You are on page 1of 9

04 

ΜΑΪΟΥ 2021 
Τρίτη Διακαινησίμου 
 
Συναξάριον 
Τῇ Δ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ἐνδόξου Παρθενομάρτυρος Πελαγίας, τῆς ἀπὸ Ταρ‐
σοῦ. 
Στίχοι 
Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον, 
Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει. 
Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ. 
Στίχοι 
Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει, 
Ὃς θαυματουργεῖ κἄν τάφῳ τεθειμένος. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Νικηφόρος, ὁ Ἡγούμενος μονῆς τοῦ Μηδικίου, ἐν εἰρήνῃ 
τελειοῦται. 
Στίχοι 
Τῆς ἀρετῆς τὸ θεῖον ᾔρατο στέφος, 
Ὁ θεῖος ἀρθεὶς ἐκ βίου Νικηφόρος. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  ὁ  Ὅσιος  Πατὴρ  ἡμῶν  Νικηφόρος,  ὁ  ἡσυχάσας  ἐν  τοῖς  ἐρημικωτέροις  τοῦ  Ἄθω, 
καὶ συγγράψας τὴν σοφὴν μέθοδον περὶ νοερᾶς προσευχῆς, ἐν εἰρήνῃ τελειοῦται. 
Στίχοι 
Σοὶ χάριν ἴσμεν, ὦ πάτερ Νικηφόρε, 
Τέχνην προσευχῆς, ἣν ἀφῆκας τῷ βίῳ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου Ἐπισκόπου Κορίνθου, ὃς κεκοί‐
μηται κατὰ τῷ 957ῳ ἔτει, ἐπὶ τῶν βασιλέων Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ τοῦ ἀδελφοῦ αὐ‐
τοῦ Κωνσταντίνου. 
Στίχοι 
Ἀθανασίῳ προσφέρειν αἶνον πρέπον. 
Ἀξίαν γὰρ εἵλετο ἀρετὴν αἴνου. 

Τῇ  αὐτῇ  ἡμέρᾳ  ἡ  ἀνάμνησις  τῆς  Ἀνακομιδῆς  τῶν  λειψάνων  τοῦ  Ἁγίου  καὶ  φίλου  τοῦ  Χριστοῦ 
Λαζάρου, καὶ τῆς Μυροφόρου Μαρίας τῆς Μαγδαληνῆς, γενομένης ἐπὶ Λέοντος τοῦ φιλοσόφου 
κατὰ τῷ 890. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῇ εὐαγεστάτῃ Μονῇ, τῇ παρὰ τοῦ αὐτοῦ βασιλέως, 
ἐπ᾿ ὀνόματι τοῦ Ἁγίου Λαζάρου συστάσῃ. 
Στίχοι 
Σὺ καὶ νεκρὰ ζῇς, εἰ σιγᾷς δὲ τῇ πόλει, 
Ἔχει τις ὡς πρὶν ἔκστασίς σε, Μαρία. 
Δείμας σοι οἶκον ὁ φιλόχριστος ἄναξ, 
«Λάζαρε δεῦρο» χριστομιμήτως κράζει. 
Φάσκει, Ῥαβουνί, Μαρία Χριστῷ πάλιν· 
Λέγει, τί; Χριστός· Θάψαν ἄστυ με σκέπε. 
Μνήμη τοῦ ἁγίου μάρτυρος Μέλητος τοῦ ἀρτοποιοῦ ἐκ Δικαισίμου Πόντου καταγομένου, ἀθλή‐
σαντος ἐν Νουκερίᾳ τῆς Ἰταλίας μετὰ τῶν τριῶν υἱῶν του Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ. 
Στίχοι 
Δυσμενοῦς συμβίας τὸ μένος ἠνέσχου παμμάκαρ, 
Ἵνα Χριστὸν μετὰ τῶν παίδων σου κερδίσῃς. 

  1
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀφροδισίου, Λεοντίου, Ἀν‐
τωνίνου,  Μελδᾶ,  Βαλεριανοῦ,  Μακροβίου,  καὶ  τοῦ  πλήθους  τῶν  σὺν  αὐτοῖς  ἐν  Σκυθοπόλει  τῆς 
Παλαιστίνης μαρτυρησάντων. 
Στίχοι 
Ἐκ Σκυθουπόλεως εἰς Πόλιν τὴν θείαν, 
Χωροῦσι Μάρτυρες ληψόμενοι στέφη. 

Τῇ  αὐτῇ ἡμέρᾳ,  Μνήμη  τῶν  Ὁσίων  ἀδελφῶν  Ἀλφάνωφ·  Κλήμεντος,  Κυρίλλου,  Νικηφόρου,  Νι‐
κήτα καὶ Ἰσαάκ, τῶν ἐν Νόβγκοροντ θεοφιλῶς ἀσκησάντων. 
Στίχοι 
Ὁσιοχριστώνυμος πενταδελφία, 
Χριστῷ σύνεστιν, Ἄλφᾳ τε καὶ Ὠμέγᾳ. 

