You are on page 1of 77

30 ΙΟΥΝΙΟΥ

Ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων


Ἀποστόλων, τῶν Δώδεκα.
*****
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Ὁ ἱερεύς· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ
πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀ-
γαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ
καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, ἀγαθέ, τὰς
ψυχὰς ἡμῶν.
Ὁ ἀναγνώστης· Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡ-
μᾶς. (γ’)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρ-
τίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνό-
ματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐ-
ρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς
ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ
ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡ-
μᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δό-
ξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν. Καὶ τὰ τροπάρια·
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονο-
μίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμε-
νος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ
πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔ-
φρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νί-
κας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων. Τὴν συμμαχίαν
ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς ἀγαθή,
τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον ὀρθοδό-
ξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορή-
γει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μό-
νη εὐλογημένη.
Ὁ ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου·
δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
2
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον (γ´)
Ὁ ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν.
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον (γ´)
Ὁ ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖ-
νος).
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον (γ´)
Ὁ ἱερεὺς ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑ-
πάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
***
Ο ΕΞΑΨΑΛΜΟΣ
Ὁ ἀναγνώστης ἐκφώνως·
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.
Ὁμοίως καὶ ὁ ἱερεύς·
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τρι-
άδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Καὶ ἀναγινώσκει ὁ προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ἑξά-
ψαλμον.
Εἶ δὲ εἰσὶν δύο Ἀναγνώσται ἀναγινώσκει ὁ πρῶτος ἄχρι
τοῦ «Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι» καὶ
παραδίδει τὸ Ἐγκόλπιον τῷ δευτέρῳ.
Ὁ δὲ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὰς εὐχὰς τοῦ Ὄρθρου
ἐνώπιον τῆς ἁγίας Τραπέζης· μετὰ δὲ τὴν πρώτην τριάδα
3
τῶν Ψαλμῶν ἐξελθὼν συνεχίζει τὴν ἀνάγνωσιν ἐνώπιον
τῆς εἰκόνος τοῦ Κυρίου.
Ὁ ἀναγνώστης·
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐ-
δοκία. (τρίς)
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ
τὴν αἴνεσίν σου. (δίς)
Ψαλμὸς γ´ (3).
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανί-
στανται ἐπ᾿ ἐμέ.
Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ
Θεῷ αὐτοῦ.
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ· δόξα μου καὶ ὑψῶν τὴν κε-
φαλήν μου.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄ-
ρους ἁγίου αὐτοῦ.
Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντι-
λήψεταί μου.
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτι-
θεμένων μοι.
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.
Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καί πάλιν.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλή-
ψεταί μου.
4
Ψαλμὸς λζ´ (37).
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παι-
δεύσῃς με.
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ
τὴν χεῖρά σου.
Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς
σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου
τῶν ἁμαρτιῶν μου.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορ-
τίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώ-
που τῆς ἀφροσύνης μου.
Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡ-
μέραν σκυθρωπάζων ἐπορευόμην.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴ-
ασις ἐν τῇ σαρκί μου.
Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ
στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός
μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ
φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν
καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.
Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζη-
τοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότη-
τας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

5
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοί-
γων τὸ στόμα αὐτοῦ.
Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν
τῷ στόματι αὐτοῦ ἐλεγμούς.
Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός
μου.
Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου,,καὶ ἐν τῷ
σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν
μού ἐστι διαπαντός.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ
τῆς ἁμαρτίας μου.
Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐ-
πληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.
Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με,
ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐ-
μοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Καὶ πάλιν.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐ-
μοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Ψαλμὸς ξβ´ (62).
Ὁ Θεός, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐ-
ρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
6
Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου
καὶ τὴν δόξαν σου.
Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέ-
σουσί σε.
Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου
ἀρῶ τὰς χεῖράς μου.
Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ
χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις
ἐμελέτων εἰς σέ.
Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων
σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δέ ἀντελάβετο ἡ δε-
ξιά σου.
Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται
εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομ-
φαίας, μερίδες ἀλωπέκων ἔσονται.
Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται
πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄ-
δικα. Καὶ πάλιν.
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ, ὅτι ἐγενήθης βοηθός μου,
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δε-
ξιά σου.
Καὶ τὰ ἑξῆς ἄνευ μετανοιῶν·
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός (τρίς).
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς πζ´ (87).
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν
νυκτὶ ἐναντίον σου.
Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου
εἰς τὴν δέησίν μου.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾍδῃ ἤγ-
γισε.
Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγε-
νήθην
ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.
Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης
ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ
θανάτου.
Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεω-
ρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ.
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέ-
λυγμα ἑαυτοῖς.
Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθέ-
νησαν ἀπὸ πτωχείας.
Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα
πρὸς σὲ τὰς χεῖράς μου.

