You are on page 1of 18

Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

0265-0339 - Eusebius Caesariensis - De solemnitate paschali

This text belongs to the Thesaurus Linguae Graecae (TLG®), a Research Center at the
University of California, Irvine, which digitized it and owns the relevant ©Copyright.
On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized
www.documentacatholicaomnia.eu to post it into our site.
Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make
publicly available this text of high quality,
serial number '2018 039 '.

Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De solemnitate paschali

[00001] ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΣΧΑ ΕΟΡΤΗΣ.

[00002] αʹ.

[00003] Τάχα οὐκ ἄκαιρον ἂν εἴη καὶ αὖθις περὶ τοῦ Πάσχα διαλαβεῖν, ἄνωθεν Ἑβραίων παισὶν εἰκονικῶς παραδεδοµένου.

[00004] Ὁπηνίκα γοῦν Ἑβραῖοι, σκιὰς µελλόντων ἐπιτελοῦντες, πρῶτοι τὴν τοῦ φασὲκ ἑορτὴν ἐτέλουν, θρέµµα µὲν αὐτοῖς ἐξ ἀγέλης ἐλαµβάνετο·

[00005] τοῦτο δὲ ἦν ἀµνὸς ἢ πρόβατον·

[00006] εἶτ' αὐτοὶ τοῦτο δι' ἑαυτῶν ἔθυον·

[00007] κἄπειτα τῷ µὲν αἵµατι πρῶτον ὑπέρθυρα καὶ φλιὰς ἕκαστος τῶν ἰδίων κατέχριον οἴκων·

[00008] ταύτῃ πη εἰς ἀνατροπὴν ὀλοθρευτοῦ αἱµάσσοντες οὐδοὺς καὶ µέλαθρα.

[00009] Σαρξὶ δὲ τοῦ προβάτου τροφῇ χρώµενοι, καὶ τὰς ὀσφῦς ζώνῃ περιδεδεµένοι, [24.696] τροφῆς τε ἀζύµων ἄρτων µετίσχοντες, καὶ πόας πικρίδων
προσφερόµενοι, τόπον ἐκ τόπου διέβαινον, τὸν ἀπὸ τῆς Αἰγυπτίων γῆς ἐπὶ τὴν ἔρηµον.

[00010] Ταῦτα γοῦν αὐτοῖς ὁµοῦ τῇ τοῦ προβάτου σφαγῇ τε καὶ τροφῇ πράττειν νενοµοθέτητο.

[00011] Ἔνθεν ἡ ἐξ Αἰγύπτου µετάβασις τὴν τῶν διαβατηρίων αὐτοῖς ἐπωνυµίαν ἐπλήρου.

[00012] Ἀλλ' ἐκείνοις µὲν τυπικῶς ταῦτα συνέβαινεν, ἐγράφη δὲ δι' ἡµᾶς.

[00013] Καί γε διερµηνεύει Παῦλος τῶν παλαιῶν συµβόλων διαφαίνων τὴν ἀλήθειαν δι' ὧν φησι·

[00014] Καὶ γὰρ τὸ Πάσχα ἡµῶν ἐτύθη Χριστός.

[00015] Τὸ δὲ αἴτιον τοῦ τυθῆναι αὐτὸν ὁ Βαπτιστὴς παρίστησιν εἰπών·

[00016] Ἴδε ὁ Ἀµνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου.

[00017] Καὶ γὰρ σφάγιον κακῶν ἁπάντων ἀποτρόπαιον τὸ σῶµα τὸ σωτήριον τῷ θανάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς ἀφεῖλε κόσµου τὴν ἁµαρτίαν·

[00018] κέκραγε γοῦν τηλαυγῶς Ἡσαΐας·

[00019] Οὗτος τὰς ἁµαρτίας ἡµῶν φέρει καὶ περὶ ἡµῶν ὀδυνᾶται.

[00020] βʹ.

[00021] Τούτου δὴ τοῦ σωτηρίου θύµατος τοῦ τῷ ἰδίῳ αἵµατι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαµένου ταῖς λογικαῖς σαρξὶ τρεφόµενοι, µαθήµασι δηλαδὴ
καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν κατὰ Θεὸν εἰκότως τρυφῶµεν τρυφήν.

[00022] Ἀλλὰ καὶ πίστει τοῦ αἵµατος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ἡµετέρας ἀντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οἴκους τὰ σώµατα κατασηµαινόµενοι, πᾶν
γένος δαιµόνων ἐπιβούλων ἐξ ἑαυτῶν ἀπελαύνοµεν·

[00023] καὶ τὴν τῶν διαβατηρίων ἑορτὴν ἐπιτελοῦντες, διαβαίνειν µελετῶµεν ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου µεταβεβηκότες ἐπὶ τὴν ἔρηµον.

[00024] Ταύτῃ γοῦν καὶ ἡµεῖς ἀτριβῆ τινα καὶ ἔρηµον τοῖς πολλοῖς στελλόµεθα πορείαν, παλαιὰν ζύµην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ἐξόριον ποιούµενοι, καὶ
τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πικρᾶς καὶ ἀλγεινῆς διαίτης προσφερόµενοι.

[00025] Καὶ ὁ καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος, οὐκ ἐν µέσῃ χειµῶνος ὥρᾳ παρηγµένος·

[00026] στυγνὸς γὰρ οὗτος·

[00027] ἀλλ' οὐδ' ἐν µέσῳ θέρει κατάλληλος ἦν, καθ' ὃν ἡ τροπὴ φλεγµαίνουσα, τῶν κατ' ἀγροὺς σχολαζόντων περιαιρεῖται τὸ κάλλος·

1/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

[00028] πλεονεκτεῖ δὲ καὶ τὰ τῶν ὡρῶν, οὐκ ἐπαµφοτερίζοντα τῇ ἰσοµοιρίᾳ·

[00029] µετοπώρου γὰρ τροπῆς οὐκ ἐπιτερπὴς ἡ θέα, χηρευούσης µὲν τῆς χώρας, τῶν δ' οἰκείων καρπῶν ὡς ἂν τέκνων ἀπεστερηµένης.

[00030] Ἔαρ δὴ λείπεται τὸ φαιδρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώµατος ἡγεῖται, ἡλίου µὲν δὴ ἄρτι τὸ πρῶτον τµῆµα διιππεύοντος, σελήνης δ'
ἐκ παραλλήλου πλησιφαεῖ τῷ φωτὶ τὸν τῆς νυκτὸς δρόµον εἰς λαµπρὰν µεθαρµοζοµένης ἡµέραν.

[00031] Τοῦτο λύει µὲν κτύπων χειµερίων φόβητρα, λύει δὲ µακρὰ διαστήµατα, πληµµύρας ὑδάτων µεταβάλλει.

[00032] Ἤδη δὲ νεαρᾶς ἐπιλαµπούσης αἰθρίας, γαλήνη µὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ πελάγη, εὔδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ἐνδίδωσι.

[00033] Χῶραι δ' ἐν τούτῳ κατ' ἀγροὺς ἐγκύµονες σπερµάτων, καὶ καρπῶν σπαργῶντα φυτὰ τοῖς ἐκ Θεοῦ δώροις ἀγαλλόµενα, γεωργοῖς πόνων τὰς ἀµοιβὰς
ἐν εὐλογίαις παρέχει.

[00034] γʹ.

[00035] Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις µὲν ὄλεθρον τοῖς δαιµόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει·

[00036] οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσµογονίας τετηρηµένος, καθ' ὃν ἡ γῆ ἐβλάστησε, καθ' ὃν οἱ φωστῆρες ἐγένοντο, καθ'
ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

[00037] κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύµπαντος κόσµου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε µυστήριον, καὶ τὴν οἰκουµένην ὁ µέγας φωστὴρ, εὐσεβείας
αὐγαῖς κατελάµπρυνε καὶ δὴ γενέθλιον κόσµου ὁ καιρὸς περιέχειν ἔοικε.

[00038] Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται·

[00039] ἀλλὰ καὶ προβάτου σφαγῆς σύµβολον ἔφερεν·

[00040] ἀλλὰ καὶ τροφῆς ἀζύµων ἄρτων ᾐνίττετο εἰκόνα.

[00041] Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο·

[00042] τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ' ὃ περιέκειτο σῶµα.

[00043] Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὸν τῶν ἀνθρώπων βίον διαλαβούσης.

[00044] Αἰγυπτίων µὲν δαίµοσιν εἰσέτι καὶ νῦν θεήλατοι µάστιγες καταπέµπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς
πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι.

[00045] Τῶν λαοπλανῶν δὲ πνευµάτων πεπαυµένων, καὶ χειµῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσµασιν ἁγίου Πνεύµατος τὴν Ἐκκλησίαν τοῦ
Θεοῦ στεφανοῖ·

[00046] καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡµέτερον µεταβέβληται·

[00047] χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν·

[00048] ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωµένοι, φωτὸς ἐν ἡµέρᾳ Θεοῦ γνώσεως κατηξιώθηµεν.

[00049] δʹ.

[00050] Τοιαῦτα τὰ καινὰ µαθήµατα πάλαι µὲν διὰ συµβόλων ἐπεσκιασµένα, νεωστὶ δὲ εἰς φῶς ἀνακεκαλυµµένα.

[00051] Καὶ δὴ καὶ ἡµεῖς τὸ κεφάλαιον τῆς ἑορτῆς κύκλων περιόδοις καθ' ἕκαστον ἔτος ἀναζωπυροῦµεν, προέορτα µὲν προπαρασκευῆς ἕνεκα
τὴν τεσσαρακονθήµερον ἄσκησιν παραλαµβάνοντες κατὰ τὸν τῶν ἁγίων ζῆλον Μωϋσέως καὶ Ἡλίου, τὴν δὲ ἑορτὴν αὐτὴν εἰς ἄληστον αἰῶνα ἀνανεούµενοι.

