You are on page 1of 11

Δόξα... Καὶ νῦν...

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').


Ἡ ἐλπὶς ἡµῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν...

Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.
Στίχ, α΄. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ.
ἤ Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς,
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκοµίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ
Θεοῦ ἡµῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιµόνων, τὰ
ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡµῶν.
Θεοτοκίον τοῦ ῆχου δ'
Τὸν Λόγον τοῦ Πατρός,
Χριστὸν τὸν Θεὸν ἡµῶν,
ἐκ σοῦ σαρκωθέντα ἔγνωµεν,
Θεοτόκε Παρθένε,
µόνη ἁγνή, µόνη εὐλογηµένη·
διὸ ἀπαύστως σέ,
ἀνυµνοῦντες µεγαλύνοµεν.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν...

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσµατα Ἀποστολικὰ


Ἦχος α'
Οἱ σοφοὶ τῆς οἰκουµένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συµπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡµῶν
τῶν βοώντων, Κύριε, σῶσον τὸ λαὸν καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον,
διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡµῶν.
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τῇ σαγήνῃ τοῦ λόγου τὰς πλοκὰς τῶν ῥητόρων, οἱ ἁλιεῖς τῷ καλάµῳ τοῦ Σταυροῦ ἀνατρέψαντες,
ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σε Θεὸν ἀληθινόν· διό σοι τῷ ἐνδυναµώσαντι αὐτοὺς
βοῶµεν· Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, δόξα τῷ ὁµοουσίῳ Πνεύµατι, δόξα τῷ δι' αὐτῶν φωτίσαντι
τὸν κόσµον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον,
κεχαριτωµένη Θεοτόκε, περίσῳζε τοὺς σὲ µεγαλύνοντας.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα Καθίσµατα Ἀποστολικὰ


Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὰς σάλπιγγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕµνοις, τιµήσωµεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς
ἵππους τοὺς ταράξαντας, ἀθεΐας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους,
πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιµένα, τοῦ Πνεύµατος χάριτι.

Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάµψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοῖς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσµον
κατεφώτισε, δι' ἡµῶν Παµµακάριστοι· ὅθεν ἅπαντες, οἱ διδαχαῖς ὑµῶν θείαις, φωτιζόµενοι, τὴν
ἱερὰν ὑµῶν µνήµην, τιµῶµεν, Ἀπόστολοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Προστάτιν πρὸς Θεόν, κεκτηµένοι σε πάντες, προστρέχοµεν σεµνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούµενοι
βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡµᾶς, τῆς τῶν δαιµόνων κακίας, καὶ ἐξάρπασον, ἐκ
καταδίκης φρικώδους, τοὺς σὲ µακαρίζοντας.

Μετὰ τὴν γ' Στιχολογίαν, Ἔτερα Καθίσµατα τοῦ ἁγίου Νικολάου


Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τοῖς Μύροις παροικῶν, αἰσθητῶς, Ἱεράρχα, τῷ µύρῳ νοητῶς, τῷ τοῦ Πνεύµατος ὤφθης, χρισθείς,
Πάτερ Νικόλαε, καὶ τοῖς µύροις θαυµάτων σου, κατεµύρισας, µύρον ἀέναον χέων, τοῖς µυρίσαι
σου, µεµυρισµένοις ἐν ὕµνοις, τὴν µνήµην ἐθέλουσι.
Μαρτυρικὸν
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωµεν πάντες· αὐτοὶ γὰρ τὴν ἡµῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ
προσέλθωµεν, πρὸς αὐτοὺς µετὰ πίστεως, οὗτοι νέµουσι, τῶν ἰαµάτων τὴν χάριν, οὗτοι φάλαγγας,
ἀποσοβοῦσι δαιµόνων, ὡς φύλακες τῆς Πίστεως.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Οἱ θεῖοι µαθηταί, καὶ Ἀπόστολοι, Κόρη, ἐνθέοις διδαχαῖς, ἀνεκήρυξαν πᾶσι, τὴν ἄφραστόν σου
γέννησιν, Θεοτόκε πανάχραντε, σὲ διδάξαντες, τοῦ προσκυνεῖσθαι ἀξίως, ἀλλ' αἰτοῦµέν σε, σὺν
τούτοις αἴτει σωθῆναι, τοὺς πίστει τιµῶντάς σε.