Τῇ  αὐτῇ ἡμέρᾳ,  Μνήμη τῆς Ὁσίας Μόνικας,  Μητρὸς  τοῦ  Ἁγίου  Αὐγουστίνου  ἐπισκόπου Ἱππῶ‐


νος. 
Στίχοι 
Μήτηρ τέξασα σαρκί τε καὶ δακρύοις, 
Αὐγουστῖνον Μόνικα ἐδείχθη μόνη. 
καὶ τοῦ Πεντηκοσταρίου 
Τῇ  αὐτῇ  ἡμέρᾳ  Τρίτῃ  τῆς  Διακαινησίμου,  τελεῖται  Πανήγυρις  τῶν  ἐν  Θερμῇ  τῆς  Λέσβου  Νεο‐
φανῶν Μαρτύρων Ῥαφαὴλ Ἱερομάρτυρος, Νικολάου Διακόνου καὶ Εἰρήνης τῆς παιδίσκης Παρ‐
θενομάρτυρος, καθόσον ἐν ἡμέρᾳ ταύτῃ τῆς ΛαμπροΤρίτης κατὰ τὸ ἔτος 1463 ὑπὲρ Χριστοῦ τοῦ 
Θεοῦ  καὶ  Σωτῆρος  ἐτύθησαν,  ἐν  τῇ  ἀρχαίᾳ  Μονῇ  τῶν  Καρυῶν,  τῇ  οὔσῃ  παρὰ  τῇ  Κώμῃ  Θερμὴ 
τῆς νήσου Λέσβου, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν ἐφανερώθησαν.    
Στίχοι 
Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον 
Ὡς φῶς ἡμῖν ὤφθησαν Ῥαφαὴλ μέγα 
Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι. 
Εἰς τὴν Ἁγίαν Εἰρήνην 
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι 
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις. 
Εἰς τοὺς λοιποὺς ἀνωνύμους 
Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι 
Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξης. 

Τῇ αὐτῆ ἡμέρᾳ, Τρίτῃ τῆς Διακαινησίμου, ἑορτάζομεν τὴν πρὸς ἡμᾶς καὶ δὴ τὴν ἐν Ἄθῳ περι‐
φανῆ τῶν Ἰβήρων Μονήν, διὰ θαλάσσης παράδοξον ἔλευσιν τῆς θαυματουργοῦ καὶ Ἁγίας Εἰκό‐
νος τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Κυρίας ἡμῶν Πορταϊτίσσης, γενομένην κατ᾿ αὐτὴν τὴν ἡμέ‐
ραν, ἐν ἔτει 1004, ἀναμιμνησκόμενοι εὐγνωμόνως καὶ τῶν θαυμασίων αὐτῆς, ὧνπερ ἐτέλεσε 
κατὰ καιρούς, ἐν τῇ Ἱερᾷ Μονῇ Ἰβήρων καὶ ἐν αὐτῇ τοῦ Κωνσταμονίτου. 
Στίχοι 
Ξένως ἡμῖν ἧκες ἐν τῇ σῇ Εἰκόνι  
Καὶ τῆς Ποίμνης σου πυλωρός, ὤφθης Κόρη. 
Ἕτεροι Στίχοι 
Γάννυται Μονὴ ἡ Ἰβήρων σῇ θέᾳ, 
Αὐχεῖ δὲ Κόρη, καὶ ἡ Κώνσταντος ταύτῃ. 
Ξένως ἡμῖν ἧκες ἐν τῇ σῇ Εἰκόνι, 
Καὶ τῆς ποίμνης σου πυλωρὸς ὤφθης Κόρη. 

Τῇ αὐτῇ ἡμέρᾳ, καὶ Σύναξις τῆς ἐν Μονῇ Κουτλουμουσίου τοῦ Ἄθω Εἰκόνος τῆς Ὑπεραγίας Θεο‐
τόκου, τῆς ἐπικαλουμένης Φοβερᾶς Προστασίας. 
Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  Σύναξις  τῆς  Εἰκόνος  τῆς  Θεοτόκου  τῆς  ἐπονομαζομένης  «Τσαμπίκας»,  ἥτις 
πάλαι ἐκ Κύπρου τῇ Ῥόδῳ παραδόξως παραγέγονε καὶ ἐν τῇ φερωνύμῳ Μονῇ, ἐγγὺς τῆς κωμο‐

  2
πόλεως τοῦ Ἀρχαγγέλου, τεθησαύρισται· ἔτι δὲ καὶ τῶν Ἐγκαινίων τοῦ ἱεροῦ καὶ σεβασμίου Να‐
οῦ αὐτῆς τὴν ἀνάμνησιν ἑορτάζομεν. 
Στίχοι 
Χαίρει ἡ Ῥόδος τῇ σεπτῇ σου Εἰκόνι, 
Ἐξ ἧς ἐκβλύζει ἡ χάρις σου Τσαμπίκα. 

Τῇ Τρίτῃ τῆς Διακαινησίμου καὶ τῇ Πρώτῃ Κυριακῇ τοῦ Ὀκτωβρίου Ναυπακτίων οἱ δῆμοι τιμῶσι 
καὶ  μεγαλύνωσι  τὴν  Ὑπέρμαχον  Στρατηγόν,  Θεοτόκον  Μαρίαν,  ὡς  πρόξενον  τῆς  αὐτῶν  ἐλευ‐
θερίας. Τῷ αὐτῆς Ἱερῷ Ἐκτυπώματι, τῷ τῆς Ναυπακτιωτίσσης, προσπίπτοντες ἐν πάσαις περι‐
στάσεσιν ἐξ αὐτῆς ἀρύονται, ὡς ἐκ πολυχεύμονος κρήνης, δωρεὰς παντοίας. 
Στίχοι 
Ναυπακτίων παῖδες τῆς Ἁγνῆς εἰκόνι 
Προστρέχοντες πόνων λυτροῦνται παντοίων. 