8
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι,
καὶ ἐξομολογήσονταί σοι;
Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλή-
θειάν σου ἐν τῇ ἀπωλείᾳ;
Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δι-
καιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή
μου προφθάσει σε.
Ἵνα τί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου; ἀποστρέφεις τὸ πρό-
σωπόν σου ἀπ᾿ ἐμοῦ;
Πτωχός εἰμι ἐγώ, καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς
δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάρα-
ξάν με.
Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με
ἅμα.
Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνω-
στούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν.
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν
νυκτὶ ἐναντίον σου.
Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου
εἰς τὴν δέησίν μου.
Ψαλμὸς ρβ´ (102).
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου
τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

9
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πά-
σας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πά-
σας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦν-
τά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινι-
σθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικου-
μένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ
θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέ-
λεος· οὐκ εἰς τέλος ὀργισθήσεται,οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς
ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε
Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿
ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φο-
βουμένους αὐτόν· ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνή-
σθη ὅτι χοῦς ἐσμεν.
Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀ-
γροῦ οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπι-
γνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

10
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος,
ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι
τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ
τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βα-
σιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰ-
σχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς
τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουρ-
γοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ
τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου,
τὸν Κύριον.
Ψαλμὸς ρμβ´ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν
μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ
σου·
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δι-
καιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς
γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδία-
σεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

11
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυ-
δρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθή-
σομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλ-
πισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα
τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνε-
κεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐ-
γώ δοῦλός σού εἰμι. Καὶ πάλιν.
Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλ-
θῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς)
Εἶτα·
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Καὶ τὰ ἑξῆς μετὰ μετανοιῶν γ´, ἤτοι κεφαλοκλισιῶν καὶ
σταυρῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

12
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. (τρίς)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Καὶ μετὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν ὁ ἱερεὺς ἀσπασάμενος
τὴν δεσποτικὴν εἰκόνα εἰσέρχεται διὰ τῆς νοτίου πύλης εἰς
τὸ Ἱερόν.

Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἐκφώνησις·


Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυ-
ρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τῶν κορυφαίων ἀποστόλων. Ἦχος δ´.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδά-
σκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰ-
κουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
13
Δόξα. Τῶν δώδεκα ἀποστόλων. Ἦχος γ´.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πται-
σμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

14
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυ-
μνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ
προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς
φιλάνθρωπος.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος...


***
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν· Κάθισμα τοῦ Ἁγίου Πέτρου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν βυθὸν τῆς ἁλείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ
Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως·
15
καὶ παῤῥησίᾳ πᾶσιν, ἐβόας τῷ κτίστῃ σου· Τοῦ Θεοῦ σε γινώ-
σκω, Υἱὸν ὁμοούσιον. Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ
πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος Πέτρε Ἀπό-
στολε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

16
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω
τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κό-
λασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος τὸν τάρταρον. Οἴ-
μοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ
βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται! Τότε Δέ-
σποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτης θερμότατος· σὲ
γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

17
Μετὰ τὴν β´ Στιχολογίαν· Κάθισμα τοῦ Ἁγίου Παύλου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης
κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμα-
τι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς
πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ
εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Πα-
ράδεισον ἔφθασας. Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζου-
σι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

18
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά,
προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ
γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψε-
ων, ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσης, φλογιζούσης καμί-
νου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι·
Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πί-
στει, τὸν τόκον σου Ἄχραντε.

19
Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὸν Ν´ ψαλμόν, χύμα.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁ-
μαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώ-
πιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅ-
πως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρί-
νεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσ-
σησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά
σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύμα-
τι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέ-
ψουσι.
20
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀ-
γαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ
τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐ-
δοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντε-
τριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδο-
μηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλο-
καυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
***
ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ Κανόνες τῶν κορυφαίων (μετά τῶν Εἱρμῶν αὐτῶν)
καὶ τῶν ΙΒ, ἀμφότεροι εἰς δ’, κατὰ τὴν Πατριαρχικὴν Τάξην.
Ὁ Κανὼν τῶν Κορυφαίων· ᾨδὴ α´. Ἦχος δ´. Ὁ εἱρμός.
Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ
λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί· * καὶ ὀφθήσομαι *
φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ
θαύματα. Τροπάρια.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Παράσχου μοι Κύριε, τοῦ παναγίου σου Πνεύματος, σταγό-
να χαρίσματος, λόγον τὸν εὔσημον, καὶ τερφθήσομαι, πι-
στῶς ἐγκωμιάζων, τῶν πρωταποστόλων σου, τὰ κατορθώ-
ματα.

21
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔλιπες πανεύφημε, Πέτρε προθύμως τὰ πρόσκαιρα, καὶ
Χριστοῦ τοῖς ἴχνεσιν, ἐπηκολούθησας. Τὴν δυσπείθειαν, ἀ-
πέλιπες δὲ Παῦλε, καὶ τῷ σὲ καλέσαντι, προσεκολλήθης
Χριστῷ.
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥητόρων πολύφθογγοι, καὶ μουσικῶν λίαν εὔηχοι, γλῶσ-
σαί σε οὐ σθένουσι, τιμᾶν ἢ μέλπειν Ἁγνή, ὑπὲρ ἄνθρω-
πον, καὶ γὰρ τὸ πεπραγμένον, ἐν σοὶ μόνῃ πέφυκε, θεῖον
μυστήριον.
Ὁ Κανὼν τῶν ΙΒ’· ᾨδὴ α´.Ἦχος δ´.Θαλάσσης τὸ ἐρυθραῖον
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χρι-
στέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύμα-
τος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας
σου.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν
ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σοι Ἀπόστολοι, θεο-
ειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν.
Δόξα.
Ἰάσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐ-
θνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς
Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν.
Καὶ νῦν. Θεοτοκίον.
Τριάδος τῆς ὑπερθέου πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ
σαρκὶ φανέντα καθ᾿ ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συ-
νεργείᾳ Πνεύματος, τοῦ Παναγίου Μητροπάρθενε.

