
1. »Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν
σεσωσμένων οἱ παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γάρ
δεδόξασται.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Πάθει σου τιμίῳ, τὴν ἀτιμασθεῖσαν, φύσιν ἐτίμησας, τῆς ἀνθρωπότητος· διὸ τιμῶντές σε
φόβῳ, μεγαλύνομεν τὸ κράτος σου, καὶ πιστῶς δοξάζομεν, δεδοξασμένε Κύριε.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Αἵματί σου Λόγε, αἱμάτων ἀδίκων, χύσιν ἀνέστειλας, καὶ ἀπεκάθηρας, ῥύπου κακίας τὴν
φύσιν, τῶν ἀνθρώπων Παντοδύναμε· διό σε δοξάζομεν, σῳζόμενοι τῷ πάθει σου.
Μαρτυρικὰ
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
4. Θῆρας αἱμοβόρους, ἐνίκησεν ὄντως, ἡ ἀξιέπαινος, Μαρτύρων ἔνστασις· πυρὸς ὑπέταξε
φύσιν, δροσισμῷ ἐνθέου χάριτος· καὶ σφοδρὸν κλυδώνιον, πολυθεΐας ἔπαυσε.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

5. Ὄμβροις τῶν αἱμάτων, ὀμβρήματα πλάνης, ἀποξηράναντες, ὄμβρους ἰάσεων, ἀποχετεύετε
κόσμῳ, καὶ φλογμὸν παθῶν διώκετε, ἀληθείας Μάρτυρες· ἐντεῦθεν μακαρίζεσθε.
Σταυροθεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Κάλλος ἐν τῷ πάσχειν, Ὡραῖον ἐν κάλλει, οὐδ΄ εἶδος ἔχοντα, ἡ ἀπειρόγαμος, κατανοοῦσά
σε Κόρη, τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ὠλόλυζε, καὶ πόθῳ σε ἐδόξαζε.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α΄ - Κανὼν τῆς Θεοτόκου

Κύματι θαλάσσης
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
7. Ἄχραντε Παρθένε, Κεχαριτωμένη, Μαρία ἔνδοξε, τῆς χαρᾶς πρόξενε, τοὺς ὑμνητάς σου
ἐνθέως, θείαις χάρισι χαρίτωσον, ὅπως χαριστήριον, ᾠδήν σοι ἀναπέμψωμεν.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

8. Ἄχραντε Παρθένε...

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

9. Βαβαὶ Θεομῆτορ, τῶν σῶν μυστηρίων! τῶν ποιημάτων γάρ, ἐδείχθης Δέσποινα, ὃν οὐ τολμᾷ
ἀτενίσαι τῶν Ἀγγέλων τὰ στρατεύματα, ἐν ἀγκάλαις φέρουσα· διό σε μακαρίζομεν.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

10. Γένος βροτῶν ἄπαν, φθορᾷ τοῦ θανάτου, καταδεδίκασται, τῇ τῆς προμήτορος, ἀπογεύσει
τοῦ ξύλου· διὰ σοῦ δὲ ἀνακέκληται, ὡς ζωὴν τεκούσης σου, Ἁγνὴ τὴν ἀδιάφθορον.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν Σταυρώσιμος

Ὁ Εἱρμὸς
1. »Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ
Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε,
κραυγάζουσα.
Τροπάρια
στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
2. Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἐν ξύλῳ ὑψωθέντα, καὶ τὴν
πλευρὰν ὀρυττόμενον, κατανοῶν ὁ ἥλιος, συνεσκοτίζετο, πάντων φωτισμὸν γινώσκων σε.

στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

3. Τέτρωταί σου τοῖς ἥλοις, μακρόθυμε ὁ Παραδείσῳ πάλαι, τρώσας Ἀδὰμ κακοῦργος, καὶ
πληγωθεὶς ἀνιάτρευτος, εἰς τὸν αἰῶνα ἔμεινε, πιστοὶ δὲ εὕρομεν, πάντων τῶν τραυμάτων
ἴασιν.
Μαρτυρικὰ
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
4. Ὅτε χορὸς Ἀγγέλων, ἑώρακε Μαρτύρων τὰς ἀγέλας, ὑπὲρ Ἀμνοῦ τυθέντος, συγκοπτομένας
ἐθαύμαζε, πῶς δυσμενεῖς οἱ ἔνυλοι, ἀΰλους ἔτρεπον, νίκης στέφος κομιζόμενοι.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

5. Σθένος ἐνδεδυμένοι, οἱ Ἅγιοι τοῦ ἐν ἰσχύϊ μόνου, τὰ πάντα δυναμοῦντος, τῷ δυσμενεῖ
συνεπλέκοντο, καὶ τὴν αὐτοῦ ἀνίσχυρον, ἐπάτουν δύναμιν, στέφος ἐκ Θεοῦ δεχόμενοι.
Σταυροθεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Σὺ τὸν ἐκ σοῦ τεχθέντα, ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν,
Ὑπεραγία Πανάμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, Τέκνον δῆμος ὁ παράνομος;
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ γ΄ - Κανὼν τῆς Θεοτόκου

Σὲ τὸν ἐπὶ ὑδάτων
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
7. Δόλῳ με δελεάσας, θεώσεως ἐχθρὸς τῷ πόθῳ πάλαι, ἐξ Ἐδὲμ Θεομῆτορ, εἰς γῆν ἑρπύσας
συνέτριψεν, ἀλλ' ὁ Χριστὸς οἰκτείρας με, ἐκ τῆς νηδύος σου, σάρκα προσλαβὼν ἀνέπλασεν.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

8. Δόλῳ με δελεάσας...

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

9. Ἐλύθη ἡ τῆς κατάρας, τῆς ἔκπαλαι ἡ δίκη Θεομῆτορ, ἐν τῇ σῇ μεσιτείᾳ· ἐπιφανεὶς γάρ σοι
Κύριος, πᾶσιν ἀφθόνως ἔβλυσεν, ὡς ὑπεράγαθος, πᾶσαν εὐλογίαν Πάναγνε.

στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

10. Ζωῆς ὡράθης πύλη, Προφήτῃ πρὶν Ἰεζεκιὴλ Κόρη, ἣν ὁ Κύριος μόνος, σεσαρκωμένος
διώδευσε, καὶ κεκλεισμένην πάλιν σε, Ἁγνὴ τετήρηκεν, ὡς αὐτὸς οἶδεν ὁ Ὕψιστος.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 121

Π αρασκε υη - π. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Τῇ Παρασκευῇ
Κοντάκιον τοῦ Σταυροῦ
Αὐτόμελον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου
δώρησαι, Χριστὲ ὁ Θεὸς εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον
τρόπαιον.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

122 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ
σωτήρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Τῇ Παρασκευῇ
Τῶν Μαθητῶν ὁρώντων σε
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός,
Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν
δαιμόνων τὸ τραῦμα.

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε το κάτωθι)

Σταυροθεοτοκίον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι!
γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 123

Π αρασκε υη - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν υπάρχουν αίνοι στο Μηναίο)

(το Πάσα πνοή στον ήχο των στιχηρών)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου)

1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.

2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

(Από το Μηναίο)

124 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)

Ψαλμὸς ρμη΄ (148)

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ
Θεῷ.
 Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
 Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν.
 Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
 Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
 Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
 Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
 Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι
ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
 Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
 Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ΄ (149)

 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ
αὐτῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
 Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
 Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις
σιδηραῖς.
 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ρν΄ (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 125

Π αρασκε υη - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία,

η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μεγάλη
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ
καὶ ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄).
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄).
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
 Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.

(Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

126 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ,
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 127

Π αρασκε υη - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ

Σταυρώσιμα
Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε,
τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.

στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν
πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν
κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ, μεθοδείας
καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ
προσπαγέντος Χριστοῦ.
Μαρτυρικὸν
στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν
κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται, σὺν τοῖς
Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται, σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Ἐπάγην μὲν ὡς ἄνθρωπος, ἐν ξύλῳ καὶ νενέκρωμαι, καὶ ἐν τάφῳ κατετέθην ὡς θνητός·
ἀλλ' ὡς Θεὸς ἐν δόξῃ, Μήτερ ἁγνὴ Παρθένε, πάλιν ἀνίσταμαι τριήμερος.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν
τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του
Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα...,
και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο.

Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια

Σταυροθεοτοκίον Ἦχος α΄
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε, Νύμφη
ἀνύμφευτε.
Σταυροθεοτοκίον Ἦχος β΄
Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Χαῖρε, ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας
ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Σταυροθεοτοκίον Ἦχος γ΄

128 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

Καταφυγὴ καὶ δύναμις ἡμῶν, Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις
σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Σταυροθεοτοκίον Ἦχος δ΄
Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος καὶ πύλας
τοῦ ἄδου συνέτριψεν.
Σταυροθεοτοκίον Ἦχος πλ. α΄
Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας,
ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον Ἦχος πλ. β΄
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ'
ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ
ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Σταυροθεοτοκίον Ἦχος Βαρὺς
Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ
ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.
Σταυροθεοτοκίον Ἦχος πλ. δ΄
Ὁ καρπὸς τῆς κοιλίας σου, Ἄχραντε, τῶν προφητῶν ὑπάρχει καὶ τοῦ νόμου τὸ πλήρωμα·
διὸ σὲ Θεοτόκον ἐν ἐπιγνώσει δοξάζοντες εὐσεβῶς μεγαλύνομεν.

2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας
της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας.

Ἀπολυτίκιον τοῦ Σταυροῦ

Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Ἄχραντε Θεοτόκε...

3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή

στερούνται δοξαστικού.

Ἀπολυτίκιον εἰς ἀπόστολον

Ἦχος γ΄
Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
ή ἐὰν εἶναι εὐαγγελιστής
Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε...
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν...

Ἀπολυτίκιον εἰς προφήτην

Ἦχος β΄
Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 129

Π αρασκε υη - π. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)

στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)

στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ

περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

130 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Π αρασκε υη - π. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)

στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ

1. Το απολυτίκιο που είπαμε στον Όρθρο.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Δόξα... Κοντάκιον τοῦ Σταυροῦ

Αὐτόμελον Ἦχος δ΄
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου
δώρησαι, Χριστὲ ὁ Θεὸς· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον
τρόπαιον.
4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών».
Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου
Ἦχος β΄
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ
παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα
ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
(εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε
Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου)

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος πλ.α΄ Ψαλμὸς ογ΄ (73)
Σωτηρίαν εἰργάσατο ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός. Ἀλληλούια

 Ἰνατί, ὁ Θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
 Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.
 Ἐλυτρώσω ράβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
 Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς
ἐν τῷ ἁγίῳ σου.
 Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
 Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω.
 Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις, ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ· ἐν πελέκει καὶ
λαξευτηρίῳ κατέρραξαν αὐτήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 131

Π αρασκε υη - π. Β΄ Η χοσ

 Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ
ὀνόματός σου.
 Εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Δεῦτε, καὶ καταπαύσωμεν
πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς.
 Τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
 Ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
 Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
 Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων· εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
 Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν· σὺ συνέτριψας τὰς κεφαλὰς τῶν
δρακόντων ἐπὶ τοῦ ὕδατος.
 Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι.
 Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ᾿Ηθάμ.
 Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
 Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς, θέρος καὶ ἔαρ· σὺ ἔπλασας αὐτά.
 Μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.
 Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῶν ψυχῶν τῶν πενήτων σου μὴ
ἐπιλάθῃ εἰς τέλος.
 Ἐπίβλεψον εἰς τὴν διαθήκην σου· ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
 Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ
ὄνομά σου.
 Ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος
ὅλην τὴν ἡμέραν.
 Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.

132 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου έχει ένα ή δύο δοξαστικά στον εσπερινό, ψάλλονται:
α) τρία στιχηρά της Παρακλητικής (δεσποτικά, νεκρώσιμα και κατανυκτικά - τα μαρτυρικά
παραλείπονται) και
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει τρία δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν
είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Επίσης σε αυτήν την
περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού.