Τῇ αὐτῇ ἡμέρᾳ Σύναξιν ἐπιτελοῦμεν τῶν θαυμασίων τῆς Υπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, 
τῆς ἐν Ἀσίνου τῆς Κύπρου ὀνομαζομένης Φορβιωτίσσης. 
Στίχοι 
Ὡράϊσμα σῶν δούλων, Φορβιώτισσα, 
Ἀσίνου ἡ ὡραΐζουσα, ὑπάρχεις. 

Τῇ Τρίτῃ τῆς Διακαινησίμου, μνείαν ποιούμεθα τοῦ ἐν Γοναταῖς τῆς Θάσου παραδόξου θαύμα‐
τος τοῦ Ἁγιάσματος παρὰ τοῦ Ἀρχιστρατήγου Μιχαήλ. 
Στίχοι 
Γέρας νεουργὸν εὐλογῶ Ἀρχαγγέλῳ, 
Ἁγιάσματος Γοναταῖς τοῦ ἐκ πέτρας. 
Πρώτου φάους ὤν, δεύτερον θεῖον σέλας, 
Φωτὸς τρίτου φώτιζε, τῶν θείων νόων, 
ἵν᾿ ὁγδόης φύγοιμι τῆς τιμωρίας. 
Ἔφιππον ὁρῶντές με οἱ προσιόντες, 
ῥομφαίαν τε δίστομον τῇ χειρί μου κατέχων, 
στίφη βαρβάρων ἐκδιώκω καὶ πλήττω, 
ἐμοῦ δὲ ναοῦ ὑπάρχει Θεὸς μέγας, 
τί δεινὸν ἐν αὐτῷ ὅστις βουληθῇ πράξαι; 
Πατάξω τοῦτον τῇ ῥομφαίᾳ ἐν τάχει, 
Τοὺς δ᾿ εὐλαβῶς εἰσόντας καὶ φόβῳ, 
Φρουρῶ, φυλάττω, ὑπερμαχῶ καὶ σκέπω. 
Φωτὸς τοῦ πρώτου καὶ ἀμήχανου κάλλους, 
Μιχαὴλ ἦν τοῦ Θεοῦ καὶ Δεσπότου. 
Καὶ τῶν Ἀγγέλων ἀρχηγὸς πρωτοστάτης, 
Φρουρεῖ φυλάττει ὑπερμαχεῖ καὶ σκέπει, 
Τοὺς καλουμένους αὐτοῦ τὴν προστασίαν, 
καὶ ὑπὲρ αὐτῶν τὸν Κτίστην ἱκετεύει, 
Στίφη βαρβάρων ἐκδιώκει καὶ πλήττει, 
Πιστοὺς δὲ σκέπει, διατηρεῖ καὶ σῴζει. 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ προσκύνησις τοῦ τιμίου Ἥλου τοῦ ἡλώσαντος τὴν ἄχραντον δεξιὰν τοῦ Σω‐
τῆρος ἡμῶν. 
Στίχοι 
Προσηλώσαντα ἐν Σταυρῷ τῷ τιμίῳ,  
Ἧλον σέβομαι τὸν δεξιὸν Δεσπότου. 

Τῇ Τρίτῃ τῆς Διακαινησίμου μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ὁσιο‐
μαρτύρων τῶν ἐν τῇ ἱερᾷ Μονῇ Παντοκράτορος τῆς Πεντέλης ἱταμῶς σφαγιασθέντων ἐν τῇ 
πανσέπτῳ ἡμέρᾳ τῆς τοῦ Χριστοῦ λαμπρᾶς ἐκ νεκρῶν Ἀναστάσεως περὶ τὸ ἔτος 1690. Τὰ δὲ τί‐
  3
μια αὐτῶν λείψανα ἐν τοῖς ἐσχάτοις χρόνοις θαυμαστῷ τῷ τρόπῳ  ἀνεκομίσθησαν καὶ θαυμά‐
των παντοίων πηγαὶ πολυχεύμονες ἐδείχθησαν. Πατριαρχικῇ καὶ Συνοδικῇ πράξει ἐν ἔτει σω‐
τηρίῳ 1988 τὸ θεοσύλλεκτον αὐτὸ ἄθροισμα τῶν ὑπὲρ  ἑκατὸν καὶ πεντήκοντα ὁσιοάθλων κατε‐
γράφη ἐν τοῖς δέλτοις τῶν Ἁγίων τῆς Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας καὶ ἡ μνήμη αὐτῶν πανδή‐
μως ἑορτάζεται ἐν τῇ περιδόξῳ Μονῇ τοῦ Ὄρους τῶν Ἀμώμων τῇ φερωνυμούσῃ  τῷ Σωτῆρι Χρι‐
στῷ  Παντοκράτορι (ΤΑΩ) .  
Στίχοι 
Μονῆς Παντοκράτορος ὁσιόαθλοι 
Χριστῷ ἀναστάντι συγχαίρουσιν ἤδη. 
Ἕτεροι Στίχοι 
Χριστὸν αἰνοῦντες τὸν Ἀναστάντα δόξῃ, 
Λαμπρῶς Πατέρες συνετμήθητε ξίφει. 