22
Τῶν Κορυφαίων. ᾨδὴ γ´. Ἦχος δ´. Ὁ εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πη-
γή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· *
καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον.
Τροπάρια.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ σύγγονος Πέτρε σοι Ἀνδρέας, προφαίνει Μεσσίαν τὸν
Χριστόν, ᾧ πίστει προσεπέλασας. Καὶ σὺ Παῦλε θεσπέσιε,
τῷ θεουργῷ Βαπτίσματι, δι᾿ Ἀνανίου πεφώτισαι.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νωθρῶς τοὺς τῷ γράμματι τοῦ Νόμου, προσπταίοντας γό-
νους Ἰσραήλ, τῷ φωτισμῷ τῆς χάριτος, ὁ Πέτρος προσενή-
νοχε.Τὰς τῶν ἐθνῶν ἀγέλας δέ,ὁ Παῦλος πλάνης ἐῤῥύσατο.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπλήσθη Ἀπόστολοι τοῦ γνῶναι, τὸν Κύριον σύμπασα ἡ
γῆ, τὸν ἐκ Παρθένου λάμψαντα, καὶ κόσμον καταυγάσαν-
τα, θείῳ ὑμῶν κηρύγματι, Πέτρε καὶ Παῦλε πανεύφημοι.
Τῶν ιβ´ Ἀποστόλων.ᾨδὴ γ´Ἦχος δ´Εὐφραίνεται ἐπὶ σοί
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσ-
σαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικοὺς Δέσπο-
τα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι.

23
Δόξα.
Γραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύ-
σκηνοι, τοὺς νῦν ἡμᾶς πάνσοφοι, σέβοντας προθύμως
φρουρήσατε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐσκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε· ἄνευ
σπορᾶς σάρκα γάρ, ἐκ σοῦ προσλαβὼν πεφανέρωται.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
***
ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πε-
φυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προ-
σφοιτήσεσιν· ὅθεν πίστει βοῶμεν· Σκότους ἡμᾶς ῥύσασθε,
καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκ-
δυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς
ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς
γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
***

24
Εἶτα αἱ δ´, ε´ καὶ Ϛ´ ᾠδαὶ τῶν κανόνων.
Τῶν Κορυφαίων. ᾨδὴ δ´. Ἦχος δ´. Ὁ εἱρμός.
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως *
σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα
τῇ δυνάμει σου, Κύριε.
Τροπάρια. Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥωμαλεωτάτοις μὲν οἱ ἀσθενεῖς, ῥητορικωτάτοις δὲ μέροψιν, οἱ ἰδιῶται,
συμπλακέντες εὐσεβῶς, Πέτρος καὶ Παῦλος ἤραντο, νῖκος τοῦ Χριστοῦ
οἱ Ἀπόστολοι.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀποστάτην Σίμωνα μάγον δεινόν, ὡς φιλοχρυσότατον ἤλεγξεν, ὁ θεῖος
Πέτρος. Ὁ δὲ Παῦλος ὁ σοφός, τὸν τρίβους διαστρέφοντα, τοῦ Χριστοῦ
Ἐλύμαν ἐπήρωσεν.
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥήσει θεοπνεύστῳ λαλῶν Ἀββακούμ, ὄρος σε δασὺ κατάσκιον, ὁ θεῖος
ἔφη, τὸν ἐλθόντα ἐκ Θαιμάν, καὶ βροτωθέντα Δέσποινα, διὰ σοῦ μηνύ-
ων σαφέστατα.
Τῶν ιβ´ Ἀποστόλων.ᾨδὴ δ´Ἦχος δ´. Ἐπαρθέντα σε ἰδοῦσα.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν
οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι,
τὰ τῶν εὐσεβούντων συστήματα.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀμαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθη-
ταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμα-
ρυγαῖς τοῦ κηρύγματος.
Δόξα.
Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ
αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πο-
λυθεΐας τὰ κύματα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέ-
ως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος
δοξάζεται.
25
Τῶν Κορυφαίων. ᾨδὴ ε´. Ἦχος δ´. Ὁ εἱρμός.
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρ-
θένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον Υἱ-
όν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα.
Τροπάρια.Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡ-
μῶν.
Ὡς ὄντα στεῤῥότατον, Χριστός σε πέτραν κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν
Ἐκκλησίαν, ἧς ᾅδου πύλαι οὐ κατισχύσουσι. Σὲ δὲ Παῦλε σκεῦος ἐκλο-
γῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὔνομα.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πέτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν Διδάσκαλον, τριττῇ, τοῦ φιλεῖν συγ-
καταθέσει, προσῳκειώθη· Παῦλος δ᾿ ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε
θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον.
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπὸ θείου Πνεύματος, ὁ Ἡσαΐας ἔμπλεως, τόκον, τὸν ἀπάτορα προεῖπε,
σοῦ ἐκ Παρθένου τεχθέντος Ἐμμανουήλ, ὅς ἐστι Θεὸς ὁ μεθ᾿ ἡμῶν· ὃν
Ἁγνὴ ἐκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν.
Τῶν ιβ´ Ἀποστόλων. ᾨδὴ ε´. Ἦχος δ´. Σὺ Κύριέ μου φῶς.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τοὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, φῶς ἔδειξας ἐν τῷ
κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης,
τῶν δαιμόνων κακίας, τοὺς βρόχους διελύσατε.
Δόξα.
Ὑπέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, Θεότητος ἐν μονάδι, οὐ πυ-
ρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα,
τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