[00052] Τὴν γοῦν πρὸς τὸν Θεὸν πορείαν στελλόµενοι, τὰς µὲν ὀσφῦς εὖ µάλα δεσµῷ σωφροσύνης περιδούµεθα, τὰ δὲ τῆς ψυχῆς βαδίσµατα ἐν
ἀσφαλείᾳ φυλάττοντες, ὥσπερ ἐν ὑποδήµασι δὴ τὸν δρόµον τῆς οὐρανίου κλήσεως παρασκευάζοµεν·

[00053] βακτηρίᾳ δὲ λόγου θείου ἐν εὐχῶν δυνάµει πρὸς ἄµυναν ἐχθρῶν χρώµενοι, σὺν πάσῃ προθυµίᾳ διαβαίνοµεν τὴν εἰς οὐρανοὺς φέρουσαν
διάβασιν, σπεύδοντες ἀπὸ τῶν τῇδε ἐπὶ τὰ οὐράνια, καὶ ἀπὸ ζωῆς θνητῆς ἐπὶ τὴν ἀθάνατον·

[00054] οὕτω γὰρ διαδέξεται ἡµᾶς ἐντεῦθεν τὰ διαβατήρια εὖ καὶ καλῶς διαβεβηκότας ἄλλη τις µείζων ἑορτή·

[00055] Πεντηκοστὴν αὐτὴν ἐπίκλην Ἑβραίων παῖδες ὀνοµάζουσιν, εἰκόνα φέρουσαν τῆς τῶν οὐρανῶν βασιλείας.

[00056] Λέγει γοῦν [24.700] Μωϋσῆς·

[00057] Ἀρχοµένου σου δρέπανον ἐπ' ἄµητον, ἑπτὰ ἑβδοµάδας ἀριθµήσεις σεαυτῷ, καὶ νέους ἄρτους ἐκ νέων ἀµήτων παραθήσεις τῷ Θεῷ.

[00058] Ἐδήλου δὲ ἄρα προφητικῷ τύπῳ ἄµητον µὲν τῶν ἐθνῶν τὴν κλῆσιν, νέους δὲ ἄρτους τὰς διὰ Χριστοῦ τῷ Θεῷ προσενηνεγµένας ψυχὰς, τάς τε ἐξ
ἐθνῶν ἐκκλησίας, ἐφ' αἷς ἑορτὴ µεγίστη τῷ φιλανθρώπῳ Θεῷ συντελεῖται·

[00059] οἳ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις θερισθέντες, καὶ ὥσπερ εἰς ἅλως τὰς ἁπανταχοῦ γῆς Ἐκκλησίας συναχθέντες ὑφ' ἓν, ὁµοφώνῳ τε
διαθέσει πίστεως σωµατοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν θείων λόγων µαθήµασιν ἐξαρτυθέντες, δι' ὕδατός τε καὶ πυρὸς ἁγίου Πνεύµατος ἀναγεννηθέντες,

2/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ἄρτοι τρόφιµοι προσηνεῖς καὶ ἀρεστοὶ τῷ Θεῷ διὰ Χριστοῦ προσφερόµεθα.

[00060] εʹ.

[00061] Ταύτῃ πη τῶν παρὰ Μωϋσεῖ προφητικῶν συµβόλων εἰς ἔργα σεµνοτέροις τοῖς ἀποτελέσµασι χωρούντων, αὐτοί γε µὴν τὴν ἑορτὴν φαιδροτέραν
ἄγειν παρειλήφαµεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερµένοι, καὶ τῆς αὐτοῦ βασιλείας ἀπολαύοντες.

[00062] ∆ιὸ οὐκέτι πονεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούµεθα, τῆς δ' ἐλπιζοµένης ἐν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέρειν διδασκόµεθα·

[00063] ὅθεν οὐδ' ἐν ταῖς εὐχαῖς γόνυ κλίνοµεν, οὐδ' ἀσιτίαις καταπονούµεθα·

[00064] τοὺς γὰρ τῆς κατὰ Θεὸν ἀναστάσεως ἠξιωµένους οὐκέτ' αὖθις οἷόν τε ἐπὶ γῆς πίπτειν·

[00065] οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερωµένους τὰ ἴσα πάσχειν τοῖς καταδεδουλωµένοις.

[00066] ∆ιὸ µετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ἐν ἑβδοµάσιν ἑπτὰ τελείαις ἑορτάζοµεν, τὸν µὲν πρότερον αἰῶνα τῆς πρὸ τοῦ Πάσχα τεσσαρακονθηµέρου
συνασκήσεως ἐν ἓξ ἑβδοµάσιν ἀνδρισάµενοι·

[00067] πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ ἐνεργητική·

[00068] διὸ καὶ ἐν ἓξ ἡµέραις ὁ Θεὸς πεποιηκέναι λέγεται τὰ σύµπαντα.

[00069] Τοὺς δ' ἐν ἐκείνῃ πόνους εἰκότως ἡ δευτέρα ἑορτὴ ἐν ἑβδοµάσιν ἑπτὰ διαδέξεται, πολυπλασιαζοµένης ἡµῖν τῆς ἀναπαύσεως, ἧς τὰ σύµβολα ἡ
ἑβδοµὰς σηµαίνειν θέλει.

[00070] Οὐ µὴν ἐπὶ ταύτας ὁ τῆς Πεντηκοστῆς ἀριθµὸς ἵσταται·

[00071] ὑπερακοντίσας δὲ τὰς ἑπτὰ ἑβδοµάδας, µονάδι τῇ µετὰ ταύτας ὑστάτῃ τὴν πανέορτον ἡµέραν τῆς Χριστοῦ ἀναλήψεως ἐπισφραγίζεται.

[00072] Εἰκότως ἄρα ἐν ταῖς τῆς ἁγίας Πεντηκοστῆς ἡµέραις τὴν µέλλουσαν ἀνάπαυσιν διαγράφοντες, τὰς ψυχὰς γαννύµεθα, καὶ τὸ σῶµα διαναπαύοµεν, ὡς
ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυµφίῳ, καὶ νηστεύειν µὴ δυνάµενοι.

[00073] ὰ

[00074] ςʹ.

[00075] Πλὴν ὅτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον πάθος κατὰ τὰς ἡµέρας τοῦ Ἰουδαϊκοῦ Πάσχα τῶν ἀζύµων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀµφιβάλοι·

[00076] τοῦτο γὰρ ἦν τοῦ νόµου τοῦ παρὰ Μωϋσεῖ περὶ τοῦ Πάσχα λεγοµένου αἴτιον.

[00077] Ἐπειδὴ γὰρ ἔµελλεν ὁ Ἀµνὸς τοῦ Θεοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεσθαι παρ' αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς κοινῆς πάντων
ἀνθρώπων σωτηρίας, οὐκ ἄλλοτε ἢ κατὰ τὸν δηλούµενον καιρὸν, προλαβὼν τὸ µέλλον ὁ Θεὸς διὰ συµβόλων εἰκονικῶς, κατ' αὐτὸν ἐκεῖνον τὸν µέλλοντά ποτε
κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι καιρὸν, ἀµνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε θύεσθαι·

[00078] καὶ τοῦτο αὐτοῖς κατ' ἐνιαυτὸν ἐτελεῖτο, ἕως ἡ ἀλήθεια ἀποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας περιέγραψεν.

[00079] Ὅθεν ἐξ ἐκείνου παρὰ µὲν τοῖς ἔθνεσιν ἡ ἀληθὴς τῶν µυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ Ἰουδαίοις οὐκέτι οὐδ' αὐτῶν ἡ µνήµη τῶν συµβόλων
[24.701] φυλάττεται, περιῃρηµένου αὐτῶν τοῦ τόπου ἐν ᾧ τὰ τῆς ἑορτῆς τελεῖσθαι νενοµοθέτητο.

[00080] Εἰκότως ἄρα ἡ θεία τῶν Εὐαγγελίων γραφὴ κατὰ τὸν χρόνον τῶν Ἰουδαϊκῶν ἀζύµων πεπονθέναι φησὶ τὸν Σωτῆρα·

[00081] ἐπειδὴ καὶ τότε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς.

[00082] ζʹ.

[00083] Καὶ οἱ µὲν κατὰ Μωϋσέα ἅπαξ τοῦ παντὸς ἔτους πρόβατον τοῦ Πάσχα ἔθυον τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου µηνὸς, τὸ πρὸς ἑσπέραν·

[00084] ἡµεῖς δὲ οἱ τῆς Καινῆς ∆ιαθήκης ἐφ' ἑκάστης Κυριακῆς ἡµέρας τὸ ἑαυτῶν Πάσχα τελοῦντες, ΑΕΙ ΤΟΥ ΣΩΜΑΤΟΣ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΕΜΦΟΡΟΥΜΕΘΑ,
ΑΕΙ ΤΟΥ ΑΙΜΑΤΟΣ ΤΟΥ ΠΡΟΒΑΤΟΥ ΜΕΤΑΛΑΜΒΑΝΟΜΕΝ.

[00085] ἀεὶ τὰς ὀσφῦς τῆς ἑαυτῶν ψυχῆς ἁγνείᾳ καὶ σωφροσύνῃ περιεζώσµεθα, ἀεὶ τοὺς πόδας παρεσκευάσµεθα ἐν ἑτοιµασίᾳ τοῦ Εὐαγγελίου, ἀεὶ τὰς
βακτηρίας ἔχοµεν ἐν ταῖς χερσὶ, καὶ τῇ ῥάβδῳ τῇ ἐκ ῥίζης Ἰεσσαὶ προελθούσῃ ἐπαναπαυόµεθα, ἀεὶ τῆς Αἰγύπτου ἀπαλλαττόµεθα, ἀεὶ τὴν ἐρηµίαν τοῦ
ἀνθρωπείου βίου µεταδιώκοµεν, ἀεὶ τὴν πρὸς Θεὸν πορείαν στελλόµεθα, ἀεὶ τὰ διαβατήρια ἑορτάζοµεν.

[00086] Ταῦτα γὰρ πάντα οὐχ ἅπαξ τοῦ ἔτους πράττειν ἡµᾶς, ἀεὶ δὲ καὶ διὰ πάσης ἡµέρας ὁ εὐαγγελικὸς λόγος βούλεται.

[00087] ∆ιὸ καὶ καθ' ἑκάστην ἑβδοµάδα τὴν τοῦ Πάσχα τοῦ ἡµετέρου ἑορτὴν κατὰ τὴν σωτήριον καὶ Κυριακὴν ἡµέραν ἐπιτελοῦµεν τοῦ ἀληθινοῦ προβάτου, δι'
οὗ ἐλυτρώθηµεν, τὰ µυστήρια ἀποπληροῦντες·

[00088] καὶ οὔτε τὸ σῶµα σιδήρῳ περιτέµνοµεν, τῆς δὲ ψυχῆς τῷ τµητικῷ λόγῳ πᾶσαν περιαιροῦµεν κακίαν·

[00089] οὔτε σωµατικοῖς ἀζύµοις χρώµεθα, µόνοις δὲ τοῖς τῆς εἰλικρινείας καὶ ἀληθείας.