Τῇ Τρίτῃ τῆς Διακαινησίμου, εὐγνωμόνως ἑορτάζομεν τὴν ἀνάμνησιν τοῦ ὑπὸ τοῦ Ἁγίου Μεγα‐
λομάρτυρος Μηνᾶ γενομένου θαύματος ἐν Ἡρακλείῳ τῆς Κρήτης, ὅτε ἐν τῇ ἡμέρᾳ τοῦ Πάσχα 
διέσωσε  τοὺς  πιστοὺς  ἀπὸ  ὑπούλου  ἐπιβολῆς  καὶ  σχεδιασθείσης  σφαγῆς  ὑπὸ  τῶν  ἀσεβῶν  καὶ 
αἱμοδιψῶν Ἀγαρηνῶν, κατὰ τὸ ἔτος 1826. 
Στίχοι 
Ἐν Ἐρυθρᾷ μὲν Μωσῆς Ἰσραὴλ σῴζει, 
Μηνᾶς δ᾿ ἐν Ἡρακλείῳ πιστοὺς λυτροῦται. 
Φασγάνου πικροῦ Ἡρακλειώτας Μηνᾶς ἔσωσε. 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τοῦ Ἁγίου Νεομάρτυρος Τοῦνομ τοῦ Ἱεροσολυμίτου, ὃς θε‐
ασάμενος  τὴν  θαυμαστὴν  ἔξοδον  τοῦ  Ἁγίου  Φωτὸς  ἐκ  τοῦ  κίονος  τοῦ  προστόου  ἐν  Ἁγίοις  Τό‐
ποις, ὡμολόγησε τὴν καλὴν ὁμολογίαν, ἐφονοκτονήθη δὲ ὑπὸ τῶν φανατικῶν Μουσουλμάνων. 
(1579) 
Στίχοι 
Φῶς ἅγιον, Τουνόμ, φωτίσας σὸν σκότος, 
Πρὸς Φῶς εἵλκυσέ σε, Χριστόν, ἐν τῷ πόλῳ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐπιτελοῦμεν τῶν ἐπωνύμων τῆς Ἀναστάσεως Ἁγίων Γυναικῶν.  
Στίχοι 
Ἀναστασίαις σοφαῖς ὕμνον δεῖ μέλπειν 
Κοινὸν τῷ Χριστῷ Ἰησοῦ ἀναστᾶντι. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμην  ἐπιτελοῦμεν  τῶν  Ἁγίων  Ἐνδόξων  τοῦ  Χριστοῦ  Νεομαρτύρων  καὶ  Παι‐
δομαρτύρων  Χριστοδούλου  καὶ  Ἀναστασίας,  τῶν  ἐν  Ἀχαΐᾳ,  καὶ  ἑορταζομένων  ἰδιαιτέρως  ἐν  τῇ 
ἐνορίᾳ τῆς Ἁγίας Τριάδος Ζαρουχλεΐκων Πατρῶν, ἔνθα καὶ παρεκκλήσιον αὐτῶν ὑπάρχει. 
Τῇ αὐτῇ ἡμέρᾳ, Τρίτῃ τῆς Διακαινησίμου, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς εὑρέσεως τὸν τιμίου 
λειψάνου τὸν ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Παταπίου τοῦ θαυματουργοῦ. 
Στίχοι 
Νεύσει θεία δέδοται ἡμῖν παμμάκαρ 
Γῆθέν σου τὸ λείψανον θαύματα βρύον. 
Παταπίοιο νέκυς ὄλβῳ θαυμάτων ἡμᾶς ὀλβίζει. 
Φθαρτὸν λελοιπώς, Πατάπιε, γῆς πᾶτον 
Πατεὶς ὅπου πατοῦσι πρᾳέων πόδες. 
Εἰς τὸ σεπτὸν αὐτοῦ σκῆνος. 
Ὄλβον σχόντες ἄσυλον, Πάτερ, τὸν σκῆνος 
Ἐξ αὐτοῦ καρπούμεθα ἅπασαν χάριν. 
Ὀγδοάτη, Πατάπιε, χλόης πέδον ἀμφεπάτησας. 

Αὐτῷ τῷ Ἀναστάντι Κυρίῳ Λυτρωτῇ ἡμῶν, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Ἀνάστασιν  Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον,  Ἰησοῦν  τὸν  μόνον  ἀναμάρτη‐
  4
τον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐
ζομεν.  Σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐκτός  σου  ἄλλον  οὐκ  οἴδαμεν,  τὸ  ὄνομά  σου  ὀνομάζομεν.  Δεῦτε 
πάντες  οἱ  πιστοί,  προσκυνήσωμεν  τὴν  τοῦ  Χριστοῦ  ἁγίαν  Ἀνάστασιν·  ἰδοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ 
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν 
αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (γ´) 
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλε‐
ος. (γ´) 
 
 

Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 
Ἀπολυτίκιον Ἁγίων Θερμῆς. 
(Γερασίμου Μικραγιαννανίτου) 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Τοῦ θείου λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθεί‐
σης σοι χάριτος· Σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰά‐
σεις παρέχεις, διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα. 
Ἕτερον τοῦ Ἁγ. Ῥαφαήλ. 
(Γερασίμου Μικραγιαννανίτου) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημή‐
σωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ᾿ ὄναρ καὶ καθ᾿ ὕπαρ, 
ὑπερφυῶς  ὀπτάνεται  τοῖς  κράζουσι·  Δόξα  τῷ  δεδωκότι  σοι  ἰσχύν,  δόξα  τῷ  σὲ  θαυμαστώσαντι, 
δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα. 
Ἕτερον. 
 (Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Θαυμασίων ἀγάλματα νεοσμίλευτα, νεοφανεῖς ἀθλοφόρους τῶν Καρυῶν τῆς Θερμῆς, Ῥαφαὴλ 
στεῤῥόν,  Εἰρήνην  καὶ  Νικόλαον,  μέλψωμεν  ὕμνοις  μελιχροῖς  μιαιφόνοις  τοὺς  χερσὶν  ἀπίστων 
ἀναιρεθέντας ὡς ἰατροὺς ἀναργύρους καὶ ἐναργεῖς πιστῶν συλλήπτορας. 
Ἕτερον. 
(Χαραλάμπους Μπούσια) 
Ὅμοιον Ἁγίου Ῥαφαήλ. 
Τὸν ἀρτίως φανέντα Ἱερομάρτυρα ἐν τῇ Θερμῇ ὡς ἀστέρα νεολαμπῆ καὶ βολαῖς τῶν αὐτοῦ θαυ‐
μάτων  λάμποντα  τοῖς  πέρασι,  δεῦτε,  προθύμως  οἱ  πιστοί,  Ῥαφαὴλ  τὸν  θεαυγῆ,  τιμήσωμεν 
ἐκβοῶντες· Χριστὸν δυσώπει ἀπαύστως ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Τηλλυρίας προστάτας, φρουροὺς καὶ φύλακας καὶ πάσης Κύπρου ἐπόπτας καὶ ἀρωγοὺς ἐν δει‐
νοῖς, Ῥαφαὴλ τὸν θεοφόρον καὶ Νικόλαον ἅμα Εἰρήνην τὴν σεμνήν, εὐφημήσωμεν λαμπρῶς βο‐
ῶντες· ὀρδὰς Ἀττίλα τοῦ μισοχρίστου ἐκ Κύπρου χειμαζομένης ἐκδιώξατε. 
Ἀπολυτίκιον Παναγίας Πορταϊτίσσης.  
(Χαραλάμπους Μπούσια) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τὴν σεπτήν σου Εἰκόνα Πορταΐτισσα Δέσποινα, ἡ διὰ θαλάσσης ἐπέστη, θαυμαστῶς ἐν τῇ Ποί‐
μνῃ  σου,  τιμῶμεν  ὡς  ἁγίασμα σεπτόν,  καὶ  σκήνωμα  τῆς  δόξης  σου  πιστῶς·  ἐξ  αὐτῆς  γὰρ  ἀνα‐
βλύζεις τὰς δωρεάς, τοῖς πόθῳ ἐκβοῶσί σοι·  δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ προμηθείᾳ 