Ψαλµὸς 50
Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ
ἀνόµηµά µου·
ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε.
ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι διαπαντός.
σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι.
ραντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι, πλυνεῖς µε, καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι.
ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου.
µὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ᾿ ἐµοῦ.
ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε.
διδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ρῦσαί µε ἐξ αἱµάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας µου· ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν
δικαιοσύνην σου.
Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον, καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει.
ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ τείχη ῾Ιερουσαλήµ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώµατα· τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου µόσχους.

Ὁ Κανὼν τοῦ Ἁγίου Μεγαλοµάρτυρος, οὗ ἡ Ἀκροστιχίς.


Τὴν σὴν νέµοις µοι πλουσίαν χάριν Μάκαρ.
Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀγῶνα Μάρτυς τὸν καλόν, ὡς ἀγωνισάµενος, καὶ τοὺς λαµπροὺς στεφάνους κοµισάµενος, τῷ
φωτὶ παρίστασαι, φωτιζόµενος κατὰ µέθεξιν ἄϋλον· ὅθεν δυσωποῦµεν, φώτισον ἡµᾶς ταῖς ἱκεσίαις
σου.

Ἡ φαιδρά σου Μάρτυς ἑορτή, πάντας συνεκάλεσε, χαρµονικῶς εἰς πανδαισίαν σήµερον, προθεῖσα
τοὺς ἄθλους σου, τὰ παλαίσµατα, καὶ τὴν ἀνδρείαν ἔνστασιν, ὧν κατατρυφῶντες, πίστει σε καὶ
πόθῳ µακαρίζοµεν.

Νεκρωθέντα Μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανόητον, σωµατικῶς κατανοήσας Κύριον, τῆς ζωῆς τὸν
αἴτιον, ἐθελούσιον ἐπεπόθησας νέκρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δόξης ἔτυχες.
Θεοτοκίον
Σαρκωθεὶς ἐκ σοῦ θεοπρεπῶς, Λόγος ὁ ἀσώµατος, ὑπερβολῇ φιλανθρωπίας Πάναγνε, πάθει
προσωµίλησε, καὶ ἀπάθειαν τοῖς ἀνθρώποις ἐπήγασεν, ὁ δεδοξασµένος Κύριος· ἐνδόξως γὰρ
δεδόξασται.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Μεγαλοµάρτυρος


Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρηµος ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων καλλωπίζεσθαι, τοῖς στεφάνοις Ἔνδοξε, ἐπιποθὼν ὑπήνεγκας, τῶν µαστίγων καὶ τῶν
στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας θείᾳ χάριτι.

Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας Πάνσοφε, ἡ σφοδροτάτη πρόσρηξις, τῶν βασάνων· καὶ
γὰρ ἐστήρικτο, νοητὴν ἐπὶ πέτραν τὴν ἀσάλευτον.

Ἰκρίῳ ἀναρτώµενος, καὶ νιφάσι πάντοθεν, τῶν σπαραγµῶν κυκλούµενος, σοῦ τὸ ὄµµα πρὸς τὸν
δυνάµενον, ἐνητένιζες σῴζειν Ἀξιάγαστε.
Θεοτοκίον
Σεσάρκωται βουλήµατι, ἐξ αἱµάτων Δέσποινα, σοῦ παναχράντων Κύριος, διασῴζων τὴν
ἀνθρωπότητα, καὶ Μαρτύρων τοὺς δήµους ἐπεσπάσατο.
Ὁ Εἱρµὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρηµος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου,
ἐν ᾗ ἐστερεώθη ἡ καρδία µου».

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν...

Κάθισµα τοῦ Ἁγίου Μεγαλοµάρτυρος


Ἦχος δ'
Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν
µεγίστοις τέρασιν ἐκλάµψαντα, ἅπαντες Ἀρτέµιον, εὐφηµήσωµεν πίστει· βρύει γὰρ ἰάµατα, τοῖς
προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ὁ ἐπὶ θρόνου Χερουβὶµ καθεζόµενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόµενος, ὡς ἐπὶ θρόνου
κάθηται Ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου, σαρκικῶς· ὁ Θεός γάρ, ὄντως ἐβασίλευσεν, ἐπὶ
πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλοµεν αὐτῷ, ὃν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ
κρεµάµενον ὁρῶσά σε Χριστέ· Οἴµοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόµενος, ὡς Θεὸς
ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόµων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑµνῶ σε µακρόθυµε.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν...