[00090] Ἡ χάρις γὰρ, ἡµᾶς τῆς γεγηρακυίας ἐλευθερώσασα συνηθείας, τὸν καινὸν ἄνθρωπον παρέδωκεν ἡµῖν τὸν κατὰ Θεὸν κτισθέντα, καὶ τὸν καινὸν
νόµον, καινήν τε περιτοµὴν, καινόν τε Πάσχα, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον·

3/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

[00091] οὕτω καὶ τῶν παλαιῶν καιρῶν ἐλευθέρους ἡµᾶς ἀφῆκε.

[00092] ηʹ.

[00093] Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, µέσου τῆς ἁγίας συνόδου προκαθεζοµένου, ὡς ἤχθη εἰς µέσον τὸ περὶ τοῦ Πάσχα ζήτηµα, ἐλέγετο µὲν ὅσα καὶ ἐλέγετο·

[00094] ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων µοῖρα τῆς ὅλης οἰκουµένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς·

[00095] ἀρκτῷα γὰρ ὁµοῦ καὶ µεσηµβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συµφωνίᾳ φραξάµενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν
διεκδικοῦσι συνήθειαν.

[00096] Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί·

[00097] καὶ οὕτω µία Χριστοῦ γέγονεν ἑορτή·

[00098] καὶ οὕτω τῶν µὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁµοδόξοις συνήφθησαν·

[00099] ἡ φύσις γὰρ [24.704] ἕλκει τὰ ὅµοια πρὸς τὰ ὅµοια.

[00100] Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται·

[00101] Τῇ πρώτῃ ἡµέρᾳ τῶν ἀζύµων προσελθόντες οἱ µαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιµάσωµέν σοι φαγεῖν τὸ Πάσχα;

[00102] Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν·

[00103] Πρὸς σὲ ποιῶ τὸ Πάσχα·

[00104] ἐροῦµεν, ὅτι τοῦτο παράγγελµα οὐκ ἔστιν, ἀλλ' ἱστορία πράγµατος συµβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν.

[00105] Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νοµοθετεῖν καὶ τοῖς µετὰ ταῦτα παραγγελίας καταλιµπάνειν.

[00106] θʹ.

[00107] Ἀλλὰ καὶ ὁ Σωτὴρ οὐ µετὰ Ἰουδαίων ἐπετέλεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πάθους.

[00108] Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόβατον, τότε καὶ αὐτὸς µετὰ τῶν αὐτοῦ µαθητῶν τὸ ἑαυτοῦ ἤγαγε Πάσχα·

[00109] οἱ µὲν γὰρ κατὰ τὴν Παρασκευὴν, ἐν ᾗ πέπονθεν ὁ Σωτὴρ, τοῦτ' ἔπραττον·

[00110] ὅθεν οὐδὲ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἀλλ' ὁ Πιλάτος πρὸς αὐτοὺς ἔξεισιν·

[00111] αὐτὸς δὲ πρὸ ὅλης ἡµέρας τῇ πέµπτῃ τοῦ Σαββάτου τοῖς µαθηταῖς συνανέκειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν·

[00112] Ἐπιθυµίᾳ ἐπεθύµησα τοῦτο τὸ Πάσχα φαγεῖν µεθ' ὑµῶν.

[00113] Ὁρᾷς ὅπως ὁ Σωτὴρ οὐ µετὰ Ἰουδαίων τὸ Πάσχα ἤσθιεν;

[00114] Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέστησεν εἰπών·

[00115] Ἐπιθυµίᾳ ἐπεθύµησα τοῦτο τὸ Πάσχα φαγεῖν µεθ' ὑµῶν, πρὸ τοῦ µε παθεῖν·

[00116] τὰ µὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωµένα, ἃ δὴ µετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυµητά·

[00117] τὸ δὲ καινὸν µυστήριον τῆς Καινῆς αὐτοῦ ∆ιαθήκης, ὃ δὴ µετεδίδου τοῖς ἑαυτοῦ µαθηταῖς, ἐπιθυµητὸν ἦν αὐτῷ εἰκότως·

[00118] ἐπεὶ πολλοὶ πρὸ αὐτοῦ προφῆται καὶ δίκαιοι ἐπεθύµησαν ἰδεῖν τὰ τῆς Νέας ∆ιαθήκης µυστήρια·

[00119] καὶ αὐτὸς δὲ ὁ Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σωτηρίαν, µυστήριον παρεδίδου, δι' οὗ πάντες ἄνθρωποι ἔµελλον ἑορτάζειν, ἐπιθυµητὸν τοῦτο αὐτῷ
εἶναι ὡµολόγησε.

[00120] Τὸ µὲν Μωϋσέως Πάσχα οὐχ ἥρµοζε πᾶσι τοῖς τότε ἔθνεσι·

[00121] πῶς γάρ;

[00122] ὁπότε ὑφ' ἕνα τόπον τὸν ἐν τῇ Ἱερουσαλὴµ τελεῖσθαι νενοµοθέτητο·

[00123] διὸ οὐκ ἦν ἐπιθυµητόν·

[00124] τὸ δὲ σωτήριον µυστήριον τῆς Καινῆς ∆ιαθήκης, πᾶσιν ἀνθρώποις ἁρµόζον, εἰκότως αὐτῷ ἐπιθυµητὸν ἦν.

[00125] ιʹ.

4/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

[00126] Ἀλλ' αὐτὸς µὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ µαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ µετὰ τῶν Ἰουδαίων·

[00127] ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅµα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας·

[00128] οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα·

[00129] ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον·

[00130] καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡµέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον·

[00131] εἶτα µετὰ ταῦτα ἀναστάντες ἅµα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον.

[00132] Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι µὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ µὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, µιανθῶσι, καθαροὶ δὲ µείναντες
οἱ παµµίαροι, ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάµηλον καταπίνοντες, οἱ τὰς ψυχὰς αὐτοῖς σώµασι κατὰ τοῦ Σωτῆρος
[24.705] µιαιφονίᾳ µεµιαµµένοι, τὸν ὄροφον ἐδεδίεσαν ὑπεισελθεῖν·

[00133] ἀλλ' οἱ µὲν κατ' αὐτὴν ἐκείνην τοῦ πάθους τὴν ἡµέραν τὸ λυµαντικὸν τῆς ἑαυτῶν ψυχῆς ἔφαγον Πάσχα, τὸ αἷµα τὸ σωτήριον οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλὰ
καθ' ἑαυτῶν ἐξαιτησάµενοι.

[00134] Ὁδ' ἡµέτερος Σωτὴρ οὐ τότε, πρὸ ἡµέρας δὲ ἀνακείµενος µετὰ τῶν µαθητῶν, τὴν ἐπιθυµητικὴν ἑαυτῷ ἑορτὴν ἦγεν.

[00135] ιαʹ.

[00136] Ὁρᾷς, ὡς ἐξ ἐκείνου, ὁ µὲν αὐτῶν ἐχωρίζετο καὶ τῆς Ἰουδαϊκῆς ἀνεχώρει µιαιφονίας, συνήπτετο δὲ τοῖς µαθηταῖς, ἅµα αὐτοῖς τὴν ἐπιθυµητὴν
ἑορτὴν πανηγυρίζων;

[00137] Οὐκοῦν καὶ ἡµῖν τὸ Πάσχα σὺν Χριστῷ βρωτέον, καθαιροῦσι µὲν τῆς ἑαυτῶν διανοίας πᾶσαν ζύµην κακίας καὶ πονηρίας, ἀζύµων δ' ἀληθείας καὶ
εἰλικρινείας ἐµπιπλαµένοις, ἔχουσιν ἐν ἑαυτοῖς ἔνδον ἐν τῇ ψυχῇ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὴν ἀληθῆ περιτοµὴν, καὶ τοῦ τυθέντος ὑπὲρ ἡµῶν προβάτου τῷ
αἵµατι τὰς τῆς διανοίας ἡµῶν φλιὰς περιχρίουσιν εἰς ἀποτροπὴν τοῦ καθ' ἡµᾶς ὀλοθρευτοῦ.

[00138] Καὶ τοῦτο οὐ πρὸς µίαν περίοδον τοῦ παντὸς ἔτους, ἀλλὰ καὶ δι' ἑβδοµάδος ἁπάσης.

[00139] Παρασκευὴ µὲν ἡµῖν ἔστω νηστεία, πένθους σύµβολον, τῶν προτέρων ἡµῖν χάριν ἁµαρτηµάτων, καὶ µνήµης ἕνεκα τοῦ σωτηρίου πάθους.

[00140] ιβʹ.

[00141] Ἰουδαίους γε µὲν ἐξ ἀρχῆς ἀπεσφάλθαι τῆς ἀληθείας φηµὶ, ἐξ οὗπερ αὐτῇ τῇ ἀληθείᾳ ἐπιβεβουλεύκασι, τὸν Λόγον τῆς ζωῆς ἐξ ἑαυτῶν ἀπελαύνοντες.

[00142] Καὶ τοῦτο σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων παρίστησι γραφή.

[00143] Τῷ µὲν γὰρ Κυρίῳ ἐπιµαρτυρεῖ τὸ Πάσχα βεβρωκέναι τῇ πρώτῃ τῶν ἀζύµων·

[00144] µηδ', ὥς φησιν ὁ Λουκᾶς, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα ἡµέρᾳ τὸ σύνηθες αὐτοῖς βεβρώκασι Πάσχα, ἀλλὰ τῇ µετ' ἐκείνην ἑξῆς, ἥτις ἦν τῶν µὲν
Ἀζύµων δευτέρα, σελήνης δὲ πεντεκαιδεκάτη, ἐν ᾗ τοῦ Σωτῆρος ἡµῶν κρινοµένου ὑπὸ Πιλάτου, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον.

[00145] Οὐκ ἄρα τῇ πρώτῃ τῶν ἀζύµων, ἐν ᾗ ἔδει θύεσθαι, βεβρώκασιν αὐτὸ κατὰ τὸν νόµον·

[00146] ἦ γὰρ ἂν µετὰ τοῦ Σωτῆρος καὶ αὐτοὶ τὸ Πάσχα πεποιήκεσαν·

[00147] ἀλλ' ἐξ ἐκείνου ἅµα τῇ τοῦ Σωτῆρος ἡµῶν ἐπιβουλῇ, πρὸς τῆς αὐτῶν τυφλωθέντες κακίας, καὶ πάσης ἀληθείας ἐσφάλησαν.