  5
σου, δόξα τῇ πρὸς ἡμᾶς σου πλουσίᾳ χρηστότητι. 
Ἕτερον.  
(Χαραλάμπους Μπούσια) 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Ὡς δώρημα τέλειον, τῶν οἰκτιρμῶν σου Ἁγνή, πιστῶς ἐδεξάμεθα, τὴν παραδόξως ἡμῖν, ἐλθοῦ‐
σαν Εἰκόνα σου· ὅθεν καὶ πυλωρόν σε, κεκτημένοι Παρθένε, πόθῳ σοι ἐκβοῶμεν, Πορταΐτισσα 
Κόρη· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 
Ἀπολυτίκιον Παναγίας Τσαμπίκας. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Θεοτόκε Τσαμπίκα, Ῥοδίων σέμνωμα, τὴν ἐκ τῆς Κύπρου ἐλθοῦσαν ᾧδε εἰκόνα τὴν σὴν θαυμα‐
στῶς καὶ ἐν βουνῷ κατασκηνώσασαν τοῦ Ἀρχαγγέλου, εὐλαβῶς προσκυνοῦντες οἱ πιστοί, Παρ‐
θένε, ἀναβοῶμεν· ἴσθι ἡμῶν παραστάτις καὶ βοηθὸς ἐν βίου θλίψεσι. 
Ἀπολυτίκιον. 
(Ἀρχιμ.Ἰω.Δημητριάδη)  
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. 
Εἰκόνα τὴν σεπτήν, τῆς ἁγνῆς Θεοτόκου, τὴν ᾧδε ὡς φρουρόν, τῆς Μονῆς ἡμῶν σχόντες· πιστῶς 
νῦν  προσκυνήσωμεν,  καὶ  τῇ  Κόρῃ  βοήσωμεν·  Χαῖρε  λέγοντες,  εὐλογημένη  Μαρία,  ἡ  ἐκχέασα, 
αὐτῇ πλουσίως σὴν χάριν, τελεῖν τὰ θαυμάσια 
Ἀπολυτίκιον τῆς Θεοτόκου. 
(ὑπὸ Μητροπ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Ὡς οὐράνιον γέρας, ἐκ τῆς Κύπρου ἐφέστηκε, πάλαι ἡ Εἰκών σου τῇ Ῥόδῳ, παραδόξως Θεόνυμ‐
φε, ἐκβλύζουσα θαυμάτων ποταμούς, καὶ χάριτος ἀεὶ τῶν δωρεῶν, διανέμουσα τὸν πλοῦτον τὸν 
μυστικόν, τοῖς πόθῳ ἐκβοῶσί σοι∙ Δόξα τῇ εὐδοκίᾳ σου Ἁγνή∙ δόξα τοῖς θαυμασίοις σου∙ δόξα τῇ 
θαυμαστῇ περὶ ἡμᾶς, Τσαμπίκα προνοίᾳ σου. 
Ἕτερον Ἀπολυτίκιον. 
Ἦχος γ´. Θείας πίστεως. 
Κρήνην ἔχουσα, τῶν δωρεῶν σου, τὴν Εἰκόνα σου, ἡ νῆσος Ῥόδος, Θεοτόκε Τσαμπίκα  γεραίρει 
σε, καὶ καυχωμένη ἐνθέως σοῖς θαύμασι, τὸν ἀσπασμὸν τοῦ Ἀγγέλου προσᾴδει σοι· Χαῖρε κρά‐
ζουσα, Παρθένε Θεοχαρίτωτε, λαοῦ τοῦ χριστωνύμου τὸ διάσωσμα. 
Ἀπολυτίκιον Παναγίας τῆς Ναυπακτιωτίσσης. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος  α´. Τῆς ἐρήμου πολίτης. 
Ναυπακτίων τὰ πλήθη περισκέπεις ἑκάστοτε καὶ περιφρουρεῖς, Θεοτόκε, ὑπερύμνητε Δέσποινα· 
κατέχομεν ἀεὶ γὰρ θησαυρὸν ἐκ χρόνων παναρχαίων σὴν σεπτὴν καὶ περίπυστον εἰκόνα, αἰτή‐
ματα πληροῦσαν τῶν βοώντων σοι· Δόξα τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ, δόξα τοῖς μεγαλείοις σου, δό‐
ξα τῇ ἀρωγῇ σου πρὸς ἡμᾶς, Ναυπακτιώτισσα. 
Ἀπολυτίκιον τῆς Φορβιωτίσσης Θεοτόκου ἐν Κύπρῳ. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Τῆς Ἀσίνου περίβλεπτον ἐγκαλλώπισμα, εὐλογημένη Παρθένε, τοὺς προσιόντας πιστῶς τῷ Να‐
ῷ σου, Φορβιώτισσα πανύμνητε, σκέπε καὶ φρούρει ἀκλινῶς καὶ διάσῳζε ἀεὶ ἐκ βλάβης τοῦ πα‐
λαμναίου, ἵνα λαμπρῶς σε τιμῶντες τὴν θείαν κλῆσίν σου προφέρωμεν. 
Ἀπολυτίκιον Ταξιάρχου Μιχαήλ.  
(Ἀβιμελέχ μοναχοῦ, Κρητός, Φιλοθεΐτου) 