26
Εἶτα ἡ Ϛ´ ᾠδὴ τῶν κανόνων.
Τῶν Κορυφαίων. ᾨδὴ Ϛ´. Ἦχος δ´. Ὁ εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεό-
φρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, *
τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.
Τροπάρια.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λαμπρὰ τοῦ Πέτρου τὰ θαύματα· σεπτὰ δὲ καὶ τοῦ Παύλου
τὰ τέρατα· τὰ γὰρ σουδάρια, σκιαί τε τούτων νοσήματα,
τῶν ἀσθενῶν ἰῶνται προσεπεγγίζοντα.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ Πέτρος ὄντως ὁ ἔνδοξος, καὶ Παῦλος ἀληθῶς ὁ θεσπέσι-
ος, δυὰς ἡ ἔνθεος, καὶ τῆς σεπτῆς καταγώγια, ζωαρχικῆς
Τριάδος, ἁπάντων μνήσθητε.
Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑμνεῖν σε χρέος ὀφείλομεν, ἀλλ᾿ ὅμως κατ᾿ ἀξίαν οὐ σθέ-
νομεν· διὸ ὑμνοῦντές σε, σιγῇ τιμῶμεν τὸ ἄφραστον, τὸ ἐπὶ
σοὶ Παρθένε πραχθὲν μυστήριον.
Τῶν ιβ´ Ἀποστόλων.ᾨδὴ Ϛ´. Ἦχος δ´.Θύσω σοι, μετὰ φωνῆς.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στηρίξας, τοὺς μαθητὰς σοφίᾳ καὶ χάριτι, δυνατωτέρους
εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων,
ἀπατηλὰ κατήργησας δόγματα.
Στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ θεῖοι, ποταμοὶ τῆς σοφίας ἐπλήρωσαν, τῶν σωτηρίων
ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου,
ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες.

27
Δόξα.
Φανέντες, ζωτικοὶ ὡς ἀστέρες πανόλβιοι, διεσκεδάσατε πᾶ-
σαν, τὴν ζοφώδη πλάνην ταῖς φωτοβόλοις, λαμπηδόσι, θε-
ογνωσίας φέγγος ἀστράπτοντες.
Καὶ νῦν. Θεοτοκίον.
Ὅλην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν
εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος,
ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσεν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ βασιλεὺς
***
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον. Ἦχος β´. Αὐτόμελον.
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν
τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν
ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ
τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γι-
νώσκων τὰ ἐγκάρδια.
Ὁ Οἶκος.
Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου· πλάτυνόν μου τὸ
στόμα· καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵ-
να οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω ποιήσω πρῶτος·
πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐ-
ὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι.
Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρη-
σαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

28
Συναξάριον.
Τῇ Λ´ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων τῶν Δώδεκα καὶ δήλωσις, ὅπως,
καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη.
Στίχ. Τιμῶ Θεόπτας δώδεκα Χριστοῦ φίλους,
Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
Δώδεκα εὐκλέας τριακοστὴ ἀγείρει μύστας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μαρίας τῆς ἀπὸ Ἱερουσα-
λήμ, τῆς μητρὸς τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ
Μάρκου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος μάρτυς Μελίτων, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος μάρτυς Πέτρος ὁ ἐκ Σινώπης, κατὰ
πετρῶν συρόμενος τελειοῦται.
Ταῖς τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων πρεσβεί-
αις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
***
ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου.
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ
λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί· * καὶ ὀφθήσομαι *
φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ
θαύματα.
ᾨδὴ γ´.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πη-
γή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· *
καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον.
29
ᾨδὴ δ´.
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου
σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ *
κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπει-
ρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν *
καὶ τέτοκας ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί-
αν βραβεύοντα.
ᾨδὴ Ϛ´.
Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεό-
φρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, *
τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.
ᾨδὴ ζ´.
Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτί-
σαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαί-
ροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος *
καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Στίχ.Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διε-
σώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος *
τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας

30
31
32
33
***
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)


Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε
τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρί-
τως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐ-
τοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ
ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν
τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν
ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε
ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦ-
ντας ἐξαπέστειλεν κενούς.
34
Τὴν Τιμιωτέραν…
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι
ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ
Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν…

35
Καταβασία·
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμε-
νος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα *
τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί-
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι…


***

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἐξαποστειλάριον τῶν ΙΒ´ Ἀποστόλων. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συν-
δράμωμεν εὐφημῆσαι. Χαίρετε τὴν σύμπασαν κυκλώσαν-
τες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας,
μαθητευθέντων τὰ θεῖα.
36
Θεοτοκίον.
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεόν σε ἔχομεν
προστασίαν. Ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ
θραῦσον τοὺς ἐχθροὺς ἡμῶν· σοῖς ἐξαπόστειλον δούλοις,
βοήθειαν ἐξ Ἁγίου.