[00148] Ἡµεῖς δὲ τὰ αὐτὰ µυστήρια δι' ὅλου τοῦ ἔτους ἄγοµεν, ἐν παντὶ µὲν προσαββάτῳ τοῦ σωτηρίου πάθους τὴν ἀνάµνησιν ποιούµενοι διὰ νηστείας,
ἣν ἐνήστευσαν, ἀρθέντος ἀπ' αὐτῶν τοῦ Νυµφίου, τότε πρῶτον οἱ ἀπόστολοι·

[00149] διὰ πάσης δὲ Κυριακῆς ἡµέρας τῷ ἡγιασµένῳ σώµατι τοῦ αὐτοῦ σωτηρίου Πάσχα ζωοποιούµενοι, καὶ τῷ τιµίῳ αἵµατι αὐτοῦ τὰς ψυχὰς κατασφραγιζόµενοι.

© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0265-0339 - Eusebius Caesariensis - De solemnitate paschali
Litterarum Omnium Conspectus: 132 Litterae, quae repetitae sunt in 12,896 occasionibus

α 0945 978 Α 0913 22

β 0946 95 Β 0914 4

γ 0947 173 Γ 0915 1

δ 0948 240 Δ 0916 0

5/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ε 0949 651 Ε 0917 17

ζ 0950 44 Ζ 0918 0

η 0951 197 Η 0919 3

θ 0952 208 Θ 0920 18

ι 0953 508 Ι 0921 8

κ 0954 375 Κ 0922 19

λ 0955 292 Λ 0923 6

µ 0956 422 Μ 0924 13

ν 0957 1,028 Ν 0925 5

ξ 0958 33 Ξ 0926 0

ο 0959 832 Ο 0927 21

π 0960 410 Π 0928 49

ρ 0961 512 Ρ 0929 6

ς 0962 537 • 0930 0

σ 0963 403 Σ 0931 24

τ 0964 1,077 Τ 0932 29

υ 0965 264 Υ 0933 10

φ 0966 100 Φ 0934 1

χ 0967 93 Χ 0935 8

ψ 0968 15 Ψ 0936 0

ω 0969 176 Ω 0937 2

ῤ 8164 0 0

ῥ 8165 2 Ῥ 8172

ά 8049 145 έ 8051 165 ή 8053 67 ί 8055 178 ό 8057 112 ύ 8059 82 ώ 8061 38

ὰ 8048 144 ὲ 8050 81 ὴ 80852 115 ὶ 8054 146 ὸ 8056 159 ὺ 8058 13 ὼ 8060 1

ᾶ 8118 18 0 ῆ 8134 112 ῖ 8150 104 0 ῦ 8166 133 ῶ 8182 113

ἀ 7936 118 ἐ 7952 151 ἠ 7968 3 ἰ 7984 57 ὀ 8000 7 ὐ 8016 104 ὠ 8032 0

ἁ 7937 16 ἑ 7953 64 ἡ 7969 59 ἱ 7985 18 ὁ 8001 27 ὑ 8017 16 ὡ 8033 13

ἂ 7938 7 ἒ 7954 0 ἢ 7970 2 ἲ 7986 0 ὂ 8002 0 ὒ 8018 0 ὢ 8034 0

ἃ 7939 1 ἓ 7955 3 ἣ 7971 1 ἳ 7987 1 ὃ 8003 10 ὓ 8019 0 ὣ 8035 0

ἄ 7940 27 ἔ 7956 35 ἤ 7972 9 ἴ 7988 9 ὄ 8004 3 ὔ 8020 4 ὤ 8036 0

6/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ἅ 7941 8 ἕ 7957 8 ἥ 7973 4 ἵ 7989 7 ὅ 8005 13 ὕ 8021 5 ὥ 8037 5

ἆ 7942 0 0 ἦ 7974 14 ἶ 7990 6 0 ὖ 8022 4 ὦ 8038 0

ἇ 7943 0 0 ἧ 7975 1 ἷ 7991 4 0 ὗ 8023 7 ὧ 8039 1

ᾀ 8064 0 0 ᾐ 8080 1 0 0 ῧ 8167 0 ᾠ 8096 0

ᾁ 8065 0 0 ᾑ 8081 0 0 0 ΰ 8163 0 ᾡ 8097 0

ᾂ 8066 0 0 ᾒ 8082 0 0 0 0 ᾢ 8098 0

ᾃ 8067 0 0 ᾓ 8083 0 0 0 0 ᾣ 8099 0

ᾄ 8068 0 0 ᾔ 8084 0 0 0 0 ᾤ 8100 1

ᾅ 8069 0 0 ᾕ 8085 0 0 0 0 ᾥ 8101 0

ᾆ 8070 0 0 ᾖ 8086 0 0 0 0 ᾦ 8102 0

ᾇ 8071 0 0 ᾗ 8087 4 0 0 0 ᾧ 8103 1

ᾳ 8115 15 0 ῃ 8131 17 0 0 0 ῳ 8179 15

ᾴ 8116 0 0 ῄ 8132 0 0 0 0 ῴ 8180 1

ᾷ 8119 2 0 ῇ 8135 22 0 0 0 ῷ 8183 38

Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt

© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0265-0339 - Eusebius Caesariensis - De solemnitate paschali
Verborum Omnium Conspectus: 1,148Verba, quae repetita sunt in 2,797,505 occasionibus

ἃ [00116]
ὰ [00073]
α [00002]
ἀγαλλόµενα [00033]
ἄγειν [00061]
ἀγέλης [00004]
ἄγεσθαι [00077]
ἁγίας [00072] [00093]
ἁγίου [00045] [00059]
ἁγίων [00051]
ἁγνείᾳ [00085]
ἄγοµεν [00148]
ἀγροὺς [00027] [00033]
ἀεὶ [00085] [00085] [00085] [00085] [00085] [00085] [00085] [00086]
ΑΕΙ [00084] [00084]
ἀέρα [00032]
ἀζύµοις [00089]
ἀζύµων [00009] [00040] [00075] [00080] [00101] [00137] [00143] [00145]
Ἀζύµων [00144]
ἀθάνατον [00053]
ἀθεότητος [00044]
ἀθέου [00024]
Αἰγυπτίοις [00035]
Αἰγυπτίων [00009] [00044]
Αἰγύπτου [00011] [00023] [00085]
αἰθρίας [00032]
αἷµα [00133]
αἱµάσσοντες [00008]
αἵµατι [00007] [00021] [00137] [00149]
αἵµατος [00022]
ΑΙΜΑΤΟΣ [00084]
αἴρων [00016]
αἷς [00058]
αἰσθητὸν [00077]
αἴτιον [00015] [00076]
αἰῶνα [00051] [00066]
ἄκαιρον [00003]
ἀκολούθως [00081]
ἀλγεινῆς [00024]
ἀλήθεια [00078]
ἀληθείᾳ [00141]
ἀλήθειαν [00013]
ἀληθείας [00089] [00137] [00141] [00147]
ἀληθεῖς [00024]
ἀληθῆ [00137]

7/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ἀληθὴς [00079]
ἀληθινοῦ [00087]
ἄληστον [00051]
ἀλλ [00027] [00104] [00110] [00133] [00147]
Ἀλλ [00012] [00126]
ἀλλὰ [00039] [00040] [00048] [00133] [00138] [00144]
Ἀλλὰ [00022] [00107]
ἄλλη [00054]
ἄλλοτε [00077]
ἁλσὶ [00059]
ἅλως [00059]
ἅµα [00127] [00131] [00136] [00147]
ἁµαρτηµάτων [00139]
ἁµαρτίαν [00016] [00017]
ἁµαρτίας [00019]
ἄµητον [00057] [00058]
ἀµήτων [00057]
ἀµνὸν [00077]
ἀµνὸς [00005]
Ἀµνὸς [00016] [00077]
ἀµοιβὰς [00033]
ἄµυναν [00053]
ἀµφιβάλοι [00075]
ἂν [00003] [00029] [00061] [00072] [00075] [00129] [00146]
ἀναγεννηθέντες [00059]
ἀναγκαίως [00114]
ἀναζωπυροῦµεν [00051]
ἀνακείµενος [00134]
ἀνακεκαλυµµένα [00050]
ἀνακρίνουσιν [00130]
ἀναλήψεως [00071]
ἀνάµνησιν [00148]
ἀνανεούµενοι [00051]
ἀναπαύσεως [00062] [00069]
ἀνάπαυσιν [00072]
ἀναστάντες [00131]
ἀναστάσεως [00064]
ἀνασωσαµένου [00021]
ἀνατολῆς [00094]
ἀνατολικοί [00096]
ἀνατροπὴν [00008]
ἀνδρισάµενοι [00066]
ἀνεχώρει [00136]
ἀνθεῖλκε [00095]
ἄνθη [00047]
ἀνθρωπείου [00085]
ἄνθρωποι [00119]
ἀνθρώποις [00124]
ἄνθρωπον [00090]
ἀνθρώπων [00021] [00043] [00046] [00077]
ἀντιδέδωκε [00022]
ἀντιτείνουσα [00094]
ἄνωθεν [00003]
ἀπ [00148]
ἀπαλλαττόµεθα [00085]
ἅπαντα [00041]
ἁπανταχοῦ [00059]
ἁπάντων [00017]
ἅπαξ [00083] [00086]
ἁπάσης [00138]
ἀπελαύνοµεν [00022]
ἀπελαύνοντες [00141]
ἀπέστειλε [00102]
ἀπεστερηµένης [00029]
ἀπέστησαν [00098]
ἀπεσφάλθαι [00141]
ἀπήγαγον [00130]
ἁπλῶς [00046]
ἀπολαύοντες [00061]
ἀποπληροῦντες [00087]
ἀποπληρωθεῖσα [00078]
ἀπόστολοι [00148]
ἀποστόλων [00059]
ἀποτελέσµασι [00061]
ἀποτρόπαιον [00017]
ἀποτροπὴν [00137]
ἄρα [00058] [00072] [00080] [00100] [00145]
ἀρεστοὶ [00059]
ἀρετῆς [00047]
ἀρθέντος [00148]
ἀριθµήσεις [00057]
ἀριθµὸς [00070]
ἀρκτῷα [00095]
ἁρµόζον [00124]
ἄρτι [00030]
ἄρτοι [00059]
ἄρτους [00057] [00058]
ἄρτων [00009] [00040]
ἀρχῆς [00141]
ἀρχιερεῖς [00127]
Ἀρχοµένου [00057]
ἀσιτίαις [00063]
ἄσκησιν [00051]
ἀσφαλείᾳ [00052]
ἀτριβῆ [00024]
αὐγαῖς [00037]
αὖθις [00003] [00064]
αὐτὰ [00148]
αὐτῇ [00141]
αὐτὴν [00051] [00055] [00133]
αὐτῆς [00024]
αὐτὸ [00145]
αὐτοὶ [00006] [00128] [00146]
αὐτοί [00061]
αὐτοῖς [00004] [00010] [00011] [00036] [00077] [00078] [00111] [00132] [00136] [00144]
αὐτὸν [00015] [00077] [00127] [00129] [00130] [00131]
Αὐτὸς [00043]
αὐτὸς [00036] [00042] [00108] [00111] [00119] [00126]
αὐτοῦ [00022] [00061] [00108] [00117] [00118] [00127] [00149] [00149]
αὐτοὺς [00110]
αὐτῷ [00072] [00117] [00119] [00124]
αὐτῶν [00079] [00079] [00136] [00147] [00148]
ἀφεῖλε [00017]
ἀφῆκε [00091]