3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

(Εάν στο μηναίο υπάρχουν τρία δοξαστικά ή ζητά μεγάλη δοξολογία, η ημέρα είναι
ημιεορτάσιμη και παραλείπονται όλα τα νεκρώσιμα)

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ.
Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
 Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
 Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
 Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
 Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
 Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
 Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
 Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
 Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
 Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη
111
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

 Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
 Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

 Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
 Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ἡ ἀπεγνωσμένη
1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ῥῦσαί με γεέννης ἀποκειμενης, ἐξελοῦ πυρός με τοῦ αἰωνίου, Κριτὰ δικαιότατε, τὸν
κατακεκριμένον· δεῖξον ἐκ ζάλης ἐναντίας, ἀνάλωτόν με Λόγε· τρέμω ὁ τάλας ἐννοῶν μου, τὸ
τῶν πταισμάτων πλῆθος, καὶ προσπίπτω σοι μετὰ δακρύων, καὶ συντριβῆς τῆς καρδίας μου
Φιλάνθρωπε, τὸ σὸν αἰτούμενος ἔλεος.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τίς ἐμὲ μὴ κλαύσῃ τὸν παραβάντα, ἐντολὴν Δεσπότου δι' ἀκρασίαν, τὸν ᾄδην οἰκήσαντα,
ἀντὶ τοῦ Παραδείσου; βρῶσις γλυκεῖά μοι φανεῖσα εἰς χολὴν μετετράπη· ξένος τῆς δόξης σου
Οἰκτίρμον, καὶ Ἀγγέλων ἐδείχθην· ἀλλὰ δέξαι με μετανοοῦντα, ὡς ἐλεήμων καὶ φιλάνθρωπος
Κύριος, διὰ τὸ μέγα σου ἔλεος.
(ή στιχηρό από το Μηναίο)

Νεκρώσιμον, ὅμοιον
3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Πάντας τοὺς ἐν πίστει κεκοιμημένους, τάξον Ζωοδότα ἐν χώρᾳ ζώντων, ἐν τόποις
ἀνέσεως, ἐν σκηναῖς αἰωνίοις, ἔνθα τὸ φῶς τοῦ σοῦ προσώπου, ἀφθόνως καταλάμπει, ὅπου
τρυφὴ καὶ χαρμοσύνη, καὶ εἰρήνη τῶν δικαίων, παριδὼν αὐτῶν τὰ ἐπταισμένα, ἔργῳ καὶ λόγῳ
διανοίᾳ τε Δέσποτα, διὰ πολλὴν ἀγαθότητα.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... (Από το Μηναίο.)

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν,
ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον
Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς·
διὸ ὁ κόσμος σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Παρασκευῇ ἑσπέρας
Ἦχος βαρὺς. Ψαλμὸς νη΄ (58).
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανι-σταμένων ἐπ' ἐμὲ λύτρωσαί με.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

113
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ
(στους πλάγιους ήχους, λέγονται τρία μαρτυρικά που βρίσκονται ως στιχηρά εις το «Κύριε
εκέκραξα», και μετά το πρώτο από τα υπάρχοντα δύο νεκρώσιμα)
Στιχηρὰ Μαρτυρικὰ
Οἱ μαρτυρήσαντες, διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον,
τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους
ὑπέμειναν· πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν
προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ
ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

(εάν στο μηναίο υπάρχει στιχηρό ιδιόμελο, παραλείπεται το νεκρώσιμο και ψάλλεται το
ιδιόμελο του μηναίου μετά του οικείου στίχου)
Νεκρώσιμον
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ
ἀοράτου τε, καὶ ὁρατῆς ζῶον με συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ
μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ, Χριστέ, τοὺς δούλους σου, ἐν χώρᾳ
ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Πρεσβείαις τῆς Τεκούσης σε Χριστὲ, καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν,
Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου
ἀνάπαυσον.

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ

1. Επειδή η ακολουθία του Μηναίου έχει τουλάχιστον ένα δοξαστικό, ψάλλεται το

απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί· δόξα τῶ προελθόντι ἐκ σοῦ· δόξα
τῶ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Θεοτοκίον Ἦχος β΄
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ, Θεοτόκε μυστήρια· τὴ ἁγνεία
ἐσφραγισμένη καὶ παρθενία φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν.
Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος γ΄
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος
πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς, ὡς φιλάνθρωπος.
Θεοτοκίον Ἦχος δ΄
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ
γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν
καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος πλ. α΄
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί τὸν ποιητήν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Θεοτοκίον Ἦχος πλ. β΄
Ὁ τὴν εὐλογημένην καλέσας σου μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν
τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς ἀγγέλοις. συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ
ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.
Θεοτοκίον Ἦχος Βαρὺς
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας, πανύμνητε, ἐκ λάκκου
καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία ἔσωσας, τεκοῦσα τὴν
σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα
Παρθένος.
Θεοτοκίον Ἦχος πλ. δ΄
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν
θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρὶ σου· δεῖξον
τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν,
καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

115
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

Ορθροσ
ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ
(Το Θεός Κύριος στον ήχο του απολυτικίου)
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

1. Επειδή η ακολουθία του Μηναίου έχει τουλάχιστον ένα δοξαστικό, ψάλλεται το

απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει
δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου,
Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων.

(Εάν στο μηναίο υπάρχουν τρία δοξαστικά ή ζητά μεγάλη δοξολογία, η ημέρα είναι
ημιεορτάσιμη και παραλείπονται όλα τα νεκρώσιμα)

Εἰς τό Θεὸς Κύριος Θεοτόκια

Θεοτοκίον Ἦχος α΄
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί· δόξα τῶ προελθόντι ἐκ σοῦ· δόξα
τῶ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Θεοτοκίον Ἦχος β΄
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ, Θεοτόκε μυστήρια· τὴ ἁγνεία
ἐσφραγισμένη καὶ παρθενία φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν.
Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος γ΄
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος
πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς, ὡς φιλάνθρωπος.
Θεοτοκίον Ἦχος δ΄
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ
γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν
καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος πλ. α΄
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί τὸν ποιητήν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Θεοτοκίον Ἦχος πλ. β΄
Ὁ τὴν εὐλογημένην καλέσας σου μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν
τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς ἀγγέλοις. συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ
ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.
Θεοτοκίον Ἦχος Βαρὺς
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας, πανύμνητε, ἐκ λάκκου
καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία ἔσωσας, τεκοῦσα τὴν
σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα
Παρθένος.
Θεοτοκίον Ἦχος πλ. δ΄

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

117
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν
θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρὶ σου· δεῖξον
τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν,
καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ στιχολογίαν

Μαρτυρικὰ
Ἀγγελικαὶ δυνάμεις
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ
ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους καὶ
Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα
σοι.

στιχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτού.

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης, παρὰ σοῦ
κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας των παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας.
Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτού ἐθαυμάστωσεν ὁ Κύριος.

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ
ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν
τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις. Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ
ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.

Μετὰ τὴν β΄ στιχολογίαν

Μαρτυρικὸν
Φῶς δικαίοις διά παντός, οἱ γάρ ἃγιοι ἐν σοί φωτισθέντες, καταλάμπουσιν ἀεί ὡς
φωστῆρες, λύχνον άσεβῶν σβέσαντες, ὣν ταῖς εὐχαῖς Σωτήρ ἡμῶν, σύ φωτιεῖς λύχνον μου
Κύριε, και σῶσον με.
Νεκρώσιμον
στιχ. Μακάριοι οὓς ἐξελέξω καί προσελάβου Κύριε.
Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται
πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσομεν, τότε τῷ τάφῳ οἰκήσομεν, ὅπου
ὁμοῦ Βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Ἡ κραταιὰ τῶν γηγενῶν, προστασία καὶ σκέπη, Θεοκυῆτορ Μαριάμ, ἡ τεκοῦσα ἐν
χρόνῳ, τὸν ἄχρονον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἱκέτευε αὐτόν, ὡς Μήτηρ οὖσα ἐκτενῶς, σὺν
Μάρτυσι καὶ Προφήταις, καὶ θείοις Ἀσκηταῖς, σῶσαι τοὺς μεταστάντας.

118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

119
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α΄ - Κανὼν εἰς πάντας τοὺς Ἁγίους

Ὁ Εἱρμὸς
1. »Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης
ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται.
Τροπάρια
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
2. Λελαμπρυσμένῳ νοΐ, τοὺς σκοτεινοὺς περὶ τὸ φῶς, δυσσεβοῦντας τυράννους οἱ Μάρτυρες
αἰσχύναντες, πρὸς ἀνέσπερον φέγγος, νικηφόροι γενόμενοι, σοφῶς μετέβησαν.

3. Οἱ Ἱεράρχαι Χριστοῦ, τῶν Ὁσίων ὁ χορός, Προφητῶν καὶ Δικαίων ἁπάντων ὁμήγυρις,
ἀρετῶν ταῖς ἰδέαις, ἀστραπτόμενοι ἔφθασαν, πρὸς οὐρανίους σκηνάς.

4. Γυναίων πᾶσα πληθύς, προσῳκειώθη τῷ Θεῷ, καὶ τὴν Εὔαν τὸν δεινῶς ἀπάτῃ
θανατώσαντα, συμπατήσασα πόνοις, ἀνδρικοῖς μακαρίζεται, ἐνθέοις ᾄσμασι.
Νεκρώσιμον
στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
5. Ὁ ἀπὸ γῆς κατ' ἀρχάς, πλάσας τὸν ἄνθρωπον Χριστέ, τὰς ψυχὰς τῶν σῶν δούλων,
ἀνάπαυσον δεόμεθα, ἐν σκηναῖς τῶν δικαίων, καὶ ἐν τόποις ἀνέσεως, ὡς Ὑπεράγαθος.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Ἱερωτέρα Ἁγνή, τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἀνεδείχθης τεκοῦσα, τὸν ποιητὴν τῆς
κτίσεως, ὃν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς δούλους σου, τοὺς σὲ δοξάζοντας.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη

και ο νεκρώσιμος κανών καταλιμπάνεται, έστω και αν το Μηναίο έχει ένα κανόνα.)

ᾨδὴ α΄ - Κανὼν εἰς Κοιμηθέντας

Ὡς ἐν ἠπείρῳ πεζεύσας
στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
7. Ἐν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστέ. Οὓς ἐκ γῆς
μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν, τυχεῖν ἀξίωσον.

στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

8. Κατακοσμήσας τὰ πάντα ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ, καὶ
μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.

στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.

9. Τοῦ παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν,
ἐντολὴν ἐξώρισας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Ὁ ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρός,
σάρκα περιβάλλεται δι' ἧς, τοῦ θανάτου τὴν ἰσχύν, Ἁγνὴ διέλυσε.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν εἰς πάντας τοὺς Ἁγίους

Ὁ Εἱρμὸς
1. »Ἐν τῇ στερρᾷ, τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον
Κύριε· σὲ γὰρ ἔχω ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.
Τροπάρια
στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
2. Σωματικοῖς, ὁμιλοῦντες νῦν πόνοις, οἱ Ἀθληταί, τὴν ἄπονον ἐσκόπουν, ἀντίδοσιν
χαίροντες, καὶ νῦν παύουσιν ἡμῶν, πόνους παντοίους ἐν χάριτι.

3. Γνώμῃ στερρᾷ, σοβοῦντες τὰ θηρία, τὰ πονηρά, οἱ θεῖοι Ἱεράρχαι, ἐρρύσαντο ἄτρωτα, τῆς
κακίας τῆς αὐτῶν, τὰ τοῦ Χριστοῦ θεῖα θρέμματα.

4. Ἐθελοντί, ζυγὸν τὸν τοῦ Κυρίου, ὑπεισελθών, χορὸς ὁ τῶν ὁσίων, ἐνέκρωσε φρόνημα, τῆς
σαρκὸς καὶ τὴν ζωήν, τὴν δι' αἰῶνος ἀπέλαβε.
Νεκρώσιμον
στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
5. Ῥῦσαι πυρός, Χριστὲ τοῦ αἰωνίου, τοὺς εὐσεβῶς, τοῦ βίου μεταστάντας, καὶ δὸς αὐτοῖς
ἄφεσιν, ὀφλημάτων ἀγαθέ, καὶ αἰωνίαν ἀπόλαυσιν.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Αἱ τὸν Χριστόν, ποθήσασαι Γυναῖκες, σὲ τὴν αὐτόν, ἀρρήτως τετοκυῖαν, πανάχραντε
Δέσποινα, γεγηθότι λογισμῷ, παρεστῶσαι νῦν χορεύουσι.