  6
Ἦχος δ´. Τῶν οὐρανίων στρατιῶν. 
Τῶν  οὐρανίων  Στρατιῶν  ὁ  Ταξίαρχος,  ὁ  Μιχαὴλ  ὁ  θαυμαστὸς  καὶ  Ἀρχάγγελος,  ὁ  τῷ  ἀστέκτῳ 
θρόνῳ παριστάμενος, ὁ λαμπρὸς καὶ πάμφωτος, λειτουργὸς τῆς Τριάδος, λύτρωσαι κακώσεων, 
καὶ  δεινῶν  ἡμᾶς  πάντας,  τοὺς  προσφυγόντας  σκέπη  σου  σοφέ,  ὁ  ἐν  κινδύνοις  προστάτης  καὶ 
πρόμαχος. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀρχιστρατήγου μετὰ τοῦ θείου Ἥλου. 
(Ἀβιμελέχ μοναχοῦ, Κρητός, Φιλοθεΐτου) 
Ἦχος δ´. Τῶν οὐρανίων στρατιῶν. 
Οἱ τῷ τεμένει τῷ πανσέπτῳ προστρέχοντες, τοῦ Ἀρχαγγέλου ἐκ ψυχῆς ἀνακράξωμεν, μετὰ ζε‐
ούσης  πίστεως  Ἁγίασμα  αὐτοῦ,  πόθῳ  ἀρυόμενοι  ἐκ  δεινῶν  συμπτωμάτων,  τάχος  ἐκλυτρούμε‐
νοι, Ἥλου χάριτι θείᾳ, καὶ νοσημάτων τὴν ἀπαλλαγήν, ἐπαπολαύσωμεν σθένει τοῦ Πνεύματος. 
Ἀπολυτίκιον Πατέρων Νταοῦ Πεντέλης  
Ἦχος δ´. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος. 
Ὡς τοῦ Κυρίου ἁγιόλεκτοι ἄρνες, ἐξορμημένοι ἐκ χωρῶν διαφόρων, τῇ ποίμνῃ συνεδράμετε τοῦ 
Παντοκράτορος, ὅθεν θανατούμενοι ἀπηνείᾳ βαρβάρων, χαίροντες ἐξήλθετε εἰς οὐράνιον μάν‐
δραν, καθάπερ ὅσιοι καὶ μάρτυρες Χριστοῦ ἐκδυσωποῦντες ὑπὲρ τῶν ψυχῶν ὑμῶν. 
Ἀπολυτίκιον 
(Ἱερομονάχου Ἀθανασίου Σιωμνοπετρίτου) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Παντοκράτορ, Πατέρας τῆς Μονῆς σου προσείληφας, ἐν τῷ οὐρανίῳ σου δείπνῳ, ὡς πασχάλια 
σφάγια, διπλοῦν αὐτοῖς τὸ στέφος παρασχών, ἀσκήσεως καὶ αἵματος ὁμοῦ· οὓς προσάγοντες ὡς 
πρέσβεις ἱκετικῶς, κραυγάζομεν βοῶντες· δόξα τῷ ἐνισχύσαντι αὐτούς, δόξα τῷ ἁγιάσαντι, δό‐
ξα τῷ χορηγοῦντι δι᾿ αὐτῶν, ἡμῖν θαυμάτων νάματα. 
Ἀπολυτίκιον Πατέρων Νταοῦ Πεντέλης.  
 (Χαραλάμπους Μπούσια) 
Ἦχος δ´. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος. 
Ὡς τοῦ Κυρίου ἁγιόλεκτοι ἄρνες, ἐξορμημένοι ἐκ χωρῶν διαφόρων, τῇ ποίμνῃ συνεδράμετε τοῦ 
Παντοκράτορος, ὅθεν θανατούμενοι ἀπηνείᾳ βαρβάρων, χαίροντες ἐξήλθετε εἰς οὐράνιον μάν‐
δραν, καθάπερ ὅσιοι καὶ μάρτυρες Χριστοῦ ἐκδυσωποῦντες ὑπὲρ τῶν ψυχῶν ὑμῶν. 
Ἀπολυτίκια τῶν Ὁσιομαρτύρων. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Θεοφόροι Πατέρες, ὁσιομάρτυρες, ἀσκήσει καὶ μαρτυρίῳ ἐν τῇ πανσέπτῳ Μονῇ τοῦ Σωτῆρος Ἰη‐
σοῦ καὶ    Παντοκράτορος  τὴν  λαμπροφόρον χρυσαυγὴν Ἀναστάσεως Αὐτοῦ τυθέντες καθάπερ 
ἄρνες, χαρᾶς ἡμᾶς τοὺς τιμῶντας ἀναστασίμου ἀξιώσατε. 
Ἕτερον Ἀπολυτίκιον 
(Χαραλάμπους Μπούσια) 
Ἦχος γ´. Χριστὸς Ἀνέστη. 
Τοῦ  Παντοκράτορος  Μονῆς  |  ὁσιομάρτυρας  Πατέρας  |  σὺν  τῷ  Ἀναστάντι  Ἰησοῦ  |  ἀνυμνή‐
σωμεν. 
Ἀπολυτίκιον τοῦ Ἁγίου Μηνᾶ. 
(ὑπὸ Μητροπ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Ἀσκητῶν ταῖς χορείαις συναυλιζόμενος, καὶ Μαρτύρων τοῖς δήμοις συναγαλλόμενος, στρατιῶτα 
τοῦ Χριστοῦ, Μηνᾶ πανθαύμαστε, ἅπαντας σῴζεις ἀληθῶς, τοὺς τιμώντάς σου πιστῶς, τὴν μνή‐
μην τὴν φωτοφόρον, ἣν εὐγνωμόνως τελοῦμεν, ἐνιαυσίως διὰ τὸ θαῦμά σου. 
Ἕτερον Ἀπολυτίκιον. 
  7
Ὅμοιον. 
Τὸν φρουρὸν Ἡρακλείου, δεῦτε νῦν ἅπαντες, Ὀρθοδόξων τε ἅμα, τὸν ἀντιλήπτορα, εὐφημήσω‐
μεν πιστοί, Μηνᾶν τὸν ἔνδοξον, ὅτι κατῄσχυνε λαμπρῶς, τὰς ὀρδὰς τῶν ἀσεβῶν, συντρίψας τού‐
των τὰ τόξα, πρεσβεύει δὲ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 
τὸ Ἀπολυτίκιον τῶν Ἁγίων Ἀναστασιῶν. 
 (Χαραλάμπους Μπούσια) 
Ἦχος γ´. Θείας πίστεως. 
Ἀναστάσεως τὰς φερωνύμους καὶ Νυμφίου ἐξαναστάντος τὸν εὐσεβῆ καὶ θεόλεκτον σύλλογον, 
τὸν ἐκ πανσόφων ἀμνάδων συγκείμενον μοναζουσῶν καὶ μαρτύρων, ὑμνήσωμεν πόθῳ κράζο‐
ντες· Χριστὸν δυσωπεῖτε σώσασθαι ἡμᾶς, Ἀναστασίαι ἀξιάγαστοι. 
Ἀπολυτίκιον Μάρτυρος Τοῦνομ. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Ὡς Λῃστήν, μνήσθητί μου Χριστέ, κραυγάσαντα, τὴν ἑνδεκάτην τὴν ὥραν καὶ εἰς τὴν πίστιν Χρι‐
στοῦ  προσχωρήσαντα  Ἐμίρην Τοῦνομ  ᾄσμασι,  μάρτυρα  ὥσπερ  ἱερὸν  ἐν τῇ  ὥρᾳ  τῆς  ἁφῆς  λαμ‐
πάδων τῶν Ὀρθοδόξων, ὑπὸ Φωτὸς τοῦ ἁγίου στεῤῥῶς ἀθλήσαντα τιμήσωμεν. 
Τὸ Ἀπολυτίκιον Εὑρέσεως ἱ.Λειψάνου Ὁσίου Παταπίου.  
(Νικοδήμου Μητροπολίτου Πατρῶν, τοῦ Βαληνδρᾶ) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τοῦ  σεπτοῦ  σοῦ  λειψάνου  ἀνυμνοῦντες  τὴν  εὕρεσιν,  ἐν  ᾠδαῖς  τε  καὶ  ὕμνοις  θεοφόρε  Πατάπιε, 
δοξάζομεν Χριστὸν τὸν δι᾿ αὐτοῦ, παρέχοντα ἰάσεις τοῖς πιστοῖς, καὶ λυτρούμενον κινδύνων καὶ 
πειρασμῶν, τοὺς εὐλαβῶς βοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ισχύν, δόξα τῷ σε στεφανώσαντι, 
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Γερανείων τὸ κλέος, Κορινθίας τὸ καύχημα, καὶ Μοναζουσῶν νῦν προστάτης, ἀνεδείχθης Πάτερ 
Πατάπιε. Ἀσκήσεσι νηστείαις προσευχαῖς, νῦν ἔχεις παῤῥησίαν πρὸς Θεόν, ἀδιαλείπτως ἱκετεύ‐
ειν  ὑπὲρ  ἡμῶν,  τῶν  κατακρίτων  δούλων σου.  Δόξα  τῷ  δοξασθέντι  διὰ  σοῦ,  δόξα  τῷ  σὲ  ἐνισχύ‐
σαντι, δόξα τῷ φωτίσαντι ἡμᾶς διὰ τῆς σῆς ἀσκήσεως. 
 