8/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

β [00020]
βαδίσµατα [00052]
βακτηρίᾳ [00053]
βακτηρίας [00085]
Βαπτιστὴς [00015]
βασιλείας [00021] [00055] [00061]
βασιλέως [00093]
βεβλαστήκασιν [00047]
βεβρώκασι [00144]
βεβρώκασιν [00145]
βεβρωκέναι [00143]
βίον [00043]
βίου [00085]
βούλεται [00086]
βρωτέον [00137]

γ [00034]
γαλήνη [00032]
γαννύµεθα [00072]
γὰρ [00014] [00017] [00026] [00029] [00042] [00054] [00064] [00067] [00076] [00077] [00086] [00090] [00095] [00099] [00108] [00109] [00116] [00128] [00129] [00143] [00146]
γάρ [00121]
γε [00013] [00061] [00132] [00141]
γεγηρακυίας [00090]
γέγονεν [00097]
γεγονέναι [00075]
γέγραπται [00100]
γενέθλιον [00037]
γένος [00021] [00022] [00046]
γεωργίας [00047]
γεωργοῖς [00033]
γεωργοῦ [00047]
γῆ [00036] [00036]
γῆν [00032]
γῆς [00009] [00044] [00059] [00064]
γνώσεως [00048]
γόνυ [00063]
γοῦν [00004] [00010] [00018] [00024] [00052] [00056]
Γραφὴ [00132]
γραφὴ [00080]
γραφή [00142]

δ [00029] [00030] [00033] [00049] [00062] [00069] [00137]


δαιµόνων [00022] [00035]
δαίµοσιν [00044]
δὲ [00005] [00009] [00012] [00015] [00025] [00028] [00031] [00032] [00032] [00035] [00038] [00041] [00044] [00045] [00047] [00050] [00051] [00052] [00053] [00058] [00058] [00071] [00079] [00084] [00086]
[00088] [00089] [00094] [00096] [00098] [00102] [00111] [00117] [00119] [00124] [00127] [00132] [00132] [00134] [00136] [00144] [00148] [00149]
δέ [00100] [00105]
δεῖνα [00102]
δεσµῷ [00052]
δευτέρα [00069] [00144]
δὴ [00017] [00021] [00022] [00030] [00030] [00030] [00036] [00037] [00051] [00052] [00116] [00117] [00132]
δηλαδὴ [00021]
δηλούµενον [00077]
δῆτα [00043] [00130]
δι [00006] [00012] [00013] [00059] [00087] [00119] [00138] [00148]
διὰ [00024] [00050] [00058] [00059] [00077] [00086] [00148] [00149]
διαβαίνειν [00023]
διαβαίνοµεν [00053]
διάβασιν [00053]
διαβατήρια [00054] [00085]
διαβατήριον [00038]
διαβατηρίων [00011] [00023]
διαβεβηκότας [00054]
διαγράφοντες [00072]
διαδέξεται [00054] [00069]
διαθέσει [00059]
∆ιαθήκης [00084] [00117] [00118] [00124]
διαίτης [00024]
διαλαβεῖν [00003]
διαλαβούσης [00043]
διαναπαύοµεν [00072]
διανοίας [00137] [00137]
διανυκτερεύσαντες [00130]
διαστήµατα [00031]
διαφαίνων [00013]
διαφόροις [00045]
διδασκόµεθα [00062]
διέβαινον [00009]
διεκδικοῦσι [00095]
διερµηνεύει [00013]
διηγεῖσθαι [00105]
διιππεύοντος [00030]
δίκαιοι [00118]
δικαιοσύνης [00043]
δίκην [00017]
∆ιὸ [00062] [00066] [00087]
διὸ [00068] [00123]
διυλίζοντες [00132]
διψῶν [00119]
δρεπάναις [00059]
δρέπανον [00057]
δρόµον [00030] [00052]
δυνάµει [00053]
δυνάµενοι [00072]
δύοντα [00095]
δώροις [00033]

ε [00060]
Ἔαρ [00030]
ἔαρος [00043]
ἑαυτοῖς [00137]
ἑαυτοῦ [00108] [00117] [00126]
ἑαυτῷ [00134]
ἑαυτῶν [00006] [00022] [00084] [00085] [00133] [00133] [00133] [00137] [00141]
ἑβδοµάδα [00087]
ἑβδοµάδας [00057] [00071]
ἑβδοµάδος [00138]
ἑβδοµὰς [00069]
ἑβδοµάσιν [00066] [00066] [00069]

9/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ἐβλάστησε [00036]
Ἑβραῖοι [00004]
Ἑβραίοις [00035]
Ἑβραίων [00003] [00055]
ἐγένετο [00130]
ἐγένοντο [00036]
ἐγκύµονες [00033]
ἐγράφη [00012]
ἐδεδίεσαν [00132]
ἔδει [00144] [00145]
Ἐδήλου [00058]
ἔθη [00114]
ἔθνεσι [00120]
ἔθνεσιν [00079]
ἔθνη [00095]
ἐθνῶν [00058] [00058]
ἔθυον [00006] [00083] [00108]
Εἰ [00100]
εἴη [00003]
εἰκόνα [00040] [00055] [00062]
εἰκόνας [00078]
εἰκονικῶς [00003] [00077]
Εἰκότως [00072] [00080]
εἰκότως [00021] [00069] [00117] [00124]
εἰλικρινείας [00089] [00137]
εἶναι [00119]
εἶξαν [00096]
εἰπεῖν [00102]
εἴποι [00100]
εἶπον [00101]
εἰπών [00015] [00114]
εἴρηται [00038]
εἰς [00008] [00030] [00050] [00051] [00053] [00059] [00061] [00093] [00110] [00130] [00132] [00137] [00144]
εἰσελθόντες [00132]
εἰσέτι [00044]
εἰσῆλθον [00110] [00132] [00144]
εἶτ [00006]
εἶτα [00131]
εἶχον [00129]
ἐκ [00009] [00030] [00033] [00044] [00057] [00085]
ἑκάστην [00087]
ἑκάστης [00084]
ἕκαστον [00051]
ἕκαστος [00007]
ἐκείνῃ [00069]
ἐκείνην [00133] [00144]
ἐκεῖνο [00114]
ἐκεῖνοι [00108]
ἐκείνοις [00012]
ἐκεῖνον [00077]
ἐκεῖνος [00036]
ἐκείνου [00079] [00136] [00147]
ἐκέλευε [00077]
Ἐκκλησίαν [00045]
ἐκκλησίας [00058]
Ἐκκλησίας [00059]
ἐλαµβάνετο [00004]
ἔλεγεν [00111]
ἐλέγετο [00093] [00093]
ἐλευθερίαν [00035] [00044]
ἐλευθέρους [00091]
ἐλευθερώσασα [00090]
ἕλκει [00099]
Ἑλληνικὴν [00132]
ἐλπιζοµένης [00062]
ἐλυτρώθηµεν [00087]
ἔµελλεν [00077]
ἔµελλον [00119]
ἐµπιπλαµένοις [00137]
ΕΜΦΟΡΟΥΜΕΘΑ [00084]
ἐν [00025] [00027] [00033] [00033] [00036] [00048] [00052] [00052] [00053] [00062] [00063] [00066] [00066] [00068] [00069] [00069] [00072] [00079] [00085] [00085] [00090] [00109] [00122] [00137] [00137] [00137]
[00144] [00144] [00145] [00148]
ἓν [00059]
ἕνα [00122]
ἐναντίαν [00095]
ἐνδίδωσι [00032]
ἔνδον [00137]
ἕνεκα [00051] [00139]
ἐνεργητική [00067]
ἐνήστευσαν [00148]
ἔνθα [00130]
Ἔνθεν [00011]
ἐνιαυτὸν [00078]
ἐντεῦθεν [00054]
ἐξ [00004] [00011] [00022] [00058] [00079] [00136] [00141] [00141] [00141] [00147]
ἓξ [00066] [00068]
ἐξαιτησάµενοι [00133]
ἐξαρτυθέντες [00059]
ἑξὰς [00067]
ἔξεισιν [00110]
ἐξετέλεσε [00037]
ἑξῆς [00144]
ἐξόριον [00024]
ἔοικε [00037]
ἑορτάζειν [00119]
ἑορτάζοµεν [00066] [00085]
ἑορτάζουσι [00035] [00044]
ἑορτάσαντος [00127]
ἑορτὴ [00058] [00069] [00079]
ἑορτή [00054] [00097]
ἑορτὴν [00004] [00023] [00041] [00051] [00061] [00062] [00087] [00126] [00134] [00136]
ἑορτῆς [00025] [00035] [00037] [00051] [00079]
ΕΟΡΤΗΣ [00001]
ἐπ [00057] [00127]
ἐπαµφοτερίζοντα [00028]
ἐπαναπαυόµεθα [00085]
ἐπέβαλον [00127]
ἐπεθύµησα [00112] [00115]
ἐπεθύµησαν [00118]
ἐπεὶ [00118]
ἐπειδὴ [00081]
Ἐπειδὴ [00077] [00114]
ἐπεσκιασµένα [00050]
ἐπέστησεν [00114]
ἐπετέλεσε [00107]
ἐπετέλεσεν [00126]