***
37
ΑΙΝΟΙ Ἦχος δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ
τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕ-
μνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶ-
σαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

38
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ
Προσόμοια τῶν Ἀποστόλων.
Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.
Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖ-
τε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες
καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ, σὺν Σοὶ θα-
νοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Τοῦ κόσμου δὲ
γέγονας, Πέτρε, διδάσκαλος, κῆρυξ καὶ πέτρα τῆς πίστεως,
καὶ Ἐκκλησίας δόξα καὶ κλέος, καὶ πύργος ἄσειστος, ἧς πύ-
λαι ᾅδου οὐ κατισχύουσιν, ὡς προέφη Χριστὸς ὁ Θεὸς ἡ-
μῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν
ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βά-
ρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θεί-
ας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον· ἔνθα τὸν ὑπέρφωτον,
γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν
τῶν ἀῤῥήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπε-
στάλης τοῖς ἐν σκότει, τὸ φῶς μηνύων Χριστὸν τὸν Θεὸν ἡ-
μῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

39
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐ-
τὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὡς φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίω-
σας πρός με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι᾿ ἄφατον, φιλαν-
θρωπίαν, καὶ σὰρξ γενέσθαι δι᾿ ἀγαθότητα, τότε φῶτα δεύ-
τερα, τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα,
τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ ἀνέδειξας· οἵ
καὶ πεμφθέντες, κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κα-
τηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς
ἡμῶν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐ-
τὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον.
Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, Ἰάκωβε, καὶ
Ἰωάννη σοφέ, Βαρθολομαῖε, καὶ Φίλιππε, Θωμᾶ, Ματθαῖε,
Σίμων, Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθη-
τῶν δωδεκάς, οἱ ἐν τῷ κόσμῳ κηρύξαντες, τὴν παναγίαν,
Τριάδα φύσει Θεὸν ἀΐδιον· τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄν-
τως πύργοι καὶ στῦλοι ἀσάλευτοι, τῷ Δεσπότῃ τῶν ὅλων, ἱ-
κετεύσατε σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ´. Κοσμᾶ Μοναχοῦ.
Ἣν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθη-
ταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες
τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρὸς
τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε· καὶ νῦν πρε-
σβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ
τῆς κρίσεως.
40
41
Ἕτερον Δοξαστικὸν·

42
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

43
Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ
ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξο-
λογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου
δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· *
Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ
αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων
τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ
Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χρι-
στός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά
σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους
φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε,* ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνε-
τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσα-
μεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐ-
γὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥ-
μαρτόν σοι.
44
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλη-
μά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον
ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός,,ἅγιος ἰσχυρός,,ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς

45
46
47
48
49
50
Ἀπολυτίκιον. Τῶν Δώδεκα. Ἦχος γ´.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

51
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς Ϟα´ (91).
Στίχ. α´. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλ-
λειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Τοῦ ἀναγγέλλειν τῷ πρωὶ τὸ ἔλεός σου καὶ τὴν
ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. γ´. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου,
καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. δ´. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν
ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Ὁ διάκονος συναπτὴν μικρὰν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος πλ. α´. Ψαλμὸς Ϟβ´ (92).
Στίχ. α´. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·
ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός, * ψάλλον-
τάς σοι, Ἀλληλούϊα.

52
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σα-
λευθήσεται.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός, * ψάλλον-
τάς σοι, Ἀλληλούϊα.
Στίχ. γ´. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυ-
μαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός, * ψάλλον-
τάς σοι, Ἀλληλούϊα.
Στίχ. δ´. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴ-
κῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός, * ψάλλον-
τάς σοι, Ἀλληλούϊα.
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρ-
χων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν *
σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μα-
ρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ
Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριά-
δος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, *
σῶσον ἡμᾶς.
Ὁ διάκονος συναπτὴν μικρὰν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος γ´. Ψαλμὸς ιη´ (18).
Στίχ. α´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τὸ ἀπολυτίκιον τῶν ιβ´ Ἀποστόλων. Ἦχος γ´.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πται-
σμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
53
Στίχ. β´. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ
χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Ἀπόστολοι Ἅγιοι, ...
Στίχ. γ´. Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται
αἱ φωναὶ αὐτῶν.
Ἀπόστολοι Ἅγιοι, ...
Ψαλλομένου τοῦ γ’ ἀντιφώνου γίνεται ἡ εἴσοδος μετὰ τοῦ Εὐαγγελίου
***
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶ-
σον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς
σοι, Ἀλληλούϊα.
***
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ
Ἀπολυτίκιον τῶν Κορυφαίων. Ἦχος δ´.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδά-
σκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰ-
κουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

54
Ἀπολυτίκιον τῶν Δώδεκα. Ἦχος γ´.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.


Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.
Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία *
πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν
δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν
βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τάχυ-
νον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστα-
τεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε.
***
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡ-
μᾶς.
***

55
ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟΝ
Ἀπόστολον καὶ Εὐαγγέλιον, τῶν ιβ´ Ἀποστόλων.
Προκείμενον καὶ Ἀλληλούϊα ὁμοίως.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς ιη´).
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν.
Στίχος· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ
χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(δ´ 9-16)

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέ-


δειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κό-
σμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χρι-
στόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς
δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι
ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ
κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμε-
νοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκό-
μενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς
περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περί-
ψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿
ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παι-
δαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας·
ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέν-
νησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

56
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς πη´).
Στίχ. α´. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλη-
σίᾳ ἁγίων.
Στίχ. β´. Ὅτι τις ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καί τις ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;
Στίχ. γ´. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς πε-
ρικύκλῳ αὐτοῦ.
Στίχ. δ´. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, τὶς ὅμοιός σοι; Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ
σου.

ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ματθαῖον (θ´ 36-38, ι´ 1-8).
Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη
περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα
μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θε-
ρισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου
τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν
αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ
καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώ-
δεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα· πρῶτος Σίμων ὁ λε-
γόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ
Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθο-
λομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλ-
φαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανί-
της καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους
τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων·
Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰ-
σέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλό-
τα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγ-
γικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λε-
προὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δω-
ρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα σοι, Κύριε, δόξα σοι.
57
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
***
Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ
Εἶτα ὁ διάκονος (ἢ ὁ ἱερεὺς) τὴν ἐκτενῆ δέησιν, ὁ δὲ λαὸς εἰς ἑ-
κάστην δέησιν τὸ Κύριε, ἐλέησον (τρίς), εἰς δὲ τὴν τελευταίαν
ἅπαξ.
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡ-
μῶν εἴπωμεν.
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐ-
πάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐ-
πάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονά-
χων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι-
σκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων
τοῦ Θεοῦ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν
κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐ-
νοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας ἐκ-
κλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τοῦ ἁ-
γίου ναοῦ τούτου (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑπὲρ πάντων
τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐν-
θάδε κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούν-
των ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόν-
των, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ πα-
ρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
58
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
***
ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ
Ὁ διάκονος λέγει τὰς ὑπὲρ τῶν κατηχουμένων δεήσεις,τοῦ χοροῦ λέγοντος εἰς ἑκάστην τὸ Κύριε,
ἐλέησον.
Εὔξασθε, οἱ κατηχούμενοι, τῷ Κυρίῳ.
Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν·
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ·
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας·
Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης·
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ ὁ ἱερεὺς ποιήσας διὰ τοῦ ἱ. Εὐαγγελίου σταυρὸν ἐπὶ τοῦ εἰλητοῦ ἀποθέτει αὐτὸ εἰς τὸ ἄνω
μέρος τῆς ἁγίας Τραπέζης καὶ ἐξαπλοῖ τὸ εἰλητόν.
Ὁ δὲ διάκονος λέγει·
Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε· ὅσοι κατηχούμενοι προέλθετε· μή
τις τῶν κατηχουμένων.
***
ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ
Ὁ διάκονος·
Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος·
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος· Σοφία.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
59
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ πάλιν ὁ διάκονος·
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος·
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος· Σοφία.
Καὶ εἰσέρχεται εἰς τὸ Ἱερόν.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

***
Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ
Ψάλλεται ὁ χερουβικὸς ὕμνος·
Οἱ τὰ Χερουβὶμ μυστικῶς εἰκονίζοντες * καὶ τῇ ζωοποιῷ
Τριάδι * τὸν τρισάγιον ὕμνον προσᾴδοντες, * πᾶσαν νῦν βι-
οτικὴν ἀποθώμεθα μέριμναν, * Ὡς τὸν βασιλέα τῶν ὅλων
ὑποδεξόμενοι, * ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον
τάξεσιν. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
***
ΤΑ ΠΛΗΡΩΤΙΚΑ
Πληρωθέντος τοῦ Χερουβικοῦ ὕμνου λέγει ὁ διάκονος·
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁμοίως καὶ εἰς τὰς ἐφεξῆς δεήσεις.
Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶ-
μεν.

60
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλα-
βείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεη-
θῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κιν-
δύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός,
τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρ-
τητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.
Ὁμοίως καὶ εἰς τὰς ἐφεξῆς δεήσεις·
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ
τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελη-
μάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ
κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετα-
νοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.

61
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυν-
τα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ βή-
ματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δε-
σποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ
πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλή-
λους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμε-
θα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς προσκομιδῆς καὶ τὴν ἐκφώνησιν·
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλο-
γητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
***
ΑΣΠΑΣΜΟΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑ
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμο-
λογήσωμεν.
Ὁ χορός· Πατέρα, Υἱὸν * καὶ ἅγιον Πνεῦμα, * Τριάδα
ὁμοούσιον * καὶ ἀχώριστον.
Ὁ διάκονος· Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.

Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ·

62
Τὸ σύμβολον τῆς πίστεως.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν
οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ
τόν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάν-
των τῶν αἰώνων·
Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννη-
θέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάν-
τα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτη-
ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ
Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐναν-
θρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ πα-
θόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δε-
ξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νε-
κρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ
τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμ-
προσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ
τῶν προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰ-
ῶνος. Ἀμήν.
63
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ
Ὁ διάκονος· Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχω-
μεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
Ὁ α´ χορός· Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ὁ ἱερεύς·
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ
Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη
μετὰ πάντων ὑμῶν.
Ὁ β´ χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ ἱερεύς· Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ α´ χορός· Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ ἱερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ β´ χορός· Ἄξιον καὶ δίκαιον.
Καὶ ὁ ἱερεὺς ἀπάρχεται τῆς ἁγίας ἀναφορᾶς, ἐν τέλει λέγει
ἐκφώνως·
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέ-
γοντα.
Ὁ α´ χορός· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, * πλή-
ρης ὁ οὐρανὸς * καὶ ἡ γῆ τῆς δόξης σου. * Ὡσαννὰ ἐν
τοῖς ὑψίστοις· * εὐλογημένος ὁ ἐρχόμενος * ἐν ὀνόματι
Κυρίου. * Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ὁ δὲ ἱερεὺς κλινόμενος ἐπεύχεται καὶ εἶτα λέγει ἐκφώνως·
Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν
κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ χορός· Ἀμήν.
Καὶ πάλιν ἐπεύχεται ὁ ἱερεύς, καὶ εἶτα λέγει ἐκφώνως·

64
Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ Αἷμά μου, τὸ τῆς και-
νῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς
ἄφεσιν ἁμαρτιῶν.
Ὁ χορός· Ἀμήν.
Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται καὶ εἶτα λέγει ἐκφώνως·
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέροντες κατὰ πάντα καὶ διὰ
πάντα.
Ὁ β´ χορός· Σὲ ὑμνοῦμεν, * σὲ εὐλογοῦμεν, * σοὶ εὐχαρι-
στοῦμεν, Κύριε, * καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Ὁ δὲ ἱερεὺς κλίνας τὴν κεφαλὴν μετὰ πάσης κατανύξεως
εὔχεται, σφραγίζει τὰ τίμια δῶρα, εἶτα ἐπεύχεται καὶ θυμι-
ῶν τρὶς ἐκ γ´ τὰ ἅγια λέγει ἐκφώνως·
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐν-
δόξου,δεσποίνης ἡμῶν,Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
ΑΞΙΟΝ ΕΣΤΙΝ
Ὁ χορὸς τὸ μεγαλυνάριον τῆς Θεοτόκου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, *
τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θε-
οῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν
* ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λό-
γον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾶ, Φίλιππον,
Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν, Σίμωνα Ματθαῖον,
καὶ τὸν Βαρθολομαῖον, σὺν θείῳ Ἰακώβῳ ὕμνοις
τιμήσωμεν.
***
65
Καὶ πάλιν ἐπεύχεται ὁ ἱερεύς, καὶ εἶτα λέγει ἐκφώνως·
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖ-
νος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷ-
ον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν
λόγον τῆς σῆς ἀληθείας.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος· Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάν-
των καὶ πασῶν.
Ὁ χορός· Καὶ πάντων καὶ πασῶν.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀ-
νυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν·
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰη-
σοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
Ὁ χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.
***
ΔΕΗΣΕΙΣ - Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ
Ὁ διάκονος· Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔ-
τι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον. Ὁμοίως καὶ εἰς τὰς ἐφεξῆς δεή-
σεις.
Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώ-
ρων τοῦ Κυρίου δεηθῶμεν.
66
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ
εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήρι-
ον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν
θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος δεηθῶμεν.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύ-
ματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρί-
τως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα
καὶ λέγειν·
Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω
τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου· γενη-
θήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς
ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δό-
ξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

67
ΚΕΦΑΛΟΚΛΙΣΙΑ
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς κλινόμενος τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς
σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ
καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
***
ΥΨΩΣΙΣ - ΚΛΑΣΙΣ - ΜΕΤΑΛΗΨΙΣ
Ὁ ἱερεὺς ἐπεύχεται καὶ προσκυνεῖ τρὶς λέγων καθ᾿ ἑαυτόν·
Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.
Εἶτα ὁ διάκονος ἐκφωνεῖ· Πρόσχωμεν.
Καὶ ὁ ἱερεὺς ὑψῶν τὸν ἅγιον Ἄρτον ἐκφωνεῖ·
Τὰ ἅγια τοῖς ἁγίοις.
Ὁ χορός· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δό-
ξαν Θεοῦ Πατρός. Ἀμήν.
Καὶ ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας·
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλλη-
λούϊα. (Ψαλμ. ιη´ 5)

68
69
70
71
Μετὰ τὴν μετάληψιν τῶν ἐν τῷ βήματι ὁ διάκονος ἐμβάλ-
λει εἰς τὸ ἅγιον ποτήριον τὰς μερίδας τοῦ ἁγίου Ἄρτου καὶ
ἐκφωνεῖ πρὸς τὸν λαόν·
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Καὶ ὁ ἱερεὺς μεταδίδει εἰς ἕνα ἕκαστον διὰ τῆς λαβίδος.
Μετὰ δὲ τὴν θείαν μετάληψιν, εὐλογεῖ ὁ ἱερεὺς τὸν λαὸν
λέγων· Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν
κληρονομίαν σου.