ᾨδὴ γ΄ - Κανὼν εἰς Κοιμηθέντας

Οὐκ ἔστιν Ἅγιος ὡς σύ

7. Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης, κοσμηθέντες παρὰ
σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν αἰτοῦσί σε.

8. Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ' ἐσχάτων
σεαυτόν, κενώσας ὡς συμπαθής, καὶ ζητήσας εὗρες καὶ διέσωσας.

9. Ῥεόντων ἄστατον φοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν
χαρμονικῶς, ἀξίωσον Ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ,
συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

121
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Τῷ Σαββάτῳ
Κοντάκιον Μαρτυρικὸν
Ἦχος πλ. δ΄
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε,
τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς
Θεοτόκου συντήρησον, πολυέλεε.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

122 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ
σωτήρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια
Τῷ Σαββάτῳ
Αὐτόμελον Ἦχος γ΄
Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός καὶ διὰ τῶν σῶν ἁγίων, πᾶσαν τὴν γῆν
φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)
Νεκρώσιμον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός καὶ διὰ τῶν σῶν ἁγίων πᾶσαν τὴν γῆν
φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.
Θεοτοκίον
Ἦχος β΄ Τῶν Μαθητῶν ὁρώντων σε
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ πρὸς Θεόν σε ἔχομεν προστασίαν· ἔκτεινόν σου τὴν
χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν· σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ
ἁγίου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

123
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν υπάρχουν αίνοι στο Μηναίο)

(το Πάσα πνοή στον ήχο των στιχηρών)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου)

1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.

2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.

(Δόξα... Και νυν... του Μηναίου)

124 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

(Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)

Ψαλμὸς ρμη΄ (148)

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ
Θεῷ.
 Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.
 Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
 Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν.
 Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
 Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
 Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
 Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
 Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι
ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
 Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
 Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ΄ (149)

 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ
αὐτῶν.
 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
 Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
 Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις
σιδηραῖς.
 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ρν΄ (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

125
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία,

η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μεγάλη
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ
καὶ ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄).
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄).
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
 Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς.

(Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

126 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

(Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά)

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ,
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

127
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, τα κάτωθι)

Στιχηρὰ Μαρτυρικὰ
Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου, συμπαθοῦσαν
ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα,
φεῖσαι τῶν ψυχῶν ἡμῶν.

στιχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτού.

Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ
Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν
ψυχῶν ἡμῶν.

στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτού ἐθαυμάστωσεν ὁ Κύριος.

Τοὺς Ἁγίους ἐθαυμάστωσε, καὶ Ἁγίας ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες
οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν,
καὶ ἡμῶν μὴ ἐπιλάθησθε.
Νεκρώσιμον
στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἐτίμησας εἰκόνι σου, τό τῶν χειρῶν σου Σῶτερ πλαστούργημα, ζωγραφήσας ἐν
ὑλικῇμορφῇ, τῆς νοερᾶς οὐσίας τό ὁμοίωμα, ἧ καί κοινωνόν με κατέστησας, θέμενος τῶν ἐπί
γῆς κατάρχειν με τῷ αὐτεξουσίῳ Λόγε· διό Σῶτερ τοὺς δοούλους σου, ἐν χώρᾳ ζώντων, ἐν
σκηναῖς Δικαίων ἀνάπαυσον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

(Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι)

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν καὶ πληρῶν. Προφήτας

ἐξαπέστειλας, Χριστέ, προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαί σου τὰ
μεγαλεῖα, καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη.
Μάρτυρες δὲ ἔτυχον ὧν περ ἐπόθουν, καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ
τεκούσῃ σε. Ἀνάπαυσον Κύριε ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς Βασιλείας
σου, ὁ Σταυρὸν ὑπομείνας, δι' ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν
τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

128 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του
Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα...,
και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο.

2. Εάν ψάλλαμε μεγάλη δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και στο Θεοτόκιο ψάλλουμε
το ομόηχο εις το Θεός Κύριος (δηλαδή το απολυτίκιο και Θεοτόκιο όπως στην αρχή του
Όρθρου).

Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια

Θεοτοκίον Ἦχος α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες, Αὐτὸν
Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος β'
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς
μεγαλύνομεν.
Θεοτοκίον Ἦχος γ'
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς
ἐπιστεύσαμεν, Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν
ἄφραστον.
Θεοτοκίον Ἦχος δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· σὺ εἶ ἡ βᾶτος, ἐν ἢ ἀφλέκτως Μωσής, κατεῖδεν ὡς
φλόγα, τὸ πὺρ τῆς θεότητος.
Θεοτοκίον Ἦχος πλ. α'
Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας,
ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ'
ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ
ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Θεοτοκίον Ἦχος Βαρὺς
Χαῖρε, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου· χαῖρε Παρθένε, τῶν
Προφητῶν τὸ κήρυγμα, δι' ἦς ἔλαμψεν ὁ Ἐμμανουήλ· χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Θεοτοκίον Ἦχος πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ
σου καὶ Θεῷ ἡμῶν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

129
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)

στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)

στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ

περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

130 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)

στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ

1. Το απολυτίκιο που είπαμε στον Όρθρο.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Δόξα... Καὶ νῦν... Κοντάκιον Μαρτυρικὸν

Ἦχος πλ. δ΄
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε,
τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς
Θεοτόκου συντήρησον, πολυέλεε.
(εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε
Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου)

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος πλ.α΄ Ψαλμὸς λβ΄ (32)
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούια

 Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.

 ᾌσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.
 Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει.
 Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
 Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ
δύναμις αὐτῶν.
 Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
 Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν
οἰκουμένην·
 Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων.
 Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ
γενεάν.
 Μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν
ἑαυτῷ.
 Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
 Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
 Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη
131
Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - π. Β΄ Η χοσ

 Οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.
 Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ, οὐ σωθήσεται.
 Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,
 Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
 Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν.
 Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
(εάν ψάλλαμε μεγάλη δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και ψάλλουμε κοινωνικό το
ανάλογο προς τον τιμώμενο άγιο)

132 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

Εσπερινοσ
ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

1. Εάν η ακολουθία του Μηναίου έχει ένα άγιο, ψάλλονται:

α) τρία μαρτυρικά της Παρακλητικής καί
β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα).

2. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του
Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου
στιχηρού.

Ψαλμὸς ρμ΄ (140)

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ.
Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία
ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
 Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
 Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
 Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
 Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
 Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
 Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
 Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
 Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
 Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
 Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
 Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς ρκθ΄ (129)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 101

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

 Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

 Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Μαρτυρικὰ

1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Οἱ μαρτυρήσαντες, διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον,
τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
(ή στιχηρό από το Μηναίο)

2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους
ὑπέμειναν· πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.
(ή στιχηρό από το Μηναίο)

3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν
προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ
ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
(ή στιχηρό από το Μηναίο)

4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
(στιχηρό από το Μηναίο)

Ψαλμὸς ριϛ΄ (116)

5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
(στιχηρό από το Μηναίο)

6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
(στιχηρό από το Μηναίο)

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν,
ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

102 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον
Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς·
διὸ ὁ κόσμος σὲ δοξάζει.

ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἑσπέρας προκείμενον.

Τῇ Παρασκευῇ ἑσπέρας
Ἦχος βαρὺς. Ψαλμὸς νη΄ (58).
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανι-σταμένων ἐπ' ἐμὲ λύτρωσαί με.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

(Μετά το προκείμενον ευθύς χύμα το)

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...)
Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 103

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

(εάν η ακολουθία του μηναίου έχει ένα άγιο, ψάλλονται

ένα μαρτυρικό και δύο νεκρώσιμα.)

ΑΠΟΣΤΙΧΑ
Στιχηρὰ Μαρτυρικὰ
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς
αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ
ἀοράτου τε, καὶ ὁρατῆς ζῶον με συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ
μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ, Χριστέ, τοὺς δούλους σου, ἐν χώρᾳ
ζώντων, ἐν σκηναῖς δικαίων ἀνάπαυσον.

στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν
ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον, ἀλλ' ἐλθὼν
ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο· πρὸς αὐτὸν οὖν βοήσωμεν·
Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν δικαίων ἀνάπαυσον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πρεσβείαις τῆς Τεκούσης σε Χριστὲ, καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν,
Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου
ἀνάπαυσον.

104 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

(εάν η ακολουθία του μηναίου έχει δύο αγίους, ψάλλονται

τρία μαρτυρικά και ένα νεκρώσιμο.)

ΑΠΟΣΤΙΧΑ
(στους πλάγιους ήχους, λέγονται τρία μαρτυρικά που βρίσκονται ως στιχηρά εις το «Κύριε
εκέκραξα», και μετά το πρώτο από τα υπάρχοντα δύο νεκρώσιμα)
Στιχηρὰ Μαρτυρικὰ
Οἱ μαρτυρήσαντες, διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον,
τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους
ὑπέμειναν· πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν
προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ
ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Νεκρώσιμον
στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ
ἀοράτου τε, καὶ ὁρατῆς ζῶον με συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ
μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ, Χριστέ, τοὺς δούλους σου, ἐν χώρᾳ
ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πρεσβείαις τῆς Τεκούσης σε Χριστὲ, καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν,
Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου
ἀνάπαυσον.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 105

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ

(Επειδή η ακολουθία του Μηναίου στερήται δοξαστικού,

δεν ψάλλεται το απολυτίκιο του τυχόντος Αγίου,
αλλά ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο θεοτόκιο)

Μαρτυρικόν Ἦχος β΄
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν
ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον·
οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.

Καὶ νύν... Θεοτοκίον

Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς
μεγαλύνομεν.

106 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

Ορθροσ
ΑΠΟΛΥΤΙΚΙΑ

(Αντί του Θεός Κύριος, ψάλλεται το Αλληλούϊα τετράκις, το πρώτο άνευ στίχου, τα δε λοιπά
μετά στίχων ως ακολούθως)

1. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε· κατασκηνώσουσιν ἐν ταῖς αὐλαῖς σου.
2. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.
3. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.

4. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

(Επειδή η ακολουθία του Μηναίου στερήται δοξαστικού,

δεν ψάλλεται το απολυτίκιο του τυχόντος Αγίου,
αλλά ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο θεοτόκιο)

Μαρτυρικόν Ἦχος β΄
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν
ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον·
οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.

Καὶ νύν... Θεοτοκίον

Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς
μεγαλύνομεν.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ στιχολογίαν

Μαρτυρικὰ
Ἀγγελικαὶ δυνάμεις
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ
ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους καὶ
Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα
σοι.

στιχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτού.

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης, παρὰ σοῦ
κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας των παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας.
Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτού ἐθαυμάστωσεν ὁ Κύριος.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 107
Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ
ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Δόξα...
Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται
πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσομεν, τότε τῷ τάφῳ οἰκήσομεν, ὅπου
ὁμοῦ Βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν
τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις. Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ
ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.

Μετὰ τὴν β΄ στιχολογίαν

Εὐλογητάρια Ἦχος πλ. α΄
στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ
τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Οἱ τόν ἀμνόν τοῦ Θεοῦ κηρΰξαντες καί σφαγιασθέντες ᾤσπερ ἄρνες καί πρός ζωήν τήν
ἀγήρω, ἅγιοι, καί ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, μάρτυρες, αἰτήσασθε ὀφλημάτων λΰσιν
ἡμῖν δωρίσασθαι.

στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Οἱ τήν ὁδόν τήν στενήν βαδίσαντες τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τόν σταυρόν ὡς
ζυγόν ἀράμενοι καί ἐμοί ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολάβετε ἅ ἡτοίμασα ὑμῖν βραβεῖα
καί στέφη τά οὐράνια.

στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν
πλάσμα, Δέσποτα καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι,
παραδείσου πάλιν ποιῶν πολίτην με.

στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ
πάλιν με ἐπιστρέψας εἰς γῆν, ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον
κάλλος ἀναμορφώσασθαι.

στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεός, τούς δοΰλους σου καί κατάταξον αὐτούς ἐν παραδείσῳ, ὅπου χοροί
τῶν ἁγίων, Κύριε, καί οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τούς κεκοιμημένους δούλους σου
ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τά ἐγκλήματα.
Δόξα... Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ
ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας καὶ
τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων
εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (γ΄)

108 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

(Ο Ιερέας την δέησιν υπέρ των κεκοιμημένων όπως και τα ψυχοσάββατα

και στο τέλος τα κάτωθι κάθισματα)

 Ἐλέησον ἡμᾶς ὁ Θεός... Κύριε, ἐλέησον.(γ΄)

 Ἔτι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως... Κύριε, ἐλέησον.(γ΄)
 Ὅπως Κύριος ὁ Θεὸς τάξῃ... Κύριε, ἐλέησον.(γ΄)
 Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν... Παράσχου Κύριε.
 Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
 Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός... Αἰωνία ἡ μνήμη αὐτῶν.(γ΄)
 Ὅτι σὺ εἶ ἡ ἀνάστασις... Ἀμήν.

Καθίσματα
Νεκρώσιμα Ἦχος πλ. α΄
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ δικαίων τοὺς δούλους σου καὶ τούτους κατασκήνωσον ἐν
ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια
καὶ τὰ ἀκούσια καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Δόξα
(το τέλος του τροπαρίου) ...καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. α΄

Ὁ ἐκ Παρθένου, ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας,
ἐλέησον ἡμᾶς.

Ψαλμὸς ν΄ (50) χύμα

 Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
 Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
 Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ.
 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
 Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
 Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
 Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 109

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΚΑΝΟΝΕΣ

ᾨδὴ α΄ - Κανὼν εἰς πάντας τοὺς Ἁγίους

Ὁ Εἱρμὸς
1. »Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης
ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται.
Τροπάρια
στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
2. Λελαμπρυσμένῳ νοΐ, τοὺς σκοτεινοὺς περὶ τὸ φῶς, δυσσεβοῦντας τυράννους οἱ Μάρτυρες
αἰσχύναντες, πρὸς ἀνέσπερον φέγγος, νικηφόροι γενόμενοι, σοφῶς μετέβησαν.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

3. Οἱ Ἱεράρχαι Χριστοῦ, τῶν Ὁσίων ὁ χορός, Προφητῶν καὶ Δικαίων ἁπάντων ὁμήγυρις,
ἀρετῶν ταῖς ἰδέαις, ἀστραπτόμενοι ἔφθασαν, πρὸς οὐρανίους σκηνάς.

στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

4. Γυναίων πᾶσα πληθύς, προσῳκειώθη τῷ Θεῷ, καὶ τὴν Εὔαν τὸν δεινῶς ἀπάτῃ
θανατώσαντα, συμπατήσασα πόνοις, ἀνδρικοῖς μακαρίζεται, ἐνθέοις ᾄσμασι.
Νεκρώσιμον
στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
5. Ὁ ἀπὸ γῆς κατ' ἀρχάς, πλάσας τὸν ἄνθρωπον Χριστέ, τὰς ψυχὰς τῶν σῶν δούλων,
ἀνάπαυσον δεόμεθα, ἐν σκηναῖς τῶν δικαίων, καὶ ἐν τόποις ἀνέσεως, ὡς Ὑπεράγαθος.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Ἱερωτέρα Ἁγνή, τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἀνεδείχθης τεκοῦσα, τὸν ποιητὴν τῆς
κτίσεως, ὃν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς δούλους σου, τοὺς σὲ δοξάζοντας.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ α΄ - Κανὼν εἰς Κοιμηθέντας

Ὡς ἐν ἠπείρῳ πεζεύσας
στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
7. Ἐν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστέ. Οὓς ἐκ γῆς
μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν, τυχεῖν ἀξίωσον.

στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

8. Κατακοσμήσας τὰ πάντα ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ, καὶ
μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.

στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.

9. Τοῦ παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν,
ἐντολὴν ἐξώρισας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Ὁ ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρός,
σάρκα περιβάλλεται δι' ἧς, τοῦ θανάτου τὴν ἰσχύν, Ἁγνὴ διέλυσε.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

110 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν εἰς πάντας τοὺς Ἁγίους

Ὁ Εἱρμὸς
1. »Ἐν τῇ στερρᾷ, τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον
Κύριε· σὲ γὰρ ἔχω ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.
Τροπάρια
στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
2. Σωματικοῖς, ὁμιλοῦντες νῦν πόνοις, οἱ Ἀθληταί, τὴν ἄπονον ἐσκόπουν, ἀντίδοσιν
χαίροντες, καὶ νῦν παύουσιν ἡμῶν, πόνους παντοίους ἐν χάριτι.

στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

3. Γνώμῃ στερρᾷ, σοβοῦντες τὰ θηρία, τὰ πονηρά, οἱ θεῖοι Ἱεράρχαι, ἐρρύσαντο ἄτρωτα, τῆς
κακίας τῆς αὐτῶν, τὰ τοῦ Χριστοῦ θεῖα θρέμματα.

στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

4. Ἐθελοντί, ζυγὸν τὸν τοῦ Κυρίου, ὑπεισελθών, χορὸς ὁ τῶν ὁσίων, ἐνέκρωσε φρόνημα, τῆς
σαρκὸς καὶ τὴν ζωήν, τὴν δι' αἰῶνος ἀπέλαβε.
Νεκρώσιμον
στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
5. Ῥῦσαι πυρός, Χριστὲ τοῦ αἰωνίου, τοὺς εὐσεβῶς, τοῦ βίου μεταστάντας, καὶ δὸς αὐτοῖς
ἄφεσιν, ὀφλημάτων ἀγαθέ, καὶ αἰωνίαν ἀπόλαυσιν.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
6. Αἱ τὸν Χριστόν, ποθήσασαι Γυναῖκες, σὲ τὴν αὐτόν, ἀρρήτως τετοκυῖαν, πανάχραντε
Δέσποινα, γεγηθότι λογισμῷ, παρεστῶσαι νῦν χορεύουσι.
(Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8)

ᾨδὴ γ΄ - Κανὼν εἰς Κοιμηθέντας

Οὐκ ἔστιν Ἅγιος ὡς σύ
στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
7. Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης, κοσμηθέντες παρὰ
σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν αἰτοῦσί σε.

στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

8. Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ' ἐσχάτων
σεαυτόν, κενώσας ὡς συμπαθής, καὶ ζητήσας εὗρες καὶ διέσωσας.

στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.

9. Ῥεόντων ἄστατον φοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν
χαρμονικῶς, ἀξίωσον Ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.
Θεοτοκίον
στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
10. Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ,
συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.
(Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

(και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 111

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν.

(Μεσώδια Καθίσματα από το Μηναίο

-η 4η, 5η και 6η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο)

ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν.

(Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν Κοντάκια

Τῷ Σαββάτῳ
Κοντάκιον Μαρτυρικὸν
Ἦχος πλ. δ΄
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε,
τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς
Θεοτόκου συντήρησον, πολυέλεε.

Κοντάκιον Νεκρώσιμον
Ἦχος πλ. δ΄
Μετὰ τῶν ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος,
οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

(Συναξάριο της ημέρας

-η 7η και 8η ωδή συνήθως παραλείπονται-
και στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο)

στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

112 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου)

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.

1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ
σωτήρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

(-η 9η ωδή συνήθως παραλείπεται-

μετά ο ειρμός της 9ης ωδής από το Μηναίο
και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου)

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μικρή Συναπτή
 Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον
 Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον
 Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
 Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε τα κάτωθι)

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Τῷ Σαββάτῳ
Νεκρώσιμον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός καὶ διὰ τῶν σῶν ἁγίων πᾶσαν τὴν γῆν
φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.
Θεοτοκίον
Ἦχος β΄ Τῶν Μαθητῶν ὁρώντων σε
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ πρὸς Θεόν σε ἔχομεν προστασίαν· ἔκτεινόν σου τὴν
χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν· σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ
ἁγίου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 113

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΑΙΝΟΙ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ,
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῶ Θεῷ.

(οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται

και στους 4 τελευταίους στίχους, ψάλλονται τα κάτωθι)

Μαρτυρικά
στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου, συμπαθοῦσαν
ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα,
φεῖσαι τῶν ψυχῶν ἡμῶν.

στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς...

στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ
Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν
ψυχῶν ἡμῶν.

στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Τοὺς Ἁγίους ἐθαυμάστωσε, καὶ Ἁγίας ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες
οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν,
καὶ ἡμῶν μὴ ἐπιλάθησθε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν καὶ πληρῶν. Προφήτας
ἐξαπέστειλας, Χριστέ, προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαί σου τὰ
μεγαλεῖα, καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη.
Μάρτυρες δὲ ἔτυχον ὧν περ ἐπόθουν, καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ
τεκούσῃ σε. Ἀνάπαυσον Κύριε ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς Βασιλείας
σου, ὁ Σταυρὸν ὑπομείνας, δι' ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός.

114 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ

Δοξολογία μικρή (χύμα)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ,
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία.
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
 Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
 Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
 Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)
...
Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
(Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...)
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 115

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ (Θεοφάνους)

Ὅλην ἀποθέμενοι
Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον θεϊκῆς
χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον,
εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς
διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι,
κόσμον ἐξηγόρασας.

στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον πιστοῖς
δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ' ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα,
πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα διὰ
πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν οἰκονομίαν σου.

στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες
ἱκετεύομεν. Τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας,
αὐτοὺς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν
Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σώζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου
ἔπλασας, μόνε πολυέλεε.
Δόξα... καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία· Θεὸν γὰρ ἐχώρησας, καὶ Χριστὸν ἐγέννησας
ἀπειρόγαμε, βροτὸν ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιὰ τῇ ὑποστάσει δέ, ὅν ἐκδυσώπησον, ὡς
μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς
ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν
τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα.

Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ
εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

116 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ τέλους

(Επειδή η ακολουθία του Μηναίου στερήται δοξαστικού,

δεν ψάλλεται το απολυτίκιο του τυχόντος Αγίου,
αλλά ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο θεοτόκιο)

Μαρτυρικόν Ἦχος β΄
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν
ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον·
οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.
Καὶ νύν... Θεοτοκίον
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς
μεγαλύνομεν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 117

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

Θεια Λειτουργια
ΑΝΤΙΦΩΝΟ Α΄
Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91)

στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΑΝΤΙΦΩΝΟ Β΄
Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92)

στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ

περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε.

Δόξα... Καὶ νῦν... Ἠχος β΄

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας
Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

118 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄
Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94)

στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.

στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

(είσοδος του Ευαγγελίου)

Σοφία· ὀρθοί.

στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ

1. Τα απολυτίκια της ημέρας.

Μαρτυρικόν Ἦχος β΄
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν
ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον·
οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.

2. Το απολυτίκιο του ναού.

3. Το κοντάκιο της ημέρας της εβδομάδος.

Δόξα... Κοντάκιον Νεκρώσιμον
Ἦχος πλ. δ΄
Μετὰ τῶν ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος,
οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Καὶ νῦν... Κοντάκιον Μαρτυρικὸν

Ἦχος πλ. δ΄
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε,
τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς
Θεοτόκου συντήρησον, πολυέλεε.

ΚΟΙΝΩΝΙΚΟΝ
Ἦχος πλ.α΄ Ψαλμὸς ξδ΄ (64)
Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ
γενεάν. Ἀλληλούια

 Σοί πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ῾Ιερουσαλήμ.
 Εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
 Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.
 Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
 Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
 Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν
θαλάσσῃ μακράν.
Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 119
Σαβ β ατο ( Αλλη λου ια) - π. Β΄ Η χοσ

 Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κῦτος

τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται;
 Ταραχθήσονται τὰ ἔθνη, καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων
σου· ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.
 Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.
 Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ
ἑτοιμασία.
 Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς· ἐν ταῖς σταγόσιν αὐτῆς
εὐφρανθήσεται ἀνατέλλουσα.
 Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου
πλησθήσονται πιότητος.
 Πιανθήσονται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
 Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ
γὰρ ὑμνήσουσι.

120 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

You might also like