10/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ἐπὶ [00009] [00023] [00023] [00036] [00041] [00043] [00046] [00053] [00053] [00064] [00070] [00077] [00081]
ἐπιβεβουλεύκασι [00141]
ἐπιβουλῇ [00147]
ἐπιβούλων [00022]
ἐπιθυµητά [00116]
ἐπιθυµητὴν [00136]
ἐπιθυµητικὴν [00134]
ἐπιθυµητὸν [00117] [00119] [00124]
ἐπιθυµητόν [00123]
Ἐπιθυµίᾳ [00112] [00115]
ἐπίκλην [00055]
ἐπιλαµπούσης [00032]
ἐπιµαρτυρεῖ [00143]
ἐπισκόπων [00094]
ἐπιστάντες [00127]
ἐπιστάσης [00132]
ἐπιστήσεσθαι [00077]
ἐπισφραγίζεται [00071]
ἐπιτελοῦµεν [00087]
ἐπιτελοῦντες [00004] [00023]
ἐπιτερπὴς [00029]
ἐπλεονέκτει [00094]
ἐπλήρου [00011]
ἔπραττον [00109]
ἑπτὰ [00057] [00066] [00069] [00071]
ἐπωνυµίαν [00011]
ἔργα [00061]
ἐρηµίαν [00085]
ἔρηµον [00009] [00023] [00024]
ἐροῦµεν [00104]
ἑσπέραν [00083] [00128]
ἑσπέρας [00127] [00132]
ἐστι [00105]
ἔστιν [00104]
ἔστω [00139]
ἐσφάλησαν [00147]
ἐτελεῖτο [00038] [00078]
ἐτέλουν [00004]
ἕτερον [00105]
Ἕτερον [00105]
ἑτέρωθεν [00094]
ἑτοιµασίᾳ [00085]
ἑτοιµάσωµέν [00101]
ἔτος [00051]
ἔτους [00030] [00083] [00086] [00138] [00148]
ἐτύθη [00014]
εὖ [00052] [00054]
εὐαγγελικὸς [00086]
Εὐαγγελίου [00085]
εὐαγγελισταὶ [00075]
Εὐαγγελίων [00080] [00142]
εὔδιον [00032]
εὔκαιρος [00025]
εὐλογίαις [00033]
εὐσεβείας [00037]
ΕΥΣΕΒΙΟΥ [00001]
εὐφορία [00045]
εὐχαῖς [00063]
εὐχῶν [00053]
ἐφ [00058] [00084]
ἔφαγε [00126]
ἔφαγον [00133]
ἔφερεν [00039]
ἐχθρῶν [00053]
ἔχοµεν [00085]
ἔχουσιν [00137]
ἐχωρίζετο [00136]
ἑῴας [00095]
ἕως [00078]

ζ [00082]
ζῆλον [00051]
ζήτηµα [00093]
ζύµην [00024] [00137]
ζωῆς [00053] [00141]
ζώνῃ [00009]
ζωοποιούµενοι [00149]

ἡ [00011] [00027] [00029] [00036] [00067] [00069] [00069] [00078] [00079] [00079] [00080] [00094] [00099] [00132] [00142]
ἢ [00005] [00077]
ἦ [00129] [00146]
Ἡ [00090]
ᾗ [00109] [00144] [00144] [00145]
η [00092]
ἤγαγε [00108]
ἤγαγον [00131]
ἡγεῖται [00030]
ἦγεν [00134]
ἡγιασµένῳ [00149]
ἤδη [00072]
Ἤδη [00032]
ἤθη [00116]
ἠλευθερωµένοι [00048]
ἠλευθερωµένους [00065]
ἥλιον [00095]
ἥλιος [00043]
ἡλίου [00030]
Ἡλίου [00051]
ἡµᾶς [00012] [00054] [00086] [00090] [00091] [00137]
ἡµεῖς [00024] [00051] [00084]
Ἡµεῖς [00148]
ἡµέρᾳ [00048] [00101] [00144]
ἡµέρα [00130]
ἡµέραις [00068] [00072]
ἡµέραν [00030] [00071] [00087] [00133]
ἡµέρας [00075] [00084] [00086] [00111] [00134] [00149]
ἡµετέρας [00022]
ἡµέτερον [00046]
ἡµέτερος [00134]
ἡµετέρου [00087]
ἡµῖν [00069] [00090] [00137] [00139] [00139]
ἡµῶν [00014] [00019] [00019] [00137] [00137] [00144] [00147]

11/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ἣν [00148]
ἦν [00005] [00027] [00036] [00042] [00076] [00114] [00116] [00117] [00123] [00124] [00144]
ᾐνίττετο [00040]
ἠξιωµένους [00064]
ἥρµοζε [00120]
ἧς [00069]
Ἡσαΐας [00018]
ἤσθιεν [00113] [00116]
ἤσθιον [00128]
ἥτις [00144]
ἤχθη [00081] [00093]

θ [00106]
θαλαττεύουσι [00032]
θανάτῳ [00017]
θέα [00029]
θεήλατοι [00044]
θεία [00080]
θεῖα [00023]
θείου [00043] [00053]
θείων [00059]
θέλει [00069]
θέλεις [00101]
Θεὸν [00021] [00052] [00064] [00085] [00090]
Θεὸς [00068] [00077]
Θεοῦ [00016] [00033] [00045] [00048] [00077]
θεοφιλεστάτου [00093]
θέρει [00027]
θερισθέντες [00059]
Θεῷ [00035] [00057] [00058] [00058] [00059]
θνητῆς [00053]
θρέµµα [00004]
θύεσθαι [00077] [00144] [00145]
θύµατος [00021]

ι [00125]
ια [00135]
ιβ [00140]
Ἴδε [00016]
ἰδεῖν [00118]
ἰδίου [00107]
ἰδίῳ [00021]
ἰδίων [00007]
ἱεροὶ [00075]
Ἱερουσαλὴµ [00122]
ἱερῶν [00142]
Ἰεσσαὶ [00085]
ἵνα [00132]
Ἰουδαίοις [00077] [00077] [00079]
Ἰουδαῖον [00090] [00137]
Ἰουδαίους [00141]
Ἰουδαίων [00107] [00113] [00116] [00126]
Ἰουδαϊκὰ [00114]
Ἰουδαϊκῆς [00136]
Ἰουδαϊκοῦ [00075]
Ἰουδαϊκῶν [00080]
ἴσα [00065]
ἰσοµοιρίᾳ [00028]
ἵσταται [00070]
ἱστόρησαν [00075]
ἱστορία [00104]

καθ [00027] [00036] [00036] [00036] [00042] [00051] [00087] [00133] [00137]
καθαιροῦσι [00137]
καθαροὶ [00132]
καθαρσίου [00017]
καθίστησι [00032]
καινὰ [00050]
καινήν [00090]
Καινῆς [00084] [00117] [00124]
καινὸν [00090] [00090] [00114] [00117]
καινόν [00090]
καινῶν [00045]
καιρὸν [00038] [00077] [00077] [00107]
καιρόν [00104]
καιρὸς [00025] [00035] [00037]
καιρῶν [00091]
ΚΑΙΣΑΡΕΙΑΣ [00001]
κακίαν [00088]
κακίας [00137] [00147]
κακῶν [00017] [00035] [00045] [00048]
κάλλος [00027]
καλῶς [00054]
κάµηλον [00132]
κἄπειτα [00007]
καρπῶν [00029] [00033] [00045]
κατ [00027] [00033] [00077] [00078] [00133]
καταγγελτικοῖς [00021]
καταδεδουλωµένοις [00065]
καταλιµπάνειν [00105]
κατάλληλος [00027]
καταπέµπονται [00044]
καταπίνοντες [00132]
καταπονούµεθα [00063]
κατασηµαινόµενοι [00022]
κατασφραγιζόµενοι [00149]
κατελάµπρυνε [00037]
κατέχριον [00007]
κατηξιώθηµεν [00048]
Καϊάφα [00130]
κέκραγε [00018]
κεκράτηκεν [00079]
κεφάλαιον [00051]
κεφαλή [00030]
κλήσεως [00052]
κλῆσιν [00058]
κλίνοµεν [00063]
κοινὴν [00119]
κοινῆς [00077]
κοσµογονίας [00036]

12/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

κόσµου [00016] [00017] [00037] [00037]


κρείττω [00043]
κρινοµένου [00144]
κρυπτῷ [00090] [00137]
κτισθέντα [00090]
κτύπων [00031]
κύκλων [00051]
Κυριακὴν [00087]
Κυριακῆς [00084] [00149]
κυριοκτόνων [00098]
Κυρίῳ [00143]
κώνωπα [00132]

λαµπρὰν [00030]
λαοὶ [00044]
λαοπλανῶν [00045]
Λέγει [00056]
λέγεται [00068]
λεγοµένου [00076]
λείπεται [00030]
λογικαῖς [00021] [00059]
λόγοις [00021]
Λόγον [00141]
Λόγος [00119]
λόγος [00086]
Λόγου [00047]
λόγου [00053] [00096]
λόγῳ [00088]
λόγων [00059]
Λουκᾶς [00144]
λύει [00031] [00031]
λυµαντικὸν [00133]
λύτρον [00022]