Κοντάκιον τοῦ Ἁγίου Μεγαλοµάρτυρος


Ἦχος β'
Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ' ἐχθρῶν νίκης ἀράµενον τρόπαια, συνελθόντες
ἐπαξίως νῦν ἐν ὑµνῳδίαις εὐφηµήσωµεν, Ἀρτέµιον τὸν µέγιστον ἐν Μάρτυσι, θαυµάτων τε δοτῆρα
πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡµῶν.
Ὁ Οἶκος
Τὶς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως
ὑπέµεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ
διηγήσασθαι στόµα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυµένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐµίσησας καὶ
τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ
πάντων ἡµῶν.

ΣΥΝΑΞΑΡΙΟΝ

Τῇ Κ' τοῦ αὐτού µηνός, Μνήµη τοῦ Ἁγίου Μεγαλοµάρτυρος Ἀρτεµίου.


Στίχοι
Ὁ πάντα λαµπρὸς Ἀρτέµιος ἐν βίῳ,
Τµηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Εἰκάδι Ἀρτέµιος πυκινόφρων αὐχένα τµήθη.

Μνήµη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡµῶν Γερασίµου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς
Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ.
Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερµανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία
Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν.

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕµνοις τιµῶντες µεγαλύνωµεν.

Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ
Σωτῆρί µου.
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι
αἱ γενεαί,
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ...
Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ
γενεὰν τοῖς φοβουµένοις αὐτόν.
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ...
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ...
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ...
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ
Ἀβραάµ, καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ...

«Ἄξιόν ἐστιν ὦς ἀληθῶς,


µακαρίζειν σὲ τὴν Θεοτόκον,
τὴν ἀειµακάριστον καὶ παναµώµητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡµῶν.
Τὴν τιµιωτέραν τῶν Χερουβείµ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον,
σὲ µεγαλύνοµεν».

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν...

Ἐξαποστειλάριον τοῦ Ἁγίου Μεγαλοµάρτυρος


Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Παρεστηκὼς Ἀρτέµιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαµπόµενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ
οὐρανοῦ ἐποπτεύοις, τοὺς τιµῶντάς σε πόθῳ, µεγαλοµάρτυς Ἔνδοξε, συµµαχῶν θείοις ὅπλοις, ὡς
τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ Ἄνακτι, κατ' ἐχθρῶν πολεµίων.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Εὐλογηµένη πάναγνε, Θεοτόκε Παρθένε, Χριστιανῶν τὸ καύχηµα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ
Ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις,
καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις· καὶ γὰρ ἐν σοὶ καυχώµεθα, προστασία τοῦ
Κόσµου.

Ἦχος α'
ΑΙΝΟΙ
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις·
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάµεις αὐτοῦ·
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνοµα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγµα ἔθετο, καὶ οὐ
παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦµα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι µετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνοµα Κυρίου, ὅτι ὑψώθη
τὸ ὄνοµα αὐτοῦ µόνου.
Ἡ ἐξοµολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕµνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ' (149)
ᾌσατε τῷ Κυρίῳ ᾆσµα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνοµα αὐτοῦ ἐν χορῷ , ἐν τυµπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥοµφαῖαι δίστοµοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγµοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς δυνάµεως
αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
µεγαλωσύνης αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ
τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Ὁ Ἀναγνώστης χῦµα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε,
προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε
Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον
Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου,
ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν
δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός,
εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς
τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ
εἶπα· Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον,
δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί
σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ
ταύτη ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ
αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ'
ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς
εἶ, Δέσποτα, συνέτισόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν µε τοῖς δικαιώµασί
σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου µὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ
πρέπει ὕµνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καὶ ἀεί, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Πληρώσωµεν τὴν ἑωθινὴν...

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύµατί σου.