 
Ἁγίων τῆς Δ´ Ἀπριλίου 
Ἀπολυτίκιον τῆς Ἁγίας Πελαγίας. 
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ 
συσταυροῦμαι,  καὶ  συνθάπτομαι  τῷ  βαπτισμῷ  σου·  καὶ  πάσχω  διὰ  σέ,  ὡς  βασιλεύσω  σὺν  σοί, 
καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾿ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου 
τυθεῖσαν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν. 
Ἕτερον Ἀπολυτίκιον. 
Ἦχος γ´. Θείας πίστεως. 
Θείας πίστεως, τῇ ἐπιγνώσει, ζόφον ἔλιπες, τῆς ἀγνωσίας, Πελαγία Χριστοῦ καλλιπάρθενε· Οὗ 
τὴν ἀείζωον δρόσον πλουτίσαντα, διὰ πυρὸς τὸν ἀγῶνα διήνυσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν 
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 
Ἕτερον Ἀπολυτίκιον. 
(ὑπὸ Μητροπ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) 

  8
Ἦχος δ´. Ταχὺ πρὸ κατάλαβε. 
Λουτρῷ τοῦ Βαπτίσματος, ἐνδυσαμένη Χριστόν, αὐτὸν ὡμολόγησας, ἐν τῷ σταδίῳ τρανῶς, Σω‐
τῆρα καὶ Κύριον. Ὅθεν καταφλεχθεῖσα, ἀνυποίστως τὸ σῶμα, ζῶσα αὐτῷ προσήχθης, Πελαγία 
θυσία, πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 
Ἕτερον Ἀπολυτίκιον. 
 (ὑπὸ Μητροπ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) 
Ἦχος γ´. θείας πίστεως. 
Θείου  Πνεύματος,  ἐμφορουμένη,  πῦρ  τὸ  ἔνυλον,  οὐκ  ἐλογίσω,  Πελαγία  Μαρτύρων  ἀγλάϊσμα 
καὶ  τὴν  ἀμώμητον  πίστιν  τηρήσασα,  τῷ  οὐρανίῳ  Νυμφίῳ  μεμνήστευσαι.  Μάρτυς  ἔνδοξε,  Χρι‐
στὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 
Ἀπολυτίκιον.  
(ὑπὸ Ἀρχιμ.Φιλαρέτου Βιτάλη) 
Ἦχος γ´. Θείας πίστεως. 
Σκεῦος ἔνθεον, τῆς παρθενίας, πλοῦτος ἄσυλος, τῆς εὐσεβείας, Πελαγία ἀνεδείχθης πανεύφη‐
με, ὀρθοδοξία τὸν βίον φαιδρύνασα, καὶ μαρτυρίῳ αὐτὸν καταστέψασα. Μάρτυς ἔνδοξε, Χριστὸν 
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 
Ἀπολυτίκιον Μάρτυρος Μέλη. 
(Χρήστου Κονταξῆ) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Δικαισίμου τὸ κλέος ἀνεδείχθης ἀοίδιμε, καὶ μαρτυρικῶς ἐδοξάσθης ὡς Χριστοῦ παρασκεύασμα. 
Διένειμας τὸν ἄρτον τῆς ζωῆς, ἐνίσχυσας τοὺς παῖδάς σου στεῤῥῶς· διό, Μέλη, απολαύεις ὧν δω‐
ρεῶν  ἐν  βίῳ  ἐπεδίωξας.  Δόξα  τῷ  δεδωκότι  σοι  ἰσχύν,  δόξα  τῷ  σε  χαριτώσαντι,  δόξα  τῷ  χορη‐
γοῦντι διὰ σοῦ τὸ μέγα ἔλεος. 

 
Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
http://akolouthies.wordpress.com 
Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 
Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

 
 
 

  9

You might also like