µαθήµασι [00021]
µαθήµασιν [00059]
µαθήµατα [00050]
µαθηταὶ [00101]
µαθηταῖς [00111] [00117] [00126] [00136]
µαθητῶν [00108] [00134]
µακρὰ [00031]
µάλα [00052]
µάστιγες [00044]
µε [00115]
µέγας [00037]
µεγίστη [00058]
µεθ [00112] [00115]
µεθαρµοζοµένης [00030]
µείζων [00054]
µείναντες [00132]
µέλαθρα [00008]
µελετῶµεν [00023]
µέλλον [00077]
µέλλοντά [00077]
µελλόντων [00004]
µέλλουσαν [00072]
µεµιαµµένοι [00132]
µὲν [00004] [00007] [00012] [00029] [00030] [00031] [00032] [00035] [00044] [00050] [00051] [00052] [00058] [00066] [00079] [00083] [00093] [00098] [00109] [00116] [00120] [00126] [00133] [00136] [00137]
[00139] [00141] [00143] [00144] [00148]
µέσῃ [00025]
µεσηµβρινὰ [00095]
µέσον [00093]
µέσου [00093]
µέσῳ [00027]
µετ [00144]
µεταβάλλει [00031]
µετάβασις [00011]
µεταβεβηκότες [00023]
µεταβέβληται [00046]
µεταδιώκοµεν [00085]
ΜΕΤΑΛΑΜΒΑΝΟΜΕΝ [00084]
µετεδίδου [00117]
µετίσχοντες [00009]
µετοπώρου [00029]
µηδ [00144]
µὴν [00061] [00070]
µηνὸς [00083]
µία [00097]
µιαιφονίᾳ [00132]
µιαιφονίας [00136]
µίαν [00138]
µιανθῶσι [00132]
µνήµη [00079]
µνήµης [00139]
µοῖρα [00094]
µονάδι [00071]
µόνοις [00089]
µυστήρια [00087] [00118] [00148]
µυστήριον [00037] [00117] [00119] [00124]
µυστηρίων [00079]
Μωϋσέα [00083]
Μωϋσεῖ [00061] [00076]
Μωϋσέως [00051] [00120]
Μωϋσῆς [00056]

νεαρᾶς [00032]
Νέας [00118]
νενοµοθέτητο [00010] [00079] [00122]
νέους [00057] [00058]
νέων [00057]
νεωστὶ [00050]
νηστεία [00139]
νηστείας [00148]
νηστεύειν [00072]
νοµοθετεῖν [00105]
νόµον [00090] [00145]
νόµου [00076]
νυκτὸς [00030]
Νυµφίου [00148]
Νυµφίῳ [00072]

13/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

νῦν [00044]

ξενίζον [00114]

ὁ [00015] [00016] [00016] [00025] [00035] [00036] [00037] [00037] [00037] [00068] [00070] [00077] [00077] [00086] [00107] [00109] [00110] [00113] [00119] [00136] [00144]
ὃ [00017] [00022] [00030] [00038] [00042] [00117]
Ὁ [00102]
Ὁδ [00134]
ὁδοιπόροις [00032]
ὀδυνᾶται [00019]
ὅθεν [00063] [00110]
Ὅθεν [00079]
οἱ [00036] [00075] [00083] [00084] [00096] [00101] [00109] [00127] [00132] [00132] [00132] [00133] [00148]
οἳ [00059]
οἷα [00030]
οἰκείας [00037]
οἰκείων [00029]
οἰκίαν [00130]
οἰκουµένην [00037]
οἰκουµένης [00094]
οἰκοῦντες [00044]
οἴκους [00022]
οἴκων [00007]
οἷόν [00064]
ὄλεθρον [00035]
ὅλης [00094] [00111]
ὀλοθρευτοῦ [00008] [00137]
ὅλου [00148]
ὁµοδόξοις [00098]
ὅµοια [00099] [00099]
ὁµοῦ [00010] [00095]
ὁµοφώνῳ [00059]
ὃν [00027] [00036] [00036] [00036]
ὀνοµάζουσιν [00055]
ὄντα [00116]
Ὁπηνίκα [00004]
ὁπότε [00122]
ὅπως [00113]
Ὁρᾷς [00113] [00136]
ὄροφον [00132]
ὅσα [00093]
ὀσφῦς [00009] [00052] [00085]
ὅτε [00108]
ὅτι [00075] [00104] [00132]
Οὐ [00070] [00108]
οὐ [00107] [00113] [00126] [00128] [00134] [00138]
οὗ [00087] [00119]
οὐδ [00027] [00063] [00063] [00079]
οὐδὲ [00065] [00110]
οὐδεὶς [00075]
οὐδοὺς [00008]
Οὐκ [00145]
οὐκ [00003] [00025] [00028] [00029] [00077] [00104] [00116] [00123] [00144]
οὐκέτ [00064]
οὐκέτι [00062] [00079]
Οὐκοῦν [00137]
οὗπερ [00141]
οὐράνια [00053]
οὐρανίου [00052]
οὐρανοῖς [00062]
οὐρανὸς [00036]
οὐρανοὺς [00053]
οὐρανῶν [00021] [00055]
οὔτε [00088] [00089]
Οὗτος [00019] [00035]
οὗτος [00026] [00036]
οὕτω [00054] [00091] [00097] [00098]
οὐχ [00086] [00120] [00133]

παθεῖν [00115] [00126]


πάθος [00075]
πάθους [00104] [00107] [00133] [00139] [00148]
παθῶν [00065]
παῖδες [00055]
παισὶν [00003]
πάλαι [00023] [00050]
παλαιὰ [00116]
παλαιὰν [00024] [00095] [00105]
παλαιὰς [00078]
παλαιὸν [00038]
παλαιῶν [00013] [00091]
παµµίαροι [00132]
πᾶν [00022] [00046]
πανέορτον [00071]
πανηγυρίζων [00136]
πάντα [00036] [00086]
πανταχοῦ [00044]
πάντες [00119]
παντὶ [00148]
παντὸς [00017] [00030] [00036] [00083] [00138]
πάντοτε [00119]
πάντων [00021] [00077]
παρ [00077]
παρὰ [00061] [00076] [00077] [00079] [00079] [00114]
παραγγείλας [00102]
παραγγελίας [00105]
παράγγελµα [00104]
παραδεδοµένου [00003]
παραθήσεις [00057]
παραλαµβάνοντες [00051]
παραλλήλου [00030]
παρασκευάζοµεν [00052]
Παρασκευὴ [00139]
Παρασκευὴν [00109]
παρεδίδοτο [00017]
παρεδίδου [00119]
παρέδωκεν [00090]
παρειλήφαµεν [00061]
παρεσκευάσµεθα [00085]
παρέχει [00033]

14/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

παρηγµένος [00025]
παρήχθησαν [00036]
παρίστησι [00142]
παρίστησιν [00015]
πᾶσαι [00047]
πᾶσαν [00088] [00137]
πάσῃ [00053]
πάσης [00086] [00147] [00149]
πᾶσι [00120]
πᾶσιν [00124]
Πάσχα [00003] [00014] [00038] [00066] [00066] [00075] [00076] [00083] [00084] [00087] [00090] [00093] [00101] [00103] [00107] [00108] [00112] [00113] [00115] [00120] [00126] [00128] [00132] [00133] [00137]
[00143] [00144] [00144] [00146] [00149]
ΠΑΣΧΑ [00001]
πάσχειν [00065] [00077]
Παῦλος [00013]
πελάγη [00032]
πέµπτῃ [00111]
πένθους [00139]
πεντεκαιδεκάτη [00144]
Πεντηκοστὴν [00055] [00066]
Πεντηκοστῆς [00070] [00072]
πεπαλαιωµένα [00116]
πεπαυµένων [00045]
πεποιηκέναι [00068]
πεποιήκεσαν [00146]
πέπονθεν [00109]
πεπονθέναι [00080]
ΠΕΡΙ [00001]
περὶ [00003] [00019] [00076] [00093] [00129]
περιαιρεῖται [00027]
περιαιροῦµεν [00088]
περιδεδεµένοι [00009]
περιδούµεθα [00052]
περιέγραψεν [00078]
περιεζώσµεθα [00085]
περιέκειτο [00042]
περιέχειν [00037]
περιῃρηµένου [00079]
περιόδοις [00051]
περίοδον [00138]
περιόδους [00077]
περιτέµνοµεν [00088]
περιτοµὴν [00090] [00137]
περιχρίουσιν [00137]
πη [00008] [00061]
πικρᾶς [00024]
πικρίδας [00024]
πικρίδων [00009]
Πιλάτον [00131]
Πιλάτος [00110]
Πιλάτου [00144]
πίπτειν [00064]
πίστει [00022]
πίστεως [00059]
πλάνης [00024]
πλεονεκτεῖ [00028]
πλήθει [00094] [00131]
πληµµύρας [00031]
Πλὴν [00075] [00093]
πλησιφαεῖ [00030]
Πνεύµατος [00045] [00059]
πνευµάτων [00045]
πόας [00009]
πόδας [00085]
ποιούµενοι [00024] [00148]
ποιῶ [00103]
πολλοὶ [00118]
πολλοῖς [00024]
πολυπλανοῦς [00044]
πολυπλασιαζοµένης [00069]
πονεῖσθαι [00062]
πονηρίας [00137]
πόνους [00069]
πόνων [00033]
πορείαν [00024] [00052] [00085]
ποτε [00077]
Ποῦ [00101]
πράγµατος [00104]
πραιτώριον [00110] [00132] [00144]
πρακτικὴ [00067]
πρᾶξιν [00105]
πράττειν [00010] [00086]
πρὸ [00066] [00111] [00115] [00118] [00126] [00134]
πρόβατον [00005] [00042] [00077] [00081] [00083] [00108]
ΠΡΟΒΑΤΟΥ [00084]
προβάτου [00009] [00010] [00039] [00087] [00137]
προδότῃ [00127]
προελθούσῃ [00085]
προέορτα [00051]
προθυµίᾳ [00053]
προκαθεζοµένου [00093]
προλαβὼν [00077]
προπαρασκευῆς [00051]
Πρὸς [00103]
πρὸς [00047] [00052] [00053] [00083] [00085] [00099] [00102] [00110] [00131] [00138] [00147]
προσαββάτῳ [00148]
προσελθόντες [00101]
προσενηνεγµένας [00058]
προσηνεῖς [00059]
προσφερόµεθα [00059]
προσφερόµενοι [00009] [00024]
πρότερον [00066] [00130]
προτέρων [00139]
προὐξένει [00035]
προφῆται [00118]
προφητικαῖς [00081]
προφητικῷ [00058]
προφητικῶν [00061]
πρώτῃ [00101] [00143] [00145]
πρώτης [00036]
πρῶτοι [00004]
πρῶτον [00007] [00030] [00148]
πρώτου [00083]
πυρὸς [00059]
πῶς [00121]

15/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

ῥάβδῳ [00085]
ῥίζης [00085]

ς [00074]