Τὰς κεφαλὰς ἡµῶν τῷ Κυρίῳ κλίνωµεν. Σοί, Κύριε.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...

Ἀπόστιχα τῆς Παρακλητηκῆς


Ἀπόστιχα Ἀποστολικὰ
Ἦχος α'
Ἡ τῶν Ἀποστόλων παναρµόνιος λύρα, ἐξ ἁγίου Πνεύµατος κινουµένη, τὰς τῶν στυγερῶν
δαιµόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν
εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁµοούσιον.
Στίχ. Ἐνεπλήσθηµεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάµεθα καὶ ηὐφράνθηµεν ἐν
πάσαις ταῖς ἡµέραις ἡµῶν. Εὐφρανθείηµεν, ἀνθ΄ὧν ἡµερῶν ἐταπείνωσας ἡµᾶς, ἐτῶν, ὧν
εἴδοµεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς
αὐτῶν.
Ἦχος α'
Τῶν οὐρανίων ταγµάτων ΤΟ ΑΚΟΥΤΕ
Πέτρον καὶ Παῦλον συµφώνως ἀνευφηµήσωµεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν,
Θωµᾶν, Βαρθολοµαῖον, Σίµωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁµήγυριν πᾶσαν τῶν
Μαθητῶν, ἐπαξίως εὐφηµήσωµεν.
Στίχ. Καὶ ἔστω ἡ λαµπρότης Κυρίου τοῦ Θεοῦ ἡµῶν ἐφ' ἡµᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡµῶν
κατεύθυνον ἐφ' ἡµᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡµῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος α'
Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τόν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ
τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώµατα
ὑµῶν, Χριστῷ µετὰ Ἀγγέλων τὴν ὑµνῳδίαν ἀναπέµποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους
ἐκοµισασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσµῳ, καὶ ταῖς ψυχαῖς ἡµῶν τὸ µέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγµάτων ΤΟ ΑΚΟΥΤΕ
Προφητικῶς τὴν Παρθένον ἀνευφηµήσωµεν, στάµνον χρυσῆν τοῦ µάννα, ἀκατάφλεκτον βάτον,
καὶ τράπεζαν, καὶ θρόνον, λυχνίαν χρυσῆν, τὸ λαµπάδιον ἔχουσαν, καὶ ἀλατόµητον ὄρος, καὶ
κιβωτόν, ἁγιάσµατος καὶ πύλην Θεοῦ.

Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόµατί σου Ὕψιστε,


τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ἀµήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡµᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν,
ἕνεκεν τοῦ ὀνόµατός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ
θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον, καὶ
ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ εἰσενέγκῃς
ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκοµίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ
Θεοῦ ἡµῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιµόνων, τὰ
ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡµῶν.
Θεοτοκίον τοῦ ῆχου δ'
Ὅτι πάντων ὑπάρχεις,
τῶν ποιηµάτων ὑπερτέρα,
ἀνυµνεῖν σε ἀξίως,
µὴ εὐποροῦντες Θεοτόκε,
δωρεὰν αἰτοῦµέν σε·
ἐλέησον ἡµᾶς.

Εἴπωµεν πάντες ἐξ ὅλης...

Σοφία.
Εὐλόγησον, Πάτερ.
Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡµῶν, πάντοτε. νῦν, καὶ ἀεί ...
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀµώµητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν,
σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ µονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας
αἰώνων. Ἀµήν.
Δόξα... Καὶ νῦν... , Κύριε ἐλέησον (γ') , Δέσποτα ἅγιε, εὐλόγησον.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡµῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς...
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡµῶν, ἐλέησον καὶ σῶσον ἡµᾶς.
Ἀµήν.