72
Ὁ χορός, τὸ ἑξῆς. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπου-
ράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα
προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεὶ…
Ὁ χορός· Ἀμήν.
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅ-
πως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς
ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν
δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
***
ΕΥΧΑΡΙΣΤΙΑ
Ὁ διάκονος· Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀ-
χράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν
τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός,
τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρ-
τητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχαριστήριον εὐχὴν καὶ τὴν ἐκφώνησιν·

73
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
Καὶ λέγων τοῦτο λαμβάνει τὸ ἱ. Εὐαγγέλιον καὶ ποιήσας δι᾿
αὐτοῦ τὸ σημεῖον τοῦ σταυροῦ ἐπὶ τοῦ ἤδη διπλωθέντος εἰ-
λητοῦ ἐπιθέτει αὐτὸ ἐπ᾿ αὐτοῦ.
Ὁ χορός· Ἀμήν.
***

ΑΠΟΛΥΣΙΣ
Ὁ ἱερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ χορός· Ἐν ὀνόματι Κυρίου.
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Καὶ ὁ ἱερεὺς ἐξελθὼν τῆς Ὡραίας Πύλης ἀναγινώσκει μεγα-
λοφώνως ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ τὴν εὐχὴν·
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐ-
πὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν
κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον·
ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ
αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλί-
πῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώ-
ρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡ-
μῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγα-
θὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ
τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν
καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

74
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕ-
ως τοῦ αἰῶνος. (ἐκ γ´)
Ὁ δὲ ἱερεὺς ἀπέρχεται εἰς τὴν Πρόθεσιν καὶ λέγει χαμηλοφώ-
νως τὴν εὐχὴν ἐν τῷ συστεῖλαι τὰ ἅγια καὶ τὴν ἐκφώνησιν.
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν·
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ χάριτι
καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ μετὰ τοῦτο ὁ ἱερεὺς τὴν ἀπόλυσιν·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς
πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου αὐτοῦ μη-
τρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προστασί-
αις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις
τοῦ τιμίου καὶ ἐνδόξου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,
τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγί-
ων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεο-
φόρων πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων
Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώ-
σαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...
Ὁ χορός· Ἀμήν.

75
Ἡ παρούσα ἀκολουθία ἀποτελεῖ προσωπικὸν πόνημα τὸ ὁποῖον
κατηρτήσθη ἀποκλειστικῶς καὶ μόνον διὰ τὶς προσωπικὲς μου
ἀνάγκες καὶ τὶς ἀνάγκες τοῦ Ναοῦ που διακονῶ.
Θεώρησα δὲ πάνυ ὠφέλιμον νὰ τὸ κοινοποιήσω πρὸς
ἐξυπηρέτησιν τῶν ἐν Χριστῷ ἀδελφῶν, Ἱεροψαλτῶν καὶ μὴ.
Δὲ διεκδικῶ οὑδεμία πατρότητα ἐπὶ τῶν πνευματικῶν
δημιουργημάτων τὰ ὁποῖα μεταχειρίστηκα καὶ παρέχω ἡμῖν
πλήρην τὸν κατάλογον ἀπὸ τὸν ὁποῖον ἥντλησα τὰ τοιαῦτα.
Βιβλιογραφία – Πηγαὶ – Βοηθήματα
Ἠλεκτρονικαὶ
1. Ὅσιος Πορφύριος Καυσοκαλυβίτης, νυνὶ διἀ τοῦ
«~Nektar»
2. Μουσικόν Μηνολόγιον, π. Κων/νου Παπαγιάννη

3. ΜΕΛΩΔΟΣ ( https://melodos.com/bibliothiki/ )
4. ΑΘΩΝΙΚΟΝ ΜΟΥΣΙΚΟΝ ΕΓΧΕΙΡΙΔΙΟΝ, ΑΝΑΣΤΑΣΙΜΑΤΑΡΙΟΝ
5. Ψαλτήριον Τερπνὸν, Ἱ.Μ. Σίμωνος Πέτρας
6. ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ ( glt )
7. ΒΥΖΑΝΤΙΝΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ, Δ. Σουρλατζῆ
8. Ἀγγελικὸς Χορὸς, Β ΟΡΘΡΟΣ, Ἱ.Μ. Σίμωνος Πέτρας
9. ΝΕΑ ΜΟΥΣΙΚΗ ΚΥΨΕΛΗ, Α. ΚΑΡΑΜΑΝΗ, ΤΟΜΟΣ Γ2.
ΔΟΞΑΣΤΑΡΙΟ ΙΑΝ. - ΑΥΓ.
10. Η ΠΑΤΡΙΑΡΧΙΚΗ ΦΟΡΜΙΓΞ, ΚΩΝ/ΝΟΥ ΠΡΙΓΓΟΥ,
Δακτυλογραφηθείσα

76
77

You might also like