Σαββάτου [00111]
Σαρξὶ [00009]
σαρξὶ [00021]
σαφῶς [00142]
σὲ [00103]
σεαυτῷ [00057]
σελήνης [00030] [00144]
σεµνοτέροις [00061]
σηµαίνειν [00069]
σιδήρῳ [00088]
σκιὰς [00004]
σκότους [00048]
σοι [00101]
σου [00057]
σπαργῶντα [00033]
σπερµάτων [00033]
σπεύδοντες [00053]
στέγην [00132]
στελλόµεθα [00024] [00085]
στελλόµενοι [00052]
στεφανοῖ [00045]
στυγνὸς [00026]
συγχωρούµεθα [00062]
συλλαβόντες [00130]
συµβεβηκότος [00104]
σύµβολα [00069]
σύµβολον [00039] [00139]
συµβόλων [00013] [00050] [00061] [00077] [00079]
σύµπαντα [00068]
σύµπαντος [00037]
συµφωνίᾳ [00095]
σὺν [00053] [00126] [00137]
συναγηγερµένοι [00061]
συνανέκειτο [00111]
συνασκήσεως [00066]
συναχθέντες [00059]
συνέβαινεν [00012]
συνεπληροῦτο [00041]
συνεσθίων [00111]
συνήθειαν [00095]
συνηθείας [00090]
σύνηθες [00144]
συνήθη [00114]
συνήπτετο [00136]
συνήφθησαν [00098]
συνήχθησαν [00130]
συνόδου [00093]
συνόντες [00072]
συντελεῖται [00058]
σφαγῇ [00010]
σφαγὴν [00077] [00081]
σφαγῆς [00039]
σφάγιον [00017]
σφῶν [00044]
σχολαζόντων [00027]
σχολὴν [00129]
σῶµα [00017] [00042] [00072] [00088]
σώµασι [00132]
σώµατα [00022]
σώµατι [00149]
σωµατικοῖς [00089]
σωµατοποιηθέντες [00059]
σώµατος [00030]
ΣΩΜΑΤΟΣ [00084]
Σωτὴρ [00037] [00107] [00109] [00113] [00134]
Σωτῆρα [00080]
Σωτῆρι [00061] [00101]
σωτηρίαν [00119]
σωτηρίας [00022] [00077]
σωτήριον [00017] [00041] [00075] [00087] [00124] [00133]
ΣΩΤΗΡΙΟΥ [00084]
σωτηρίου [00021] [00043] [00104] [00139] [00148] [00149]
Σωτῆρος [00132] [00144] [00146] [00147]
σωφροσύνῃ [00085]
σωφροσύνης [00052]

τὰ [00022] [00023] [00028] [00032] [00036] [00043] [00047] [00050] [00052] [00053] [00054] [00065] [00068] [00069] [00079] [00085] [00087] [00095] [00099] [00099] [00114] [00116] [00118] [00148]
ταῖς [00021] [00059] [00063] [00072] [00081] [00085]
τὰς [00009] [00019] [00024] [00033] [00052] [00058] [00059] [00071] [00072] [00075] [00078] [00085] [00085] [00127] [00132] [00137] [00149]
τάς [00058]
Ταῦτα [00010] [00041] [00086]
ταῦτα [00012] [00105] [00131]
ταύτας [00070] [00071]
Ταύτῃ [00024] [00061]
ταύτῃ [00008]
Τάχα [00003]
τε [00009] [00010] [00042] [00058] [00059] [00059] [00064] [00090] [00090]
τέκνων [00029]
τελείαις [00066]
τελεῖσθαι [00079] [00122]
Τέλος [00096]
τελοῦντες [00084]
τεσσαρακονθήµερον [00051]
τεσσαρακονθηµέρου [00066]
τεσσαρεσκαιδεκάτῃ [00083]
τετηρηµένος [00036]
Τῇ [00101]
τῇ [00010] [00028] [00071] [00085] [00085] [00095] [00111] [00122] [00137] [00141] [00143] [00144] [00145] [00147]
τῇδε [00053]
τηλαυγῶς [00018]
Τὴν [00052]
τὴν [00004] [00009] [00011] [00013] [00016] [00017] [00021] [00023] [00023] [00037] [00041] [00044] [00044] [00045] [00051] [00051] [00053] [00053] [00058] [00061] [00062] [00062] [00066] [00071] [00072]
[00085] [00085] [00087] [00087] [00095] [00095] [00109] [00119] [00126] [00128] [00129] [00130] [00132] [00133] [00134] [00136] [00137] [00148]
τήνδε [00062]

16/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

τῆς [00009] [00022] [00023] [00024] [00024] [00025] [00029] [00030] [00035] [00036] [00037] [00044] [00047] [00047] [00051] [00052] [00052] [00055] [00061] [00062] [00064] [00066] [00069] [00070] [00071]
[00072] [00077] [00079] [00084] [00085] [00085] [00088] [00089] [00090] [00093] [00094] [00094] [00095] [00117] [00118] [00124] [00133] [00136] [00137] [00137] [00141] [00141] [00147]
ΤΗΣ [00001]
τιµίῳ [00149]
τινα [00024]
τις [00030] [00054] [00100]
τµῆµα [00030]
τµητικῷ [00088]
Τὸ [00015] [00120]
τὸ [00014] [00017] [00017] [00021] [00027] [00030] [00030] [00037] [00038] [00046] [00051] [00066] [00072] [00075] [00077] [00083] [00084] [00088] [00093] [00101] [00103] [00105] [00105] [00107] [00108]
[00108] [00110] [00112] [00113] [00115] [00117] [00124] [00126] [00128] [00132] [00132] [00133] [00133] [00133] [00137] [00143] [00144] [00144] [00144] [00146]
τό [00042]
Τοιαῦτα [00050]
τοῖς [00024] [00032] [00032] [00033] [00035] [00059] [00061] [00065] [00079] [00089] [00094] [00095] [00098] [00105] [00111] [00117] [00120] [00126] [00136]
τὸν [00009] [00030] [00038] [00043] [00051] [00052] [00052] [00066] [00077] [00077] [00080] [00080] [00090] [00090] [00090] [00090] [00102] [00104] [00107] [00122] [00132] [00132] [00137] [00141] [00145]
τόπον [00009] [00122]
τόπου [00009] [00079]
τότε [00081] [00108] [00120] [00132] [00134] [00148]
ΤΟΥ [00001] [00084] [00084] [00084] [00084]
τοῦ [00003] [00004] [00009] [00010] [00015] [00016] [00016] [00017] [00021] [00021] [00022] [00030] [00036] [00037] [00045] [00047] [00048] [00066] [00075] [00076] [00076] [00076] [00077] [00079] [00083]
[00083] [00083] [00085] [00085] [00086] [00087] [00087] [00087] [00093] [00093] [00104] [00107] [00111] [00115] [00126] [00130] [00132] [00133] [00137] [00137] [00138] [00139] [00144] [00146] [00147] [00148]
[00148] [00148] [00149]
Τοὺς [00069]
τοὺς [00022] [00064] [00065] [00085]
τοῦτ [00109]
Τοῦτο [00031]
τοῦτο [00005] [00006] [00076] [00077] [00078] [00104] [00112] [00115] [00119] [00138] [00142]
τοῦτον [00037] [00038]
Τούτου [00021]
τούτῳ [00033]
τρεφόµενοι [00021]
τριπλασίων [00094]
τροπὴ [00027]
τροπῆς [00029] [00043]
τροφῇ [00009] [00010]
τροφῆς [00009] [00040]
τρόφιµοι [00059]
τρυφήν [00021]
τρυφῶµεν [00021]
τυθέντος [00137]
τυθῆναι [00015]
τυπικῶς [00012]
τύπος [00038]
τύπῳ [00058]
τυφλωθέντες [00147]
τυχοῦσαι [00047]
Τῷ [00143]
τῷ [00007] [00017] [00021] [00030] [00035] [00057] [00058] [00058] [00059] [00061] [00072] [00088] [00094] [00101] [00127] [00131] [00137] [00149] [00149]
Τῶν [00045]
τῶν [00007] [00011] [00013] [00023] [00027] [00028] [00029] [00043] [00048] [00051] [00053] [00055] [00058] [00059] [00059] [00061] [00065] [00075] [00079] [00079] [00080] [00080] [00091] [00094] [00098]
[00101] [00108] [00126] [00134] [00139] [00142] [00143] [00144] [00145]

ὕδατός [00059]
ὑδάτων [00031]
ὑµῶν [00112] [00115]
ὑπεισελθεῖν [00132]
ὑπὲρ [00022] [00077] [00133] [00137]
ὑπερακοντίσας [00071]
ὑπέρθυρα [00007]
ὑπὸ [00132] [00144]
ὑποδήµασι [00052]
ὑστάτῃ [00071]
ὑφ [00059] [00122]

φαγεῖν [00101] [00112] [00115]


φάγοιεν [00132]
φαιδρὸν [00030]
φαιδροτέραν [00061]
φασὲκ [00004]
φέρει [00019]
φέρειν [00062]
φέρουσαν [00053] [00055]
φηµὶ [00141]
φησὶ [00080]
φησι [00013]
φησὶν [00132]
φησιν [00144]
φιλανθρώπῳ [00058]
φίλοις [00035]
φλεγµαίνουσα [00027]
φλιὰς [00007] [00137]
φόβητρα [00031]
φραξάµενα [00095]
φυλάττεται [00079]
φυλάττοντες [00052]
φύσις [00099]
φυτὰ [00033]
φωναῖς [00081]
φῶς [00050]
φωστὴρ [00037]
φωστῆρες [00036]
φωτὶ [00030]
φωτὸς [00048]

χάριν [00139]
χάρις [00090]
χαρίσµασιν [00045]
χειµερίων [00031]
χειµῶνος [00025] [00045]
χεῖρας [00127]
χειρόνων [00043]
χερσὶ [00085]
χηρευούσης [00029]
Χριστός [00014]
Χριστοῦ [00058] [00059] [00071] [00097]
Χριστῷ [00137]
χρόνον [00080]
χρόνων [00077]
χρώµεθα [00089]
χρώµενοι [00009] [00053]

17/18
Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

Χῶραι [00033]
χῶραι [00047]
χώρας [00029]
χωρούντων [00061]

ψυχὰς [00058] [00072] [00132] [00149]


ψυχῇ [00137]
ψυχὴν [00047]
ψυχῆς [00022] [00024] [00052] [00085] [00088] [00133]

ᾧ [00079]
ὡµολόγησε [00119]
ὧν [00013]
ᾤοντο [00132]
ὥρᾳ [00025]
ὡραῖα [00047]
ὡρῶν [00028]
ὡς [00023] [00029] [00061] [00072] [00077] [00081] [00093] [00100] [00130] [00136]
ὥς [00132] [00144]
ὥσπερ [00052] [00059]

18/18

You might also like