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ


Μνήµη τοῦ Ἁγίου Μεγαλοµάρτυρος Ἀρτεµίου.
ΠΕΜΠΤΗ Α΄ ΗΧΟΣ

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ


Οἱ Μακαρισµοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Διὰ βρώσεως ἐξήγαγε,
τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάµ,
διὰ Σταυροῦ δὲ τὸν λῃστήν,
ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ·
Μνήσθητί µου κράζοντα,
ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγµένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Οἱ τὰ πέρατα φωτίσαντες, θείαις ἀκτῖσι, τῶν δογµάτων ὑµῶν, τὸν σκοτασµὸν τῆς πονηρᾶς,
ἀσεβείας διελύσατε, καὶ πρὸς φῶς τὸ ἄδυτον, µεταβάντες ἀεὶ µακαρίζεσθε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑµᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆµα καθ΄ὑµῶν
ψευδόµενοι ἕνεκεν ἐµοῦ.
Τοῦ Πατρὸς τὴν ἐνυπόστατον, σχόντες σοφίαν µαθηταὶ τοῦ Χριστοῦ, πάντας σοφίζουσαν ὑµᾶς, τῇ
µωρίᾳ τοῦ κηρύγµατος, κόσµον ἐφωτίσατε, καὶ πρὸς γνῶσιν θείαν µετηγάγετε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ µισθὸς ὑµῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὰς βασάνους ὑποµείναντες, καθάπερ ἄσαρκοι Χριστοῦ ἀθληταί, πάντας ἀσάρκους δυσµενεῖς,
κατὰ κράτος ἐνικήσατε· ὅθεν µακαρίζεσθε, ὑπὸ πάντων ἀνθρώπων ἑκάστοτε.
Δόξα...
Τὴν Τριάδα προσκυνήσωµεν, σὺν τῷ Πατρί, Υἱόν, καὶ Πνεῦµα τὸ ζῶν, τὴν ἀδιαίρετον πιστοί, καὶ
ἀχώριστον καὶ σύνθρονον, Μονάδα κραυγάζοντες· Ἅγιος εἶ Θεὲ τρισάγιε.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζοµέν σε Πάναγνε, ὡς προεφήτευσας Ἁγνή· Θεὸν γὰρ ἐκυοφόρησας, χορὸς Ἀποστόλων ὃν
ἐκήρυξε, µεθ' ὧν ἡµῖν αἴτησαι, τῶν πταισµάτων λύτρωσιν πανάµωµε.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκοµίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ
Θεοῦ ἡµῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιµόνων, τὰ
ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡµῶν.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόµελον ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
µεσιτεία πρὸς τὸν Ποιητὴν ἀµετάθετε.
Μὴ παρίδῃς ἁµαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡµῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιµώντων σε.

Προκείµενον τῆς ἡµέρας, Ἦχος πλ. δ΄


Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ.

ΠΕΜΠΤΗ ΙΘ΄, ΕΒΔΟΜΑΔΟΣ


Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα 1:20-27
Ἀδελφοί, ἐν οὐδενὶ αἰσχυνθήσοµαι, ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν µεγαλυνθήσεται
Χριστὸς ἐν τῷ σώµατί µου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ᾿Εµοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ
ἀποθανεῖν κέρδος. Εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό µοι καρπὸς ἔργου, καὶ τί αἱρήσοµαι οὐ γνωρίζω.
Συνέχοµαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυµίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ
µᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιµένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑµᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα
ὅτι µενῶ καὶ συµπαραµενῶ πᾶσιν ὑµῖν εἰς τὴν ὑµῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ
καύχηµα ὑµῶν περισσεύῃ ἐν Χριστῷ ᾿Ιησοῦ ἐν ἐµοὶ διὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ἡµᾶς.
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε.

Μνήµη τοῦ Ἁγίου Μεγαλοµάρτυρος Ἀρτεµίου, τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος καὶ τοῦ
Ὁσίου καὶ θεοφόρου πατρὸς ἡµῶν Γερασίµου τοῦ ἐν Κεφαλληνίᾳ.
Τοῦ Μεγαλοµάρτυρος
Πρὸς Τιµόθεον Β΄ Ἐπιστολῆς Παύλου 2:1-10Τέκνον Τιµόθεε, ἐνδυναµοῦ ἐν τῇ χάριτι τῇ ἐν
Χριστῷ ᾿Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐµοῦ διὰ πολλῶν µαρτύρων, ταῦτα παράθου πιστοῖς
ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης
᾿Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόµενος ἐµπλέκεται ταῖς τοῦ βίου πραγµατείαις, ἵνα τῷ
στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν µὴ νοµίµως ἀθλήσῃ. Τὸν
κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν µεταλαµβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος
σύνεσιν ἐν πᾶσι. Μνηµόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερµένον ἐκ νεκρῶν, ἐκ σπέρµατος Δαυΐδ, κατὰ
τὸ εὐαγγέλιόν µου, ἐν ᾧ κακοπαθῶ µέχρι δεσµῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ
δέδεται. Διὰ τοῦτο πάντα ὑποµένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν
Χριστῷ ᾿Ιησοῦ µετὰ δόξης αἰωνίου.
Τοῦ Ὁσίου Γερασίµου.
Προκείµενον. Ἦχος βαρύς
Καυχήσονται ὅσιοι ἐν δόξῃ
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσµα καινόν.Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσµα 5:22-6:2
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύµατός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, µακροθυµία, χρηστότης,
ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόµος. Οἱ δὲ τοῦ Χριστοῦ
τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήµασι καὶ ταῖς ἐπιθυµίαις. Εἰ ζῶµεν Πνεύµατι, Πνεύµατι καὶ
στοιχῶµεν. Μὴ γινώµεθα κενόδοξοι, ἀλλήλους προκαλούµενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί,
ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώµατι, ὑµεῖς οἱ πνευµατικοὶ καταρτίζετε τὸν τοιοῦτον
ἐν πνεύµατι πρᾳότητος, σκοπῶν σεαυτόν, µὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ
οὕτως ἀναπληρώσατε τὸν νόµον τοῦ Χριστοῦ.
Ἀλληλούϊα. Ἦχος πλ. β΄
Μακάριος ἀνὴρ ὁ φοβούµενος τὸν Κύριον.
Στίχ. Ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τὸν αἰῶνα.

Ἀλληλούϊα τῆς ἡµέρας, Ἦχος α΄


Ἐξοµολογήσονται οἱ οὐρανοὶ τὰ θαυµάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόµενος ἐν βουλῇ ἁγίων.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ


Ἐκ τοῦ κατὰ Λουκᾶν, θ΄ 49 - 56
Τῷ καιρῷ ἐκείνῳ,προσελθὼν τῷ Ἰησοῦ εἷς τῶν µαθητῶν αὐτοῦ, εἶπεν αὐτῷ· Ἐπιστάτα, εἴδοµέν
τινα ἐπὶ τῷ ὀνόµατί σου ἐκβάλλοντα δαιµόνια, καὶ ἐκωλύσαµεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ µεθ'
ἡµῶν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἰησοῦς· Μὴ κωλύετε· οὐ γάρ ἔστι καθ' ὑµῶν· ὃς γὰρ οὐκ ἔστι καθ'
ὑµῶν, ὑπὲρ ὑµῶν ἐστιν. Ἐγένετο δὲ ἐν τῷ συµπληροῦσθαι τὰς ἡµέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ
αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήµ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ
προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώµην Σαµαρειτῶν, ὡστε ἑτοιµάσαι αὐτῷ· καὶ οὐκ
ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόµενον εἰς Ἱερουσαλήµ. ἰδόντες δὲ οἱ µαθηταὶ
αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωµεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ
ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; στραφεὶς δὲ ἐπετίµησεν αὐτοῖς καὶ εἶπεν· Οὐκ οἴδατε
ποίου πνεύµατός ἐστε ὑµεῖς· ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ
σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώµην.

Ἐκ τοῦ κατὰ Ματθαῖον, ια΄ 27 - 30


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα µοι παρεδόθη ὑπὸ τοῦ πατρός µου· καὶ οὐδεὶς
ἐπιγινώσκει τὸν υἱὸν εἰ µὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ µὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν
βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός µε πάντες οἱ κοπιῶντες καὶ πεφορτισµένοι, κἀγὼ
ἀναπαύσω ὑµᾶς. ἄρατε τὸν ζυγόν µου ἐφ' ὑµᾶς καὶ µάθετε ἀπ' ἐµοῦ, ὅτι πρᾷός εἰµι καὶ ταπεινὸς τῇ
καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑµῶν· ὁ γὰρ ζυγός µου χρηστὸς καὶ τὸ φορτίον µου
ἐλαφρόν ἐστιν.

Κοινωνικόν τῆς ἡµέρας


Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουµένης τὰ ῥήµατα αὐτῶν.

You might also like